Τρίτη 16 Ιουνίου 2015

20.000 ΜΑΡΤΥΡΩΝ Νικομηδείας. + Ρόδου Κυρίλλου



Ἀκολουθία 20.000 ΜΑΡΤΥΡΩΝ Νικομηδείας. + Ρόδου Κυρίλλου

ΕΝ ΟΙΣ ΚΑΙ Ο ΑΓΙΟΣ ΜΑΡΤΥΣ ΘΕΟΦΙΛΟΣ Ο ΔΙΑΚΟΝΟΣ 
Ψαλλομένη τῇ 28η Δεκεμβρίου
Συμπληρωθεῖσα κατὰ τὰ ἐλλείποντα καὶ ἐπαυξηθεῖσα ὑπὸ τοῦ ἐλαχίστου ἐν Ἐπισκόποις Κυρίλλου, τοὐπίκλην Κογεράκη, Μητροπολίτου τῆς ἁγιωτάτης Μητροπόλεως Ῥόδου.


ΕΙΣ ΤΟΝ ΜΙΚΡΟΝ ΕΣΠΕΡΙΝΟΝ
Ἱστῶμεν στίχ. δ’ καὶ ψάλλομεν τὰ κάτωθι Στιχηρὰ Προσόμοια.
Ἦχος α’. Τῶν οὐρανίων ταγμάτων.
Τῶν Δισμυρίων Μαρτύρων, τὴν μνήμην σήμερον, τελέσωμεν ἐν ὕμνοις, οἱ πιστοὶ γηθοσύνως· Χριστῷ γὰρ τῷ τεχθέντι ἐν Βηθλεέμ, ἐκ Παρθένου Θεόπαιδος, δῶρον προσήνεγκαν τίμιον ἀληθῶς, οἱ μακάριοι τὴν ἄθλησιν.
Τῷ ἀπειράνδρως τεχθέντι, ἐκ τῆς Θεόπαιδος, ἐν Βηθλεὲμ τῇ πόλει, δι̉ ἡμᾶς τοὺς ἀνθρώπους, Μαρτύρων Δισμυρίων, θεῖος χορός, προσφορὰ εὐαπόδεκτος, καὶ ὁλοκαύτωμα ἔμψυχον λογικόν, τῇ ἀθλήσει προσενήνεκται.
Τὸν νηπιάσαντα Λόγον, Μάρτυς Θεόφιλε, φιλήσας φερωνύμως, ὡς Θεὸν καὶ Δεσπότην, τῶν λίθων ταῖς νιφᾶσι, περιφανῶς, πρὸς αὐτὸν ἐξεδήμησας· διὸ αὐτὸν ἐκδυσώπει ὑπὲρ ἡμῶν, τῶν τὴν μνήμην ἐκτελούντων σου.
Τῶν Διακόνων τὸν πρῶτον, ἔνδοξον Στέφανον, Διάκονος ὡς θεῖος, μιμησάμενος μάκαρ, Χριστὸν τὸν γεννηθέντα, ἐν Βηθλεέμ, τοῖς τυράννοις ἐκήρυξας, καὶ πρὸς αὐτὸν ταῖς τῶν λίθων πυκναῖς βολαῖς, ἐξεδήμησας Θεόφιλε.
Δόξα. Ἦχος β’.
Μάρτυρες Δισμύριοι ὑμεῖς, τοῦ ἐκ Παρθένου τεχθέντος, ἐν Βηθλεὲμ τῇ πόλει βασιλέως, στρατιῶται περιφανεῖς ἀνεδείχθητε, πρὸς τὰς ἀρχὰς καὶ ἐξουσίας τοῦ σκότους, ὁμοφρόνως ἀντιπαραταξάμενοι, καὶ τούτων τὰς μυριάδας, μαρτυρικῶς τροπωσάμενοι. Ὅθεν νίκης τοὺς στεφάνους κομισάμενοι, καὶ αὐτῷ μετὰ δόξης παριστάμενοι, πρεσβεύετε ἐκτενῶς, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν. Τῆς Ἑορτῆς. Ὁ αὐτός. Ἀνατολίου.
Τοῦ Κυρίου Ἰησοῦ γεννηθέντος ἐκ τῆς Ἁγίας Παρθένου, πεφώτισται τὰ σύμπαντα· Ποιμένων γὰρ ἀγραυλούντων, καὶ Μάγων προσκυνούντων, Ἀγγέλων ἀνυμνούντων, Ἡρῴδης ἐταράττετο, ὅτι Θεὸς ἐν σαρκὶ ἐφάνη, Σωτὴρ τῶν ψυχῶν ἡμῶν.

Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια. Ἦχος β’. Οἶκος τοῦ Ἐφραθᾶ.
Δεῦτε πάντες πιστοί, Μαρτύρων Δισμυρίων, τὴν πάντιμον χορείαν, ᾀσμάτων μελῳδίαις, συμφώνως ἐπαινέσωμεν.
Στίχ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις αὐτοῦ.
Μάγοι ὥσπερ οἱ τρεῖς, τῷ ἐκ Παρθένου Κόρης, ἀφράστως σαρκωθέντι, τὴν ἄθλησιν ὡς δῶρον, Δισμύριοι ἐδώκατε.
Στίχ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.
Λάμπεις ἐν τῷ χορῷ, Μαρτύρων Δισμυρίων, φωστὴρ καθάπερ μέγας, Θεόφιλε φωτίζων, τῶν εὐσεβῶν τὸ πλήρωμα.
Δόξα. Ἦχος δ’.
Χριστὸν φερωνύμως φιλήσας, τὴν διακονίαν σου καλῶς ἐπληροφόρησας, καὶ Μάρτυς τῆς ἀληθείας ἀνεδείχθης, τῶν Δισμυρίων Ἀθλοφόρων ἐν τῇ χορείᾳ, ἀνδρείᾳ καὶ σοφίᾳ διαπρέψας, παμμακάριστε Θεόφιλε. Διὸ πρέσβευε σὺν αὐτοῖς, ὑπὲρ ἡμῶν τῶν ἀσπαζομένων, ἐν κατανύξει καρδίας τὴν κάραν σου.
Καὶ νῦν. Τῆς Ἑορτῆς. Ὁ αὐτός. Ἀνατολίου.
Σπηλαίῳ παρῴκησας, Χριστὲ ὁ Θεός, φάτνη ὑπεδέξατο. Ποιμένες δὲ καὶ Μάγοι προσεκύνησαν. Τότε δὴ τῶν Προφητῶν ἐπληροῦτο τὸ κήρυγμα· καὶ Ἀγγέλων αἱ Δυνάμεις ἐθαύμαζον, βοῶσαι καὶ λέγουσαι· Δόξα τῇ συγκαταβάσει σου, μόνε φιλάνθρωπε.

Νῦν ἀπολύεις, τὸ Τρισάγιον, τὸ Ἀπολυτίκιον ἐκ τοῦ Μεγάλου Ἑσπερινοῦ καὶ Ἀπόλυσις.

ΕΙΣ ΤΟΝ ΜΕΓΑΝ ΕΣΠΕΡΙΝΟΝ
Ὁ Προοιμιακὸς καὶ τὸ Μακάριος ἀνήρ. Εἰς δὲ τὸ Κύριε ἐκέκραξα ἱστῶμεν στίχ. η’ καὶ ψάλλομεν ἐκ τοῦ Μηναίου Στιχηρὰ Προσόμοια τῆς Ἑορτῆς δ’, δευτεροῦντες τὸ α’, καὶ τῶν Ἁγίων δ’, ὡς κάτωθι:
Στιχηρὰ Προσόμοια τῆς Ἑορτῆς. Ἦχος πλ. α’. Χαίροις ἀσκητικῶν.
Φέρεις Ἀδαμιαίαν μορφήν, ὁ ἐν μορφῇ Θεοῦ ὑπάρχων παντέλειος, καὶ θέλεις χερσὶ κρατεῖσθαι, ὁ τῇ χειρὶ τοῦ παντός, περιδεδραγμένος δυναστείᾳ σου, Ἁγνὴ ἡ Πανάμωμος, προσεφθέγγετο λέγουσα· Πῶς σε σπαργάνοις, ἐνειλήσω ὡς νήπιον; πῶς θηλάσω σε, τὸν τὰ σύμπαντα τρέφοντα; πῶς μὴ τὴν ὑπὲρ ἔννοιαν, πτωχείαν θαυμάσω σου; πῶς σε Υἱόν μου καλέσω, δούλη σου νῦν χρηματίζουσα; Ὑμνῶ εὐλογῶ σε, τὸν παρέχοντα τῷ κόσμῳ, τὸ μέγα ἔλεος. (Δίς).
Βρέφος σωματωθὲν ἐξ αὐτῆς, τὸν προαιώνιον Θεὸν ἡ Πανάμωμος, ὁρῶσα, χερσὶ κρατοῦσα, καταφιλοῦσα πυκνῶς, καὶ χαρᾶς πλησθεῖσα, προσεφθέγγετο, αὐτῷ· Θεὲ ὕψιστε, Βασιλεῦ ἀθεώρητε, πῶς καθορῶ σε, καὶ νοεῖν τὸ μυστήριον, οὐ δεδύνημαι, τῆς ἀμέτρου πτωχείας σου; Σπήλαιον γὰρ σμικρότατον, καὶ τοῦτο ἀλλότριον, ἔνδον χωρεῖ σε τεχθέντα, καὶ Παρθενίαν μὴ λύσαντα, νηδὺν συντηροῦντα, ὡς πρὸ τόκου καὶ διδόντα, τὸ μέγα ἔλεος.
Ταῦτα ἱκετικῶς ἡ Σεμνή, θαμβητικῶς τε φθεγγομένη ἀκήκοε, τῶν Μάγων πρὸ τοῦ Σπηλαίου, παρισταμένων ὁμοῦ, καὶ πρὸς τούτους ἔφη· Τίνα θέλετε; ὑμεῖς, ὡς ὁρῶ γάρ, ἀλλοδαπῆς χώρας ἤλθετε, Περσῶν τὸ σχῆμα, οὐ τὸ φρόνημα ἔχοντες, ξένην ἄφιξιν, καὶ πορείαν πεποίησθε· καὶ πρὸς τὸν ξενιτεύσαντα, ἐξ ὕψους καὶ ξένως μοι, ἐνοικισθέντα ὡς οἶδε, μετὰ σπουδῆς παρεγένεσθε, αὐτὸν προσκυνῆσαι, τὸν δωρούμενον τῷ Κόσμῳ, τὸ μέγα ἔλεος.

Στιχηρὰ Προσόμοια τῶν Ἁγίων. Ἦχος α’. Πανεύφημοι Μάρτυρες.
Δισμύριοι Μάρτυρες Χριστοῦ, τοῦ Θεοῦ τῇ χάριτι, συναθροισθέντες ἐν Πνεύματι, δῆμος μακάριος, φωταυγεῖς ἀστέρες, πλάνης νύκτα λύσαντες, πρὸς ἄδυτον αὐγὴν μετετέθητε· καὶ νῦν πρεσβεύσατε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.
Πληθὺς πολυάριθμος πυρί, ἤδη ὡλοκαύτωται, καὶ εὐωδίας ἐπλήρωσε, τὰ ἐπουράνια, καὶ τῶν πρωτοτόκων, ἐκλεκτὴν ὁμήγυριν, ἐφαίδρυνε· χαρᾶς τε ἐπλήρωσε, νῦν τὰ ἐπίγεια, καὶ πρεσβεύει τοῦ σωθῆναι ἡμᾶς, τοὺς τελοῦντας, τὴν ἔνδοξον μνήμην αὐτῶν.
Παρθένοι νεάνιδες τῶν σῶν, μύρων ὀσφραινόμεναι, σοῖς ἠκολούθησαν ἴχνεσι, τὸ σὸν μιμούμεναι, ζωηφόρον πάθος, τὸ ψυχοσωτήριον, καὶ πρὸς τὴν ἐκ νεκρῶν ἐξανάστασιν, ἐν σοὶ γηθόμεναι, Εὐεργέτα κατῳκίσθησαν, τοῦ σοῦ κάλλους, σαφῶς ἀπολαύουσαι.
Φιλήσας Θεόφιλε Θεόν, δι̉ αὐτὸν ὑπέμεινας, τὰς ἀλγηδόνας τοῦ σώματος, καθάπερ ἄσαρκος, καὶ βολαῖς τῶν λίθων, ἐν αὐτῷ ἀθάνατον, ἐκτήσω ἀληθῶς τὴν κατάπαυσιν· διὸ ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.
Δόξα. Ἦχος δ’.
Δεῦτε σήμερον πιστοί, τῶν ἐν Νικομηδείᾳ, Δισμυρίων Μαρτύρων τὴν ὁμήγυριν, τοῖς ἐπαίνοις στεφανώσωμεν, βοῶντες εὐσεβῶς· Χαίρετε οἱ Χριστῷ, τῷ ἐκ Παρθένου Κόρης νηπιάσαντι, ὁμοφρόνως συστρατευθέντες, καὶ δαιμόνων στίφη τροπωσάμενοι· οἱ ἐκ παντὸς γένους καὶ ἡλικίας πάσης, χορὸς θεῖος αὐτῷ συγκροτηθέντες, καὶ ἰσαρίθμους στεφάνους δεξάμενοι, ὡς νικηταὶ κατὰ πλάνης γενόμενοι· οἱ τῆς εὐσεβείαις ἀγωνισταί, καὶ ἀσεβείαις καθαιρέται, οἱ ἐν τῷ νυμφῶνι τῆς ζωῆς, τὴν κατάπαυσιν ἀξίαν κτησάμενοι, καὶ πρεσβεύοντες ἐκτενῶς, πρὸς σωτηρίαν τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν. Τῆς Ἑορτῆς. Ὁ αὐτός.
Εὐφράνθητι Ἱερουσαλήμ, καὶ πανηγυρίσατε πάντες, οἱ ἀγαπῶντες Σιών. Σήμερον ὁ χρόνιος ἐλύθη δεσμός, τῆς καταδίκης τοῦ Ἀδάμ· ὁ Παράδεισος ἡμῖν ἠνεώχθη, ὁ ὄφις κατηργήθη· ἣν γὰρ ἠπάτησε πρῴην, νῦν ἐθεάσατο, τοῦ Δημιουργοῦ γενομένην Μητέρα. Ὢ βάθος πλούτου, καὶ σοφίας, καὶ γνώσεως Θεοῦ! ἡ προξενήσασα τὸν θάνατον πάσῃ σαρκί, τῆς ἁμαρτίας τὸ ὄργανον, σωτηρίας ἀπαρχὴ ἐγένετο τῷ κόσμῳ παντί, διὰ τῆς Θεοτόκου· βρέφος γὰρ τίκτεται ἐξ αὐτῆς, ὁ παντέλειος Θεός, καὶ διὰ τοῦ τόκου, παρθενίαν σφραγίζει, σειρὰς ἁμαρτημάτων, λύων διὰ σπαργάνων· καὶ διὰ νηπιότητος, τῆς Εὔας θεραπεύει, τὰς ἐν λύπαις ὠδῖνας. Χορευέτω τοίνυν, πᾶσα ἡ κτίσις καὶ σκιρτάτω· ἀνακαλέσαι γὰρ αὐτήν, παραγέγονε Χριστός, καὶ σῶσαι τὰς ψυχὰς ἡμῶν.

Εἴσοδος, τὸ Φῶς ἱλαρόν, τὸ Προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα.
Προφητείας Ἡσαῒου τὸ Ἀνάγνωσμα (Κεφ. μγ’, 9-14).
Τάδε λέγει Κύριος. Πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. Τίς ἀναγγελεῖ ταῦτα; ἢ τὰ ἐξ ἀρχῆς, τίς ἀναγγελεῖ ἡμῖν; Ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν, καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς, λέγει Κύριος ὁ Θεός, καὶ ὁ παῖς μου, ὃν ἐξελεξάμην· ἵνα γνῶτε, καὶ πιστεύσητε, καὶ συνῆτε ὅτι ἐγώ εἰμι. Ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεός, καὶ μετ᾿ ἐμὲ οὐκ ἔσται. Ἐγὼ ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα, καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος. Ὑμεῖς ἐμοὶ μάρτυρες, καὶ ἐγὼ Κύριος ὁ Θεός· ἔτι ἀπ᾿ ἀρχῆς, καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος. Ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό; Οὕτως λέγει Κύριος ὁ Θεός, ὁ λυτρούμενος ἡμᾶς, ὁ Ἅγιος τοῦ Ἰσραήλ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. γ’, 1-9).
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν καὶ ἡ ἀφ᾿ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ᾿ αὐτῷ συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. ε’, 15-6,3).
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα δικαιοσύνην, καὶ περιθήσεται κόρυθα κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον ὁσιότητα, ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν, συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας. Πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ᾿ αὐτῶν ὕδωρ θαλάσσης, ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς. Καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν βασιλεῖς, καὶ σύνετε· μάθετε δικασταὶ περάτων γῆς· ἐνωτίσασθε, οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν· ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν καὶ ἡ δυναστείᾳ παρὰ Ὑψίστου.

ΕΙΣ ΤΗΝ ΛΙΤΗΝ, Ἰδιόμελα. Ἦχος α’.
Μαρτύρων Δισμυρίων πληθύς, στράτευμα θεῖον πολυάριθμον, χορὸς τροπαιοφόρος, ἐκ πάσης ἡλικίας καὶ γένους παντός, πίστει συγκροτηθείς, τοῖς Γενεθλίοις Χριστοῦ συνεξέλαμψε. Δεῦτε οὖν ἀδελφοί, εὐφροσύνως ἑορτάζοντες, τὸν ἐκ Παρθένου τεχθέντα μεγαλύνωμεν, καὶ ἐκ ψυχῆς αὐτῷ ἀναβοήσωμεν· Ὁ δι̉  ἡμᾶς ἐνανθρωπήσας Θεός, πρεσβείαις τῶν Ἀθλοφόρων, σῶσον τοὺς εἰς σὲ πιστεύοντας.
Ἦχος β’.
Δαυϊτικῶς διὰ πυρὸς διελθόντες, εἰς ἀναψυχὴν ἐξήχθητε οὐράνιον, Δισμύριοι Μάρτυρες τῆς ἀληθείας, τῆς Ἐκκλησίας ἡ δόξα, καὶ Ὀρθοδόξων τὸ κραταίωμα· διὸ πρεσβεύετε Χριστῷ, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Ἦχος δ’.
Ὡς θεῖος Διάκονος, θῦμα σαυτὸν λογικόν, ἱερούργησας Θεόφιλε, τὴν γλῶσσαν ἀποτμηθείς, καὶ λίθοις θανατωθείς, ἐν μιμήσει θεοπρεπεῖ, Στεφάνου τοῦ Πρωτομάρτυρος· τῆς πρὸς Θεὸν γὰρ φιλίας, φερωνύμως τοὺς ὅρους φυλάττων, τῶν τυράννων τὸ θράσος διήλεγξας, καὶ τούτων τὴν αὐθάδειαν, τῇ ἐν βάσανοις καρτερίᾳ ἐπάτησας. Ὅθεν πρὸς οὐρανόν, μαρτυρικῶς τὴν πορείαν ποιησάμενος, τῷ ἀθανάτῳ παρέστης Βασιλεῖ, ὑπὲρ ἡμῶν δεόμενος αὐτοῦ, τῶν πόθῳ ἀσπαζομένων, τὴν παναγίαν κάραν σου.
Δόξα. Ἦχος πλ. α’.
Δισμύριος Μαρτύρων χορός, ὡς ἀστέρων συνέλευσις, τῆς Ἐκκλησίας τῷ στερεώματι, σήμερον ἔλαμψεν, τοὺς πιστοὺς φωτίζων, καὶ σκεδάζων ἀσεβείαις σκοτόμαιναν. Δεῦτε οὖν οἱ πιστοί, τούτους εὐφημήσωμεν, τὸν ἐκ Παρθένου σαρκὶ τεχθέντα, ἐν Βηθλεὲμ τῇ πόλει δοξάζοντες, τὸν θαυμαστὸν ὡς γέγραπται ἐν αὐτοῖς, καὶ παρέχοντα ταῖς πρεσβείαις αὐτῶν, τὴν εἰρήνην ταῖς ψυχαῖς ἡμῶν.
Καὶ νῦν. Τῆς Ἑορτῆς. Ὁ αὐτός. Ἰωάννου Μοναχοῦ.
Μάγοι Περσῶν Βασιλεῖς, ἐπιγνόντες σαφῶς, τὸν ἐπὶ γῆς τεχθέντα, Βασιλέα οὐράνιον, ὑπὸ λαμπροῦ ἀστέρος ἑλκόμενοι, ἔφθασαν ἐν Βηθλεέμ, δῶρα προσφέροντες ἔγκριτα, χρυσὸν καὶ λίβανον καὶ σμύρναν, καὶ πεσόντες προσεκύνησαν· εἶδον γὰρ ἐν τῷ Σπηλαίῳ, βρέφος κείμενον τὸν Ἄχρονον.

ΕΙΣ ΤΟΝ ΣΤΙΧΟΝ, Στιχηρὰ Προσόμοια. Ἦχος δ’. Ἕδωκας σημείωσιν.
Σύνταγμα οὐράνιον, τροπαιοφόρος παράταξις, καὶ στρατὸς θεοσύλλεκτος, Δισμύριοι Μάρτυρες, ὤφθητε τῷ κόσμῳ, διὰ μαρτυρίου, τῶν ἀοράτων δυσμενῶν, τὰς παρατάξεις ἐξολοθρεύσαντες· διὸ πιστοὶ γηθόμενοι, ὑμῖν κροτοῦμεν ἑόρτια, τὴν ὑμῶν πόθῳ σήμερον, ἐκτελοῦντες πανήγυριν.
Στίχ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Ἄνθιμον τὸν ἔνδοξον, Ἱερομάρτυρα ἔχοντες, νουθετοῦντα τοῖς ῥήμασιν, ὡς ἄνθη ἠνθήσατε, ἐν τοῦ μαρτυρίου, λειμῶνι τῷ θείῳ, καὶ εὐωδίας μυστικῆς, τὴν Ἐκκλησίαν κατεπλήρωσατε, Δισμύριοι πανένδοξοι, τῆς εὐσεβείας συμμάρτυρες· διὰ τοῦτο γεραίρομεν, ὑμᾶς σήμερον ᾄσμασι.
Στίχ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.
Πίστεως τὰ ῥήματα, τῶν θεομάχων ἐνώπιον, ῥητορεύσας Θεόφιλε, ἐτμήθης τὴν γλῶσσάν σου, καὶ βολαῖς τῶν λίθων, θυσία προσήχθης, τῷ νηπιάσαντι σαρκί, ἐκ τῆς Παρθένου δι̉  ἀγαθότητα· ᾧ πρέσβευε δωρήσασθαι, χάριν, εἰρήνην καὶ ἔλεος, τοῖς προψαύουσι χείλεσι, τὴν αἰδέσιμον κάραν σου.
Δόξα. Ἦχος α’.
Δεῦτε πιστοί, τῶν Δισμυρίων Μαρτύρων, τὴν παράταξιν τιμήσωμεν, καὶ τὸν ἐν αὐτοῖς ὡς φωστῆρα, φαεσφόρον ἐκλάμποντα, Θεόφιλον τὸν θεῖον Διάκονον, ἐξαιρέτως ἐπαινέσωμεν· θησαυρὸν γὰρ ἀτίμητον, καὶ γέρας πολύτιμητον, τὴν τιμίαν αὐτοῦ κάραν κατέχοντες, ἐκ αὐτῆς τὰς ἰάσεις λαμβάνομεν, καὶ χάριτος τὰς δωρεὰς καρπούμεθα, εἰς δόξαν Χριστοῦ τοῦ Θεοῦ, τοῦ ἐκ τῆς Ἁγίας Παρθένου σαρκωθέντος, καὶ σώσαντος τὸ γένος ἡμῶν.
Καὶ νῦν. Τῆς Ἑορτῆς. Ὁ αὐτός. Σεργίου Ἁγιοπολίτου.
Δόξα ἐν ὑψίστοις Θεῷ, ἐν Βηθλεὲμ ἀκούω, ὑπὸ Ἀσωμάτων σήμερον, τῷ ἐπὶ γῆς εἰρήνην, εὐδοκήσαντι γενέσθαι. Νῦν ἡ Παρθένος οὐρανῶν πλατυτέρα· ἐξανέτειλε γάρ φῶς τοῖς ἐσκοτισμένοις, καὶ ταπεινοὺς ὕψωσε, τοὺς ἀγγελικῶς μελῳδοῦντας· δόξα ἐν ὑψίστοις Θεῷ.

Νῦν ἀπολύεις, τὸ Τρισάγιον καὶ τὸ Ἀπολυτίκιον. Τῆς Ἑορτῆς. Ἦχος δ’.
Ἡ γέννησίς Σου Χριστὲ ὁ Θεὸς ἡμῶν, ἀνέτειλε τῷ κόσμῳ, τὸ φῶς τὸ τῆς γνώσεως· ἐν αὐτῇ γὰρ οἱ τοῖς ἄστροις λατρεύοντες, ὑπὸ ἀστέρος ἐδιδάσκοντο, Σὲ προσκυνεῖν, τὸν Ἥλιον τῆς δικαιοσύνης, καὶ Σὲ γινώσκειν ἐξ ὕψους ἀνατολήν, Κύριε δόξα Σοι.
Τῶν Ἁγίων. Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Χορὸς θεοσύλλεκτος, ἡγιασμένη πληθύς, οὐράνιον ἄθροισμα, καὶ νικηφόρος στρατός, Δισμύριοι ὤφθητε, σώματα παραδόντες, τῷ πυρὶ ὁμοφρόνως, πνεύμασι δ̉  ὑψωθέντες, οὐρανῶν πρὸς τὴν δόξαν· διὸ ὑπὲρ ἡμῶν τῷ Θεῷ, ἀπαύστως πρεσβεύετε.
Τοῦ Ἁγίου Θεοφίλου. Ἦχος α’. Τῆς ἐρήμου πολίτης.
Ὡς Διάκονος θεῖος, Διακόνων τὸν πρώτιστον, Στέφανον σαφῶς ἐμιμήσω, τῇ ἀθλήσει Θεόφιλε· βαλλόμενος γὰρ λίθοις ἀπηνῶς, ἐτέλεσας Μαρτύρων τὴν ὁδόν, καὶ Μαρτύρων Δισμυρίων ἐν τῷ χορῷ, ἐκλάμπεις φωστὴρ ὡς μέγας. Δόξα τῷ σὲ ἰσχύσαντι Χριστῷ, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ τὴν σὴν κάραν τοῖς πιστοῖς, πηγὴν θαυμάτων δείξαντι.
Καὶ νῦν. Πάλιν τὸ τῆς Ἑορτῆς.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος πλ. δ’. Ἀνέστης ἐκ νεκρῶν.
Χορείαν τὴν σεπτήν, Δισμυρίων Μαρτύρων, τιμήσωμεν πιστοί, μαρτυρικοῖς ἐπαίνοις· πίστει γὰρ συναχθέντες, τῷ γεννηθέντι Χριστῷ προσήχθησαν, διὰ τοῦ μαρτυρίου,  εὔοσμα ὄντως ὁλοκαυτώματα, καὶ ἐκτενῶς πρεσβεύουσιν αὐτῷ, ἡμᾶς ἐλεηθῆναι.
Δόξα. Ὅμοιον.
Φιλήσας τὸν Θεόν, φερωνύμως καὶ Κτίστην, ἐτύθης δι̉  αὐτόν, μαρτυρικῇ ἀνδρείᾳ, γλῶσσαν τμηθεὶς καὶ λίθων, βολαῖς τὸ τέλος ὑποδεξάμενος, ὥσπερ ὁ Πρωτομάρτυς, Στέφανος μάκαρ· διὸ τιμῶμέν σε, ἐπιτελοῦντες ὕμνοις εὐσεβῶς, Θεόφιλε σὴν μνήμην.
Καὶ νῦν. Τῆς Ἑορτῆς. Ὅμοιον.
Παράδοξον πιστοί, τὸ μυστήριον τοῦτο! Θεὸς ἐκ γυναικός, ἐγεννήθη ὡς οἶδε, τάγματα τῶν Ἀγγέλων, καταπλαγέντα τῇ καταβάσει αὐτοῦ, κράζουσιν ἀνυμνοῦντα· Ὅτι ἐτέχθη Χριστὸς ὁ Κύριος, ὁ εὐδοκήσας σῶσαι ὡς Θεός, τὸ γένος τῶν ἀνθρώπων.

Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος πλ. δ’. Αὐλῶν ποιμενικῶν.
Δισμύριον χορόν, εὐκλεῶν Μαρτύρων, τιμήσωμεν πιστοί, ἐκβοῶντες πόθῳ· Χαίρετε ἀσεβείας, οἱ παρατάξεις κατατροπώσαντες· χαίρετε διαβόλου, οἱ δυναστείαν καταπατήσαντες· ὑπὲρ ἡμῶν πρεσβείαν ἐκτενήν, ποιήσατε Κυρίῳ.  
Δόξα. Ὅμοιον.
Λαλήσας εὐσεβῶς, ἀληθείας λόγον, τυράννων ἀσεβῶν, ἐναντίον Μάρτυς, γλῶσσάν σου ἀπετμήθης, καὶ μετετέθης λιθολευστούμενος, δόξαν πρὸς αἰωνίαν, ἔνθα Ἁγίοις συναυλιζόμενος, ἁμαρτημάτων αἴτει τοῖς πιστοῖς, Θεόφιλε τὴν λύσιν.
Καὶ νῦν. Τῆς Ἑορτῆς. Ὅμοιον.
Αὐλῶν ποιμενικῶν, καταπαύων ᾆσμα, στρατὸς Ἀγγελικός, ἐπεφώνει λέγων. Αἶνον ᾄσατε θεῖον, οἱ τῶν θρεμμάτων ἡγεμονεύοντες, κράξατε ἀνυμνοῦντες· ὅτι ἐτέχθη Χριστὸς ὁ Κύριος, ὁ εὐδοκήσας σῶσαι ὡς Θεός, τὸ γένος τῶν ἀνθρώπων.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Χριστοῦ τὰ Γενέθλια, ἐπιτελοῦντες αὐτῷ, προσήχθητε θύματα, διὰ πυρὸς λογικά, Δισμύριοι Μάρτυρες· ὅθεν καταστεφθέντες, ἀμαράντοις στεφάνοις, χαίρετε σὺν Ἁγίοις, ἐν τῷ θείῳ νυμφῶνι, πρεσβεύοντες ῥυσθῆναι ἡμᾶς, ἐκ νόσων καὶ θλίψεων.
Δόξα. Ὅμοιον.
Θεῷ διηκόνησας, τῷ ἐν Τριάδι καλῶς, καὶ τοῦτον προσήγαγες, τῷ μαρτυρίῳ σαυτόν, θυσίαν Θεόφιλε· γλώσσῃ γὰρ θεηγόρῳ, τοὺς τυράννους ἐλέγξας, ἤθλησας τὰς τῶν λίθων, ὑπομείνας κακώσεις· διό σε εὐφημοῦμεν πιστοί, τιμῶντες τὴν κάραν σου.
Καὶ νῦν. Τῆς Ἑορτῆς. Ὅμοιον.
Ἐνθέως εὐφραίνεται ἡ κτίσις σήμερον· Χριστὸς γὰρ ὁ Κύριος, Πατρὸς ἀνάρχου Υἱός, ἐκ Κόρης γεννᾶται Ἁγνῆς· ἅπαν τὸ τῶν ἀνθρώπων, γένος ἀθανατίζων, λύων τε τὴν κατάραν, τῆς προμήτορος Εὔας. Διὸ εὐχαριστοῦντες αὐτῷ, ἐν ὕμνοις δοξάσωμεν.

Οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τῶν Ἀναβαθμῶν τοῦ δ’ ἤχου.
Προκείμενον. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Στίχ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.
Εὐαγγέλιον, ζήτει τῇ θ’ Μαρτίου.
Ὁ Ν’ Ψαλμός.
Δόξα. Ταῖς τῶν Ἀθλοφόρων...
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β’.
Στίχ. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Τὸν ἐν Σπηλαίῳ καὶ Φάτνῃ, τεχθέντα ἐκ Παρθένου Θεόπαιδος, ποθοῦντες ὦ Δισμύριοι Μάρτυρες, λατρείαν αὐτῷ λογικήν, ἑαυτοὺς προσηνέγκατε, τοῦ μαρτυρίου τὸν δρόμον τελέσαντες. Διὸ πρεσβεύετε ἐκτενῶς, ὑπὲρ εἰρήνης τοῦ κόσμου, καὶ σωτηρίας τῶν ψυχῶν ἡμῶν

Μετὰ ταῦτα ψάλλονται ὁ Κανὼν τῆς Ἑορτῆς ἐκ τοῦ Μηναίου καὶ ὁ Κανὼν τῶν Ἁγίων. Κανὼν τῶν Ἁγίων, ἔχων Ἀκροστιχίδα τήνδε· «Πληθὺς με σῴζοις καλλινίκων Μαρτύρων». Ποίημα Ἰωσήφ.
Ὠιδὴ α’. Ἦχος α’. ᾨδὴν ἐπινίκιον.
Πληθὺς πολυάριθμε, σεπτῶν Μαρτύρων, τὰ πλήθη ἐξάλειψον, τῶν πολλῶν πταισμάτων μου, τῇ μεσιτείᾳ σου, καὶ δίδου λόγον ἀνυμνεῖν, τὴν σὴν πανήγυριν.
Λαμπτῆρες ὑπέρφωτοι, τῆς Ἐκκλησίας, καλλίνικοι Μάρτυρες, τοῖς οἰκείοις μέλεσι, Θεὸν δοξάσαντες, τῇ φωτοφόρῳ νῦν ὑμῶν, μνήμῃ δοξάζεσθε.
Ἡ πίστις ἡ ἔνθεος, τῶν Ἀθλοφόρων, ἀπίστων τὴν ἄθεον, τυραννίδα ὤλεσε, καὶ ἐξηφάνισε, τὴν τῶν δαιμόνων πονηράν, ἔνστασιν χάριτι.
Θεὸν παντοδύναμον, σάρκα λαβόντα, καὶ θάνατον λύσαντα, τῷ θανάτῳ Μάρτυρες, ὁμολογήσαντες, ἐθανατώθητε ζωήν, λαβόντες ἄληκτον.
Θεοτοκίον.
Ὑμνῶ σε Πανύμνητε, Εὐλογημένη, Θεὸν ὑπερύμνητον, ἐν σαρκὶ κυήσασαν, τὸν μεγαλύναντα, τοὺς Ἀθλοφόρους τὸν ἐχθρόν, καταπαλαίσαντας.

Ὠιδὴ γ’. Στερεωθήτω ἡ καρδία μου.
Ὡραιοτάτως ἐκπυρούμενοι, τῇ Χριστοῦ ἀγάπῃ Πανεύφημοι, ὑφαπτομένης τῆς πυρᾶς, οὐδαμῶς ἐπτοήθητε· ἀλλ' ἐν ταύτῃ τελειούμενοι, ὑφ' ἓν ἐδοξάσθητε.
Ζώσῃ φωνῇ Θεὸν κηρύττοντες, ἀπειλὰς ἀθέων οὐκ ἔπτηξαν, ἀλλὰ τῶν Παίδων τὴν φωνήν, ὁμοφρόνως ἐκραύγαζον, οἱ πανεύφημοι ὁπλῖται, τοῦ Χριστοῦ τελειούμενοι.
Οὐ δειλιῶμεν πῦρ ὁμόδουλον, οἱ γενναῖοι ἅμα ἐκραύγαζον, ἀγαλλομένῃ δὲ ψυχῇ, διὰ σὲ θανατούμεθα, τὸν θανόντα καὶ τὸν θάνατον, Σωτὴρ καταργήσαντα.
Θεοτοκίον.
Ἵνα θεώσῃ τὸ ἀνθρώπινον, ὁ Θεὸς ἐγένετο ἄνθρωπος, ἐκ σοῦ Παρθένε τῆς Ἁγνῆς, ὑπὲρ λόγον καὶ ἔννοιαν· διὰ τοῦτό σε συμφώνως, οἱ πιστοὶ μακαρίζομεν.

Κάθισμα. Ἦχος α’. Τὸν τάφον Σου, Σωτήρ.
Στρατὸς ἐν ἀριθμῷ, Δισμυρίων Μαρτύρων, τιμώμενος ἡμῖν ἀνατέλλει φωτίζων, καρδίας καὶ νοήματα, εὐσεβῶν διὰ πίστεως· ἐξαφθέντες γάρ, θείᾳ στοργῇ τοῦ Δεσπότου, τέλος ἅγιον, διὰ πυρὸς οἱ γενναῖοι, προθύμως ἐδέξαντο.
Δόξα. Ὅμοιον.
Διάκονος σεπτός, ἀνεδείχθης τοῦ Λόγου, καὶ Μάρτυς κραταιός, τῆς αὐτοῦ ἀληθείας, ἀθλήσας ὡς ὁ Πρώταθλος, διὰ λίθων Θεόφιλε. Ὅθεν πρέσβευε, ὑπὲρ ἡμῶν παῤῥησίᾳ, τῶν τὴν κάραν σου, καταφιλούντων ἐκ πόθου, καὶ ὕμνοις τιμώντων σε.
Καὶ νῦν. Τῆς Ἑορτῆς. Ὅμοιον.
Ἐν φάτνῃ δι' ἡμᾶς, τῶν ἀλόγων ἐτέθης, μακρόθυμε Σωτήρ, νηπιάσας βουλήσει· Ποιμένες δέ σε ὕμνησαν, μετ’ Ἀγγέλων κραυγάζοντες· Δόξα αἴνεσις, τῷ ἐπὶ γῆς γεννηθέντι, καὶ ὑψώσαντι, τῶν γηγενῶν τὴν οὐσίαν, Χριστῷ τῷ Θεῷ ἡμῶν.

Ὠιδὴ δ’. Εἰσακήκοα Κύριε.
Σοῦ τῷ πόθῳ προσέδησαν, καρδίας Λόγε οἱ Ἀθλοφόροι· διὰ σὲ δὲ θανατούμενοι, ὡς ἀρνία ἄμωμα, μιμηταὶ τοῦ πάθους σου ὤφθησαν.
Κυβερνήσαντες Ἅγιοι, πρὸς τὸν λιμένα τῆς σωτηρίας, τὰς ψυχὰς ὑμῶν ἐν Πνεύματι, ζάλην διεφύγετε, εἰδωλομανίας μακάριοι.
Ἀπερίτρεπτοι ὤφθητε, ἐν τῷ ἀγῶνι τοῦ μαρτυρίου, ἀκατάσειστοι, ἀπτόητοι, διωκτῶν τὴν ἔνστασιν, τῇ ἐνθέῳ πίστει νικήσαντες.
Θεοτοκίον.
Λυτρωθέντες τῷ τόκῳ Σου, Εὐλογημένη, τῆς πρὶν κατάρας, εὐλογίαν ἀπειλήφαμεν, καὶ ζωὴν καὶ λύτρωσιν, οἱ Σὲ Θεοτόκον δοξάζοντες.

Ὠιδὴ ε’. Τὸ φαεινὸν ἡμῖν ἐξανάτειλον.
Λαμπροφανῶς ἡ μνήμη ἐπέλαμψε τῶν Ἀθλοφόρων σου, καὶ ἐφώτισε τῆς γῆς τὰ πέρατα, ταῖς τῶν θαυμάτων, θείαις διαδόσεσι, Χριστὲ ὁ Θεὸς ἡμῶν.
Ἱερουργοὶ θυσίαν προσάγοντες, θύματα τέλεια, προσηνέχθησαν ὁλοκαυτούμενοι, σὺν πᾶσιν ἄλλοις, πλείοσι συμμάρτυσι, Χριστὸν μεγαλύνοντες.
Ναοὶ Θεοῦ ὑπάρχοντες Ἅγιοι, διὰ βαπτίσματος, τέλος ἅγιον, ὁμοῦ ἐδέξασθε, ἐν οἴκῳ θείῳ καὶ πρὸς ἐπουράνιον, Ναὸν ἀνηνέχθητε.
Θεοτοκίον.
Ἵνα Θεὸς τοῖς ἄνω συνάψειε, τοὺς ὀλισθήσαντας, παραβάσεως εἰς μέγα βάραθρον, τὴν Σὴν γαστέρα ᾤκησε Πανάχραντε, καὶ σὰρξ ἐχρημάτισε.

Ὠιδή στ’. Τὸν Προφήτην Ἰωνᾶν.
Κορυφαῖος ἱεροῦ, ἐχρημάτισας λαοῦ, καὶ προέπεμψας αὐτόν, ἐν χαρᾷ πρὸς οὐρανόν, ἀθλήσαντα, Ἱερομάρτυς, Ἄνθιμε Ὅσιε.
Ὡς χρυσίον καθαρόν, ἀναμέσον τοῦ πυρός, ἡ εὐσέβεια ὑμῶν, Ἀθληταὶ τοῦ Ἰησοῦ, ἐγνώρισται, ἡλίου πλέον, ἐναπαστράπτουσα.
Νεκρωθέντες τῇ σαρκί, τὴν ζωὴν τὴν ἀληθῆ, ἐκληρώσασθε σοφοί, συνυπάρχοντες Χριστῷ, τῷ δείξαντι, δυνατωτέρους, ὑμᾶς κολάσεων.
Θεοτοκίον.
Μετὰ τόκον ἀληθῶς, ὡς πρὸ τόκου Μαριάμ, τῇ δυνάμει τοῦ ἐκ σοῦ, σαρκωθέντος, Ἰησοῦ, διέμεινας, Παρθένος· ὄντως, θαῦμα παράδοξον!

Κοντάκιον. Ἦχος δ’. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῶν Δισμυρίων τοῦ Χριστοῦ Ἀθλοφόρων, ἐπιτελέσωμεν πιστῶν αἱ χορεῖαι, τὴν ἱερὰν πανήγυριν, δοξάζοντες Χριστόν· τοῦτον γὰρ ποθήσαντες, ὡς Θεὸν καὶ Δεσπότην, τοῦ πυρὸς ὑπέμειναν, ὁμοφρόνως τὴν καῦσιν · ᾧ καὶ συνόντες νῦν ἐν οὐρανοῖς, ὑπὲρ ἡμῶν ἐκτενῶς ἱκετεύουσι.
Ὁ Οἶκος.
Τοῦ Ἰησοῦ Χριστοῦ γεννηθέντος, ἐν Βηθλεὲμ τῆς Ἰουδαίας, ἐκ τῆς Ἁγίας Παρθένου, Μάγοι Περσῶν βασιλεῖς, ἐξ ἀνατολῶν ἐλθόντες προσεκύνησαν, καὶ ὡς δῶρα προσήνεγκαν, χρυσόν, σμύρνα καὶ λίβανον· τούτους δὲ εὐσεβῶς, οἱ Δισμύριοι Μάρτυρες μιμησάμενοι, ἀντὶ χρυσοῦ τὴν πίστιν, ἀντὶ λιβάνου τὴν ὁμολογίαν, καὶ ἀντὶ σμύρνης τὴν ἄθλησιν, ἐν ὁμοφροσύνῃ ψυχῆς, τῷ Λυτρωτῇ προσήγαγον, ἐν τῇ ἡμέρᾳ τῶν αὐτοῦ Γενεθλίων, ἐν τῷ Ναῷ τῆς δόξης αὐτοῦ, τοῦ μαρτυρίου τὸ τέλος δεξάμενοι. Ὅθεν δόξῃ στεφανωθέντες, ἐν τῇ σκηνῇ τῆς ζωῆς εἰσεληλύθασι, ἔνθα αὐτῷ συνόντες εὐκλεῶς, ὑπὲρ ἡμῶν ἐκτενῶς ἱκετεύουσι.

Μηνολόγιον.
Τῇ ΚΗ’ τοῦ αὐτοῦ μηνός, μνήμη τῶν Ἁγίων ἐνδόξων Δισμυρίων Μαρτύρων, τῶν ἐν Νικομηδείᾳ καέντων.
Στίχοι.
Ὡς προσφοραὶ σοι Σῶτερ ἐξωπτημέναι,
Οἱ Δισμύριοι τοῦ νεὼ κεῖνται μέσον.
Ἀνέρας ὀγδοάτῃ κτάνεν εἰκάδι Δισμυρίους πῦρ.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

Ὠιδὴ ζ’. Τοὺς ἐν καμίνῳ Παῖδάς Σου.
Ἀποσκοποῦντες μόνα τὰ ἐκεῖ, μακάριοι μένοντα, δυνάμει θεϊκῇ, ὥσπερ οἱ τρεῖς ἐν Βαβυλῶνι θεῖοι Παῖδες, τοῦ πυρὸς ἀνώτεροι, ὤφθητε θείῳ φωτί, καταλαμπόμενοι.
Ῥῆμα Τυράννου ἄλογον Σοφοί, φαυλίσαντες, σὺν ἱερωτάταις γυναιξί, καὶ κομιδῇ ὡς ἀληθῶς θείοις νηπίοις, προσφοραὶ ὁλόκληροι, τῷ Βασιλεῖ τοῦ παντός, προσανηνέχθητε.
Τὸν φωτισμὸν τῆς γνώσεως Χριστοῦ, προσφέροντες ἔνδον ἐν ψυχῇ πανευλαβῶς, τὸ σκοτεινὸν τῆς ἀθεΐας νέφος ὄντως, Ἀθληταὶ διήλθετε, καὶ εἰς αἰώνιον φῶς μετεβιβάσθητε.
Θεοτοκίον.
Ὑψηλοτέρα ὤφθης οὐρανῶν, κυήσασα πάντων τὸν Δεσπότην καὶ Θεόν· ὃν ἐκτενῶς, καθικετεύουσα μὴ παύσῃ, Παναγία Ἄχραντε, σῶσαι τοὺς πίστει θερμῇ, δοξολογοῦντάς σε.

Ὠιδὴ η’. Τὸν τοὺς ὑμνολόγους.
Ῥέουσιν ἐνθέου εὐωδίας, ἰαμάτων τὰ μύρα, Μαρτύρων τὰ λείψανα, καὶ παθῶν δυσωδίαν ξηραίνουσι, τῶν πίστει ἀνυμνολογούντων, Χριστὸν εἰς τοὺς αἰῶνας.
Ὤφθητε ὡς ῥόδα Ἀθλοφόροι, ὡραιότατα μέσον, περιχεόμενα τοῦ πυρός, καὶ προθύμως ἐκράζετε· Ὑμνεῖτε καὶ ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.
Νεανίσκοι ἅμα καὶ Παρθένοι, καὶ πρεσβύται καὶ νέοι, Ἅγια Νήπια, γυναικῶν τε πληθὺς ἀναρίθμητος, τῆς ἄνω ἔτυχον χορείας, ὁμοῦ ἐνηθληκότες.
Θεοτοκίον.
Ἰεζεκιὴλ Σε πύλην βλέπει, κεκλεισμένην Παρθένε, δι' ἧς διώδευσεν, Ἰησοῦς, ὁ σκηνώσας ἐν μήτρᾳ Σου, καὶ σάρκα ἐκ τῶν Σῶν αἱμάτων, φορέσας ἀσυγχύτως.

Ὠιδὴ θ’. Τὴν φωτοφόρον νεφέλην.
Ὡς ἐθελόθυτοι ἄρνες, ὡλοκαυτώθητε ἅμα, καὶ ὡς θυσία καθαρά, τῷ τυθέντι Δεσπότῃ, ὑπὲρ ἡμῶν τῶν γηγενῶν, καλλίνικοι Μάρτυρες, προσήχθητε, καὶ στεφάνους τῆς νίκης, ἐπαξίως ἐκομίσασθε ὁμοῦ.
Σὺν τοῖς Ἁγίοις Προφήταις, σὺν τοῖς σεπτοῖς Ἀποστόλοις, σὺν τοῖς χοροῖς τῶν ἐκλεκτῶν, καὶ Ἁγίοις Ἀγγέλοις, πληθὺς Μαρτύρων εὐκλεῶν, Κυρίου δεήθητε, τοῦ σώζεσθαι, πειρασμῶν καὶ κινδύνων, τοὺς ἐν πίστει μακαρίζοντας ὑμᾶς.
Ἡλιακῶν λαμπηδόνων, ἡ ἱερὰ ὑμῶν μνήμη, πλέον ἐκλάμπει Ἀθληταί, τῶν δαιμόνων τὸ σκότος, ἀποδιώκουσα ἀεί, καὶ πάντας φωτίζουσα, πανεύφημοι, τοὺς ἐν πίστει καὶ πόθῳ, κατὰ χρέος μακαρίζοντας ὑμᾶς.
Θεοτοκίον.
Φῶς ἡ τεκοῦσα τὸ θεῖον, τὸ ἐκ Πατρὸς ἀναλάμψαν, τὴν σκοτισθεῖσάν μου ψυχήν, ταῖς ἀπάταις τοῦ βίου, καὶ γεγονυῖαν τῶν ἐχθρῶν, Πανάμωμε παίγνιον, οἰκτίρησον, καὶ φωτὶ μετανοίας, σωτηρίου καταξίωσον Ἁγνή.

Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.
Πληθὺς Μαρτύρων πάντιμε, καὶ φάλαγξ θεοσύλλεκτε, τῶν Δυσμυρίων Ἁγίων, τὸν ἐκ Παρθένου τεχθέντα, Θεὸν ἐκδυσωπήσατε, ῥυσθῆναι πάσης θλίψεως, τοὺς νῦν ὑμᾶς γεραίροντας, καὶ τὴν λαμπρὰν ἐκτελοῦντας, καὶ πάμφωτον ὑμῶν μνήμην.
Ἕτερον. Ὅμοιον.
Τὴν θεολόγον γλῶσσάν σου, ἀποτμηθεὶς Θεόφιλε, λιθολευστούμενος τέλος, μαρτυρικὸν ὑπεδέξω, καὶ πρὸς ζωὴν τὴν κρείττονα, στεφανηφόρος ἔδραμες· ὅθεν ἡμῶν προστάτευε, τῶν τὴν τιμίαν σου κάραν, ἐκ πόθου ἀσπαζομένων.
Τῆς Ἑορτῆς. Ὅμοιον.
Εἰκόνος ἧς μετέλαβον, θεουργικῶς τῆς κρείττονος, ἐξώσθην οἴμοι ὁ τλήμων! δι' ἀκρασίας τῆς πάλαι· σὺ δὲ Χριστὲ ὡς εὔσπλαγχνος, ἀῤῥήτως κοινωνήσας μοι, τοῦ χείρονος μετείληφας, καινοποιήσας Σωτήρ με, Παρθενικῶν ἐξ αἱμάτων.

ΕΙΣ ΤΟΥΣ ΑΙΝΟΥΣ. Ἱστῶμεν στίχ. δ’ καὶ ψάλλομεν τὰ κάτωθι Στιχηρὰ Προσόμοια. Ἦχος δ’. Ὡς γενναῖον ἐν Μάρτυσιν.
Τῆς οἰκείας χρηστότητος, τοῖς ἀνθρώποις βουλόμενος, πλοῦτον τὸν ἀνείκαστον ὁ Φιλάνθρωπος, καθυποδεῖξαι τὸ φύραμα, τὸ τούτων ἀνέλαβες, καὶ ἐτέχθης ἐν σαρκί, καὶ τὸ Σπήλαιον ᾤκησας, ἵνα ἅπαντας, οὐρανίους ποιήσῃς ἀνυψώσας, τοὺς αἰνοῦντας καὶ ὑμνοῦντας, τὴν σὴν ἀνέκφραστον Γέννησιν.
Τῇ δυνάμει νευρούμενοι, καὶ στεῤῥῶς κρατυνόμενοι, καὶ ἐνισχυόμενοι τοῦ Παντάνακτος, ἐν ἀσθενείᾳ τῆς φύσεως, Δισμύριοι Μάρτυρες, τὸν ἀρχέκακον ἐχθρόν, κραταιῶς ἐνικήσατε, καὶ πρεσβεύετε, δωρηθῆναι τῷ κόσμῳ τὴν εἰρήνην, καὶ πιστοῖς τὴν σωτηρίαν, ὡς ἀντιλήπτορες μέγιστοι.
Ἐν τοῖς λόγοις Θεόφιλος, καὶ ἐν ἔργοις Δωρόθεος, καὶ θεῖος Μαρδόνιος, καὶ Γοργόνιος, σὺν τῷ Σεκούνδῳ καὶ Πέτρῳ τε, καὶ Ἴνδῃ ἠρίστευσαν, καὶ ἐχθροῦ παρεμβολάς, ἐτροπώσαντο χαίροντες, καὶ πρεσβεύουσιν, ἐκ παντοίων κινδύνων λυτρωθῆναι, τοὺς ἐν πίστει εὐφημοῦντας, τὴν ἱερὰν αὐτῶν ἄθλησιν.
Τῆς φιλίας ἐκ πίστεως, πρὸς Θεὸν τὸν φιλάνθρωπον, οὐδαμῶς Θεόφιλε ἀφιστάμενος, τῶν ἀσεβῶν κατενώπιον, Σωτῆρα ἐκήρυξας, τὸν τεχθέντα θαυμαστῶς, ἐκ Παρθένου Θεόπαιδος, καὶ βαλλόμενος, ταῖς τῶν λίθων βολαῖς τοῦ μαρτυρίου, ἐξετέλεσας τὸν δρόμον, ὡς ὁ Πρωτόαθλος Στέφανος.
Δόξα. Ἦχος πλ. α’.
Τῷ ἐκ Παρθένου Ἁγίας, ἐν Βηθλεὲμ σαρκὶ τεχθέντι, λίθοι τιμίοι ἐκλεκτοί, ἐκ πίστεως ταμείων ἐξαχθέντες, οἱ Δισμύριοι προσηνέχθησαν Μάρτυρες· ἐν οἷς ἀληθῶς πολυτιμώτατος, ὁ Διάκονος ὑπάρχει Θεόφιλος, ὁ θεολόγου στόματος νιφᾶσι, τὸ ἀσεβὲς τραυματίσας τῶν τυράννων, καὶ ὑπ̉  αὐτῶν νιφᾶσι ταῖς τῶν λίθων, ὡς νικητὴς στεφανωθεὶς τροπαιοφόρος. Ἀλλ̉  ὦ φιλομάρτυρες, δεῦτε εὐσεβῶς πανηγυρίσωμεν, βοῶντες πρὸς αὐτούς· Καλλίνικοι Ἀθλοφόροι, οἱ ἐν Νικομηδείᾳ ἀριστεύσαντες, αἰτεῖσθε τὴν εἰρήνην τῷ κόσμῳ, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.
Καὶ νῦν. Τῆς Ἑορτῆς. Ὁ αὐτός.
Ἀκατάληπτον τὸ τελούμενον, ἐν Βηθλεὲμ σήμερον μυστήριον! ὁ ἀόρατος ὁρᾶται, ὁ ἄσαρκος σαρκοῦται, ὁ Λόγος παχύνεται, καὶ ὁ Ὢν γίνεται ὃ οὐκ ἦν. Παρθένος τίκτει ἐν Σπηλαίῳ, βρέφος νέον, τὸν Πλάστην τῆς φύσεως· φάτνη ἐκτυποῦται, εἰς θρόνον ἐπουράνιον· κτήνη ἀπεικάζει, Χερουβικὴν παράστασιν, Ποιμένες θαυμάζουσι· Μάγοι δῶρα προσφέρουσιν. Ἄγγελοι ἀνυμνοῦντες λέγουσι· Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη· ἐν ἀνθρώποις γὰρ εὐδόκησεν, ἀναλλοιώτως ὁ Ἐμμανουήλ.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ
Τὰ Ἀντίφωνα τῆς Ἑορτῆς. Ἀπόστολον καὶ Εὐαγγέλιον ζήτει τῇ θ’ Μαρτίου, ἐν τῇ μνήμῃ τῶν Ἁγίων Τεσσαράκοντα Μαρτύρων.
Κοινωνικόν. Εἰς μνημόσυνον αἰώνιον ἔσται δίκαιος. Ἀλληλούϊα.

Μεγαλυνάρια.
Δεῦτε Δισμυρίων παρεμβολήν, Μαρτύρων συμφώνως, εὐφημήσωμεν οἱ πιστοί, τῶν πυρποληθέντων, ἐν τῷ Ναῷ Κυρίου, καὶ δρόσου μετασχόντων, θείας τῆς χάριτος.
Κάραν σου πλουτοῦσα ὡς θησαυρόν, Θεόφιλε Μάρτυς, ἡ Μονὴ τῶν Αἰμυαλῶν, ἐπιγράφεταί σε, ἀκοίμητον προστάτην, ἣν τήρει σαῖς πρεσβείας, ἀεὶ ἀσάλευτον.

Δίστιχον.
Κυρίλλος Ῥόδου ὁ οἰκτρὸς Ποιμενάρχης,
Χορὸν Μαρτύρων Δισμυρίων γεραίρει.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου