Τρίτη 16 Ιουνίου 2015

Ἁγίου ΝΙΚΗΤΑ Ἀρχιεπισκόπου Χαλκηδόνος



Ἀκολουθία Ἁγίου ΝΙΚΗΤΑ Ἀρχιεπισκόπου Χαλκηδόνος
Ψαλλομένη τῇ 28η Μαΐου


ΕΣΠΕΡΙΝΟΣ
Εἰς τό Κύριε ἐκέκραξα ἱστῶμεν στίχους στ΄ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια γ΄ τῆς Ἑορτῆς καὶ γ΄ τοῦ Ἁγίου. Ἦχος δ΄.
Ὡς γενναῖον ἐν Μάρτυσιν.
Ἀβραὰμ τὸ φιλόξενον, Ἰσαὰκ τὸ φιλόθεον, Ἰακὼβ τό ἄπλαστον μιμησάμενος, ὑπομονὴν ἐξεικόνισας, Ἰὼβ τοῦ Αὐσίτιδος, καὶ τὸ πρᾷον τοῦ Δαβίδ, καὶ Μωσέως τὸ ἄκακον, χρίσμα ἅγιον, Ἀαρὼν ὥσπερ πάλαι κεχριμένος, Ἱεράρχα θεοφόρε, θαυματουργὲ ἱερώτατε.

Τῇ πολλῇ ἀκακίᾳ σου, τὴν κακίαν διέφυγες, τῶν δαιμόνων χάριτι θείου Πνεύματος, τῇ συμπαθείᾳ σου ηὔφρανας, Θεὸν Ὃν ἐπόθησας, προσευχῶν ἐπιμονῇ, ἐφωτίσθης τὸ πνεῦμά σου· ὅθεν εἴληφας, τῶν θαυμάτων τὴν χάριν ἰατρεύειν, τὰ νοσήματα Νικήτα, τῶν εὐσεβῶς προστρεχόντων σοι.

Ἀγχιστείᾳ συνδούμενοι, τοὺς θεσμοὺς ἐκρατύνατε, τοῦ Ἁγίου Πνεύματος ἱερώτατοι, καὶ ὁπαδοὶ χρηματίσαντες, ποιμένος θεόφρονος, ἀπαστράπτοντος βολάς, παραδόξων ἰάσεων ἀποσμίσθητε, ἐφ’ ὁμοίοις ἰδέαις ἰαμάτων, παναοίδιμε Νικήτα, σὺν Ἰγνατίῳ θεόφρονι.

ΟΡΘΡΟΣ
Ὁ Κανὼν τοῦ Ἁγίου, οὗ ἡ ἀκροστιχίς: Τῷ θαυματουργῷ προσλαλήσω ποιμένι. Ἰωσήφ.

ᾨδὴ α΄. Ἦχος δ΄. Θαλάσσης τὸ ἑρυθραῖον.
Ταῖς θείαις φωτοχυσίαις Ὅσιε περιχεώμενος, φωτοειδὴς ὑπάρχων τοὺς πιστῶς, τὴν φωσφόρον σου κοίμησιν, ἐπιτελοῦντας φωτί σου, παθῶν ἀχλύος ἐξαιρούμενος.

Ὡράθης φωτοειδέσι πράξεσι, φωτὸς ἀνάπλεως, τοὺς ἐν νυκτὶ δεινῶν φωταγωγῶν, καὶ πρὸς φῶς ἐπουράνιον, καθοδηγῶν ἐν Πνεύματι, Πάτερ Νικήτα ἱερώτατε.

Θαυμάτων ἐναπαστράπτεις χάριτας, τοῖς προσπελάζουσι, τῇ ἱερᾷ σου πάντοτε σορῷ, ἀντὶ κόπων καὶ πόνων σου, παρὰ Θεοῦ ἀντίδοσιν, ταύτην παμμάκαρ κομισάμενος.
Θεοτοκίον.
Ἀσπόρως τῷ τοῦ Πατρὸς βουλήματι, ἐκ θείου Πνεύματος, τὸν τοῦ Θεοῦ συνείληφας Θεόν, καὶ σαρκὶ ἀπεκύησας, τὸν ἐκ Πατρὸς ἀμήτορα, καὶ δι’ ἡμᾶς ἐκ Σοῦ ἀπάτορα.

ᾨδὴ γ΄. Εὐφραίνεται ἐπὶ Σοί.
Ὑψώθης ταπεινωθείς, διὰ Χριστὸν καὶ τὴν ὀφρὺν Ὅσιε, τοῦ νοητοῦ δράκοντος, Πνεύματι εἰς γῆν ἐταπείνωσας.

Μεγίστων παρὰ Θεοῦ, ἠξιώμενος δωρεῶν μέγιστος, ἱερουργὸς γέγονας, Πάτερ Ἱεράρχα θεόληπτε.

Ἀκάκως σου τὴν ζωήν, καθάπερ νήπιος τελῶν ἤμβλυνας, τοῦ δυσμενοῦς Ὅσιε πᾶσαν τὴν κακίαν ἐν χάριτι.
Θεοτοκίον.
Τὴν μόνην ἐν γυναιξίν, εὐλογημένην ὡς Θεοῦ σκήνωμα, πανευπρεπῶς ἅπαντες ἐν ἀγαλλιάσει δοξάσομεν.

Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Ἐκ βρέφους ἀράμενος τὸν σὸν σταυρὸν εὐσεβῶς, Χριστῷ ἠκολούθησας ἀπομαράνας σαρκός, ἀσκήσει τὸ φρόνημα· ὅθεν Ἀρχιερέων, ἐν καθέδρᾳ Νικήτα, ὕψωσας τὸν Δεσπότην, τὸν σημείοις παντοίοις, τὴν σὴν κατακοσμοῦντα σορὸν θεσπέσιε.
Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς.

ᾨδὴ δ΄. Ἐπαρθέντα Σε ἰδοῦσα.
Ὁλονύκτοις ἀγρυπνίαις καὶ πανημέροις Πάτερ θεόφρον στάσεσι, σαρκὸς τὰς κινήσεις, πάσας κατεμάρανας, καὶ χαίρων ἐκραύγαζες· δόξα τῇ δυνάμει Σου Κύριε.

Ὑποτάξας τὸ δυσήνιον τῆς σαρκός, ταῖς ψυχικαῖς δυνάμεσι, θεόφρον ἐδέξω, χάριν παμμακάριστε, διέπειν τὰ πνεύματα, καὶ ἀποκαθαίρειν νοσήματα.

Ῥώμῃ τῇ θείᾳ ῥωννύμενος Ἱεράρχα, τὰς τῶν δαιμόνων φάλαγγας ἐνίκησας πάσας, νίκης ὡς ἑπώνυμος καὶ στέφος τὰ θαύματα, πρὸς τοῦ στεφοδότου κεκλήρωσε.
Θεοτοκίον.
Ὡραιώθης ταῖς τοῦ Πνεύματος ἀγλαΐαις, τὸν τῷ Πατρὶ συνάναρχον Λόγον συλλαβοῦσα, καὶ σαρκὶ κυήσασα, Παρθένε Πανάμωμε,Ὃν ὑπὲρ τοῦ κόσμου ἱκέτευε.

ᾨδὴ ε΄. Σὺ Κύριε μου φῶς.
Πραότητι σαφῶς, τὴν ψυχὴν σεμνυνόμενος, ἐσκήνωσας Ἱεράρχα, ἐν τῇ γῇ τῶν πραέων, μακάριος γενόμενος.

Ῥείθροις περικλυσθείς, χαρισμάτων τοῦ Πνεύματος, ἰάματα τοῖς ποθοῦσιν ἀναβλύζεις Νικήτα, θεόφρον ἱερώτατε.

Ὁ βίος σου φωτί, ἀρετῶν φαιδρυνόμενος, πολύτιμον ὥσπερ κόσμον, τῶν δεσμώτων τὴν χάριν, παμμάκαρ ἐστολίσατε.
Θεοτοκίον.
Σὲ ὅπλον ἀῤῥαγές, κατ’ ἐχθρῶν προβαλλόμεθα, σὲ ἄγκυραν καὶ ἐλπίδα, τῆς ἡμῶν σωτηρίας, Θεόνυμφε κεκτήμεθα.

ᾨδὴ στ΄. Θύσω σοι.
Λαμπτῆρας, φωταυγεῖς ἡ Τριὰς ἐξανέτειλε, σὺν Ἰγνατίῳ Νικήτᾳ, ἱερὸν αὐτάδελφον καὶ Νικήταν, ἰαμάτων, τοῖς πιστοῖς φρυκτωρίας ἀστράπτοντας.

Ἀλλήλοις, κατὰ σάρκα σοφοὶ ἀγχιστεύοντες, τῆς ἀληθοῦς κατὰ πνεῦμα, συγγενείας νῦν ἠξιώθητε, ὁμοτρόπως, τῷ Θεῷ εὐαρέστως βιώσαντες.

Λοιμώδους, ἀποφυγὼν αἱρέσεως βόρβορον, ἐν τῇ σεπτῇ προσκυνήσει, τῆς Χριστοῦ εἰκόνος τὸ κατ’ εἰκόνα, διεσώσω Ἱεράρχα Νικήτα θεόληπτε.
 Θεοτοκίον.
Ἡ πύλη, ἣν διώδευσε μόνος ὁ Ὕψιστος, τῆς μετανοίας μοι πύλας καὶ εἰσόδους ἄνοιξον σωτηρίας, ἀπὸ πάσης συντηροῦσά με βλάβης Πανάμωμε.

Συναξάριον.
Τῇ ΚΗ´ τοῦ αὐτοῦ μηνός, μνήμῃ τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Νικήτα, Ἀρχιεπισκόπου Χαλκηδόνος.
Ταῖς αὐτοῦ ἁγίαις πρεσβείαις, Χριστέ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ΄. Ἐν τῇ καμίνῳ.
Σὺν Ἱεράρχαις, συναγελάζη ὄντως Πάτερ σοφέ, φέγγους νοητοῦ πληρούμενος καὶ ἡμᾶς, καταυγάζων τοῦς κραυγάζοντας· εὐλογημένος εἶ ἐν τῷ ναῷ τῆς δόξης Σου.

Ὡς ποιμενάρχης, ὡς Θεοῦ παραστάτης καὶ ἄμεμπτος, τούτῳ καθαρᾶς θυσίας εἰλικρινῶς, ἀναμέλπων προσενήνοχας· εὐλογημένος εἶ ἐν τῷ ναῷ τῆς δόξης Σου.

Ποιμὴν ἐδείχθης, τῇ τοῦ λόγου Νικήτα σύριγγι, ποίμνην λογκὴν πρὸς χλόην ἀληθινῶν, διδαγμάτων προσκαλούμενος· εὐλογημένος εἶ ἐν τῷ ναῷ τῆς δόξης Σου.
Θεοτοκίον.
Ἵνα θεώσῃ, τὸ ἀνθρώπινον ὤφθη ἄνθρωπος, Κόρη ἐκ γαστρός Σου σάρκα ὁ λυτρωτής, δανεισάμενος βουλήματι, εὐλογημένη Σὺ ἐν γυναιξὶ, πανάμωμε Δέσποινα.

ᾨδὴ η΄. Χεῖρας ἐκπετάσας.
Μεγίστων καμάτων ἀμοιβάς, σαφῶς δεχόμενος, φῶς ἀνεκλάλητον, ζωὴν ἀθάνατον Ὅσιε, καὶ παστάδα ἀκατάλυτον, τῶ στεφοδότῃ σου Χριστῷ βοᾷς γηθόμενος· εὐλογεῖτε πάντα τὰ ἔργα, ὑμνεῖτε τὸν Κύριον.

Ἐλέῳ τὸν ἔλεον ζητῶν, πτωχοῖς ἐπήρκεσας, πένητας ἔθρεψας, γυμνοὺς ἐνέδυσας δόξης σοι, τὴν στολὴν περιποιούμενος, καὶ μοναστῶν ὑπογραμμός, Νικήτα γέγονας, τῶν βοῶντων· πάντα τὰ ἔργα, ὑμνεῖτε τὸν Κύριον.

Ἰσχύσας τὰ πάντα ἐν Χριστῷ, καὶ νῦν τρανώτερον καὶ καθαρώτερον, Θεῷ ἑνούμενος πρόστηθι, ἧς ἐκτήσω ποίμνης Ὅσιε, ἐπιτελούσης σου πιστῶς, τὴν θείαν κοίμησιν, καὶ βοώσης· πάντα τὰ ἔργα, ὑμνεῖτε τὸν Κύριον.
Θεοτοκίον.
Οἰκήσας τὴν μήτραν Σου Χριστός, ὁ πάντων Κύριος, καθὼς εὐδόκησεν ἁγιωτέραν ἔδειξε, τῶν Ἀγγέλων Μητροπάρθενε, ἁγιασμὸν καὶ φωτισμόν, ἡμῖν δωρούμενος, τοῖς βοῶσι· πάντα τὰ ἔργα, ὑμνεῖτε τὸν Κύριον.

ᾨδὴ θ΄. Λίθος ἀχειρότμητον.
Ἱεροπρεπῶς ἀνιχνεύων, σοῦ τὸν ὁμώνυμον καὶ θεῖον, τούτον ἀνεμάξω τοὺς τρόπους, Νικήτα Πάτερ Θεομακάριστε, καὶ τὴν αὐτὴν τοῦ Πνεύματος, χάριν ἐπλούτησας θεόπνευστε.

Σήμερον ἡ μνήμη σου Πάτερ, ὑπὲρ τὸν ἥλιον ἀστράπτει, φέγγει ἀρετῶν καὶ θαυμάτων, τὴν οἰκουμένην περιαυγάζουσα, καὶ τοὺς πιστοὺς φαιδρύνουσα, ἱερομύστα πανσεβάσμιε.

Ἡμεροφαεῖς ὡς ἀστέρες, Πάτερ Νικήτα σὺν Νικήτᾳ, καὶ ἱερουργῷ Ἰγνατίῳ, ἐναφανέντες πάντας φωτίσατε, τοῖς εὐσεβῶς μακάριοι, ἀνευφημοῦντας ἡμᾶς πάντοτε.

Θεοτοκίον.
Φωτὸς οἰκητήριον ὤφθης, τοῦ ἐκ Πατρὸς πρὸ ἑωσφόρου, λόγον ἀνατείλαντος Κόρη, Πάρθένε μόνη θεοχαρίτωτε, καὶ τοὺς πιστοὺς φωτίσαντος, καὶ τοὺς Ὁσίους στεφανώσαντος.



Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου