Ἀκολουθία Μάρτυρος ΝΙΚΗΣ.
Ψαλλομένη τῇ 25η
Ἀπριλίου
Ποίημα Χρήστου τινός
ΕΝ ΤΩ ΕΣΠΕΡΙΝΩ
Μετά τόν Προοιμιακόν, εἰς τό Κύριε ἐκέκραξα, ἱστῶμεν
στίχους στ’ καί ψάλλομεν Στιχηρά Προσόμοια.
Ἦχος δ΄. Ἔδωκας σημείωσιν.
Ἔναυσμα τοῖς θαύμασι Γεωργίου τοῦ Μάρτυρος, ἁγνὸν ἐνδιαίτημα, ἐδόθη σοι
πίστεως Πνεύματι Ἁγίῳ, καὶ τὴν ἀνομίαν καὶ τὴν ψευδῆ καταγωγὴν εἰδώλων ἦρας,
καὶ ἐπεδίωξας, Θεοῦ πρὸς καθ’ ὁμοίωσιν καὶ τῆς ἁγνότητος φύλαξιν· διὸ Νίκη
πανθαύμαστε, τὴν σὴν μνήμην γεραίρομεν.
Ἐπόθησας σκηνώματα Οὐρανοῦ καλλιπάρθενε, προφρόνως τολμήσασα, παρεῖδες ῥαπίσματα, βάσανον καὶ πόνους, καὶ Γεωργίου τῇ θαρραλέᾳ βιοτῇ προσειλκύσθης Χριστοῦ φρονήματι, διὸ καὶ τὰ τεχνάσματα τοῦ διαβόλου ἀπέκρουσας· ὅθεν Νίκη ἀπείληφας τῆς ἀτέρμονος τέρψεως.
Ἐνέκρωσας τῇ χάριτι τῆς σαρκὸς τὴν εὐπάθειαν, ὦ Νίκη ἀοίδιμε, θεόφρον ἐβλάστησας ἄνθος τῆς ἀγάπης, καὶ ἐν παρρησίᾳ ὡμολογήσασα Χριστὸν, σοῦ τὴν ψυχὴν ἐζώωσας θείῳ Πνεύματι, καὶ ξίφους τὴν ὀξύτητα ὡσεὶ θωπείαν ἐξέλαβες, δυσωποῦσα τὰ ἄφθαρτα, τοῦ Χριστοῦ τὴν λαμπρότητα.
Ἕτερα προσόμοια. Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου σε.
Ὅτε τῷ νικήσαντι Χριστῷ, εἵλου Νίκη Μάρτυς δουλεύειν, ἐν ἡσυχίᾳ σεμνή, τάτε
τὰ σὰ κατέλιπες καὶ συμμετέσχες Θεῷ, καὶ τῶν εἰδώλων τὸ κύημα σαφῶς ἀπεβάλου,
πιστῶς καταφεύγουσα τῇ ἀληθείᾳ Χριστοῦ· ὅθεν μυστικὴν εὐωδίαν, ἀοίδιμε, ἀεὶ
διαπνέεις, τοῖς σπεύδουσι ἐν χάριτι τῷ Κτίσαντι.
Νίκη κατενίκησας ἐχθρόν, τὸν ταλανίζοντα κόσμον ἀπὸ αἰώνων ἀρχῆς, Γεωργίου τοῦ μάκαρος τῇ τῶν θαυμάτων πληθεῖ, κινδύνους ἠψήφησας καὶ πρόσκαιρον βίον, οὖσα ἀπαρέγκλιτος καὶ ἀναπότρεπτος· σῶφρον εὐσεβῶς διεκράτεις τὸ φρόνημα ἀκέραιον ὅπως, τῶν τιμώντων σε ἐμπνέῃς τὰ πραττόμενα.
Ὕμνον παναρμόνιον ἰδού, ἡ τῶν σῶν πιστῶν παρουσία, χορείᾳ ψάλλει σοι, μνήμῃ τῇ πανσέπτῳ σου· καὶ τῷ τεμένει τῷ σῷ, ἱερῶς προστιβάζεται, ψυχῇ καὶ καρδίᾳ, σοῦ τὴν πανσεβάσμιον εἰκόνα ἀσπά-σασθαι· οὕσπερ ἀβλαβεῖς περιφρούρει, θλίψεως παντοίας καὶ βλάβης, Νίκη Χριστομίμητε πρεσβείαις σου.
Δόξα. Ἦχος πλ. β΄.
Τὴν ὁδὸν τοῦ μαρτυρίου ἤνυσας, γενναιότητι καὶ παρρησίᾳ ὑπὲρ Χριστοῦ, ξίφει
ἀποτμηθεῖσα τήν κεφαλήν, συναθληταῖς σου θαρρήσασα καὶ Γεωργίου τοῦ Μάρτυρος
τῶν θαυμασίων ἐκπληττομένη, Μάρτυς Νίκη παναοίδιμε. Τήν τελειοτάτην ἀγάπην
ἐνδειξαμένη πρός τὸν φιλοῦντά σε Χριστὸν, πανολβία ἔπιδε καὶ ἡμᾶς τοὺς δούλους
σου καί πρέσβευε ἀνελλιπῶς, ὅπως μείνωμεν στερροὶ τῷ φρονήματι τῆς πίστεως καὶ
μὴ διολισθήσωμεν εἰς ἀτραποὺς σφαλεράς. Ὅθεν τιμῶμεν ἐκ πόθου τὴν μνήμην σου
καὶ ὑμνοῦμεν τὴν θείαν σου ἄθλησιν.
Καὶ νῦν. Τῆς τυχούσης ἑορτῆς.
Εἴσοδος, Φῶς ἱλαρόν, τὸ Προκείμενον τῆς ἡμέρας καὶ τὰ
Ἀναγνώσματα.
Παροιμιῶν τὸ Ἀνάγνωσμα (κεφ. λα', 10, 13 - 20, 25).
Γυναῖκα ἀνδρείαν τίς εὑρήσει; τιμιωτέρα δέ ἐστι λίθων πολυτελῶν ἡ τοιαύτη.
Μηρυομένη ἔρια καὶ λίνον ἐποίησεν εὔχρηστον ταῖς χερσίν αὐτῆς. Ἐγένετο ὡσεὶ
ναῦς ἐμπορευόμενη μακρόθεν, συνάγει δὲ αὐτῆς τὸν πλοῡτον. Καὶ ἀνίσταται
ἐκ νυκτῶν καὶ ἔδωκε βρώματα τῷ οἴκῳ καὶ ἔργα ταῖς θεραπαίναις. Θεωρήσασα
γεώργιον ἐπρίατο, ἀπὸ δὲ καρπῶν χειρῶν αὐτῆς κατεφύτευσε κτῆμα. Ἀναζωσαμένη
ἰσχυρῶς τὴν ὀσφὺν αὐτῆς, ἤρεισε τοὺς βραχίονας αὐτῆς εἰς ἔργον. Ἐγεύσατο ὅτι
καλόν ἐστι τὸ ἐργάζεσθαι καὶ οὐκ ἀποσβέννυται ὁ λύχνος αὐτῆς ὅλην τὴν νύκτα.
Τοὺς πήχεις αὐτῆς ἐκτείνει ἐπὶ τὰ συμφέροντα, τάς δὲ χεῖρας αὐτῆς ἐρείδει εἰς
ἄτρακτον. Χεῖρας δὲ αὐτῆς διήνοιξε πένητι, καρπὸν δὲ ἐξέτεινε πτωχῷ. Ἰσχὺν καὶ
εὐπρέπειαν ἐνεδύσατο καὶ εὐφράνθη ἐν ἡμέραις ἐσχάταις.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (κεφ. γ.' 15.)
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς
αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ
διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ Αὐτοῦ σκεπάσει αὐτούς, καὶ
τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ, καὶ
ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα, δικαιοσύνην,
καὶ περιθήσεται κόρυθα, κρίσιν
ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς
ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας. Πορεύσονται
εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου τῶν νεφῶν, ἐπὶ σκοπὸν
ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ'
αὐτῶν ὕδωρ θαλάσσης· ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς
πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν
ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν βασιλεῖς,
καὶ σύνετε· μάθετε δικασταὶ περάτων γῆς· ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ
γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ
δυναστεία παρὰ Ὑψίστου.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (κεφ. δ', 7 - 15).
Δίκαιος ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται· γῆρας γὰρ τίμιον οὐ τὸ
πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις καὶ
ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος τῷ Θεῷ γενόμενος ἠγαπήθη καὶ ζῶν μεταξὺ
ἁμαρτωλῶν μετετέθη. Ἡρπάγη μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ ἢ δόλος ἀπατήσῃ ψυχὴν
αὐτοῦ. Βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλὰ καὶ ῥεμβασμὸς ἐπιθυμίας
μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ ἐπλήρωσε χρόνους μακροὺς· ἀρεστὴ
γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ, διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ
ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ
ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Εἰς
τήν Λιτήν Ἰδιόμελα. Ἦχος α΄.
Εὐφραίνεται ἐνθέως ἡ τῇ σῇ κλήσει τιμῶσά σε πληθύς, Μάρτυς Νίκη
ἀξιοθαύμαστε· καὶ τὴν ἁγίαν σου μνήμην, κατὰ χρέος ἑορτάζουσα, τοῖς προτερήμασι
καλλωπίζεται καὶ τοὺς μαρτυρικοὺς σου πόνους, δι΄ὧν Χριστὸν εὐηρέστησας,
εὐσεβῶς μακαρίζει· ἣν ὁμήγυριν σὺν τῷ
κόσμῳ ὅλῳ, ἀεὶ περίεπε ταῖς σαῖς παρακλήσεσι ἀπὸ πάσης περιστάσεως.
Ἦχος β΄.
Τῆς ἀγάπης Χριστοῦ τὸν σπόρον
γεωργήσασα, ἁπλῆ κόρη, λαμπρὰν στολὴν ἠμφιάσω, ἀποβαλοῦσα τῆς φθορᾶς τὸ
προκάλυμμα, ἁγία Νίκη, πιστῶν τὸ καύχημα. Λαμπαδηφόρος εἰσελθοῦσα εἰς τὸν
νυμφώνα τῆς δόξης τοῦ Χριστοῦ, πρέσβευε δεόμεθα σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Ἦχος γ΄.
Τῷ θείῳ φωτὶ καταυγασθεῖσα τὴν καρδίαν, θεομίμητε, χορηγεῖς ἀΰλως τῇ ψυχῇ
τῶν πιστῶν τῆς ταπεινώσεως τὸ φρόνημα, ἵνα πάντες ἀνυψωθῶσιν εἰς αἰθερίαν χαρὰν
ἐν τῷ θεϊκῷ σκηνώματι καὶ λάβωσι ῥῶσιν, μεγαλύνοντες τὸν σὲ δοξάσαντα Κύριον.
Δόξα. Ἦχος δ΄.
Φερωνύμως Μάρτυς Νίκη, νίκην
ἐπέτυχες ἐπὶ τῆς γηΐνης φθορᾶς καὶ ἀπεμαγνητίσθης ἐκ τῆς ἰσχυρᾶς ἕλξεως τῶν
εἰδωλικῶν σειρήνων, προσφυγοῦσα εἰς τὴν ἐλευθερίαν τοῦ Χριστοῦ. Καθοδηγουμένη
ἀσφαλῶς ὑπὸ τοῦ μαχητοῦ Γεωργίου, ἀπείληφας τῶν αἰωνίων ἀγαθῶν, λιποῦσα τὴν
ματαιότητα τῆς συντόμου βιοτῆς. Ὅθεν πρέσβευε ἀεὶ ὑπὲρ τοῦ σώζεσθαι τοὺς σὲ
μακαρίζοντας.
Καὶ νῦν. Τῆς τυχούσης ἑορτῆς.
Εἰς τόν Στίχον Στιχηρά Προσόμοια.
Ἦχος πλ. α’. Χαῖροις ἀσκητικῶν.
Χαίροις ἱερωτάτη σεμνή, Νίκη ὀφθεῖσα τοῦ Χριστοῦ τὴν λαμπρότητα, ἐν τάχει
κόρη φυγοῦσα ἐκ τῶν τῆς πλάνης κακῶν, ἠξιώθης τοῦ στεφάνου τὸ ἔπαθλον. Ἠρνήθης
τὰ πρόσκαιρα, καὶ διψῶσα πληρότητος, ὕδατα, πόθῳ ἀνεζήτεις οὐράνια, τῶν αἰωνίων
ἀγαθῶν τὴν ποιότητα.
Σκεῦος ἡμῶν σωτήριον, ἡμᾶς προστατεύουσα, Μάρτυς ἀείμνηστε πίστει κἀγὼ θερμῶς ἱκετεύω σε, ψυχήν μου πληγεῖσαν, μολυσμοῖς τε κακωθεῖσαν γοργῶς θεράπευσον. Φόβον ἀπονεκροῦσα σαρκός, στάσει παννύχῳ προσευχῇ καὶ
τοῖς δάκρυσιν, αἰτίαν εὑροῦσα πάντων τῶν ἐν τῷ βίῳ καλῶν, Χριστῷ προσετέθης
ἀμνὰς ἄριστε.
Ἐχθρὸν κατενίκησας, πλανηθέντων τὰ ἔνεδρα, καὶ Γεωργίου ἐκομίσω τὴν δύναμιν
τοῖς συνάθλοις σου παραδοῦσα ὡς στήριγμα. Νίκη ἡμῶν ὑπόδειγμα, ἀρετῆς τε καὶ
πίστεως. Μάρτυς νικήτρια ῥῶσιν ἡμῖν ἀπαύστως διώκουσα, ἀεὶ ὅπως δρῶμεν καὶ
συμφώνως πορευθῶμεν ἐν θείῳ Πνεύματι.
Χαίροις ἐν τῶν συνάθλων χορῷ, φέρουσα Μάρτυς πανοπλίαν ἀστράπτουσαν, ὡραϊσμένη ἐντεῦθεν τοῦ οὐρανοῦ τῷ φωτί, εὑροῦσα κόρη Γεώργιον ἔνδοξον. Ἀνδρείῳ φρονήματι ὑμνολόγεις,
ἐδόξαζες καὶ ὡμολόγεις Γεωργίου τὰ θαύματα, τοῖς ἐξ ἀγνοίας ἀσεβοῦσι και
βάλλουσι. Νίκη πιστῶν πανίερος λαμπὰς καὶ ἑδραίωμα Χριστιανῶν, εὐτολμίας
πράξεις ποιήσασα πάνσεπτε, θυσίας ὑπέστης καὶ τῷ ξίφει ἐτετμήθης νύμφη
οὐράνιος.
Δόξα. Ἦχος πλ. δ΄.
Νικητικῷ φρονήματι διαπνεομένη και
παριδοῦσα τὸ νεαρὸν τῆς ἡλικίας σου τῷ Βασιλεῖ τῶν αἰώνων σεαὐτὴν ὑπέταξας, δι’
ἀγωνιστικῆς πολιτείας ἀοίδιμε· καὶ τῶν ἀρετῶν ἐξενέγκασα τἀ ἄνθη, τὴν μυστικὴν
εὐωδίαν τοῦ Πνεύματος, τῇ Ἐκκλησία τοῦ Χριστοῦ διαπνέεις Νίκη παμμακάριστε.
Πρέσβευε ἱκετεύομεν φυλάττεσθαι ἀπὸ κινδύνων τοὺς τιμῶντάς σε.
Καὶ νῦν. Τῆς τυχούσης ἑορτῆς.
Νῦν ἀπολύεις, τὸ Τρισάγιον καὶ τὸ Ἀπολυτίκιον.
Ἦχος γ΄. Θείας πίστεως.
Νίκην ἔδειξας τῇ Ἐκκλησίᾳ, πύργον ἤγειρας τῶν ἀρετῶν σου, καὶ γενναιόφρων
ἀνεδείχθης πανεύφημε· Νίκη οὖσα τῆς εὐκλείας ὑπόδειγμα, τῷ Χριστῷ συνετάγης
θυσίᾳ σου· ὅθεν πρέσβευε σὺν Γεωργίῳ τῷ Μάρτυρι, Χριστῷ τῷ Θεῷ πανύμνητε,
σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ τὸ τῆς Ἑορτῆς.
Ἀπόλυσις.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν α΄ Στιχολογίαν, Κάθισμα.
Ἦχος α΄. Τὸν τάφον Σου, Σωτήρ.
Νεάνις ἐκλεκτή, ἀδιάφθορος Κόρη, παρθένος ἀληθὴς καὶ πανεύφημος νύμφη, Νίκη
ἡ ἀπτόητος, ἀρετῶν τῇ λαμπρότητι, καὶ ἀθλήσεως κεκοσμημένη ποικίλως, θείοις
στίγμασι τῷ Βασιλεῖ τῶν ἁπάντων, Χριστὲ Σοὶ προσήνεκται.
Δόξα καὶ νῦν. Τῆς Ἑορτῆς.
Μετά τὴν β΄ Στιχολογίαν, Κάθισμα.
Ἦχος γ΄. Τὴν ὡραιότητα.
Τὴν καλλιπάρθενον, Νίκην ἐν ᾄσμασι, καὶ καλλιμάρτυρα ἀνευφημήσωμεν, τὴν
ἐκλεκτὴν νύμφην Χριστοῦ, τοῦ ἀκηράτου Νυμφίου· ἣνπερ εἰσεδέξατο εἰς παστάδα
οὐράνιον, καὶ χορείᾳ ἥνωσε, τῶν Μαρτύρων κατέχουσαν, φαιδρὰν τὴν τῆς ἀνδρείας
λαμπάδα, ἐν τῷ νυμφῶνι τῷ ἀφθάρτῳ.
Δόξα καὶ νῦν. Τὸ τῆς Ἑορτῆς.
Μετὰ τὸν Πολυέλεον, Κάθισμα.
Ἦχος πλ. δ. Τὴν Σοφίαν καὶ Λόγον.
Τῆς ἀνδρείας ἀνέδειξας τὴν πυγμήν, τῷ φωτὶ ἀπεκάλυψας οὐρανόν, Μάρτυς
καλλιπάρθενε, τοῖς ἀγῶσι ἐνίκησας, Νίκη γενναιόφρον, κινδύνοις καὶ δάκρυσι,
ταῖς νίκαις Γεωργίου ἀεὶ προσεδρεύουσα. Ὅθεν καὶ τὸν βίον τῶν Ἀγγέλων ζηλοῦσα,
λαμπὰς ὡς πολύφωτος, ἐν ἁγίαις ἐξέλαμψας, τὸν Θεὸν ἀγαπήσασα. Καὶ νῦν Χριστὸν
δυσώπει σεμνή, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ τὴν ἁγίαν
μνήμην σου.
Οἱ Ἀναβαθμοί. Τὸ α´ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Ἐκ
νεότητός μου πολλὰ πολεμεῖ με πάθη·
ἀλλ’ αὐτὸς ἀντιλαβοῦ
καὶ σῶσον, Σωτήρ μου (δίς).
Οἱ
μισοῦντες Σιῶν, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου·
ὡς χόρτος γὰρ πυρὶ
ἒσεσθε ἀπεξηραμμένοι (δὶς).
Δόξα Πατρί.
Ἁγίω
Πνεύματι πᾶσα ψυχὴ ζωοῦται καὶ καθάρσει ὑψοῦται, λαμπρύνεται τῇ τριαδικῇ μονάδι
ἱεροκρυφίως.
Καὶ νῦν.
Ἁγίῳ
Πνεύματι ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα ἅπασαν τὴν
κτίσιν πρὸς ζωογονίαν.
Προκείμενον. Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι.
Στίχ. Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καί κατηύθυνε τά διαβήματά μου.
Εὐαγγέλιον εἰς γυναῖκα Μάρτυρα.
Ὁ Ν´ Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν
σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἐπὶ πλεῖον πλῦνον μὲ ἀπὸ τῆς ἀνομίας μου, καὶ ἀπὸ τῆς ἁμαρτίας μου
καθάρισόν με.
Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διὰ παντός.
Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα· ὅπως ἂν δικαιωθῇς
ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.
Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.
Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας· τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου
ἐδήλωσάς μοι.
Ῥαντιεῖς μὲ ὑσσώπω καὶ καθαρισθήσομαι· πλυνεῖς με καὶ
ὑπὲρ χιόνα λευκανθήσομαι.
Ἀκουτιείς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.
Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τάς ἀνομίας μου
ἐξάλειψον.
Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις
μου.
Μὴ ἀπορρίψης με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς
ἀπ ἐμοῦ.
Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν
με.
Διδάξω ἀνόμους τάς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι.
Ῥῦσαὶ μὲ ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου.
Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.
Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία
τῷ Θεῷ, πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.
Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ.
Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα.
Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Δόξα. Ταῖς τῆς Ἀθληφόρου…
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου…
Εἶτα τὸ Ἰδιόμελον, τὸ εἰς τὴν Λιτήν.
Ἦχος α΄. Στίχ. Ἐλέησόν με ὁ Θεός,…
Εὐφραίνεται ἐνθέως ἡ τῇ σῇ κλήσει τιμῶσά σε πληθύς, Μάρτυς Νίκη
ἀξιοθαύμαστε· καὶ τὴν ἁγίαν σου μνήμην, κατὰ χρέος ἑορτάζουσα, τοῖς προτερήμασι
καλλωπίζεται καὶ τοὺς μαρτυρικοὺς σου πόνους, δι΄ὧν Χριστὸν εὐηρέστησας,
εὐσεβῶς μακαρίζει· ἣν ὁμήγυριν σὺν τῷ κόσμῳ ὅλῳ ἀεὶ περίεπε ταῖς σαῖς
παρακλήσεσι ἀπὸ πάσης περιστάσεως.
Εἶτα οἱ Κανόνες· τῆς Ἑορτῆς ἢ τοῦ Πάσχα καὶ τῆς Αγίας,
οὗ ἡ ἀκροστιχίς: Τῇ Νίκῃ
μέλισμα τῇ γενναιόφρονι. Χρήστου.
ᾨδὴ α΄. Ἦχος α΄. ᾨδὴν ἐπινίκιον.
Ποθοῦντι ἐν ᾄσμασι, τῆς σῆς, ὦ Νίκη, ὑμνῆσαι ἀθλήσεως, τοὺς ἀγῶνας χάριν
μοι ἐξ ὑψωμάτων ἱερῶν, κατάπεμψον ταῖς σαῖς λιταῖς, θεοχαρίτωτε.
Δυσώδης καὶ βέβηλος, ἐν ἁμαρτίαις ὁμολογῶ σοι ἁγνή, τὴν σεμνὴν καὶ ἄμωμον, καὶ εὐωδίαν Χριστοῦ, σὲ εὐφημῆσαι ἐγχειρῶ, ἀλλά μοι σύγγνωθι.
Τηροῦσα ἀλώβητον, τὸ κατ΄εἰκόνα Θεοῦ καὶ ὁμοίωσιν, ἐκ παθῶν ἀοίδιμε ἠξίωσαι κοινωνός, τῶν παθημάτων τοῦ Χριστοῦ γενέσθαι, ἔνδοξε.
Θεοτοκίον.
Τὸ φῶς ἡ κυήσασα τὸν λυτρωτήν μου, τοῦ σκότους μου λύτρωσαι καὶ βασάνων,
Ἄχραντε, τῶν αἰωνίων ἐκεῖ, ὅπως σωζόμενος ὑμνῶ τὰ μεγαλεῖά σου.
ᾨδὴ γ΄. Στερεωθήτω ἡ καρδία μου.
Τοῦ διωγμοῦ κατακρατήσαντος, τῶν εἰδώλων λαγνείαν, Γεωργίου φωτὶ,
μετηλλαγμένη ἐξ αὐτοῦ, ὡς νικήτρια εὕρηκας τοῦ Χριστοῦ πατρίδα ἔνδοξε, ὦ Νίκη,
προσφύγιον.
Τῇ προσευχῇ ἀεὶ σχολάζουσα, καὶ τῇ καρτερίᾳ καὶ νήψει σεμνή, τὰς ἀκαθέκτους τῶν παθῶν, ὁρμὰς πάσας ἐνέκρωσας, καὶ Χριστοῦ ἄνθος γεγένησαι, βίου καθαρότητι.
Τῷ θείῳ πόθῳ καὶ τῷ ἔρωτι, τῷ τοῦ ἀθλοφόρου, ὦ Νίκη σεμνή, κατασχεθεῖσα τὴν ψυχήν, Γεωργίου ἀπέβαλες, πάντα φόβον, καῖ τοῖς θαύμασι τοῖς τούτου ἐπίστευσας.
Θεοτοκίον.
Τῆς στειρευούσης διανοίας μου, ἀκαρπίαν πᾶσαν ἀπέλασον· καὶ καρποφόρον
ἀρεταῖς, τὴν ψυχήν μου ἀνάδειξον, Παναγία Θεοτόκε τῶν πιστῶν ἡ βοήθεια.
Κάθισμα. Ἦχος γ΄. Θείας πίστεως.
Ἦλθεν ἄνωθεν ὁ φωτισμός σου, Νίκη ἔζησας τοῖς ὀφθαλμοῖς σου τὴν ἀποκάλυψιν
Γεωργίου τοῖς θαύμασι· καὶ εὐωδίαν Χριστῷ προσενή-νοχας τῇ ἀθλήσει σου Μάρτυς
πανένδοξε. Αὐτῷ πρέσβευε, δοθῆναι τοῖς σὲ γεραίρουσι, πταισμάτων ἱλασμὸν καὶ
μέγα ἔλεος.
Καὶ τὸ τῆς ἑορτῆς.
ᾨδὴ δ΄. Ἐν πνεύματι προβλέπων.
Ἀκούσασα τὸν Λόγον, νεάνις, τῆς ζωῆς, ἤνοιξας πρὸς τὴν γνῶσιν ἀγνοίας τὸν ἱστόν, καὶ ἔρωτι θείῳ καταληφθεῖσα ἁγνή, Θεοῦ τὸ δῶρον, τὸν Γεώργιον ἐν πίστει, περιπτυσσομένη
ἐθαύμασας.
Τοῦ πόθου σου τυχοῦσα, ὦ Νίκη θαυμαστή, καὶ νοῒ προσδραμοῦσα τῷ θεϊκῷ φωτί, ὕμνεις, ηὐλόγεις, ἐδόξαζες ἐκ καρδίας, ψυχῆς τὴν ζωήν, ὡς ἀντίδωρον θυσίας, τὸν σὸν Σωτῆρα καρτερόψυχε.
Ἀπτόητος θανάτῳ, δημίου ἀπειλῇ, ἔχαιρες τολμήσασα ἀφόβως τὴν ποινήν, καὶ διὰ ξίφους τετμημένη τὴν κεφαλήν, τοῦτο συνέβη, οὐρανοῦ εὑρεῖν τὸν δρόμον, τὸ γέρας σου κόρη ἀοίδιμε.
Θεοτοκίον.
Παρθένε Παναγία, ἀμόλυντε σκηνή, μολυνθέντα πταίσμασι καθάρισόν με νῦν, τῶν
οἰκτιρμῶν σου ῥανίσι καθαρωτάταις, καὶ δός μοι χεῖρα βοηθείας ἵνα κράζω· Δόξα
σοι Ἁγνὴ θεοδόξαστε.
ᾨδὴ ε΄. Τὴν σὴν εἰρήνην δὸς ἡμῖν.
Ἀνδρικῷ φρονήματι, γενναίᾳ ψυχῇ,
ἔστης ἀπτοήτως, ὦ Νίκη πανθαύμαστε, πρὸ τῆς τυρράνου ἀγριότητος, καὶ
καθωμολόγεις τὴν πίστιν στερροψύχως.
Ὦ θαῦμα! πῶς οὐκ ἔπτηξας τὸ λίαν σοβαρόν, καὶ τὸ ἰταμόν τοῦ τυρράνου καὶ ἄγριον, καὶ τὴν μανίαν καὶ ἀπήνειαν ἀπροσπελάστως μάρτυς, ἀλλ΄ἤλεγξας εὐτόλμως.
Πῶς τοῦτο ἐτόλμησας; τυχόντος τοῦ δεινοῦ, Νίκη ἀνδριόφρον· τὴν σὴν
καταπτύουσα ταλαιπωρίαν καὶ ἀσέβειαν. Ὤ τῶν λαμπρῶν Μάρτυς ἔργων τῆς εὐτολμίας!
Θεοτοκίον.
Δυσώπησον ὃν ἔτεκες Παρθένε ὑπὲρ νοῦν, σώζεσθαι τοὺς πίστει σοι κράζοντας·
Χαῖρε Παρθένε παναμώμητε· χαῖρε εὐλογημένη τοῦ κόσμου προστασία.
ᾨδὴ στ΄. Τὸν Προφήτην Ἰωνᾶν.
Ὑπερβαίνει άληθῶς, καὶ ὑπέρκειται ἡ σή, παρρησία ἡ πολλή, τὴν ἐκ λόγων
τεχνικῶν, παράστασιν καὶ διατύπωσιν ἀξιάγαστε.
Τίς ἰσχύσει ἐξειπεῖν, καὶ δηλῶσαι ἱκανῶς, καὶ ἐκφράσαι ἐναργῶς, τὸν σὸν πόθον πρὸς Χριστόν, πανεύφημε· διὸ θανάτου κατευμεγέθησας.
Τὸ ἀπτόητον τῆς σῆς, ἀξιάγαστε ψυχῆς, καὶ ἀπτώτως ἡ στερρὰ εὐτολμία τὸν δεινόν, ἐξέμηναν τύρρανον Μάρτυς ὃν ἐμυκτήρισας.
Κοντάκιον. Ἦχος γ΄. Τὴν ὡραιότητα.
Τὴν οὐρανούπολιν σεμνὴ ἐπόθησας, καὶ τὰ ὁρώμενα, φθαρτὰ κατέλιπες, καὶ
ἐπεπόθεις ἀρετάς, καὶ αἰωνίων εὔκλειαν. Ἀπεσείσω πάνσεμνε, τῶν εἰδώλων
αἰσχρότητα· ὅθεν καὶ ἀπέλαβες μαρτυρίου τὸν στέφανον. Διὸ τὴν σὴν πανέντιμον
μνήμην πανευλαβῶς ἑορτάζομεν.
Ὁ Οἶκος.
Νίκη ἡ Μάρτυς ξίφει ἀπετμήθη τὴν κεφαλήν, καὶ οὐκ ἐγόγγυσε, Δέσποτα
οὐδ΄ἐστέναξεν, ἀλλ΄ἠρέμα ἐδόξαζέ σε. Γεώργιον ἰδοῦσα ἐν μαρτυρίῳ ἐπιτελεῖν
θαυμάσια ἐπίστευσε καὶ ἐγένετο θεραπαινίς τοῦ Οὐρανοῦ. Διόπερ ὡς χρυσὸς ἐν
χωνευτηρίῳ δοκιμασθεῖσα, μάρτυς, ἐδείχθης Χριστοῦ γνησιωτάτη.
Συναξάριον.
Τῇ 25ῃ τοῦ Ἀπριλίου μηνός, μνήμη τῆς Ἁγίας Μάρτυρος Νίκης.
Στίχοι·
Νίκης βραβεῖα τῇ τετμημένῃ Νίκῃ,
Νίκης βραβεὺς δίδωσιν, ὡς νικηφόρῳ.
Αὐτῆς ἁγίαις πρεσβείαις Χριστέ ὁ
Θεός, ἐλέησον καί σῶσον
ἡμᾶς, Ἀμήν.
ᾨδὴ ζ΄. Ἡ κάμινος Σωτὴρ ἐδροσίζετο.
Ἀντλήσασα θαυμάτων τὴν δύναμιν, γεραροῦ Γεωργίου τοῦ Μάρτυρος, ἐβάδισας τὰς
πικρὰς καὶ ἀλγεινὰς ἀτραπούς.
Τὸ σῶμά σου βορὰ τῶν κτεινάντων σε, ῥοαῖς δὲ τῶν αἱμάτων ἐχραίνετο, ἀλλὰ τῷ πόθῳ Χριστοῦ, ἤνεγκας τὰ πάντα στερρῶς.
Βαφαῖς ταῖς ἐξ αἱμάτων ἐφοίνιξας, στολὴν παρθενικὴν παναοίδιμε, καὶ ἐνυμφεύθης Χριστῷ τῷ Βασιλεῖ τοῦ παντός.
Θεοτοκίον.
Νεφέλην σε γινώσκω Θεόνυμφε, τὸν ἥλιον τῆς δόξης κυήσασαν, φωταγωγοῦσα
πάντα τὰ νυκτώδη μου ἐγκλήματα.
ᾨδὴ η΄. Ὅν φρίττουσιν Ἄγγελοι.
Τύρρανον ᾔσχυνας τὸν ἄμοιρον νοός, καὶ ὅλως παράφρονα, καὶ θῆρα ἰταμόν,
Διοκλητιανόν, ἐν πίστει τὸν Χριστόν, διαλαλοῦσα Νίκη χάριτι τῇ θείᾳ.
Προφρόνως τολμήσασα ἀτρόμως τῶν δεινῶν καὶ δοῦναι τὸ σῶμά σου θυσίαν τῷ Ἀμνῷ, ἀρνεῖσθαι εἰδώλων καὶ θανάτου ἐγγύς, ἤλασας νεάνις ἐν τῷ χωνευτηρίῳ.
Ἐτμήθης ἀγογγύστως τῷ ξίφει κεφαλήν, καὶ αἵματος ἔδωκας ἀφθόνου ὀβολόν, ἐπέστησαν ἄφνω Ἄγγέλων φωτεινά, συστήματα ἤδη· εἰρήνη σοι νεάνις.
Θεοτοκίον.
Ἀνάστησον κείμενον εἰς βάθη με κακῶν· τοῦς νῦν πολεμοῦντάς με πολέμησον
ἐχθρούς· τρωθεῖσαν ἀτόποις ἡδοναῖς τὴν ψυχήν, Ἁγνὴ μὴ παρίδῃς , ἀλλ΄ οἴκτειρον
καὶ σῶσον.
ᾨδὴ θ΄. Τὴν φωτοφόρον νεφέλην.
Τὴν λαμπροτάτην ψυχήν σου, ἡ τῶν Ἀγγέλων χορεία, σὺν Γεωργίῳ τῷ κλεινῷ,
μετ΄εἰρήνης λαβόντες, ἀνήγαγεν εἰς οὐρανοὺς, Χριστῷ τῷ Νυμφίῳ σου ὡς ἄμωμον, ὃς
συνέταξεν ταύτην τοῖς Παρθένοις, εἰς παστάδα νοητήν.
Τῆς ἀληθοῦς ἀφθορίας, τὴν φανωτάτην λαμπάδα, κατέχουσα ἐν ταῖς χερσί, καὶ
διάδημα κάλλους, καὶ ἀλουργίδα μυστικήν, χρωσθεῖσαν βαφαῖς ταῖς τῶν αἱμάτων
σου, Ἀθληφόρε λαμπρῶς περικειμένη, βασιλεύεις σὺν Χριστῷ.
Τὰς τῶν τυρράνων ὀδύνας, καὶ διωγμοὺς τῶν ἀνόμων, καὶ σπαραγμὸν τῆς κεφαλῆς, καὶ αἱμάτων τὴν χύσιν, καὶ τὰ τοῦ σώματος παντός, ἀνίερα οἰδήματα προσάγαγε, τῷ Χριστῷ εἰς πρεσβείαν ὑπὲρ πάντων τῶν τιμώντων σε πιστῶς.
Θεοτοκίον.
Φιλαμαρτήμων ὑπάρχων, ἐν ἀμελείᾳ διάγω, καὶ τὸ κριτήριον Ἁγνή, τὸ ἀδέκαστον
τρέμω· ἐν ᾧ με τήρησον ταῖς σαῖς, ἁγίαις δεήσεσι θεόνυμφε, ἀκατάκριτον ὅπως ὡς
προστάτην, μακαρίζω σε Ἁγνή.
Ἐξαποστειλάριον. Ὁ οὐρανὸν τοῖς ἄστροις.
Διήνυσας τὸν δρόμον, πάνυ ζεούσῃ τῇ ψυχῇ, τοῦ μαρτυρίου θεόφρον, καὶ νῦν
οἰκεῖς τοῦ οὐρανοῦ, τοὺς ἀκηράτους νυμφῶνας, ὦ Νίκη Παρθενομάρτυς.
Καὶ νῦν τῆς Ἑορτῆς.
Εἰς τοὺς Αἴνους, Στιχηρὰ Προσόμοια.
Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσι.
Τῷ Χριστοῦ θείῳ ἔρωτι, τετρωμένη πανεύφημε, χαίρουσα εἰσέδραμες εἰς τὸ
στάδιον τοῦ μαρτυρίου καὶ ἤνεγκας, βασάνους καὶ τραύματα, καὶ κατέβαλες ἐχθρῶν,
τὴν ὀφρὺν καὶ τὸ φρύαγμα, τῇ ἐνστάσει σου, Ἀθληφόρε νεάνις, καὶ τὸ στέφος,
ἐκομίσω καὶ τὰ γέρα, τῶν σῶν ἀγώνων ἐπάξια.
Ἀνεδύθης ἐν Πνεύματι, ἐκ βυθοῦ ὦ πανεύφημε, ἀναβῆναι ἀγῶσί σου εἰς οὐράνια, καὶ θεαθῆναι Γεώργιον ἐν μαρτυρίῳ θαυμάσια, καὶ ἐνώπιον ἐχθρῶν, ἐνεργοῦντα καὶ λύοντα, τὰ μυθεύματα, τῶν εἰδώλων, ὦ Νίκη, καὶ τὴν πλάνην καὶ τὰ κέντρα ἀσεβείας, πρὸς θείαν δόξαν καὶ ἄληκτον.
Τοὺς τελοῦντας τὴν μνήμην σου καὶ τοὺς ἄθλους γεραίροντας, σκέπε, φρούρει φύλαττε, ταῖς πρεσβείαις σου, ταῖς εὐπροσδέκτοις πρὸς Κύριον, ὦ Νίκη πανεύφημε, καλλιμάρτυς τοῦ Χριστοῦ, Ἀθληφόρε ἀήτητε, καὶ περίδοξε, ἐκ παντοίων δεινῶν τε καὶ κινδύνων, καὶ παντοίας ἀσθενείας ἀεὶ τὴν ἔφοδον κώλυε.
Τὰ λαμπρὰ προτερήματα, ἐν Χριστῶ ἐμφανίσασα, ἔδειξαν τὸν ἀδάμαστον χαρακτῆρά σου, καὶ ἐπεβλήθης ἀνἐνδοτε σαρκίνων προκλήσεων, ταπεινώσασα σεμνή, τὴν ψυχὴν τῷ Νυμφίῳ σου, τῇ στερρότητι, καὶ θερμαῖς σου πρεσβείαις τῷ Κυρίῳ ἱκετεύουσα παρέχεις, ἀνδρεία Νίκη ἰάματα.
Δόξα. Ἦχος πλ. α΄.
Δεῦτε φιλομάρτυρες πάντες, τὴν Χριστοῦ νύμφην Νίκην ὕμνοις τιμήσωμεν, ὅτι
καὶ Μάρτυς δι΄αἵματος ἀνεγνώσθη· τῶν γὰρ τυρράνων τὰς ἀπειλὰς ἀντ΄οὐδενὸς
λογισαμένη, καρτερίᾳ τὸν στέφανον τῆς νίκης παρὰ Χριστοῦ ἐκομίσατο, ᾧ καὶ νῦν
παρισταμένη, πρεσβεύει ἀπαύστως , ὑπὲρ τῶν πίστει τελούντων, τὴν πάνσεπτον
μνήμην αὐτῆς.
Καὶ νῦν. Τῆς Ἑορτῆς ἤ τὸ τοῦ Πάσχα.
Δοξολογία Μεγάλη και Ἀπόλυσις.
ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ
Τά Τυπικά. Εἰς τούς Μακαρισμούς ἡ γ’ και στ’ ὠδή τοῦ
Κανόνος.
Ἀπόστολος τοῦ Ἁγίου Δημητρίου (26ης
Ὀκτωβρίου).
Εὐαγγέλιον τοῦ Ἀποστόλου Μάρκου (8ης Νοεμβρίου).
Μεγαλυνάριον.
Χαίροις ἡ τιμήσασα τόν Χριστόν, Νίκη Μάρτυς θεία τῶν τυρράνων τὰς ἀπειλάς,
πόθῳ τοῦ Κυρίου, νικήσασα καὶ πάντας τοὺς σὲ τιμῶντας πίστει νῦν περισκέπουσα.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου