Τρίτη 16 Ιουνίου 2015

Ὁσίου ΠΑΧΩΜΙΟΥ τοῦ Μεγάλου



Ἀκολουθία Ὁσίου ΠΑΧΩΜΙΟΥ τοῦ Μεγάλου
Ψαλλομένη τῇ 15η Μαΐου


ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ
Εἰς τό Κύριε ἐκέκραξα ψάλλομεν Στιχηρὰ δ΄.
Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Ἀνατεθεὶς τῷ Κυρίῳ, πάτερ Παχώμιε,, δι’ ἀρετῆς ἐνθέου, τῆς κατ’ ἄμφω σοφίας, θεόθεν ὑπεδέξω τὴν δωρεὰν, ἀγελάρχης γενόμενος, ἐν τῆς Αἰγύπτου τῇ χώρᾳ τοῖς μονασταῖ, διδαχαῖς καὶ θείαις πράξεσι.

Τὸν ἀσκητὴν τοῦ Κυρίου, δεῦτε τιμήσωμεν, Παχώμιον τὸν Μέγαν, ἐν ψαλμοῖς τε καὶ ὕμνοις· καὶ γὰρ τῶν ἐπικήρων καὶ γεηρῶν, νουνεχῶς κατεφρόνησε, καὶ ἐκ παιδός τῷ Δεσπότῃ ἀνατεθείς, σκεῦος ὤφθη ἱερώτατον. .

Τῶν μοναζόντων τὸ κλέος, καὶ ἀρετῶν ὁ κανών, Παχώμιος ὁ Μέγας, παρ’ ἁπάντων ὑμνείσθω, ἐν ἄσμασι ἐνθέοις τῶν γὰρ Χριστοῦ τοῦ Θεοῦ διατάξεων, ἐν ταπεινώσει καρδίας ἐκπληρωτής, καὶ πιστὸς φύλαξ γεγένηται.

Τῇ καθαρᾷ πολιτείᾳ καλλωπιζόμενος, θεράπων τοῦ Κυρίου, ἐν Αἰγύπτῳ ἐδείχθης, καὶ δόξης τῶν Ἀγγέλων ἐν οὐρανοῖς, ἠξιώθης Παχώμιε, μεθ’ ὧν δυσώπει ἀπαύστως ὑπὲρ ἡμῶν, τῶν ἐν ὕμνοις γεραιρόντων σε.
Δόξα. Ἦχος β΄.
Τῆς εὐσεβείας τελέσας τὸν δρόμον, τῆς ἀρετῆς ἐκομίσω τὰ γέρα, παρὰ τοῦ πάντων Δεσπότου, Παχώμιε τρισμάκαρ· Αὐτῷ γὰρ ἠκολούθησας, ἀπεριτρέπτῳ ποδί, καὶ τῶν καλῶν ἔργων τὴν λαμπάδα ἄσβεστον ἐτήρησας· καὶ νῦν φωτοειδὴς εἰσῆλθες, εἰς οὐρανίους μονάς. Ἀλλ’ πρέσβευε δεόμεθα, τυχεῖν καὶ ἡμᾶς, τῆς θείας μακαριότητος.
Καὶ νῦν. Τῆς ἑορτῆς.

Εἰς τὸν Στίχον, Προσόμοια. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Μέγας ὡς ἀληθῶς, ἐν τῇ Αἰγύπτῳ ὤφθης, Παχώμιε τρισμάκαρ, ἐντεῦθεν ἠξιώθης, παρὰ Θεοῦ τῆς χάριτος.

Στ. Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Ὅσιος ἐν παντί, τῷ βίῳ σου ἐδείχθης, Παχώμιε θεόφρον, τῆς δόξης τῶν Ἀγγέλων, ἀξίως ἐκοινώνησας.

Στ. Μακάριος ἀνήρ, ὁ φοβούμενος τὸν Κύριον.
Τύπος περιφανὴς, καὶ θεῖος ὑποφήτης, πρὸς ἀρετῶν ὑψώσεις, τῶν μοναζόντων ὤφθης, Παχώμιε μακάριε.
Δόξα. Τριαδικόν.
Δόξα Σοι ὁ Θεός, Πάτερ, Υἱὲ καί Πνεῦμα, Τριὰς ἡ Παναγία, λιταῖς τοῦ Παχωμίου, δὸς πᾶσι τὰ ἐλέη Σου.
Καί νῦν. Θεοτοκίον.
Ἄχραντε Μαριάμ, Κυρία τῶν Ἀγγέλων, σὺν θείῳ Παχωμίῳ, τὸν Σὸν Υἱὸν δυσώπει, ὑπὲρ τῶν ἀνυμνούντων Σε.

Νῦν ἀπολύεις, Τρισάγιον, Ἀπολυτίκιον.
Ἦχος πλ. α΄. Τὸν Συνάναρχον Λόγον.
Ἀγελάρχης ἐδείχθης τοῦ Ἀρχιποίμενος, μοναστῶν τὰς ἀγέλας πάτερ Παχώμιε, πρὸς τὴν μάνδραν ὁδηγῶν τὴν ἐπουράνιον, καὶ τὸ πρέπον ἀσκηταῖς, ἐκεῖθεν σχῆμα μυηθείς, καὶ τοῦτο πάλιν μυήσας, νῦν δὲ σὺν τούτοις ἀγάλλῃ, καὶ συγχορεύεις ἐν οὐρανίαις σκηναῖς.
Δόξα. Ὅμοιον.
Τῇ ἀσκήσει νεκρώσας σαρκὸς τὸ φρόνημα, πρὸς τὴν ζωὴν τὴν ἀγήρω τὸν νοῦν ἀνύψωσας, καὶ ἐδέχθης ἐκ Θεοῦ σχῆμα τὸ ἅγιον. Ὅθεν σοφὸς ὑφηγητής, τῆς ὁσίας βιοτής, ἐδείχθης τοῖς μαθηταῖς σου, Παχώμιε θεοφόρε, Ἀιγύπτου πᾶσης τὸ μέγα καύχημα.
Καί νῦν. Τῆς ἑορτῆς.

ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ
Μετὰ τὸν Προιμιακόν τὸ Μακάριος ἀνήρ. Εἰς δέ τό Κύριε ἐκέκραξα ἱστῶμεν Στίχους η’ καί ψάλλομεν Στιχηρά Προσόμοια.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Ὅλην σου τὴν ἔφεσιν, πρὸς τὸν Θεὸν ἀνατείνας, κοσμικὴν τερπνότητα, ὡς μὴ διαμένουσαν καταλέλοιπας, καὶ Χριστῷ πάνσοφε, σεαυτὸν ἀνέθου, ὁλοτρόπως δι' ἀσκήσεως, ἐκκαθαιρόμενος, καὶ καρτερικὴν ἐνδεικνύμενος, τὴν ἔνστασιν Παχώμιε, πρὸς τὰ τῶν παθῶν ὑπεκκαύματα, καὶ τῇ συνειδήσει, μαρτύριον Θεόφρον ὑποστάς, ὡς νικηφόρος ἀπείληφας, στέφος τὸ ἀμάραντον. (Δίς).

Σοὶ νῦν ἐξεγένετο, ἐκ πρακτικῆς θεωρίας, διασχόντι σώματος, τὸ παχὺ προκάλυμμα καὶ προσπάθειαν, τῆς σαρκὸς ῥήξαντι, τῷ Θεῷ κραθῆναι, ταῖς ἐκεῖθεν ἀστραπτόμενον, αὐγαῖς καὶ χάρισι, καὶ θεουργικοῖς ἀμαρύγμασι, καὶ νεύσεσι θεούμενον, καὶ τοῖς πρὸς τὸ κρεῖττον ὑψώμασι, καὶ νῦν θεοφόρε, μακάριος γενόμενος Χριστῷ, ἐν παρρησίᾳ δυσώπησον, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Ἅπασαν τὴν αἴσθησιν, ὑπεραρθεὶς τῷ Δεσπότῃ, καθαρῶς ὡμίλησας, τῆς σαρκὸς γενόμενος ἔξω Πάντιμε, λογισμῷ κρείττονι, τῶν παθῶν κρατήσας, καὶ δαιμόνων τὰ φρυάγματα, καταστρεψάμενος, καὶ καταπατήσας Παχώμιε, καὶ νῦν ἐνδιαιτώμενος, τοῖς ἐπουρανίοις σκηνώμασι, πάντων τῶν τιμώντων, τὴν μνήμην σου μνημόνευε Χριστῷ, ἐν παρρησίᾳ Πανόλβιε, Πάτερ, παριστάμενος.
Ἕτερα. Ἦχος πλ. δ΄. Ὤ τοῦ παραδόξου θαύματος.
Πάτερ θεόφρον Παχώμιε, καταυγασθεὶς τὴν ψυχήν, τῇ ἐλλάμψει τοῦ Πνεύματος, ἀσκητῶν διδάσκαλος, θεοδίδακτος πέφηνας, τούτων παιδεύων σοφῶς τὰ φρονήματα, πρὸς τὸ βραβείον τῆς ἄνω κλήσεως. Ὅθεν συνόμιλος, Ἀσωμάτων γέγονας, τὰς ἀμοιβὰς, δαψιλῶς δεχόμενος, τῆς σῆς ἀσκήσεως.

Πάτερ θεόφρον Παχώμιε, οἶκος Θεοῦ γεγονώς, καὶ δοχεῖον ὑπέρτιμον, θείας Αὐτοῦ χάριτος, τῇ σεπτῇ πολιτείᾳ σου, πλείστας Μονὰς προθύμως ἀνήγειρας, καὶ μοναζόντων χοροὺς συνήθροισας· ὅθεν τὴν μνήμην σου, τὴν λαμπρὰν γεραίροντες, πρὸς τὸν Χριστόν, πρέσβυν σε θερμότατον, νῦν προβαλλόμεθα.

Πάτερ θεόφρον Παχώμιε, ὥσπερ ἀστὴρ φαεινός, ἐν Αἰγύπτῳ ἐξέλαμψας, πόνοις τῆς ἀσκήσεως, καὶ σεμνῇ πολιτείᾳ σου· διὸ καὶ πᾶσαν, παθῶν σκοτόμαιναν, ταῖς ἀρετῶν σου βολαῖς διέλυσας, τῷ Παντοκράτορι, μάκαρ ἀναγόμενος, ᾧ ἐκτενῶς, πρέσβευε δοθῆναί μοι, πταισμάτων ἄφεσιν.

Μάκαρ Παχώμιε Ὅσιε, τῶν μοναζόντων κανών, ἀκριβέστατος γέγονας, ἀσκουμένων στήριγμα καὶ πιστῶν τὸ ἐντρύφημα· ἐρήμου λύχνος ὁ φαεινότατος, πηγὴ θαυμάτων, στῦλος ἀήττητος, στόμα τὸ ἅγιον· σκεῦος θείου Πνεύματος, καὶ νοητός, γέγονας Παράδεισος, Θεομακάριστε.

Δόξα. Ἦχος πλ. β΄.
Τῆς φθειρόμένης σαρκὸς τὸ φρόνημα, ὑποτάξας τῷ Πνεύματι Παχώμιε, ἀγγελικῶς ἐν κόσμῳ διέπρεψας· τὰ γὰρ ἀεὶ ἐπιζητῶν διαμένοντα, δυνάμει τοῦ Δεσπότου σου, τὰς μηχανὰς διέρρηξας τοῦ δράκοντος, τῇ θεαρέστῳ ἀσκήσει σου, Ἄγγελος κατελθών σοι, τὸ τῶν μοναζόντων σχῆμα ἐδίδαξεν, καὶ τὴν οὐράνιον πολιτείαν· διὸ ἐπαξίως ἀγελάρχης γενόμενος, ἐδοξάσθης παρὰ τοῦ μόνου Θεοῦ ἡμῶν· καὶ νῦν Αὐτῷ παριστάμενος, πρέσβευε σωθῆναι πάντας ἡμᾶς.
Καὶ νῦν. Τῆς ἑορτῆς.

Εἴσοδος, Φῶς ἱλαρόν, τὸ Προκείμενον τῆς ἡμέρας καί τὰ Ἀναγνώσματα.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. 3, 1-9).
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι. Καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ' ἡμῶν πορεία σύντριμμα, οἱ δὲ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται, ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τούς αἰῶνας, οἱ πεποιθότες ἐπ' αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. 5, 15-23 & 6, 1-3).
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου, ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν, τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα, δικαιοσύνην, καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα, ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας, πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ' αὐτῶν ὕδωρ θαλάσσης, ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν, Βασιλεῖς, καὶ σύνετε, μάθετε, δικασταὶ περάτων γῆς, ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν, ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.

Σοφίας Σολομῶντος τό Ἀνάγνωσμα (Κεφ. Δ΄, 7-15).
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος τῷ Θεῷ γενόμενος ἠγαπήθη καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ρεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ὁσίοις αὐτοῦ.

Εἰς τὴν Λιτὴν. Ἦχος α΄.
Τὸν εὐκλεῆ ἀσκητήν, τὸν ἐν ἐρήμῳ ἀσκήσαντα, Παχώμιον τὸν ἀοίδιμον, πάντες εὐφημήσωμεν. Οὗτω γὰρ τὸν Σταυρὸν τοῦ Χριστοῦ ἀράμενος, ἀρετὴν φιλοπόνως ἤσκησεν, καὶ κατεπάτησεν τοῦ ἀρχεκάκου ἐχθροῦ τὴν δύναμιν· ὅθεν οὐρανόθεν Ἀγγελος παραστάς, τὸ σχῆμα τῶν μοναζόντων, πρὸς αὐτὸν ἐκόμισε· διὸ καὶ ἀγελάρχης περίδοξος γενόμενος, καὶ πάντας πρὸς σωτηρίαν κατηύθηνε. Νῦν δὲ φωτοφόρος, ἐν οὐρανοῖς παριστάμενος, πρεσβεύει τῷ Σωτήρι τῶν ὅλων, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Ἦχος β΄.
Τῶν ἀρετῶν τὸν σπόρον βίῳ ἁγίῳ γεωργῶν, τῆς εὐσεβείας τοὺς καρποὺς ἐξήνεγκας, θεόφρον Παχώμιε, πρὸς εὐφροσύνην τῶν μοναζόντων· ἄμεμπτος γὰρ γέγονας, καὶ ἀγελάρχης θεοειδέστατος· ἐγκράτεια δὲ άληθῆ ἐνδυσάμενος, Ἀγγέλου πρὸς σὲ ἀποσταλέντος, πλάκα τοῦ θείου σχήματος σοὶ ἐκόμισεν, τοῦ κατευθύναι, ἐν τούτῳ τοὺς σοὺς μαθητάς, ἐν ὁσιότητι καὶ ἀληθείᾳ. Ὅθεν ἐν οὐρανοῖς, Χριστῷ παριστάμενος, πρέσβευε Ὅσιε Αὐτῷ, σωθῆναι πάντας ἡμᾶς.
Ἦχος γ΄.
Τῆς ἐπὶ γῆς βιοτῆς σου, τὸ ἄμεμπτον, καὶ τῆς καρτερίας σου τὸ ἀδάμαστον, ὡς ὁλοκάρπωμα δεξάμενος ὁ Κύριος τῆς δόξης, ἀντήμειψέ σε, διὰ τῆς ἀλήκτου μακαριότητος, Παχώμιε Ὅσιε· διὸ νῦν ὡς ἀσκητῶν ποδηγέτην, καὶ μέγιστον ἀγελάρχην γινώσκομεν· ὑπομονῆς δὲ κανόνα, καὶ ὑπόδειγμα τῆς ἐν Χριστῷ ζωῆς ἔχομεν· προθύμως ἀνυμνοῦντές σε, αἰτούμεθα, τὰς ἀσιγήτους πρὸς τὸν Φιλάνθρωπον ἱκεσίας σου.
Ἦχος δ'.
Κρίνον σε ἔρημος ἐξήνθησε Πάτερ, ἅπαντας εὐωδιάζον, ἐξ ἀρετῶν τῆς πράξεως,  καὶ τερπνόν ἐκ σοφίας τῆς ἐκ θεωρίας, ὡς ἐπαμφοτεροδέξιον, καὶ τῇ τοῦ τελείου εὐδοκιμήσει, ἀπολαβὼν τὴν κρείττονα ψῆφον, ἐκ τε τοῦ λόγου καὶ τοῦ βίου σου, ἐκ τε τῶν ἔργων καὶ τῆς πίστεως, εὐηρέστησας Χριστῷ τῷ Θεῷ. Αὐτὸν καθικέτευε, Παχώμιε θεόληπτε, καὶ ἡμᾶς εὐαρεστεῖν αὐτῷ, καὶ σὺν σοὶ τυχεῖν τῆς ἄνω κληρουχίας.
Ὅμοιον.
Ηὔγασαν αἱ ἀρεταί σου ὡς ἥλιος ἐπὶ τῆς γῆς, καὶ ἐν οὐρανῷ, Χριστοῦ θεράπων Παχώμιε· θείᾳ βουλήσει, Ἀγγελικῶς σύ ἐδιδάχθης τῶν μοναζόντων τὸ σχῆμα, καὶ τὴν θείαν πολιτείαν, ἀσκήσει δὲ ἀρίστῃ δοκιμασθείς, ὡς χρυσὸς ἐν καμίνῳ, κανὼν ἐγένου τοῖς σοῖς μαθηταῖς· ἀλλὰ καὶ νῦν τῶν οὐρανίων θαλάμω πολίτης γενόμενος, μὴ διαλίπης πρεσβεύων, τῷ Σωτῆρι τῶν ὅλων, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Ἦχος πλ. δ'.
Τῶν μοναστῶν τὰ πλήθη, τὸν καθηγητὴν σε τιμῶμεν Παχώμιε· διὰ σοῦ γὰρ τὴν τρίβον, τὴν ὄντως εὐθεῖαν, πορεύεσθαι ἔγνωμεν. Μακάριος εἶ, τῷ Χριστῷ δουλεύσας, καὶ ἐχθροῦ θριαμβεύσας τὴν δύναμιν, Ἀγγέλων συνόμιλε, Ὁσίων συμμέτοχε καὶ Δικαίων· μεθ' ὧν πρέσβευε τῷ Κυρίω, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Δόξα. Ἦχος πλ. α΄.
Πάτερ Ὅσιε, Παχώμια παμμακάριστε, ὁ πλήρης Πνεύματος Ἁγίου, ὁ λύχνος τῶν μοναζόντων ὁ παμφαής, καὶ κανὼν ἀρετῆς ὁ μέγιστος· ὁ πάντας ἰθύνων πρὸς τρίβους σωτηρίας· ὁ ποιμὴν τῶν ἀσκουμένων ὁ ἄριστος, καὶ θεωρίας ἐνθέου λελαμπρυσμένος· τὸ τῆς Θηβαΐδος καύχημα καὶ Αἰγύπτου θεῖον ἐγκαλλώπισμα· ὁ τὴν σὴν ποίμνην, τῶν ἀοράτων καῖ ὁρατῶν διαφυλάξας λύκων, καὶ πρὸς ζωὴν τὴν αἰώνιον καθοδηγήσας. Μὴ διαλίπης πρεσβεύειν Πάτερ πρὸς Κύριον, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν. Τῆς Ἑορτῆς.

Εἰς τὸν Στίχον, Προσόμοια. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν ἀληθῶς.
Χαίροις, τῶν ἀσκητῶν ὁ κανὼν, τῶν ἀρετῶν τὸ διαυγὲς καταγώγιον, ἡ στάθμη τῆς ἐγκρατείας, καὶ τῆς σοφίας πηγή, ποταμὸς χαρίτων θείων ἔμπλεως, ἐξ ὧν καταρδεύονται, τῶν ἀζύγων συστήματα, πρὸς εὐκαρπίαν, ψυχικὴν καὶ σωτήριον, καὶ αἰσχρῶν παθῶν, ἀποπλύνεται βόρβορος· ἄνθρωπε ἐπουράνιε, ἐπίγειε Ἄγγελε, ὄντως Παχώμιε Πάτερ. Τῆς ἡσυχίας διδάσκαλε, Χριστοῦ κληρονόμε, τοῦ παρέχοντος τῷ κόσμῳ τὸ μἐγα ἔλεος.

Στ. Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Χαίροις, ὁ τῷ Σωτῆρι Χριστῷ, ἀκολουθήσας ὁλοτρόπως Παχώμιε, καὶ κόσμου λιπὼν τὴν σχέσιν· τὴν τῶν Ἀγγέλων ζωήν, ἀνενδότῳ πόθῳ πεπολίτευσαι, νηστείαις καὶ δάκρυσι, καὶ παννύχοις ἐνστάστεσι, τὸν νοῦν καθάρας, τῶν παθῶν τῆς συγχύσεως, καὶ ἀπάθειαν, ἀληθῆ ἐνδυσάμενος· ὅθεν τοῦ θείου Πνεύματος, ἐδέξω τὴν ἔλλαμψιν, καὶ ἀσκητῶν ἀνεδείχθης, ποδηγέτης θερμότατος· Θεῷ ἱκετεύων, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι τὸ μέγα ἔλεος.

Στ. Μακάριος ἀνήρ, ὁ φοβούμενος τὸν Κύριον.
Χαίροις, ὁ τῆς Αἰγύπτου φωστήρ, ὁ τὸν Χριστὸν ἐκ τῆς καρδίας ἠγάπησας, καὶ πίστει τελειωτάτῃ, καθιερώσας σαυτὸν, ταπεινώσει θείᾳ σεμνυνόμενος· ἐντεῦθεν ὡς ἄσαρκος, τὴν ζωήν σου διήνυσας, καὶ μοναζόντων, ὑποφήτης θεόσοφος, ἐχρημάτισας, ἀρετῶν πρὸς ἐπίδοσιν· λόγῳ μὲν τὴν διάνοιαν, Αὐτοῦ πρὸς ἀγάπησιν, ἔργων δὲ τούτων τὸν βίον, ἄγων πρὸς ἄνω λαμπρότητα, Παχώμιε Πάτερ, καὶ αἰτούμενος τοῖς πᾶσι, τὸ μέγα ἔλεος.
Δόξα. Ἦχος πλ. δ'.
Ἀγγελικῶς πολιτευσάμενος, τῆς θειοτάτης ἐν Χριστῷ ζωῆς, τὰς ἀξίας ὑπεμφαίνεις, Παχώμιε Ὅσιε· τῇ ἀποθέσει γὰρ τῶν ἐν κόσμῳ, ἐγκράτειαν σύντονον, ἡσυχίαν νοός, γλῶσσαν θεηγόρον, καὶ σοφίας ὡς ἀληθῶς ἐμπλουτίσθης εἰς περιποίησιν πιστῶν· τῷ γὰρ Αὐτοῦ θελήματι, πάντα τὰ σὰ διήγαγες. Καὶ νῦν τῆς αἰωνίου χαρᾶς ἀπολαβὼν, ἀδιαλείπτως ἱκέτευε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν. Τῆς Ἑορτῆς.

Νῦν ἀπολύεις, Τρισάγιον, τὸ Ἀπολυτίκιον τοῦ Ὁσίου καὶ τῆς Ἑορτῆς καὶ Ἀπόλυσις.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν α΄ Στιχολογίαν, Κάθισμα.
Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Χριστῷ ἀνατεθείς, ἐν Αἰγύπτῳ προθύμως, ἐδέξω παρ’ Αὐτοῦ, τῆς σοφίας τὸ δῶρον, καὶ γέγονας ὑπέρμαχος, μοναζόντων σοφώτατος. Ὅθεν πρόξενος, πολλοῖς ὠφθεὶς ὠφελείας, κατηξίωσαι, τῆς οὐρανίου εὐκλείας, θεόφρον Παχώμιε.
Δόξα.
Τοῦ Πνεύματος λαμπρόν, αἰκητήριον ὤφθης, Παχώμιε σοφέ, καὶ Χριστοῦ οἰκονόμος· διὸ σὲ ἡ οὐράνιος, μετὰ πότμον ἐδέξατο, πανευφρόσυνος, τῶν ἐκλεκτῶν ἡ χορεία, καὶ παρέστηκας, σὺν ἀσωμάτοις Ἀγγέλοις, τῷ θρόνῳ τῆς χάριτος.
Καί νῦν. Τῆς ἑορτῆς.

Μετὰ τὴν α΄ Στιχολογίαν, Κάθισμα.
Ἦχος γ΄. Θείας πίστεως.
Βίον ἅγιον βεβιωμένος, δόξης κρείττονος κατηξιώθης, καὶ τοῖς Ἀγγέλοις συνήφθης Παχώμιε, τῆς ἀφθαρσίας τὸ γέρας δεξάμενος, παρὰ Χριστοῦ τοῦ λαμπρῶς σε δοξάσαντος. Ὅν ἱκέτευε, δοθῆναι τοῖς σέ γεραίρουσι, πταισμάτων ἱλασμὸν καὶ μέγα ἔλεος.
Δόξα.
Κράτος ᾕσχυνας, τοῦ μισοκάλου, σαῖς ἀσκήσεσι ταῖς νυχθημέροις, ἐν τῇ ἐρήμῳ Αἰγύπτου Παχώμιε, καὶ τῶν ἁγίων μονῶν κτίτωρ ἔνθεε, τῶν ἀσκητῶν ἀγελάρχης γεγένησαι, καὶ ἠξίωσαι, χαρᾶς ἀπολαῦσαι τῆς κρείττονος, εἰς οὐρανῶν βασιλείας τοῦ Κτίστου σου.

Καί νῦν. Τῆς ἑορτῆς.

Μετὰ τὸν Πολυέλαιον, Κάθισμα.
Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Ἀγάπῃ τοῦ Κτίστου σου, στοιχειωθεὶς ἐκ παιδός, ζωὴν τὴν ἰσάγγελον, ἐπολιτεύσω σοφῶς, θεόφρον Παχώμιε. Ὅθεν τῶν Ἀσωμάτων, συγχορεύων τοῖς δήμοις, πρέσβευε τῷ Κυρίῳ, ἐκτενῶς ἵνα πᾶσι, τοῖς σέ ὑμνολογοῦσι, δοθῆναι τὰ κρείττονα.
Δόξα.
Τὴν σάρκα ἐσταύρωσας, σὺν τοῖς παθήμασι, καὶ πᾶσαν τὴν ἔφεσιν, πρὸς τὸν Χριστὸν ἐσχηκώς, Παχώμιε Ὅσιε· ἄφθαρτον διὰ τοῦτο ἐκομίσω τὸ στέφος, θείαις δὲ τῶν Ἀγγέλων, ἠριθμήθης χορείαις, πρεσβεύων Χριστῷ τῷ Θεῷ ἐκτενῶς ὑπὲρ τῶν ὑμνούντων σε.
Καί νῦν. Τῆς ἑορτῆς.

Οἱ Ἀναβαθμοί. Τὸ α´ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Ἐκ νεότητός μου πολλὰ πολεμεῖ με πάθη· ἀλλ’ αὐτὸς ἀντιλαβοῦ καὶ σῶσον, Σωτήρ μου (δίς).
Οἱ μισοῦντες Σιῶν, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου· ὡς χόρτος γὰρ πυρὶ ἒσεσθε ἀπεξηραμμένοι (δὶς).
Δόξα Πατρί.
Ἁγίω Πνεύματι πᾶσα ψυχὴ ζωοῦται καὶ καθάρσει ὑψοῦται, λαμπρύνεται τῇ τριαδικῇ μονάδι ἱεροκρυφίως.
Καὶ νῦν.
Ἁγίῳ Πνεύματι ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα ἅπασαν τὴν κτίσιν πρὸς ζωογονίαν.

Προκείμενον. Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Στ. Μακάριος ἀνήρ, ὁ φοβούμενος τὸν Κύριον.
Εὐαγγέλιον, ζήτει εἰς τὴν Λειτουργίαν τῆς ἑορτῆς τοῦ Ἁγ. Σάββα (Ματθ. ια΄. 27-30).
Ὁ Ν´  Ψαλμός.
λέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἐπὶ πλεῖον πλῦνον μὲ ἀπὸ τῆς ἀνομίας μου, καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με.
Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διὰ παντός.
Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα· ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.
Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.
Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας· τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι.
Ῥαντιεῖς μὲ ὑσσώπω καὶ καθαρισθήσομαι· πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι.
Ἀκουτιείς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.
Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τάς ἀνομίας μου ἐξάλειψον.
Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου.
Μὴ ἀπορρίψης με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ ἐμοῦ.
Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με.
Διδάξω ἀνόμους τάς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι.
Ῥῦσαὶ μὲ ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου.
Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.
Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ, πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.
Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ.
Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα.
Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Δόξα. Ταῖς τοῦ Σοῦ Ὁσίου...
Καί νῦν. Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στίχ. Ἐλεήμον, ἐλέησόν με, ὁ Θεὸς...
Τῷ τοῦ Χριστοῦ φωτί, καταυγασθεὶς τὴν καρδίαν, ἀπροσκόπτως διῆλθες, τὴν τοῦ παρόντος βίου νύκτα, θεόφρον Παχώμιε· καὶ τῶν οὐρανίων σκηνωμάτων ἐπιβάς, τήν θείαν ἔλλαμψιν καθορῶν, ὡς μοναζόντων περίδοξος ἀγελάρχης· ἀλλὰ πρέσβευε Πάτερ Ὅσιε ἀδιαλείπτως, ὑπὲρ τῶν ἀνυμνούντων τὴν πάνσεπτον μνήμην σου.

Καὶ οἱ Κανόνες τῆς Ἑορτῆς καὶ τοῦ Ἁγίου.
Ὁ α΄ Κανὼν τοῦ Ἁγίου, οὗ ἡ Ἀκροστιχίς (ἄνευ τῶν Θεοτοκίων τῶν πρώτων ἓξ ᾨδῶν): Παχωμίῳ τὸν αἶνον εἰκότως πλέκω. Ποίημα Θεοφάνους.
ᾨδὴ α'. Ἦχος β'. Ἐν βυθῷ κατέστρωσε ποτὲ.
Πεποιθὼς χρηστότητι τῶν σῶν, τρόπων προθυμότατα, σοὶ τὴν ᾠδὴν προσφυῶς ἀνακρούομαι· ἀλλά μου θεσπέσιε, τὴν διάνοιαν, φωτοβόλοις ἐλλάμψεσι, ταῖς σαῖς ἱκεσίαις, λάμπρυνον Παχώμιε πανάριστε.

Ἀπαθείας ἔρωτι θερμῷ, Πάτερ κατεχόμενος, τὰς ὑλικὰς τῶν παθῶν κατεμάρανας ἀφορμὰς Παχώμιε, καὶ κατέλαβες, δι' ἀγάπης πτερούμενος, πᾶσαν τὴν πηγαίαν, ἔλλαμψιν παμμάκαρ τῆς Θεότητος.

Χαρμονῆς ἐνέπλησας πολλῆς, οὐρανῶν τὰ τάγματα, τὸν Ποιητὴν ἐπιγνοὺς πάσης κτίσεως· ἐν φρουρᾷ γὰρ ἔμαθες, κατεχόμενος, τὴν ἀπόρρητον δύναμιν, τούτου θεοφόρε, πίστεως τὸ δόγμα παιδευόμενος.
Θεοτοκίον.
Ὑπερτέρα πέφηνας Ἁγνή, πάσης ἀοράτου τε, καὶ ὁρατῆς Ἀειπάρθενε κτίσεως· τὸν γὰρ Κτίστην τέτοκας, ὡς ηὐδόκησε, σαρκωθῆναι ἐν μήτρᾳ Σου, ᾧ σὺν παρρησίᾳ, πρέσβευε σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Ἕτερος Κανὼν, οὗ ἡ ἀκροστοιχίς: Παχώμιον τὸν μέγιστον ἀσκητὴν ἀνυμνῶ.
ᾨδὴ α΄. Ἦχος α΄. ᾨδὴν ἐπίνικιον.
Πάντες εὐφημήσωμεν τὸν Παχώμιον, αὐτοῦ πίστει σήμερον, τὴν μνήμην ἄγοντες, δοξάζοντες Θεόν, τὸν ἐν Ἁγίοις θαυμαστὸν καὶ ὑπερύμνητον.

Ἀγάθυνον Ὅσιε, κεκακωμένην ψυχήν μου τοῖς πάθεσιν, ἀγαθὸς γενόμενος, τοῦ ἀγαθοῦ μιμητής· καί δίδου μοι θείαν χάριν, θεόφρον Παχώμιε.

Χριστῷ ἐκ νεότητος, ἀκολουθήσας Αὐτοῦ τὰ θελήματα, πάντα ἐκπληρώσας καὶ μοναστῶν ὁδηγός, τῷ βίῳ σου τῷ καθαρῷ ὤφθης Παχώμιε.
Θεοτοκίον.
Ὡς Δέσποινα ἄχραντος, παντὸς τοῦ κόσμου, Μαρία Θεόνυμφε, Θεοχαρίτωτε, ἀπὸ κινδύνων ἡμᾶς, καὶ τῶν ἐχθρῶν ἐπιβουλῆς, δεῦρο διάσωσον.

ᾨδὴ γ'. Ἐξήνθησεν ἡ ἔρημος.
Ὡς ἔλαφος προσέδραμες, πρὸς τὸ ὕδωρ Ὅσιε, καὶ ῥαντισθεὶς Βαπτίσματι, τῷ ἁγίῳ τὴν δρόσον εἴληφας, δι' ἧς κατεγλυκάνθη ἡ καρδία σου.

Μὴ φέρουσαι τὸ σύντονον, καθορᾶν σου Ὅσιε, τῶν δυσμενῶν αἱ φάλαγγες, Θεοφόρε τὸ τῆς ἀσκήσεως, πειρασμοὺς σοι ποικίλους ἐτεκτήναντο.

Ἱερὰν ὡς κτησάμενος, πολιτείαν γέγονας, τῶν ἀσκητῶν Παχώμιε, νομοθέτης καὶ προηγούμενος, Χριστῷ τούτους προσάγων παναοίδιμε.
Θεοτοκίον.
Τὰ τάγματα ἐξέστησαν, τῶν Ἀγγέλων Πάναγνε, καὶ τῶν ἀνθρώπων ἔφριξαν, αἱ καρδίαι ἐπὶ τῷ τόκῳ σου· διὸ σε Θεοτόκον πίστει σέβομεν.

Ἕτερος. Λίθον ὅν ἀπεδοκίμασαν.
Μέγιστος ὤφθης ἐν ἀσκηταῖς, καὶ τῶν μοναζόντων κανὼν γενόμενος, καὶ θεῖος ποδηγέτης, νῦν ἐν οὐρανοῖς οἰκῶν, θεόφρον Παχώμιε, στέφος ἄφθαρτον ἐδέξω, ἀξίως παρὰ Χριστοῦ τοῦ Θεοῦ.

Ἰδοὺ ἡ ἐρημος τῆς Αἰγύπτου, εὐοσμόν σε ἄνθος, θείᾳ γεωργίᾳ, ἐξήνθησεν τῷ κόσμῳ, σοφίας οὐρανίου καὶ κρείττονος γνώσεως, τῇ εὐωδίᾳ μοναστάς, εὐωδιάζεις ὦ Παχώμιε.

Ὅλως ἔχων πόθον πρὸς Θεόν, πάσης ἐχωρίσθης, σχέσεως προσκαίρου, Παχώμιε θεόφρον, καὶ ἄρας ἐπ’ ὤμων σου, ζυγὸν τὸν χρηστότατον, τοῦ Λυτρωτοῦ άσκητικῶς, τὴν βιοτήν σου ἀπετέλεσας.
Θεοτοκίον.
Νῦν ἐν ὕμνοις Μῆτερ τιμῶμεν, Σὲ τὴν ἀμόλυντον, καὶ ἐνδοξοτέραν, τῶν νοερῶν Ἀγγέλων, βοῶντές σοι ἐν πίστει: Ἁγνὴ χαῖρε Δέσποινα, δι’ ἧς ἐπέφανεν ἡμῖν, Πατρὸς ὁ Λόγος μετὰ σώματος.

Κάθισμα. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Τῶν δακρύων τοῖς ὄμβροις τὴν σὴν ψυχήν, καταρδεύσας πλουσίως Πάτερ σοφέ, πολύχουν ἐθέρισας, ἀρετῶν σου τὸν ἄσταχυν, καὶ ποιμὴν θρεμμάτων, ὁσίων γενόμενος, ἐπὶ χλόην ταῦτα, ἀσκήσεως ἔθρεψας· ὅθεν ἀναλύσας, ἐκ τοῦ βίου ἐνδόξως, Πατέρων Παχώμιε, τοῖς χοροῖς συνηρίθμησαι. Διὰ τοῦτο βοῶμέν σοι· πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
Δόξα. Τό αὐτό.
Καὶ νῦν. Τῆς Ἑορτῆς.

ᾨδὴ δ'. Ἐλήλυθας, ἐκ Παρθένου.
Ὡς ἄριστος, κυβερνήτης ἐγένου Παχώμιε, μοναστῶν συστήματος· δι' ὀπτασίας γὰρ πάνσοφε, Πάτερ κεχρημάτισαι, τῇ ἀρετῇ ἀνεγείρειν φροντιστήρια.

Τοῦ Πνεύματος, τοῦ Ἁγίου τὴν αἴγλην δεξάμενος, ἀστὴρ φαεινότατος, λάμπων τῇ χάριτι γέγονας, πᾶσιν οὓς ὡδήγησας, εἰς σωτηρίας λιμένα σοῖς διδάγμασιν.

Ὁ βίος σου, θεοφόρε παμμάκαρ Παχώμιε, κανὼν ἀκριβέστατος, τῶν μοναζόντων γεγένηται, ᾧ νῦν πολιτεύονται, οἱ σοῖς ἑπόμενοι Πάτερ θείοις δόγμασιν.

Νυττόμενος, τοῦ Δεσπότου τῷ πόθῳ κατέσβεσας, σαρκὸς τὴν εὐπάθειαν, δι' ἐγκρατείας Παχώμιε, ὅλον δὲ τὸν βίον σου, ὡς εὐωδέστατον θῦμα καθιέρωσας.
Θεοτοκίον.
Σὲ λιμένα, σωτηρίας καὶ τεῖχος ἀκράδαντον, Θεοτόκε Δέσποινα, πάντες πιστοὶ ἐπιστάμεθα· σὺ γὰρ ταῖς πρεσβείαις σου, ἐκ τῶν κινδύνων λυτροῦσαι τὰς ψυχὰς ἡμῶν.
Ἕτερος. Εἰσακήκοα Κύριε.
Τρανώσας τῆς εὐσεβείας, ταῖς σαῖς διδαχαῖς, λόγον τὸν θείον ἱερώτατε Παχώμιε, καὶ ἐγένου ὁδηγός, τῶν μοναζόντων καὶ διδάσκαλος.

Ὁ φθαρτῶν ἀπωσάμενος, πᾶσαν φροντίδα, καλῶς ἐν φόβῳ, τῷ Κυρίῳ σου ἐδούλευσας, παγκαρπίαν ἄφθαρτον, ἀρετῶν ἐκφέρων Παχώμιε.

Νυσταγμὸν ἀπετίναξας, τῆς ἀπαθείας, ἐκ τῆς ψυχῆς σου, τῶν βλεφάρων παναοίδιμε, καὶ ἐγένου πολίτης, ἐν σκηναῖς Ἀγγέλων Παχώμιε.
Θεοτοκίον.
Μητρικαῖς Σου δεήσεσι, τοῦ μολυσμοῦ με τῆς ἁμαρτίας, ἀποκάθαρον τοὺς δούλους Σου, Θεοτόκε Ἄχραντε, ἵνα εὐλαβῶς ἀνυμνοῦμέν σε.

ᾨδὴ ε'. Μεσίτης Θεοῦ.
Ἀγάπῃ Θεοῦ, διδαχαῖς ὡμίλησας τοῦ Πνεύματος, ἐξ ὧν φωτιζόμενος, ἀρετῆς ἀκρότητα κατείληφας, τῶν παθῶν ἀπαλλάξας, τὴν τῆς ψυχῆς κατάστασιν.

Ἱκέτην τὸν σόν, Ἀσκητὴν προσάγομὲν σοι Δέσποτα, δι' αὐτοῦ αἰτούμενοι φωτισμῷ τῆς χάριτος λαμπρύνεσθαι, τῇ Σῇ παντευχίᾳ, διὰ παντὸς φυλάττεσθαι.

Νευρώσας τὸν νοῦν, ἐντολῶν τηρήσεσι Παχώμιε, τῆς σαρκὸς τὸ σκίρτημα, τῇ σῇ ἐγκρατείᾳ κατεμάρανας, καὶ ποιμὴν ἀνεδείχθης, θεοφιλοῦς συστὴματος.
Θεοτοκίον.
Δυσώπει τὸν Σόν, Υἱὸν καὶ Κύριον Παρθένε Ἁγνή, αἰχμαλώτοις λύτρωσιν, τοῖς ἐξ ἐναντίας περιστάσεως, ἐπὶ σοὶ πεποιθόσιν, εἰρηνικὴν δωρήσασθαι.
Ἕτερος. Τὸν φαεινὸν ἡμῖν ἐξανάτειλον.
Ἐπυρπολύθης προθύμως, ἔρωτι θείου τοῦ ἐραστοῦ σου, οὐκ ἐφλέχθης τὴν διάνοιαν, θεόφρον Παχώμιε, πλημμυρῶν τῇ δρόσῳ τοῦ Πνεύματος.

Γνῶσιν σωτήριον ἐγεώργησας, φόβον οὐράνιον, βίον ἔνθεον, διδασκαλίαις σου τοῖς μονάζουσι,  πρὸς δόξαν Παχώμιε, Χριστοῦ τοῦ Θεοῦ ἡμῶν.

Ἱερὸς καὶ μέγιστος ποδηγέτης, μοναστῶν ἐγένου Παχώμιε, νῦν μακαριζόμενος, σὺν οὐρανίοις πάντοτε δυνάμεσι, φαιδρῶς ἀγαλλόμενος.
Θεοτοκίον.
Σὲ Ἰακὼβ ὁ Προπάτωρ, Παρθενομῆτορ προεῖδε πάλαι, ἐν τῷ ὕπνῳ, ὥσπερ κλίμακα, δι’ ἧς μόνος ὁ Κύριος, καταβὰς ἐφάνη ὡς ἄνθρωπος.

ᾨδὴ ς΄. Ἐν Ἀβύσσῳ πταισμάτων.
Ὀλεθρίων πνευμάτων ἐπάτησας, Πάτερ μηχανήματα, τὴν τοῦ Δεσπότου σου, ἐνδεδυμένος δύναμιν, καὶ Σταυρῷ τῷ τιμίῳ φραττόμενος.

Νουνεχῶς τῶν προσκαίρων προέκρινας, τὰ διαιωνίζοντα, πόνοις ἀσκήσεως, ἐγκαρτερήσας Ὅσιε, καὶ ψυχῶν οἰκονόμος γενόμενος.

Ἑκουσίως πτωχεύσας τῷ πνεύματι, Πάτερ τὴν ἀθάνατον, καὶ ἀδιάδοχον, ἐν οὐρανοῖς ἀπόλαυσιν, καὶ τὸν ἄφραστον πλοῦτον ἀπείληφας.
Θεοτοκίον.
Ἀπειράνδρως Παρθένε ἐκύησας, καὶ διαιωνίζεις Παρθένος ἐμφαίνουσα, τῆς ἀληθοῦς Θεότητος, τοῦ Υἱοῦ καὶ Θεοῦ Σου τὰ σύμβολα.
Ἕτερος. Τὸν Προφήτην Ἰωνᾶν.
Τῆς Αἰγύπτου φαεινός, ἀναδέδειξαι ἀστήρ, καὶ μοναστῶν ἀληθής, εἰς Χριστὸν ποδηγέτης, Παχώμιε, ὡς τῆς σοφίας, ἔχων τὸ χάρισμα.

Θεὸν ἀνυμνήσας, ταῖς θείαις σου προσευχαῖς, καὶ Αὐτὸν ἐκήρυξας, ἐν ἀσκήσει ἱερᾷ Παχώμιε· διὸ πρὸς δόξαν μετέβης ἄφθαρτον.

Νοῦν σου θείᾳ χάριτι, ἐλάμπρυνεν δαψιλῶς, Ἰησοῦς ὁ φωτισμός, τῶν ἁπάντων καὶ Θεός, Παχώμιε Πάτερ, καὶ ἐφώτισας μονάζοντας.
Θεοτοκίον.
Ἅγνισόν μου τὴν ψυχήν, χάριτός Σου τῷ φωτί, σκοτισθεῖσαν τῶν παθῶν, ταῖς δειναῖς ἐπιφοραῖς, Πανύμνητε, ἵνα γεραίρω τὰ μεγαλεία Σου.

Κοντάκιον. Ἦχος β΄. Τὰ ἄνω ζητῶν.
Φωστὴρ φαεινός, ἐδείχθης ἐν τοῖς πέρασι τὴν ἔρημον δέ, ἐπόλισας τοῖς πλήθεσι, σεαυτὸν ἐσταύρωσας, τὸν σταυρόν σου ἐπ' ὤμων ἀράμενος, καὶ ἀσκήσει τὸ σῶμα, κατέτηξας, πρεσβεύων ἀπαύστως ὑπὲρ πάντων ἡμῶν.

Ἕτερον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.
Τῆς ἐγκρατείας ἀληθοῦς θεῖον ὑπόδειγμα, καὶ ὑπὲρ φύσιν βιοτῆς σεπτὸν ἀγλάϊσμα, οἱ πιστοί σε μακαρίζομεν ὁμοφώνως. Ἀλλ’ὡς δόξης ἐντρυφῶν σοφὲ τῆς κρείττονος, τῷ Κυρίῳ ταῖς πρεσβείαις σου οἰκείωσον, τοὺς βοῶντάς σοι· χαίροις Πάτερ Παχώμιε.
Ὁ Οἶκος.
Κανὼν ἀκτημοσύνης, προσευχῆς καὶ νηστείας, Παχώμιε ἐν Αἰγύπτῳ ὤφθης, καὶ κατηύγασας σαῖς ἀρεταῖς, ἔρημον τῆς Θηβαΐδος, ὡς ἥλιος, ἁπάντων δὲ ποδηγέτης, ἐγένου τῶν σοὶ ἐκβοώντων·
Χαῖρε, τῶν Θηβῶν ἡ προστασία·
χαῖρε, Αἰγύπτου ἡ φωταυγία.
Χαῖρε, δι’ οὗ τοῦ Χριστοῦ τὸ φῶς πᾶσι φαίνει·
χαῖρε, δι’ οὗ νυκτὸς τὸ σκότος μακρὰν βαίνει.
Χαῖρε, ὅρθρος φαεινότατος ἀσιγήτου προσευχῆς·
χαῖρε, στῦλος ἀκλινέστατος ἐναρέτου βιοτῆς.
Χαῖρε, ὅτι ἐδείχθης ἀσκητὴς θεοφόρος·
χαῖρε, ὅτι ὠράθης ταπεινώσεως φάρος.
Χαῖρε, Θεοῦ ἀγάπης τὸ ἔσοπτρον·
χαῖρε, ἐχθροῦ ἀπάτης τὸ θέριστρον.
Χαῖρε, ἀσκήσεως τύπος καὶ ὕψος·
χαῖρε, τῆς σοφίας ἄσειστος πύργος.
Χαίροις Πάτερ Παχώμιε.

Συναξάριον.
Τῇ ε’τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Παχωμίου τοῦ Μεγάλου.
Στίχοι·
Ὁ Παχώμιος, λεπτύνων σαρκὸς πάχος,
Ψυχῇ συνῆγε πρὶν μεταστῆναι στέαρ.
Πέμπῃ καὶ δεκάτῃ Παχώμιον ἔνθεν ἄειραν.
Ταῖς αὐτοῦ ἁγίαις πρεσβείαις, Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ'. Ἀντίθεον πρόσταγμα.
Ἰσχὺν ἐνδυσάμενος τὴν τοῦ Δεσπότου, ὡς χοῦν ἡδυπάθειαν, τοῦ βίου κατεπάτησας, τῷ πόθῳ βαλλόμενος, τῆς ἀκηράτου ζωῆς, ἧς νῦν καὶ μετέσχηκας, χοροῖς Ἀγγέλων, Πάτερ συναυλιζόμενος.

Καρδίαν κτησάμενος, καθαρωτάτην, ἰδεῖν κατηξίωσαι, τὸν πᾶσιν ἀθεώρητον, ἐντεῦθεν μακάριος, ὡς ἡ ὑπόσχεσις, Πάτερ ἐχρημάτισας ὑμνῶν, τὸν εὐεργέτην καὶ ὑπερένδοξον.

Ὀρθόδοξον φρόνημα σὺ κεκτημένος, Μονάδα τρισάριθμον, Τριάδα ὁμοούσιον, Παμμάκαρ ἐκήρυξας, καὶ τὴν τοῦ Λόγου φρικτήν, σάρκωσιν ἐδίδαξας ὑμνῶν, ὡς Θεοτόκον τὴν ἀειπάρθενον.
Θεοτοκίον.
Ἁγίων Ἁγίαν Σε κατανοοῦμεν, ὡς μόνην κυήσασαν, Θεὸν τὸν ἀναλλοίωτον, Παρθένε ἀμόλυντε, Μῆτερ ἀνύμφευτε· πᾶσι γὰρ ἐπήγασας πιστοῖς, τὴν ἀφθαρσίαν τῷ θείῳ τόκῳ Σου.
Ἕτερος. Τοὺς ἐν καμίνῳ.
Σὺ παριδὼν τὰ τοῦ κόσμου φθαρτά, ἐκ καρδίας ἐπόθησας τὸν μόνον Θεόν, τὸν ἐν σαρκὶ κόσμῳ ὀφθέντα, καὶ τοῦ πλάνου τὴν ἰσχὺν καθελόντα· ὅθεν ζωῆς ἀληθοῦς, ἔτυχες Παχώμιε.

Κοινωνὸς ἐπουρανίου δόξης, γεγένησαι, πάντα τὰ τοῦ κόσμου παριδὼν, καὶ ἐκ ψυχῆς τὸν οὐρανοῦ καὶ γῆς Δεσπότην, ἀγαπήσας Ὅσιε· ὅθεν ἀνυμνοῦμέν σου, τὴν μνήμην Παχώμιε.

Ἤρθη πρὸς τὰ ἄνω σκηνώματα Παχώμιος, τῶν μοναζόντων τὸ καύχημα· καὶ οὐρανοὺς οἰκῶν ἀγαλλόμενος, ὑπὲρ πάντων ἡμῶν τὸν Χριστὸν καθικετεύει, λύτρωσιν δωρήσασθαι.

Θεοτοκίον.
Τίκτεται ἐκ Σοῦ Θεὸς ὡς βροτός, τὸ φύραμα Ἄχραντε θεώσας τῶν βροτῶν καὶ κοινωνοὺς φύσεως θείαν ἐκτελέσας, τοὺς Σὲ μακαρίζοντας, ἐν γυναιξῖν ἀληθῶς, εὐλογημένη Ἁγνή.

ᾨδὴ η΄. Κάμινος ποτὲ.
Τὰς τῶν ἀσκητῶν, σοφὰς ὑποτυπώσεις, πρὸς τοῦ Ἀγγέλου ἐμυήθης Σοφέ, ἐκ θείου προστάγματος, αἷσπερ νῦν καὶ ἐκτρεφόμενοι, οἱ εὐσεβείας τρόφιμοι, κράζομεν· εὐλογεῖτε, πάντα τὰ ἔργα τὸν Κύριον.

Ὥσπερ ἀστραπή, μεγίσταις φρυκτωρίαις, ἡ πολιτεία διαλάμπουσα, τοῖς πάσιν ἀνέτειλεν, τῆς ἀσκήσεώς σου πάνσοφε, τοῖς εὐσεβῶς τῷ Κτίσαντι, κράζουσιν· εὐλογεῖτε, πάντα τὰ ἔργα τὸν Κύριον.

Σὲ τὸν ὑπὲρ νοῦν, Πατρὸς ἐξ ἀγεννήτου, πρὸ τῶν αἰώνων γεννηθέντα Χριστέ, δοξάζων ἐκήρυξεν, ὁ Παχώμιος ὁ ἔνδοξος, καὶ Πνεῦμα τὸ πανάγιον, μίαν τὴν τῆς Τριάδος, φύσιν εἰδὼς καὶ Θεότητα.
Θεοτοκίον.
Πύλην Σε φωτός, Παρθένε Θεομῆτορ, οἱ εὐσεβοῦντες ὀνομάζομεν· Πατρὸς γὰρ ἀπαύγασμα, ἑνωθὲν σαρκὸς παχύτητι, ὑπερφυῶς ἐγέννησας, Πάναγνε, ὃν ὑμνοῦμεν, πάντα τὰ ἔργα ὡς Κύριον.
Ἕτερος. Ὅν φρίττουσιν Ἄγγελοι.
Ἠξιώθης στεφάνου τοῦ ἀμαραντίνου, ἐκ τῆς ἱερωτάτης χειρὸς τοῦ Λυτρωτοῦ, μάκαρ Παχώμιε, ὡς δοξάσας Αὐτὸν, ἐν τοῖς ἀσκητικοῖς, καὶ θείοις ἀγῶσί σου.

Νοΐ μακρυνόμενος, ποικίλοις πειρασμοῖς, ἀνάλωτος ἔμεινας, χάριν δεξάμενος, Πάτερ Παχώμιε, καὶ ὡράθης μάκαρ, μέγας ὁδηγός, τῶν συνασκουμένων σοι.

Ἀνώτερος πέφηνας, τῶν κάτω καὶ φθαρτῶν, Χριστῷ ἀναθέμενος, σαυτὸν προθύμως, Πάτερ Παχώμιε, καὶ ἀσκήσει στεῤῥᾷ, παθῶν τὰς ἐπάρσεις, εἰς τέλος ταπείνωσας.
Θεοτοκίον.
Νύμφη ἀπειρόγαμε, τοῦ Πάντων Ποιητοῦ, Μῆτερ Παναμώμητε, τοῦ Λόγου ἡ σκηνή, Ἁγνὴ Παναγία, τοῦ πιστοῦ λαοῦ, πρόστηθι καὶ σκέπε, Αὐτὸν ἐν ταῖς ἀνάγκαις.

ᾨδὴ θ΄. Ἀνάρχου Γεννήτορος.
Λαμπάσι τῆς χάριτος, καταυγασθεὶς Παχώμιε, ὡς πιστὸς ὑπηρέτης Θεῷ παρίστασαι, τῆς ἐν οὐρανοῖς θείας δόξης, κατατρυφῶν τῆς ἀκαταλύτου· διὸ τὴν σεβάσμιον, ἑορτήν σου μεγαλύνομεν.

Ἐπλάκη σοι στέφανος, ὡς νικητῇ Παχώμιε, δεξιᾷ ζωηφόρῳ καὶ παντοκράτορι, καὶ νῦν τοὺς ὑμνοῦντας σὴν μνήμην, τὴν εὐκλεῆ, ἀξίωσον μάκαρ, τυχεῖν τῆς ἀφέσεως, τῶν πταισμάτων Παναοίδιμε.

Καρποὺς νῦν δρεπόμενος, τῶν πόνων σου Παχώμιε, τῆς χαρᾶς ἀπολαύεις, τῆς ὑπὲρ ἔννοιαν, ἀλλὰ μεσιτεύων σωθῆναι, σοὺς φοιτητάς, Χριστὸν ἐκδυσώπει, τοὺς σὲ νῦν γεραίροντας, καὶ τιμῶντας ἀξιάγαστε.
Θεοτοκίον.
Ὡς πόκος Πανάμωμε, τὸν ὄμβρον τὸν οὐράνιον, ἐν γαστρὶ δεξαμένη ἡμῖν ἐκτέτοκας, τὸν τὴν ἀμβροσίαν διδόντα, τοῖς εὐσεβῶς αὐτὸν ἀνυμνοῦσι, καὶ σὲ τὴν πανάμωμον, Θεοτόκον καταγγέλλουσιν.
Ἕτερος. Τὴν φωτοφόρον νεφέλην.
Ὑπὸ τοῦ ἱεροῦ φωτός, ἐλλαμπόμενος, καταυγασθεὶς τῇ χάριτι, ἐν ταῖς οὐρανίαις μοναῖς, Ἀγγέλοις αὐλιζόμενος, θεοφόρε Παχώμιε, τῷ μόνῳ Θεῷ ἡμῶν, καὶ Δεσπότῃ, ὑπὲρ τῶν σὲ τιμώντων, ἀδιαλείπτως μὴ παύςῃ πρεσβεύων.

Μνήμη σου ἡ φωτοφόρος, ὡς πρωϊνὸς ἑωσφόρος, ἐξανατείλασα ἡμῖν, ἐπαφίησι θείας, μαρμαρυγὰς τοῦ φωτὸς, τῆς ἄνωθεν λαμπρότητος φωτίζουσα τοῦς τελούντας ἐν ὕμνοις, θεόφρον Παχώμιε, αὐτὴν πιστῶς.

Νῦν ἡ ἱερά σου μνήμη, καθαγιάζουσα κόσμον, ἐπιδημήσασα ἡμῖν, παμμακάριστε Πάτερ· ἐν ᾗ δεόμεθα τυχεῖν, τῆς σῆς ἀντιλήψεως, τιμῶντές σε, προθύμως Παχώμιε, ὡς τοῦ Λόγου, δοῦλον ἀξιέπαινον.

Θεοτοκίον.
Ὥσπερ ἡ νὺξ με χειμάζει, ἡ ἁμαρτία Παρθένε, καὶ ἐξωθοῦμαι εἰς βυθόν, χαλεπῆς ἀπωλείας· πρόφθασον σῶσόν με Σεμνή· φωτί με Σῆς χάριτος αὐγάζουσα, ἵνα μέλπω Σε πόθῳ, ὡς Μητέρα τοῦ Θεοῦ ἡμῶν Ἁγνήν.

Ἐξαποστειλάριον. Ἦχος γ΄. Ὁ οὐρανὸν τοῖς ἄστροις.
Ἀγγελικὸν τὸν βίον, ποθῶν ἐμάκρυνας σαυτόν, ἐν ταῖς ἐρήμοις, καὶ πάθη, καθυποτάξας τῆς σαρκός, ἰσάγγελος ἀνεδείχθης, Παχώμιε θεοφόρε.
Ἕτερον. Ἦχος β΄. Γυναῖκες ἀκουτίσθητε.
Τοῦ κόσμου τὴν τερπνότητα, ἀπὸ παιδὸς ἐμίσησας, καὶ τήν  εὐπάθειαν πᾶσαν, ἀπαρνησάμενος Πάτερ, εἰς ἔρημον κατῴκησας ἀσκήσει καθαιρόμενος· ὅθεν τῷ σχῆμα ἐδέξω, χειρῶν τοῦ θείου Ἀγγέλου, Παχώμιε θεοφόρε.
Καὶ νῦν. Τῆς Ἑορτῆς.

Εἰς τούς Αἴνους. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσι.
Μοναζόντων συστήματα, εὐσεβῶς νῦν συνδράμωμεν, καὶ ἀσμάτων στέμμασι ἀναδήσωμεν τὸν δι’ ὁσίας ἀσκήσεως, ὡς Ἄγγελον ζήσαντα, ἀληθῶς ἐπὶ τῆς γῆς, καὶ χαρίτων τοῦ Πνεύματος, χρηματίσαντα, τοῦ Ἁγίου ὑπέρτιμον δοχεῖον, ὦ Παχώμιε βοῶντες, σκέπε ἡμᾶς ταῖς πρεσβείαις σου.

Ἐγκρατείᾳ τὸ φρόνημα, τῆς σαρκὸς ἀπενέκρωσας, καὶ ψυχὴν ἐζώωσας δι’ ἀσκήσεως, καὶ ἀρετῶν τελειότητος, ἐντεῦθεν καὶ ὤφθης ὡς ζῶν, μετὰ τέλος ἀληθῶς, ὡς γὰρ ὕπνος λελόγισται, σοὶ ὁ θάνατος, πρὸς Θεὸν μεταστάντι καὶ εἰς χεῖρας, τὴν ψυχὴν παραθεμένῳ, Αὐτοῦ Παχώμιος Ὅσιος.

Τὴν τοῦ κόσμου προσπάθειαν, παντελῶς βδελυξάμενος, ἀπαθείας ὄργανον ἐχρημάτισας, φιλοσοφίας δὲ Ὅσιε, ἐμπράκτῳ ὀχήματι, ἀνυψώθης πρὸς αὐτό, ἐφετὸν τὸ ἀκρότατον, ἀγαλλόμενος, καὶ θεώμενος κάλλος τῆς Ἀκτίστου, τῆς Τριάδος ἥν δυσώπει, ὑπὲρ τῶν πόθῳ τιμώντων σε.

Τῶν φθαρτῶν τὴν τερπνότητα, ἀρνηθεὶς προσεχώρησας, μοναζόντων τάξεσι καὶ ἐπόθησας, βίον ἀνύσαι ἀμόλυντον, προθύμως Παχώμιε, ὁλοκάρπωμα σαυτόν, τῷ Δεσπότῃ σου θέμενος. Ὅθεν ἅπαντες, σὲ τιμῶμεν ἐν ὕμνοις ὡς κανόνα, εὐσεβείας, ἐγκρατείας καὶ ἀρετῶν ἐνδιαίτημα.
Δόξα. Ἦχος πλ. α΄.
Δεῦτε ἅπαντες πιστοί, χεῖρας κροτοῦντες καὶ ὕμνους προσάδοντες, τὴν πάνσεπτον μνήμην τιμήσωμεν, τοῦ θεοφόρου Πατρὸς ἡμῶν, Παχωμίου κραυγάζοντες. Χαῖρε θεράπων τοῦ Χριστοῦ πάνσοφε, ἀρετῆς στάθμη, καὶ ἀσκήσεως ἀκραιφνοῦς, καὶ πολιτείας θεαρέστου, θησαυρέ ἀδαπάνητε. Χαῖρε ἡσυχίας καὶ ἀγάπης ἐραστά, καὶ προσευχῆς ἀόκνου ὑφηγῆτορ, καὶ φωτοειδὲς καταγώγιον. Χαῖρε, ὁ ἐν τῇ ἐρήμῳ τῆς Αἰγύπτου, κανὼν καὶ τύπος τῶν μοναζόντων γενόμενος. Χαῖρε, ὁ ὑπ’ Ἀγγέλου μυηθείς, τὸ σχῆμα τὸ Ἅγιον, καὶ τοῖς σοῖς μαθηταῖς, τοῦτο μυήσας, καὶ πάντας ὡς φιλόστοργος πατὴρ διδάξας. Χαῖρε, ὁ πλείστας μονὰς δομῆσαι, καὶ ἐργαστήρια, ψυχῶν καὶ σωμάτων, ταύτα ἀναδείξας. Ἀλλ’ ὦ Πάτερ μακάριε,μὴ παύση δεόμενος, τῷ μόνῳ Δεσπότῃ, εἰρήνην ἡμῖν δωρῆσαι, καὶ τὸ μέγα ἔλεος.
Καί νῦν. Τῆς ἑορτῆς.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ
Τὰ Τυπικά, οἱ Μακαρισμοί, ἐκ τοῦ Κανόνος τοῦ Ὁσίου ἡ γ΄ καὶ στ΄ ᾠδὴ.
 Ἀπόστολον, ζήτει τῷ Σαββάτῳ τῆς κζ΄ ἐβδομάδος. (Γαλάτας Ε΄. 22-26. ΣΤ΄. 1-2).
Εὐαγγέλιον, ζήτει τῇ τρίτῃ τῆς α΄ ἐβδομάδος Ματθαίου. (Ματθ. Δ΄. 23-24, Ε΄. 1-13).

Κοινωνικόν: Εἰς μνημόσυνον αἰώνιον...

Μεγαλυνάριον.
Χαίροις εὐσεβείας ὑπογραμμός, καὶ τῶν μοναζόντων, ἀγελάρχης θεοειδής· χαίροις τῆς Αἰγύπτου, κανὼν καὶ τύπος μέγας, Παχώμιε θεόφρον, Πατέρων καύχημα.

Δίστιχον·
Εὐχαῖς σου ἀξίωσον τυχεῖν ἐλέους,
Παχώμιε πάντας, τοῦς ἀνυμνοῦντάς σε.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου