Ἀκολουθία Ὁσίου ΣΙΛΟΥΑΝΟΥ τοῦ Ἀθωνίτου.
Ψαλλομένη τῇ 24η Σεπτεμβρίου
Ποίημα Ἀρχιμανδρίτου Νικοδήμου Παυλοπούλου
Διορθωθεῖσα ὑπό Μητροπολίτου Πατρῶν Νικοδήμου Βαλλινδρᾶ (+)
ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ
Εἰς τὸ Κύριε ἐκέκραξα ἱστῶμεν στίχους στ΄ καὶ ψάλλομεν στιχηρὰ Προσόμοια τοῦ
Ἁγίου γ΄ καί τῆς Θεοτόκου Μυρτιδιωτίσσης γ’.
Ἦχος α΄. Ὤ τοῦ παραδόξου θαύματος.
Ὤ τοῦ παραδόξου θαύματος, πῶς ἐσχάτοις χρόνοις ὡς φωστὴρ ἀνέθορε, ἐν Ὄρει
τοῦ Ἄθωνος ὁ κλεινός, ἐκ γένους τοῦ Ῥωσικοῦ ὁ τοῦ Χριστοῦ Ἀθλητὴς ὁ
πανθαύμαστος, ὁ Ὅσιος ἀσκητὴς, ὁ τοῦ φωτὸς τῇ μεθέξει θεούμενος, ᾧ σὺν τοῖς
πατράσι χαῖρε ἐκ ψυχῆς βοήσωμεν, ἵνα λάβωμεν χάριν παρ’ αὐτοῦ καὶ μέγα ἔλεος.
Βαβαὶ τῶν σῶν θαυμασίων κλεινέ, τοῦ Ἀκτίστου θρόνος σῇ καρδίᾳ γέγονε, τὸ
φῶς δὲ τὸ ἐκ φωτὸς ἀῤῥήτως ὤφθη σοι, καὶ μύστης τῶν μυστικῶν ἀποκαλύψεων
πέφυκας Ὅσιε, καὶ μέτοχος νοῦ Χριστοῦ καὶ μυστηρίων ἐγένου πανόλβιε· ὦ Σιλουανὲ
νῦν χαῖρε καὶ ἀγάλλου πάντοτε, σὺν πατράσιν Ἁγίοις μεθ’ ὧν ἤδη συνδεδόξασαι.
Τὴν σὴν δοξάζομεν ἔξοδον, τῆς τῶν Ῥώσων Λαύρας τῆς ἐν Ἄθῳ Ἅγιε, πατέρες οἱ
εὐκλεεῖς καὶ συνασκούμενοι, καὶ ἅπας τῶν εὐσεβῶν καὶ ὁμαιμόνων σου Πάτερ
πανόσιε, καὶ πλήθη Σιλουανὲ Χριστιανῶν δυσαρίθμητα μέλπουσι, καὶ σὺν τοῖς
Ἁγγέλοις χαίρειν ἐκ καρδίας λέγουσι· καὶ ὑμνοῦσιν ἐκθύμως τοὺς ἀγῶνάς σου
πανόλβιε.
Καὶ τῆς Μυρτιδιωτίσσης γ΄. Ὅμοια.
Ὤ τοῦ παραδόξου θαύματος, τοῦ φανέντος ἡμῖν ἐν τῇ μνήμῃ σήμερον, τῆς μόνης
τὸν Ποιητὴν ἡμῶν καὶ Κύριον, τεκούσης ἄνευ σπορᾶς, ἀνερμηνεύτως ἀῤῥήτως ὡς
ἄνθρωπον, καὶ πόθῳ τοὺς εὐσεβεῖς, πρὸς εὐφροσύνην καὶ ἤχον ἑόρτιον, καὶ πρὸς
εὐωχίαν θείαν προσκαλοῦντες ἅπαντας, τῇ Παρθένῳ κραυγάζειν, χαῖρε πάντων ἡ
ἀντίληψις.
Βαβαὶ τῶν σῶν θαυμασίων Ἁγνή, ὅτι ἀνεδείχθη πηγὴ θαυματόβρυτος, ὁ πάνσεπτος
καὶ τερπνός, καὶ θεῖος οἶκός σου, συνδράμωμεν οὖν πιστοί, καὶ χαρμοσύνως οἱ
πάντες ὀψώμεθα, τὸ μέγα καὶ θαυμαστόν, καὶ ὑπερένδοξον ἔργον γεραίροντες, τῆς
πανυπεράγνου Κόρης, τὸ λαμπρὸν τεράστιον, ἥν πιστῶς προσκυνοῦμεν, τὸν Παράλυτον
γὰρ ἤγειρε.
Τὴν σὴν ὑμνοῦσι μετάστασιν, Θεομῆτορ Κόρη, Ἀσωμάτων τάξεις τε, τὴν δόξαν
σου καὶ λαμπρότητα γεραίρουσαι, συμφώνως οὖν καὶ ἡμεῖς, πάντων τὰ στίφη πιστῶς
συγκροτοῦμέν σοι, ἐν φόβῳ τε καὶ χαρᾷ, τὴν θαυματόβρυτον ταύτην πανήγυριν, τῆς
σῆς πανενδόξου μνήμης, τεσσαρακονθήμερον, καὶ πιστῶς προσκυνοῦμεν, τὴν
πανσέβαστον Εἰκόνα σου.
Δόξα. Ἦχος πλ. α΄.
Ὡς ἐπ’ ἐσχάτων τῶν χρόνων, Χριστιανῶν μαστιζομένων, ἐφάνη τρανὸς προστάτης,
κατὰ τοῦ διαβόλου Σιλουανὸς ὁ πανθαύμαστος, αὐτοῦ δὲ τὰ ἔνεδρα ἀλώβητον φεύγων,
ἔστησε τρόπαια ἀρετῆς ὁ παγγέραστος, καὶ ἀπέδειξεν ἡμῖν τοῖς ἀσθενοῦσι, ὅτι
μεγάλη ἡ ἰσχὺς τῶν ἐλπιζόντων εἰς Κύριον.
Καὶ νῦν. Τῆς Μυρτιδιωτίσσης. Ὅμοιον.
Ἡ τοῦ Προφήτου φωνή, Ἠσαΐου τοῦ ἐνδόξου, πεπλήρωται ἡ λέγουσα· ἀντὶ τῆς
στοιβῆς ἀναβήσεται κυπάρισσος, ἀντὶ δὲ τῆς κονίζης, ἀναβήσεται μυρσίνη. Ἀνέβη
γὰρ ὄντως καὶ ὑπερύψωται, μυρσίνη ἡ ταπεινή, ὑπὲρ πάντα τὰ ξύλα τοῦ ἀγροῦ. Ἐκ
μυρσινῶν γὰρ εὐόσμων ἀνέτειλε τοῖς Κυθηραίοις, ἡ τῆς Πανάγνου Εἰκών, θεοσεβείας
ὡς γέρας, καὶ τῆς εὐνοίας τεκμήριον. Ἅπαντες οὖν χαρμονικῶς, κλάδους μυρσίνης
ἐν χερσὶ κατέχοντες, τὴν Θεοτόκον ἐν εὐσήμῳ ἡμέρᾳ ἑορτῆς ἀνυμνήσωμεν, καὶ τῆς
Αὐτῆς Εἰκόνα, εὐλαβῶς προσκυνήσωμεν λέγοντες· Χαῖρε Κυθηραίων δόξα, καὶ χαρὰ
Παρθένε Ἄχραντε.
Εἴσοδος τὸ Φῶς ἱλαρόν, τὸ Προκείμενον καὶ τὰ
Ἀναγνώσματα.
Γενέσεως τὸ Ἀνάγνωσμα (Κεφ. 28, 10-17).
Ἐξῆλθεν Ἰακὼβ ἀπὸ τοῦ φρέατος τοῦ ὅρκου καὶ ἐπορεύθη εἰς Χαρράν. Καὶ
ἀπήντησε τόπῳ, καὶ ἐκοιμήθη ἐκεῖ· ἔδυ γὰρ ὁ ἥλιος, καὶ ἔλαβεν ἀπὸ τῶν λίθων τοῦ
τόπου, καὶ ἔθηκε πρὸς κεφαλῆς αὐτοῦ· καὶ ἐκοιμήθη ἐν τῷ τόπῳ ἐκείνῳ, καὶ
ἐνυπνιάσθη. Καὶ ἰδοὺ κλῖμαξ ἐστηριγμένη ἐν τῇ γῇ, ἧς ἡ κεφαλὴ ἀφικνεῖτο εἰς τὸν
οὐρανόν· καὶ οἱ Ἄγγελοι τοῦ Θεοῦ ἀνέβαινον καὶ κατέβαινον ἐπ᾿ αὐτῆς· Ὁ δὲ
Κύριος ἐπεστήρικτο ἐπ᾿ αὐτῆς, καὶ εἶπεν·Ἐγὼ εἰμι ὁ Θεὸς Ἀβραὰμ τοῦ πατρός σου,
καὶ ὁ Θεὸς Ἰσαάκ, μὴ φοβοῦ, ἡ γῆ, ἐφ᾿ ἧς σὺ καθεύδεις ἐπ᾿ αὐτῆς, σοὶ δώσω
αὐτήν, καὶ τῷ σπέρματί σου. Καὶ ἔσται τὸ σπέρμα σου ὡσεὶ ἄμμος τῆς γῆς καὶ
πλατυνθήσεται ἐπὶ Θάλασσαν, καὶ Λίβα, καὶ Βορρᾶν, καὶ ἐπὶ Ἀνατολάς· καὶ
ἐνευλογηθήσονται ἐν σοὶ πᾶσαι αἱ φυλαὶ τῆς γῆς, καὶ ἐν τῷ σπέρματί σου. Καὶ
ἰδοὺ ἐγὼ εἰμι μετὰ σοῦ, διαφυλάσσων σε ἐν τῇ ὁδῷ πάσῃ, οὗ ἐὰν πορευθῇς· καὶ
ἐπιστρέψω σε εἰς τὴν γῆν ταύτην, ὅτι οὐ μὴ σε ἐγκαταλίπω, ἕως τοῦ ποιῆσαι με
πάντα ὅσα ἐλάλησά σοι. Καὶ ἐξηγέρθη Ἰακὼβ ἐκ τοῦ ὕπνου αὐτοῦ καὶ εἶπεν. Ὅτι
ἔστι Κύριος ἐν τῷ τόπῳ τούτῳ, ἐγὼ δὲ οὐκ ᾔδειν. Καὶ ἐφοβήθη, καὶ εἶπεν. Ὡς
φοβερὸς ὁ τόπος οὗτος! Οὐκ ἔστι τοῦτο, ἀλλ' ἢ οἶκος Θεοῦ, καὶ αὕτη ἡ πύλη τοῦ
οὐρανοῦ.
Προφητείας Ἰεζεκιὴλ τὸ Ἀνάγνωσμα (Κεφ. 43, 27 & 44, 1-4).
Ἔσται ἀπὸ τῆς ἡμέρας τῆς ὀγδόης καὶ ἐπέκεινα, ποιήσουσιν οἱ Ἱερεῖς ἐπὶ τὸ
θυσιαστήριον τὰ ὁλοκαυτώματα ὑμῶν, καὶ τὰ τοῦ σωτηρίου ὑμῶν, καὶ προσδέξομαι
ὑμᾶς, λέγει Κύριος (μδ' 1). Καὶ ἐπέστρεψέ με κατὰ τὴν ὁδὸν τῆς πύλης τῶν Ἁγίων
τῆς ἐξωτέρας τῆς βλεπούσης κατὰ ἀνατολάς, καὶ αὕτη ἦν κεκλεισμένη. Καὶ εἶπε
Κύριος πρὸς με· Ἡ πύλη αὕτη κεκλεισμένη ἔσται, οὐκ ἀνοιχθήσεται, καὶ οὐδεὶς οὐ
μὴ διέλθῃ δι᾿ αὐτῆς, ὅτι Κύριος ὁ Θεός, Ἰσραὴλ εἰσελεύσεται δι᾿ αὐτῆς, καὶ
ἔσται κεκλεισμένη. Διότι ὁ Ἡγούμενος οὗτος κάθηται ἐπ᾿ αὐτὴν τοῦ φαγεῖν ἄρτον
ἐνώπιον Κυρίου, κατὰ τὴν ὁδὸν τοῦ Αἰλὰμ τῆς πύλης εἰσελεύσεται, καὶ κατὰ τὴν
ὁδὸν αὐτοῦ ἐξελεύσεται. Καὶ εἰσήγαγέ με κατὰ τὴν ὁδὸν τῆς πύλης τῶν Ἁγίων τῆς
πρὸς Βορρᾶν, κατέναντι τοῦ οἴκου, καὶ εἶδον καὶ ἰδοὺ πλήρης δόξης ὁ οἶκος
Κυρίου.
Παροιμιῶν τὸ Ἀνάγνωσμα (Κεφ. 9, 1-11).
Ἡ σοφία ᾠκοδόμησεν ἑαυτῇ οἶκον καὶ ὑπήρεισε στύλους ἑπτά. Ἔσφαξε τὰ ἑαυτῆς
θύματα, καὶ ἐκέρασεν εἰς κρατῆρα τὸν ἑαυτῆς οἶνον, καὶ ἡτοιμάσατο τὴν ἑαυτῆς
τράπεζαν. Ἀπέστειλε τοὺς ἑαυτῆς δούλους, συγκαλοῦσα μετὰ ὑψηλοῦ κηρύγματος, ὡς
ἐπὶ κρατῆρα, λέγουσα· Ὃς ἐστιν ἄφρων, ἐκκλινάτω πρὸς με, καὶ τοῖς ἐνδεέσι
φρενῶν εἶπεν· Ἔλθετε φάγετε τὸν ἐμὸν ἄρτον, καὶ πίετε οἶνον, ὃν κεκέρακα ὑμῖν,
ἀπολίπετε ἀφροσύνην, καὶ ζήσεσθε· καὶ ζητήσατε φρόνησιν, ἵνα βιώσητε, καὶ
κατορθώσητε σύνεσιν ἐν γνώσει, ὁ παιδεύων κακούς, λήψεται ἑαυτῷ ἀτιμίαν,
ἐλέγχων δὲ τὸν ἀσεβῆ, μωμήσεται ἑαυτόν· (οἱ γὰρ ἔλεγχοι τῷ ἀσεβεῖ, μώλωπες
αὐτῷ). Μὴ ἔλεγχε κακούς, ἵνα μὴ μισήσωσί σε, ἔλεγχε σοφὸν καὶ ἀγαπήσει σε.
Δίδου σοφῷ ἀφορμήν, καὶ σοφώτερος ἔσται· γνώριζε δικαίῳ, καὶ προσθήσει τοῦ
δέχεσθαι. Ἀρχὴ σοφίας, φόβος Κυρίου, καὶ βουλὴ Ἁγίων, σύνεσις, (τὸ γὰρ γνῶναι
Νόμον, διανοίας ἐστὶν ἀγαθῆς)· τούτῳ γὰρ τῷ τρόπῳ πολὺν ζήσεις χρόνον, καὶ
προστεθήσεταί σοι ἔτη ζωῆς.
Εἰς τὴν Λιτήν. Ἦχος α΄.
Σήμερον ἀγάλλεται τῶν Κυθηραίων ἡ νῆσος, καὶ τοῖς μυρτιδίοις στέφει
Σιλουανὸν τὸν πανθαύμαστον. Σήμερον εὐφραίνεται ἡ Ἱσαπόστολος Θέκλα,
συνεορτάζουσα αὐτῷ. Σήμερον θεωροῦσι τῶν Ὀρθοδόξων τὰ στίφη, τὸν νοητὸν ἀστέρα
λαμπρὸν ὥσπερ ἥλιον. Αὐτὸς γὰρ ἐλλαμφθεὶς ἐκ τοῦ ἀκτίστου φωτός, κατεφώτισε τὸν
Ἄθωνα ἅπαντα, καὶ κατηύγασε ἡμῶν τὴν διάνοιαν.
Ὅμοιον.
Λέλυνται Ὀρθοδόξοις τοῦ πειραστοῦ αἱ πλεκτάναι, καὶ αἴρεται αὐτοῦ ὁ
ὄλεθρος, ὡς ἀνέτειλεν ἐν ταπις ἐσχάταις ἡμέραις, σοφός τε καὶ ἄγρυπνος
Σιλουανὸς ὁ θεόφρων, ἐπιστάμενος τὰς μηχανὰς αὐτοῦ, ἐπύκτευεν ἄριστα κατὰ τοῦ
μισοκάλου, καὶ ἀνέτρεπεν αὐτοῦ τὰς ἐνέδρας, λυτρούμενος τῶν παγίδων τοῦ
ἀλάστορος.
Δόξα. Ὅμοιον.
Νοῦν καὶ γλῶσσα πᾶσα, οὐκ ἐξισχύουσιν ὑμνῆσαι τοὺς ἄθλους καὶ τὰ θαύματα,
τοῦ τῶν καλῶν ἀγώνων ἑραστοῦ, καὶ λαμπροῦ τοῦ Ἄθω πολίτου Σιλουανοῦ τοῦ πάνυ.
Αὐτὸς γὰρ καθ’ ἡμέραν πυκτεύων ὡς οὐκ ἀέρα δέρων, νηστεύων ἀγρυπνῶν καὶ
εὐχόμενος, ἐνέπλησεν ἑαυτὸν τοῦ φωτὸς τῆς θείας Μεταμορφώσεως, μυστοπόλος τε
ἐδείχθη, τῶν ἀρχαίων Πατέρων συνόμιλος, καὶ τῆς ἡσυχίας ἀριστεὺς πανάριστος.
Καὶ νῦν. Θεοτοκίον.
Σήμερον ἐνθέως ἀγάλλονται τὰ τῶν Κυθηραίων συστήματα, καὶ πρὸς ἑόρτιον
συγκαλοῦσι πανήγυριν τῶν Ὀρθοδόξων τὰ πλήθη. Σήμερον ἡ οἰκεία νῆσος οὐρανίῳ
φωτὶ καταυγάζεται, καὶ τὰ θαυμάσια τῆς Παναγίας Ἀχράντου Μητρὸς τοῦ Θεοῦ ἡμῶν,
λαμπροφανῶς ἑορτάζει. Σήμερον ἐκεῖσε τῇ τοῦ Ἁγίου Πνεύματος, ἀθροιζόμενοι
χάριτι ἐν τῷ πανσέπτῳ τῶν Μυρτιδίων Ναῷ ἐν ἀγαλλιάσει, τὸν ὕμνον τῇ Παρθένῳ
μέλπουσι· Χαῖρε Κεχαριτωμένη ὁ Κύριος μετὰ Σοῦ.
Ἀπόστιχα. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Χαίροις τῶν μοναστῶν ἡ κρηπίς, ὁ τῆς Ῥωσίας εὐκλεέστατος πρόβολος, τοῦ
Ἄθωνος ὁ οἰκήσας τὴν ἱερὰν καλλιάν, καὶ ἐκεῖ ἀθλήσας ὥσπερ ἄριστα. Πατέρων
ἐκλόγιον, μοναστῶν ἀκροθίνιον, Σιλουανέ, τῶν εἰδότων ἐντρύφημα, καὶ τῶν μὴ
εἰδότων καταθύμιον. Πρέσβευε τῷ Νυμφίῳ Σου Χριστῷ τῷ Θεῷ ἡμῶν, τοῦ εἰρηνεῦσαι
τὸν κόσμον καὶ ἐπιστρέψαι ὡς τάχιον, ὁδῷ τῇ εὐθείᾳ, καὶ ἡμᾶς τοὺς σὲ τιμῶντας
ἰδεῖν τὸν Κύριον.
Χαίροις Σιλουανὲ τοῦ Ταμπώβ, τῆς ἐπαρχίας Λεμπεντιὰσκ γόνε γόνιμε, χωρίῳ
Σόβεκ οἰκήσας εἰκοσιέξ ἔτη που, εἶτα δὲ ἀθλήσας ἐν τῷ Ἄθωνι. Λαβὼν τὸν Μανδύα
καὶ ἐν τῷ Μύλωνι ἄριστα, ἐπιστατήσας, κοπιάσας τε μέγιστα, ἀναδέδειξαι
οἰκονόμος ὡς τάχιστα. Μέμνησο καὶ ἡμῶν αὐτῶν, τιμώντων σε πρότιτα, καὶ
οἰκονόμησον, Πάτερ, τὴν σωτηρίαν δι’ ἅπαντας. Καὶ δὸς ἡμῖν πᾶσι ἀναφαίρετον
εἰρήνην, νοῦν ὑπερέχουσαν.
Χαίροις ὁ ἐκ τεσσάρων ἐτῶν, πρόβλημα θέσας σῇ καρδίᾳ ἀοίδιμε, καὶ μέχρι
δεκαεννέα τῷ λυσσαλέῳ ἐχθρῷ, προσπαλαίων εὗρες εἰς τὸν ἔγκλειστον, Σεζένωφ δὴ
Ἰωάννην σου, τὸν Θεὸν τὸν ζητούμενον, καὶ ἀνεπαύθῃ σῇ καρδίᾳ, καὶ τάραχον πάντα
Ὅσιε, ἐκ ποδῶν τότε ἔθετο. Μνήσθητι καὶ ἡμῶν αὐτῶν παλαίουσι κύμασιν, ἁμαρτιῶν
τῶν τοῦ βίου καὶ ζάλην πᾶσαν ἀπόβαλον, ψυχῆς καὶ καρδίας, καὶ εἰρήνευσον σὰ
τέκνα, δεινῶς θλιβόμενα.
Δόξα. Ἦχος πλ. α΄.
Ἰδοῦ νῦν πεπλήρωται ἡ τοῦ Προφητάνακτος πρόῤῥησις, προσελεύσεται ἄνθρωπος
ἐν καρδίᾳ βαθείᾳ. Οὗτω γὰρ Σιλουανὸς ὁ ἐπ’ ἐσχάτων τῶν χρόνων ἐναθλήσας ἐν
Ἄθωνι, ἐν τῇ καρδίᾳ αὐτοῦ εἰσῆλθε καὶ μακρὰν ὀμμάτων τῶν βασκάνων, ἠδολέσχησε
τῇ τοῦ Θεοῦ θεωρίᾳ. Ὅθεν ἠξίωται, τῷ τοῦ Νυμφίου προσώπῳ ἀεί παῤῥησιάζεσθαι,
καὶ καταυγάζεσθαι τῷ Ἀκτίστῳ Φωτὶ Αὐτοῦ, Ὅ νῦν καὶ ἡμεῖς ἐκζητοῦντες
προσευξώμεθα ἀγρύπνως τῷ τοῦ φωτὸς Χορηγῷ.
Καὶ νῦν. Θεοτοκίον.
Ὤ τῶν πολλῶν Σου θαυμάτων Ἁγνή, πῶς ταύτῃ τῇ τῶν Κυθηραίων νήσῳ, δέδωκας
εἰς ἐπίσκεψιν τὴν θείαν σου Εἰκόνα. Πηγὴ γὰρ θαυμάτων τοῖς προστρέχουσιν
ὑπάρχει. Δι’ ἧς ἡμῖν τὰς ἐνεργείας τὰς σὰς φανεροῖς· καὶ γὰρ τὸν προσιόντα σοι
παράλυτον ποτὲ ζεούσῃ τῇ ψυχῇ, λαμπρῶς ἰάτρευσας, καὶ τὴν τῶν ἄρθρων ῥῶσιν
δέδωκας αὐτῷ. Ἀλλ’ ἡ πάντα τὰ πρὸς βοήθειαν ἡμῖν ἀπονέμουσα, οὐ μόνον αὐτὸν
ὑγιῆ ἐτέλεσας, ἀλλὰ καὶ πάντας τοὺς πίστει τε καὶ πόθῳ σοι προστρέχοντας,
χαρίσμασιν ἰάσεως πλουτίζεις. Ἐν ἀνάγκαις γὰρ κατίδομεν, τοῖς ὀφθαλμοῖς ἐναργῶς
τὴν ἐπικουρίαν σου, καὶ ἀνομβρίας αὐχμόν, καθ’ ἑκάστην θεραπεύεις. Διὸ καὶ αἱ
καρδίαι ἡμῶν πρὸς τὸν πόθον σου ἀναφλέγονται, καὶ μετὰ πίστεως συναθροισθέντες
τῷ σῷ ναῷ, δοξάζομεν τὰ μεγαλεῖά σου καὶ πόθῳ δεόμεθα, ἐλέησον ἡμᾶς.
Νῦν ἀπολύεις, Τρισάγιον, Ἀπολυτίκιον.
Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Λαοὶ νῦν χορεύσωμεν χεῖρας κροτοῦντες φαιδρῶς, καὶ στέψωμεν ᾄσμασι
Σιλουανὸν τὸν κλεινὸν τῶν Ῥώσων ἐκφάντορα. Οὗτος γὰρ τῇ ἀσκήσει τοὺς πολλοὺς
ὑπερῆρε, ἔτι δὲ τῇ μεθέξει λαμπρὸς καὶ μύστης τῆς χάριτος.
Δόξα. Ἕτερον.
Λαοὶ νῦν χορεύσατε, χεῖρας κροτοῦντες φαοδρῶς, καὶ ἄσατε ασματα, Σιλουανῷ
τῷ κλεινῷ, θεόπτῃ καὶ κρείττονι, πάντων τῶν ἐν ἀσκήσει, ἐπ’ἐσχάτων λαμψάντων.
Οὗτος γὰρ ὁσημέραι, τὸν Χριστὸν καθ’ἑώρα, ἐν σώματι δεικνῦντα αὐτῷ, ὁδὸν τὴν
σωτήριον.
Καὶ νῦν. Θεοτοκίον.
Λαοὶ νῦν κροτήσωμεν, δεῦτε τὰς χεῖρας πιστῶς, καὶ ᾄσωμεν ᾄσμασι τῇ
Θεομήτορι, ἐν πόθῳ κραυγάζοντες· χαῖρε ἡ προστασία πάντων τῶν δεομένων· χαῖρε ἡ
Σωτηρία τῶν τιμώντων σε πόθῳ· χαῖρε ἡ τῷ παραλύτῳ τὴν ἴασιν βραβεύσασα.
ΟΡΘΡΟΣ
Μετὰ τὴν α΄ Στιχολογίαν, Κάθισμα.
Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.
Κατεπλάγη ἡ πληθὺς πατέρων Ἁγιορειτῶν, ὡς ἀπέλαβεν ἐσὲ ἐν τῷ χορῷ τῶν
ἀσκητῶν, συναριθμούμενον καὶ συμπροσκυνούμενον· ὅθεν ἐκπλαγεὶς κἀγὼ ὁ ἄθλιος,
προσπίπτω σοι σοφέ, Σιλουανὲ ἐκλεκτέ, καὶ ἐξαιτοῦμαι τάχιον, τὴν θείαν καὶ
κραταιὰν προστασίαν σου, ὅπως ἐκσπάσω τὸ ἐμὸν πνεῦμα, ἐκ τῶν χειρῶν τοῦ
ἀλάστορος.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Δεῦτε πάντες οἱ πιστοί, δεῦτε θεάσασθαι θερμῶς, θαῦμα παράδοξον καὶ γάρ,
σήμερον ἔλλαμψεν ἡμῖν, ἐν τῇ πανσέπτῳ καὶ τεσσαρακονθημέρῳ, ἡμέρᾳ τῆς Ἁγνῆς
θείας κοιμήσεως, ἐν ᾗ λαμπρῶς τελοῦμεν τὴν πανήγυριν, πᾶς ὁ λαὸς καὶ παῖδες τῶν
Κυθηραίων. Καὶ γὰρ αράλυτον ἤγειρεν ἡ Θεοτόκος, ἐν τῷ ἁγίῳ τῶν Μυρτιδίων Ναῷ
Αὐτῆς.
Μετὰ τὴν β΄ Στιχολογίαν, Κάθισμα.
Ἦχος γ΄. Τὴν ὡραιότητα.
Ῥωμαλαιότητά σου κατεπλάγησαν, ψυχῆς καὶ σώματος Ἀγγέλων τάγματα, Σιλουανὲ
καὶ ὁ χορὸς πατέρων ἐξεθαμβήθη. Πῶς γὰρ ὡς ἀσώματος ἐν τῷ Μύλωνι ἔζησας, εἰ καὶ
ὀγκωδέστατος εἰς τὸ σῶμα διέμεινας. Διὸ καὶ σὸν παράδειγμα πᾶσιν, Ὅσιε πρὸς
μίμησιν δέδωκας.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Σήμερον ἅπασα, νῆσος ἀγάλλεται, τῇ πανηγύρει Σου, Θεοχαρίτωτε, καὶ ἐν
κυμβάλοις ψαλμικοῖς βοᾶ Σου εὐφραινομένη· χαῖρε ἡ ἀπόπληκτον, θαυμαστῶς
θεραπεύσασα, χαῖρε ἡ τοῖς κάμνουσι, δωρουμένη τὴν ἴασιν, Κυθήρων χαῖρε δόξα καὶ
κλέος, χαῖρε ἡ Κεχαριτωμένη.
Μετὰ τὸν Πολυέλεον, Κάθισμα.
Ἦχος δ΄. Ὁ ὑψωθείς.
Ὁ χωρισθεὶς τῶν σῶν γονέων εἰς τέλος, καὶ προσχωρήσας τῷ χορῷ τῶν Πατέρων,
Σιλουανὲ πανθαύμαστε καὶ Ῥῶσε τρανέ, δός μοι τὴν σὴν δύναμιν χωρισθῆναι κακίας,
κατεξολοθρεῦσαί τε πολυώδυνα πάθη, ἅ μοι προυξένησεν ὁ ἄσπονδος ἐχθρός, ὁ
ταλανίζων Θεῷ τοὺς προστρέχοντας.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Δαβιτικῶς νῦν οἱ πιστοὶ μελωδοῦμεν, τὰ μεγαλεῖά Σου Ἁγνὴ Θεοτόκε, καὶ μετὰ
πόθου κράζομεν βοῶντες θερμῶς, ὅτι σὺ παρίστασαι ὡς Παντάνασσα Κόρη, ἐκ δεξιῶν
Πανάχραντε τοῦ Υἱοῦ καὶ Θεοῦ Σου. Διὸ μὴ παύσῃ πᾶσι βοηθεῖν, τοῖς ἀνυμνοῦσι τὰ
θεῖά Σου θαύματα.
Οἱ Ἀναβαθμοί. Τὸ α´ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Ἐκ
νεότητός μου πολλὰ πολεμεῖ με πάθη·
ἀλλ’ αὐτὸς ἀντιλαβοῦ
καὶ σῶσον, Σωτήρ μου (δίς).
Οἱ
μισοῦντες Σιῶν, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου·
ὡς χόρτος γὰρ πυρὶ
ἒσεσθε ἀπεξηραμμένοι (δὶς).
Δόξα Πατρί.
Ἁγίω
Πνεύματι πᾶσα ψυχὴ ζωοῦται καὶ καθάρσει ὑψοῦται, λαμπρύνεται τῇ τριαδικῇ μονάδι
ἱεροκρυφίως.
Καὶ νῦν.
Ἁγίῳ
Πνεύματι ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα ἅπασαν τὴν
κτίσιν πρὸς ζωογονίαν.
Προκείμενον. Τίμιος ἐναντίον Κυρίου...
Στ. Τί ἀνταποδόδωμεν...
Εὐαγγέλιον Ὁσιακόν.
Ὁ Ν´ Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν
σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἐπὶ πλεῖον πλῦνον μὲ ἀπὸ τῆς ἀνομίας μου, καὶ ἀπὸ τῆς ἁμαρτίας μου
καθάρισόν με.
Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διὰ παντός.
Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα· ὅπως ἂν δικαιωθῇς
ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.
Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.
Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας· τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου
ἐδήλωσάς μοι.
Ῥαντιεῖς μὲ ὑσσώπω καὶ καθαρισθήσομαι· πλυνεῖς με καὶ
ὑπὲρ χιόνα λευκανθήσομαι.
Ἀκουτιείς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.
Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τάς ἀνομίας μου
ἐξάλειψον.
Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις
μου.
Μὴ ἀπορρίψης με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς
ἀπ ἐμοῦ.
Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν
με.
Διδάξω ἀνόμους τάς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι.
Ῥῦσαὶ μὲ ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου.
Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.
Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία
τῷ Θεῷ, πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.
Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ.
Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα.
Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Δόξα. Ταῖς τοῦ Σοῦ Ὁσίου...
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄.
Στ. Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Ὅσιε Πάτερ εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος τῶν διδαγμάτων σου, δι’ ὧν
τὴν εἰς ουρανοὺς τρίβον ἡτοίμασας δούλοις Σου. Τῶν Πατέρων ἔμαξας τὰ δόγματα,
τῶν ἀνθρώπων ἔζευξας τὰ τάγματα, ὧν τὸν βίον πανσόφως οἰάκισας. Παῤῤησίαν ἔχων
πρὸς Χριστὸν τὸν Θεόν, εἰρήνην αἴτησαι ταῖς ψυχαῖς ἡμῶν.
Ὁ Κανὼν τῆς Παναγίας Μυρτιδιωτίσσης, οὗ ἡ Ἀκροστιχίς: Τὴν Μητέρα μέλψωμεν ἀῤῥήτου Λόγου. Ποίημα Σωφρονίου Κυθήρων.
ᾨδὴ α΄. Ἦχος α΄. Ὠδὴν ἐπινίκιον.
Τὴν θείαν παράσχου μοι, Λόγε Σοφίαν, ὑμνῆσαι τὴν Ἄχραντον, τὴν ἀῤῥήτως
τετοκυῖαν, Σὲ τὸν ζωῆς χορηγόν, ἀνακηρύττειν τε πιστοῖς τὰ μεγαλεία αὐτῆς.
Ἠκούσθη ἐξαίσιον θαῦμα Παρθένε, παράλυτος ἔῤῤωται ἐν τοῖς καθ’ ἡμᾶς
καιροῖς, καὶ ἥλατο ἀληθῶς, ὥσπερ δορκὰς ὑμνολογῶν τὴν εὐσπλαγχνίαν Αὐτῆς.
Ναῷ νῦν προσέλθετε τῆς Παναμώμου, οἱ νόσοις τρυχόμενοι, καὶ δεινῶς
στερούμενοι, δυνάμεων φυσικῶν, ὅπως ὑγείαν ποθητὴν λάβητε πάντων κακῶν.
Μητέρα πανάσπιλον γεγεννηκυῖαν, Υἱὸν Θεοῦ Ἄναρχον, εὐφημοῦντες ᾄσωμεν, τῶν
χαρισμάτων πηγήν, ῥέει γὰρ ῥεῖθρα μυστικῶς πᾶσι τὴν ἴασιν.
Ὁ Κανὼν τοῦ Ὀσίου, οὗ ἡ Ἀκροστιχίς: Σιλουανὸν ἐκδυσωπῶ συλῇσαί μου καρδίαν.
Ὠδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Σιγὴν μου προκρίνεις Σιλουανέ, ἀλλὰ τοῦ ὑμνεῖν σε ἐντολήν μοι παρέδωκε, ὁ
σὸς χορηγὸς Ὅσιε Πάτερ, διὸ συγγνώμην τὴν σὴν ἐμοὶ πάρασχε.
Ἰδών σου τὴν χάριν τὴν δαψιλῆ, πανέντιμε Πάτερ, ἀπετόλμησα τὴν ἐμήν,
συντάξαι σοι τήνδε ὑμνωδίαν, καὶ ἐκζητῆσαι ἀκτῖνα αὐτῆς λαβεῖν.
Λαοὶ νῦν σκιρτῶσι Σιλουανέ, Ἑλλήνων καὶ Ῥώσων ὡς ἀπέλαβον θαυμαστέ, ἐν
ἐσχάτοις χρόνοις σὲ πατέρα, καὶ ὁλοπρόθυμον πρέσβυν παγγέραστε.
Θεοτοκίον.
Οὐράνωσας Μῆτερ ἐν Ἄθωνι, πλειάδα πατέρων καὶ ἐθέωσας ὦ Ἁγνή, ἐν οἷς τῷ Σῷ
θείῳ ἀμπελώνι, Σιλουανὸν συγκαταλέξας Πάναγνε.
ᾨδὴ γ΄. Στερεωθήτω ἡ καρδία μου.
Νῦν ἐπληρώθη ῥῆσις λέγουσα, Ἠσαΐου τότε ὡς ἔλαφος, χωλὸς ἀλεῖται, ἰδοὺ γὰρ
παραλύτου ὡς ἔοικε, σφύρα διελύθησαν, ὄντος θαῦμα παράδοξον.
Τὴν πρὸ τοῦ τόκου θεονύμφευτον, ἐν δ’ αὐτῷ τῷ τόκῳ πανάφθορον, καὶ μετὰ
τόκον ἀληθῶς, Ἀειπάρθενον ἅπαντες, ἀνυμνήσωμεν βοῶντες· χαῖρε κόσμου διάσωσμα.
Εὖα τὸ πρὶν κατάρας γέγονε, καὶ φθορᾶς αἰτία τοῖς ἅπασι, σὺ δὲ Παρθένε
τηλαυγῶς, εὐλογίας καὶ χάριτος, πέλαγος τε ἰαμάτων, καὶ πηγὴ ἀνεξάντλητος.
‘Ρήσεις σε κλίνην Σολομώντειον, δυνατῶν κυκλούντων Σε Πάναγνε,
ἀνακηρύττουσι φαιδρῶς, ἐξ ἧς πᾶς προσερχόμενος, μετὰ πίστεως λαμβάνει,
αἰτημάτων τὰ ἔπαθλα.
Τοῦ Ὁσίου. Οὐρανίας ἁψίδος.
Ὑγιαίνοντα Πάτερ ὁ σὸς πατὴρ ὡς ἀπέλαβεν, ἐκ τῶν τοῦ Βελίαρ χειρῶν τε καὶ
ἀπελεύθερον, τὴν εὐχὴν τὴν αὐτοῦ τὴν πατρικὴν σοὶ δεδώκει, καὶ Παντελεήμονος
Μονῇ προέπεμψε.
Ἀκουσίως ὡς νέος περιπαρεὶς Ἅγιε, ταῖς μερίμναις τοῦδε τοῦ βίου καὶ
ἀπολέσας μέν, σὴν παρθενίαν εὐθὺς ἀναμνησθεὶς τῆς Παρθένου, πρὸς αὐτὴν
ἀνέδραμες ἐν ὄρει Ἄθωνι.
Νεανίας εἰσέτι Ἁγίῳ ὄρει κατέφθασας, καὶ τὴν σὴν ψυχὴν καὶ τὸ σῶμα
προσαφιέρωσας, τῇ Θεομήτορι, καὶ τοῖς τῶν Ῥώσων πατράσι, καὶ ἐκεῖσε ἤθλησας καὶ
πόλον ἔφθασας.
Θεοτοκίον.
Ἐνωτίζου Παρθένε Χριστιανῶν Σου τὰ ῥήματα, καὶ τῷ Σῷ Υἱῷ μὴ ἐκρύψης, ἀλλὰ
ἀνένεγκε, ἵνα ἡμῖν νῦν φανῇ ἐπιεικὴς καὶ θυμήρης, καὶ ζωὴν εὐχαῖς Σου δῶ,
Σιλουανοῦ τε κλεινοῦ.
Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
Ζωὴν ταπεινὴν καὶ βίον ἀκαταίσχυντον, εὐχαῖς σου Πατὴρ, Σιλουανέ, δός μοι
σήμερον καὶ ἀξίωσον κἀμέ, ὡς καὶ σὺ βαδίζειν πάντοτε πρὸς Κύριον, καὶ τοῦ
Βελίαρ ῥῦσαί με βελών, αὐτοῦ ἀγνοοῦντος τὰ νοήματα.
Δόξα. Καὶ νῦν. Θεοτοκίον. Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.
Κατεπλάγη εὐλαβῶς, τῶν Κυθηραίων ὁ λαός, καὶ ἐλάμβανον εἰς νοῦν, τῶν
ἀκενώτων δωρεῶν, πηγήν Σε εἶναι θεόνυμφε καὶ Παρθένε, ἄνανδρον, Παρθένον, καὶ
πανέντιμον, πύλην κεκλεισμένην Θεοῦ ἡμῶν, καὶ ἱερὸν παλάτιον τοῦ Λόγου, καὶ
Πλάστου Πατρὸς τοῦ Ὑψίστου, τοῦ γεννηθέντος σπέρματος δίχα, ἐκ τῆς νηδύος σοῦ
τῆς θεόπαιδος.
ᾨδὴ δ΄. Ἐν Πνεύματι προβλέπων.
Ἀκούσωμεν Προφήτου βοῶντος, ὦ πιστοί, δόξα πᾶσα ἔσωθεν αὐτῆς τῆς θυγατρός,
τοῦ Βασιλέως καὶ μόνου δυνάστου. Αὐτὸς γὰρ ταύτην τῆς φύσεως ἀνωτέραν, καὶ
ἁγιωτέραν εἰργάσατο.
Ναὸς τῶν Μυρτιδίων ἡμᾶς τοὺς γηγενεῖς, συγκαλεῖται σήμερον πάντερπνον
προστιθείς, τὴν πανδαισίαν πάντων τῶν χαρισμάτων, ψυχῆς ὁμοῦ τε καὶ σώματος
δεῦτε, πάντες πνευματικῶς κατατρυφήσωμεν.
Μεγάλων χαρισμάτων βυθόν σε ἀληθῶς, Χριστὸς ἐποιήσατο γενόμενος ἐκ Σοῦ,
ἄνθρωπος φύσει τέλειος, οὐ δοκήσει. Διὸ πάντες ὀρθοδόξως ὁμολογοῦμεν, Κυρίως
Θεοτόκον καὶ Δέσποιναν.
Ἔχουσα παῤῥησίαν θρόνῳ τοῦ Σοῦ Υἱοῦ, Θεομῆτορ Ἄχραντε δυσώπησον καὶ νῦν,
τοῦ λυτρωθῆναι παγίδων τοῦ διαβόλου, ἡμᾶς τοὺς πόθῳ τὰ Σὰ ὑμνοῦντας μεγαλεία,
καὶ δοξολογοῦντας τὴν μνήμην Σου.
Τοῦ Ὁσίου. Εἰσακήκοα Κύριε.
Νοῦν Χριστοῦ σύ μοι πάρασχε, τοῦ κατανοεῖν τὰ Αὐτοῦ ἐντάλματα, καὶ ποιεῖν
Αὐτοῦ τὸ θέλημα, τὸ σωτηριῶδές μοι ἐπίβλημα.
Ἐλεεῖν ἐνδυνάμωσον, τὴν ἐμὴν ψυχὴν πρῶτον Ἅγιε, εἶτα δὲ ἀνθρώπους ἅπαντας,
ὑπὲρ ὧν Χριστός μου ἀπέθανε.
Κινδυνεύοντας Ὅσιε, ὑπερηφανίας ἰῷ δηχθῆναί με, σὴν βοήθειαν ἀπόνειμε, ἵνα
ταπεινὸς κἀγὼ γενήσωμαι.
Θεοτοκίον.
Δυνατὸς εἰμὶ Πάναγνε, τὰς ἐνέδρας θραύειν τοῦ πολεμήτορος, τῇ πρεσβείᾳ Σου
Πανάχραντε, ἅς τὸ πάλαι ἔθραυσε τόκος ἄσπορος.
ᾨδὴ ε΄. Τὴν σὴν εἰρήνην.
Λυχνίαν Σε γινώσκομεν Μαρία σεμνή, μετὰ λαμπαδίων χρυσῆν τὴν ἑπτάφωτον. Σοὶ
γὰρ ἡ χάρις ἐπεσκίασε, Πνεύματος μυστηρίων ἑπτάκτινος καὶ θεία.
Ψεκάδα τὴν οὐράνιον ἐδέξω ἐν γαστρί, ἐπελεύσει θείου Πνεύματος παρὰ Πατρός,
καὶ σὰρξ ὁ Λόγος ἐχρημάτισε, καθ’ἡμᾶς ἄνευ ῥύπου, Παρθενομῆτορ Κόρη.
Ὡς μέγα τὸ μυστήριον τοῦ τόκου Σου, Ἁγνή, ὄντως ἀκατάπληκτον καὶ
ἀνερμήνευτον. Θεὸς ἀνθρώποις πεφανέρωται, ἐν δυσὶν οὐσίαις, ἀτρέπτως ἀσυγχύτως.
Μυστήριον ἀνώτερον τῶν τοῦ Θεοῦ, τεραστίων πάντων ἐν Σοὶ πεφανέρωται, ὁ γὰρ
ἐκ Πατρὸς Υἱὸς ἀμήτωρ νῦν ἐκ Σοῦ ἀπάτωρ γεννᾶται κατὰ σάρκα.
Τοῦ Ὅσίου. Φώτισον ἡμᾶς.
Ὕψωσον κἀμοῦ τὴν καρδίαν καὶ διάνοιαν, τὴν σὴν ἀνέκφραστον ἰδεῖν με
λαμπράν, τοῦ σοῦ προσώπου ἰδέαν καὶ εὔκλειαν.
Σήν μοι ἄνωθεν χάριν δίδου Πάτερ Ὅσιε, τὴν τοῦ ἀκτίστου φωτὸς κατιδεῖν, τὴν
ἀκτῖνα καὶ δεχθῆναι τὴν ἐπήρειαν.
Ὤ Σιλουανέ, τῆς παιδείας καίπερ ἄμοιρον, ἧς σὺ γέγονας ἐκ πείρας δοτήρ,
παίδευσόν με τοῦ μαθεῖν νόμον τὸν τέλειον.
Θεοτοκίον.
Πάσας ὦ Σεμνή, τὰς αἰσθήσεις μου ὑπόταξον, τῷ τοῦ Υἱοῦ Σου βουλήματι νῦν,
καὶ ἀεὶ τὸ ποιεῖν με ὅ,τι ἅγιον.
ᾨδὴ στ΄. Τὸν Προφήτην.
Ἑορτάσωμεν πιστοί, ἑορτὴν πάντως καὶ νῦν, τῆς Παρθένου καὶ Ἁγνῆς,
Βασιλίσσης τοῦ παντός, ἴδωμεν γὰρ τὸν παρειμένον συνεορτάζοντα.
Νίκην ἔσχηκας Σεμνὴ κατὰ νόσων φθαρτικῶν, ὡς τοῦ μόνου ἰατροῦ, τῶν σωμάτων
καὶ ψυχῶν, ὑπάρχουσα Μήτηρ καὶ παῖς, ἅ Σοῦ ὑπέρ ἔννοιαν.
Ἀπελύθησαν σφυρά, παραλύτου ἐκ Μητρός, τοῦ ἰάσαντος φρικτῶς, παρειμένος
ῥήμασι. Δύναμις γὰρ Υἱοῦ τυγχάνει τῇ ἐξουσία Μητρός.
Ῥητορεύει ἐμφανῶς, ὁ γραμμάτων ἄπειρος, καὶ κηρύττει ἅπασι μεγαλεῖα τῆς
Μητρός, ἐξαίσια τῆς Θεοτόκου λαβὼν τὴν ἴασιν.
Τοῦ Ὁσίου. Τὴν δέησιν.
Ὤ Πάτερ Σιλουανέ, πανθαύμαστε, ὁ τοῦ Ἄθωνος τρυγήσας λειμῶνας, δίδου κἀμοὶ
τοῦ σοῦ νέκταρος μέρος, εἰς τὸ γευθῆναι τὴν θείαν γλυκύτητα, καὶ πάντων μου τῶν
λυπηρῶν, ἐκβολήν με ποιῆσαι ἀξίωσον.
Συνάγαγε, ἐσπαρμένον τὸν νοῦν μου, διατήρησον δ’ αὐτὸν ἐν τῷ Ἅδῃ, ὡς σὺ
παθὼν καὶ ἐκ πεῖρας ἐγένου, μύστης καῖ κήρυξ νεκρώσας ἔνθερμος, καὶ πάντας θέτε
ἐκ ποδῶν, λογισμοὺς ῥυπαροὺς καὶ ἀσχήμονας.
Ὑπόμνησιν, τῶν σῶν λόγων μοι δίδου, οὕς ἐξέδωκε πιστὸς μαθητής σου,
Σιλουανέ, ὁ Σωφρόνιος δήπου, περισπουδάστῳ βιβλίῳ σου Ὅσιε, καὶ ποίησον κἀμὲ
ποθεῖν, ἐντρυφᾶν τούτοις μένειν τε ἔναυλον.
Θεοτοκίον.
Λυθῆναί με, ταῖς σειραῖς τῶν πταισμάτων, καταξίωσον Ἁγία Παρθένε, αἷς νῦν
κἀγὼ περισφίγγομαι Μῆτερ, ἀσφικτιῶν καὶ ἀσθμαίνων ὁ δείλαιος, καὶ δίδου Πάναγνε
εὑρεῖν, τὴν ἀλκὴν καὶ τὴν τόλμην ὡς πρότερον.
Κοντάκιον. Ἦχος δ΄. Προστασία τῶν Χριστιανῶν.
Προστασία τῶν Ἀθωνιτῶν Πάτερ Ὅσιε, μεσιτεία Ἁγιορειτῶν ὑπερθαύμαστε, μὴ
παρίδης ὁμογενῶν δεήσεων κραυγάς, ἀλλὰ πρόφθασον ὡς ὠλετὴρ σὺ τοῦ ἀθέου
ὑλισμοῦ, καὶ τοὺς Ῥώσους ἐπίσκεψαι, τάχυνον μεσιτείᾳ, καὶ σπεῦσον πρὸς
σωτηρίαν, ὁ προστατεύων ἐσαεὶ τοὺς τιμῶντάς σε μακάριε.
Ὁ Οἶκος.
Ἄγγελος πτερυγίζων ἐπὶ γῆς Πάτερ ὤφθης, οὐράνιός τε ἄνθρωπος ὥσπερ. Σὺ γὰρ
τῇ οὐρανίᾳ φωνῇ εὐπειθὴς ἐγένου ὤ πανόσιε, ἐξέτεμες δὲ πάντα δεσμόν σου τὸν τοῦ
κόσμου μάκαρ·
Χαῖρε, δι’ οὗ ἡ φυγὴ ἐκλάμψῃ·
χαῖρε, δι’ οὗ λειψανδρία παύσῃ.
Χαῖρε, τοῦ φθαρέντος θεσμοῦ ἡ ἀνάκλησις·
χαῖρε, τῶν δακρύων τοῦ Ὄρους ἡ αὔξησις.
Χαῖρε, ὕψος δυσανάβατον τὸ τοῦ Ἄθωνος πολλοῖς·
χαῖρε, βάθος δυσθεώρητον, θείας γνώσεως δεικνύς.
Χαῖρε, ὅτι ὑπάρχεις τοῦ ἀκτίστου καθέδρα·
χαῖρε, ὅτι βαστάζεις τοῦ φωτὸς τὴν ἀκτῖνα.
Χαῖρε, ἀκτὶς φωτίζουσα τέλεον·
χαῖρε, λαμπτὴρ ὁ καίων τὸν δόλιον.
Χαῖρε, δι’ οὗ ἀφιέρωσις θάλλει·
χαῖρε, δι’ οὗ συναγείρονται πλήθη.
Χαῖρε Σιλουανὲ Ὅσιε.
Συναξάριον.
Τῇ ΚΔ' τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Σιλουανοῦ, τοῦ ἐν τῇ
Μονῇ τοῦ ἐν Ἄθωνι Παντελεήμονος ὁσιακῶς τελειωθέντος τῷ 1938.
Στίχοι·
Σιλουανὸς συλήσας τὸν βροτοκτόνον,
Παράδεισον ᾤκησε, τὸν θεῖον δόμον.
Τετάρτῃ ἤδ’ εἰκάδι Σιλουανὸς πόλῳ εἰσέβη.
Αὐτοῦ ἁγίαις πρεσβείαις, Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἡμᾶς, Ἀμήν.
ᾨδὴ η΄. Οὐκ ἐλάτρευσαν.
Ὑμνοῦμέν Σου Δέσποινα θαυμάτων τοὺς κρουνούς, καὶ Σὲ μεγαλύνομεν ὡς κέντρον
τῆς ζωῆς, ἐκ Σοῦ γὰρ λαμβάνει πᾶς πιστὸς ἱλασμόν, ἀνυμνολογῶν σΣ εἰς πάντας
τοὺς αἰῶνας.
Λαοὶ νῦν προσέλθετε τῷ θείῳ ἱερῷ, Κυθήρων ἐν ᾄσμασι καὶ στέψατε λαμπρῶς,
Μητέρα τοῦ πάντων Βασιλέως Χριστοῦ, ἡμῖν χορηγοῦσαν δωρεὰς ἀκενώτους.
Ὅν τάξεις Δυνάμεων οὐ δύνανται ὁρᾷν, Σὺ Κόρη Θεόνυμφε γεγέννηκας ἐν γῇ, καὶ
ἔθρεψας βρέφος ἐν ἀγκάλαις ταῖς Σαῖς, Θεὸν πρὸ αἰώνων, ὤ Μυστηρίου ξένου.
Γαστὴρ τῆς Προμήτορος ἀπέτεκε φθοράν, γαστὴρ Θεομήτορος ἐξήνθησαν ἡμῖν,
ἀφθαρσίαν ὄντως, εὐλογεῖτε λαοί, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
Τοῦ Ὁσίου. Τὸν Βασιλέα.
Μονήρη βίον, ἀσπασθεὶς ἐν τῷ Ἄθῳ, συμπολίτης τῶν Ἀγγέλων ἐγένου, καὶ
κατηξιώθης εὐφραίνεσθαι σὺν τούτοις.
Οὐρανομήκεις, προσευχὰς καὶ παννύχους, ὀρθοστάδην προσανέφερες Πάτερ, ὅθεν
τοῦ Ἀκτίστου Φωτός, ἐγένου μύστης.
Ὑπογγραμμὸς, τοῖς πατράσιν ἐδείχθης, ἐν ἀσκήσει καὶ τελείᾳ φρονήσει, ὅθεν
σου ἐπόθουν ἀκοῦσαι θείων λόγων.
Θεοτοκίον.
Κεκαμωμένον, ταῖς προσβολαῖς τοῦ δολίου, μὴ παρίδῃς Παρθένε ὑμνοῦντα, καὶ
διὰ Σὲ τιμῶντα Σιλουανὸν τὸν νέον.
ᾨδὴ θ΄. Τὴν φωτοφώρον νεφέλην.
Ὅν ἐσωμάτωσας Κόρη, Παρθενομῆτορ Μαρία, ὑπὲρ ἡμῶν τῶν εὐλαβῶς προσελθώντων
ἐν τάχει, τεμένει Σου τῷ ἱερῷ, τὰ ἑόρτια ᾆσαι Σῇ τῇ πηγῇ, χαρισμάτων παντοίων,
μὴ διαλλείπῃς ἱκετεύουσα.
Ὕμνον Σοι Νύμφη προσφέρει, ἅπας λαὸς τῶν Κυθήρων, δικαίως καὶ χρεωστικῶς,
ὧν πλουσίως λαμβάνει, καὶ ἀεννάως δωρεῶν, ἐκ Σοῦ Παναμώμητε καὶ ἐκβοᾷ,
εὐχαρίστῳ καρδίᾳ, μεγαλύνων Σε βροτῶν καταφυγήν.
Ἰδοὺ παράλυτος μέλπει, τὴν ἐν αὐτῷ γεγονυῖαν, θαυματοποίησιν Ἁγνή, καὶ
τρανῶς καταγγέλλει, τὴν εὐσπλαγχνίαν τὴν ἐκ Σοῦ, Παρθένε Πανάχραντε εὐχαριστῶν,
καὶ λαμπρῶς Σὲ κηρύττει ἰατρείας θησαυρόν.
Σὲ οὐρανῶν πλατυτέραν, καὶ Σεραφὶμ ἀνωτέραν, τὴν ἐκ πασῶν τῶν γενεῶν
ἐκλεχθῆσαν Μητέρα, τοῦ πρὸ αἰώνων ἐκ Πατρὸς ἀῤῥεύστως καὶ ἀῤῥήτως ἐκλάμψαντος,
χρεωστικῶς προσκυνοῦμεν ἐκ πόθου καταφεύγοντες ἐν Σοί.
Τοῦ Ὁσίου. Κυρίως Θεοτόκον.
Ἀξίωσον τρισμάκαρ, καταπροσκυνῆσαι, τὰ ἱερὰ σου σκηνώματα Ὅσιε, καὶ
ἀγκαλίσασθαι λείψανά σου τὰ ἄφθαρτα.
Ῥαδίως πονηράν μου, φύσιν μετατρέψατε, ταῖς προσευχαῖς σου ἰσχύεις πανόσιε,
ἀναμορφῶσαι ἀρχαῖον εἰς τὸ ἀξίωμα.
Δυνάμει τῇ σῇ μάκαρ, πρόστηθί μου Πάτερ, Σιλουανὲ τῶν πατέρων ἐκλόγιον, καὶ
πολεμίων ἁπάντων κρείττονα ποίησον.
Ἰδών σου τὴν σοφίαν, καὶ τὴν θεωρίαν, δι’ ὧν πατρᾶσιν ἐγένου διδάσκαλος,
κἀμοὶ ἐμφύσησον ταύτας καὶ μεταφύτευσον.
Ἀνώδυνα τὰ τέλη, καὶ ἀπολογίαν, καλὴν εὑρεῖν με ὤ Πάτερ ἱκέτευσον, σὺ τὸν
Σωτήρα καὶ Κύριον καὶ ἐκζήτησον.
Θεοτοκίον.
Ναὸν κἀμέ Παρθένε, τὸν τοῦ Παρακλήτου, ἀνάδειξόν με πρεσβείαις Σου Πάναγνε,
καὶ οἰκητήριον τούτου τε καὶ προσφύγιον.
Ἐξαποστειλάριον. Ἦχος γ΄. Ἀπόστολοι ἐκ περάτων.
Ἀπόστολος ἐκ περάτων, τῶν τῆς Ῥωσίας ἐγένου, ἐν τῷ τοῦ Ἄθωνος ὄρει,
Σιλουανὲ τοῦ Κυρίου, ἐπεὶ ἀσκήσει καὶ γνώσει, τοὺς Μοναστὰς ὑπερήρας.
Θεοτοκίον.
Φωτί Σου λαμπρυνομένη, τῶν Κυθηραίων ἡ νῆσος, καὶ τὴν λαμπρὰν ἑορτήν Σου,
πανηγυρίζουσα πόθῳ, Παρθένε χαῖρε Μαρία, ἐν εὐφροσύνῃ βοᾷ Σοι.
Εἰς τούς Αἴνους. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσι.
Σῶν δακρύων ταῖς χύσεσι, ποταμὸν κατευφραίνοντα, τὰς καρδίας μάκαρ τῶν
ἀνυμνούντων σε, καὶ περιῤῥέοντα ἅπασαν, κλεινὲ τὴν ὑφήλιον, ὅπου τόπος ἀσκητῶν,
μοναστῶν τε καθίσματα, καὶ τὰ σκάμματα, ὥσπερ πάλαι ὁ Τίγρις καὶ Εὐφράτης, καὶ
Φυσών τε καὶ Γεὼν δῄ, Σιλουανὲ ἐξεχείλησας. (Δίς).
Ἀσινὴς καὶ ἀλώβητος, ἀκλινὴς καὶ ἀπρόσβλητος, τοῖς δαιμόνων βέλεσιν
ἐκκεντούμενος, σὺ ἀνεδείχθης παγκράτιστε, τῶν Ῥώσων ἐκπρόσωπε, καὶ Ὁσίων
Μοναστῶν, Σιλουανὲ ὑπερθαύμαστε καὶ πανέντιμε, καὶ περίδοξος ἔναγχος καὶ πλήρης
ἁγιότητος καὶ στέφος, σὺ ἀνεδείξω οὐράνιον.
Σιτιστής τε καὶ μάγειρος, οἰκονόμος καὶ ἔμπειρος, μυλωνᾶς γεγένησαι ἐν τῷ
Ἄθωνι, καὶ τῇ ἀσκήσει αἰδέσιμος, νηστείᾳ ἀσκήσει δέ, ἀρετῶν παντοδαπῶν,
ἀνεδείχθης ὑπόπτερος καὶ ἰσάγγελος, εἶ καὶ μέγας τὸ δέμας, ῥωμαλέος, ὑψηλός τε
καὶ γενναῖος, Σιλουανὲ διετέλεσας.
Δόξα. Ἦχος πλ. α΄.
Ἀνέτειλεν ἡμῖν ἐν θέρει φαιδρῷ, ἡ πανένδοξος καὶ λαμπρὰ ἡμέρα Σιλουανοῦ τοῦ
παμμάκαρος. Δεῦτε οὖν φιλέορτοι ἀποδρεψάμενοι ῥόδα τῶν ἀρετῶν πανεύοσμα,
εὐωχηθῶμεν σεμνῶς καὶ καταστέψωμεν αὐτὸν ὡς χρεὼν ἡμῖν, ἵνα καὶ ἡμεῖς τῇ ἱερᾷ
αὐτοῦ πνευματικῇ εὐωδίᾳ, ἄξιοι γενώμεθα ἐν προσευχῇ ὀσμῆς μύρων νοητῶν τυχεῖν,
τοῖς Ἀγγέλοις καὶ Σωτῆρι συντυχεῖν, ἐν πολιτείᾳ Παντάνακτος.
Καὶ νῦν. Θεοτοκίον.
Ὅπου ἐπισκιάσῃ ἡ χάρις Σου Πανάχραντε, ἐκεῖθεν τῶν ἀνιάτων ἀλγηδόνων
διώκεται ἡ δύναμις. Τίς γὰρ μετοχὴ φωτὸς πρὸς σκότος, ἤ ἐνεργητικῶν ἀγαθῶν πρὸς
τιμωρίαν ἀθεράπευτον; Διὸ καὶ ἡμεῖς τῇ κραταιᾷ τῆς εὐσπλαγχνίας σου σκέπῃ
προστρέχοντες, μὴ ὑπερίδῃς ἡμᾶς δεόμεθα, ἀλλ’ ἐν τῇ τῆς δυνάμεώς Σου φρούρησον
σκέπῃ, Μαρία Χριστιανῶν τὸ καύχημα.
Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.
Εἰς τὴν Λειτουργίαν.
Τὰ τυπικά καὶ ἐκ τοῦ Κανόνος τοῦ Ἁγίου, ᾠδὴ γ΄ καὶ
στ΄.
Ἀπόστολος καὶ Εὐαγγέλιον ζήτει Νοεμβρίῳ κα΄.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου