Τετάρτη 23 Οκτωβρίου 2019

Ἀκολουθία ΓΕΩΡΓΙΟΥ ΝΕΟΜΑΡΤΥΡΟΣ του ΙΒΗΡΟΣ


ΙΑΝΟΥΑΡΙΟΥ 2
(Κυρίλλου Κογεράκη Ῥόδου)

ΕΙΣ ΤΟΝ ΜΙΚΡΟΝ ΕΣΠΕΡΙΝΟΝ.
Ἱστῶμεν στίχους δ’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια.
Ἦχος δ’. Ἔδωκας σημείωσιν.
Δ
εῦτε εὐφημήσωμεν, περιχαρῶς ἑορτά-ζοντες, ὦ φιλέορτοι σήμερον, Χριστοῦ τοῦ Παντάνακτος, τὸν στεῤῥὸν ὁπλίτην, Γεώργιον πάντες, τῆς Ἰβηρίας τὸν βλαστόν, καὶ Μυτιλήνης τὸ ἐγκαλλώπισμα· τυράννων γὰρ κατήσχυνε, μαρτυρικῶς τὴν παράταξιν, καὶ τῆς νίκης τὸν στέφανον, οὐρανόθεν ἀπέλαβε.
Φ
θόνω ἀρνησάμενος, τοῦ παναλάστορος πρότερον, τοῦ Σωτῆρος τὸ ὄνομα, τρανῶς ἡμολόγησας, ἐπὶ τῶν τυράννων, ἐσύστερον τοῦτο, καὶ δι’ ἀγχόνης τὴν ὁδόν, τοῦ μαρτυρίου καλῶς διήνυσας· διό σε ἡ οὐράνιος, ἀναψυχὴ ὑπεδέξατο, στεφανῖτα Γεώργιε, τῶν Μαρτύρων ἀγλάϊσμα.
Π
τώμα ὅπερ πέπονθας, τῇ συνεργίᾳ τοῦ ὄφεως, μεταγνοὺς ἐδιόρθωσας, Μαρτύρων Γεώργιε, τὸν δρόμον τελέσας, καλῶς δι’ ἀγχόνης, καὶ ἀνυψώθης πρὸς ζωήν, τὴν μακαρίαν ἀειμακάριστε· διό σε μακαρίζομεν, ἐπιτελοῦντες τὴν μνήμην σου, τὴν φωτίζουσαν ἅπαντας, φωταυγείᾳ τῆς χάριτος.
Σ
ήμερον ἐν ᾄσμασιν, ἐπιτελοῦντες τὴν μνή-μην σου, τὴν ἁγίαν καὶ πάντιμον, πιστῶν παμμακάριστε, αἱ χοροστασίαι, βοῶμέν σοι πόθῳ· Μάρτυς Γεώργιε σοφέ, Χριστὸν δυσώπει τὸν σὲ δοξάσαντα, ῥυσθῆναι τοὺς τιμῶντάς σε, ἀπὸ κινδύνων καὶ θλίψεων, δυσχερῶν περιστά-σεων, πειρασμῶν καὶ κακώσεων.
Δόξα. Ἦχος β΄.
Δ
εῦτε φιλεόρτων τὸ σύστημα, Γεώργιον τῆς Ἰβηρίας τὸ βλάστημα, καὶ Μυτιλήνης τὸ καύχημα, τοῖς ὕμνοις τιμήσωμεν· Χριστὸν γὰρ ἀνακηρύξας, τῶν τυράννων ἐνώπιον, τοῦ μαρτυρίου τὸν δρόμον ἐτέλεσε, καὶ ἐν ὑψίστοις αἰώνια, τὰ ἔπαθλα τῶν πόνων ἐκτήσατο, πρεσβεύων ἐκτενῶς ὑπὲρ εἰρήνης τοῦ κόσμου, καὶ σωτηρίας τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν. Προεόρτιον.
Π
άλιν Ἰησοῦς ὁ ἐμός, καθαίρεται ἐν τῷ Ἰορδάνῃ, μᾶλλον δὲ καθαίρει, τὰς ἁμαρτίας ἡμῶν· ἔρχεται γὰρ ἀληθῶς ἐπὶ τὸ Βάπτισμα, ἐκπλῦναι θέλων τοῦ Ἀδὰμ τὸ χειρόγραφον, καὶ φησὶ πρὸς τὸν Ἰωάννην· Δεῦρο ὑπηρέτησον, ὦ Βαπτιστά, μυστηρίου ξένον κεφάλαιον· δεῦρο, ἔκτεινον τὴν σὴν χεῖρα ταχύ, καὶ ἅψαι τῆς κορυφῆς, τοῦ συντρίψαντος τὴν κάραν τοῦ δράκοντος, καὶ ἀνοίξαντος τὸν Παράδεισον, ὃν ἔκλεισεν ἡ παράβασις, ἀπάτῃ τοῦ ὄφεως, τῇ γεύσει τοῦ ξύλου ποτέ.
Εἰς τὸν Στίχον.
Ἦχος πλ. β΄. Τριήμερος ἀνέστης.
Ε
ὐφραίνεται ἡ Λέσβος λαμπρῶς, τελοῦσα τὴν ἡμέράν σου γηθοσύνως· ἐν αὐτῇ γὰρ ἀνδρικῶς, Μαρτύρων τὸν ἀγῶνα, Γεώργιε ἀγχόνῃ, ἐν καρτερίᾳ ἐξετέλεσας.
Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις Αὐτοῦ.
Τ
ὸν τρώσαντα σὲ πρώην ἐχθρόν, ἐν ἄθλοις μαρτυρίου σου καταισχύνας, ἐκομίσω ἐκ Χριστοῦ, τὸν στέφανον τῆς νίκης, Γεώργιε παμμάκαρ, Νεομαρτύρων ἐγκαλλώπισμα.
Στ.: Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.
Ι
κέτευε ἀπαύστως Χριστόν, ὡς ἔχων ἀκαταίσχυντον, παῤῥησίαν δωρηθῆναι ὡς Θεός, τοῖς πίστει σε τιμῶσι, Γεώργιε θεόφρον, παραπτωμάτων τὴν συγχώρησιν.
Δόξα. Ἦχος γ΄.
Τ
ὸν γενναῖον Ἀθλητήν, ᾄσμασιν ἐνθέοις, Γεώργιον εὐφημήσωμεν σήμερον. Πρὸς πόλεμον γὰρ ἐχθροῦ, νεανικῶς κᾂν ἐν γήρᾳ, διὰ πίστεως παραταξάμενος, νίκην μαρτυρικὴν ἀπηνέγκατο, καὶ στεφάνου δόξης ἐκομίσατο, τῇ ζωηφόρῳ δεξιᾷ τοῦ Χριστοῦ. ᾯ καὶ πρεσβεύει ἐκτενῶς, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν. Προεόρτιον.
Φ
αιδρὰ μὲν ἡ παρελθοῦσα Ἑορτή, ἔνδοξος ἡ παροῦσα ἡμέρα. Ἐν ἐκείνῃ τῷ Σωτῆρι Μάγοι προσεκύνησαν· ἐν ταύτῃ δὲ τὸν Δεσπό-την, δοῦλος κλητὸς ἐβάπτισεν. Ἐκεῖ Ποιμένες ἀγραυλοῦντες, εἶδον καὶ ἐθαύμαζον· ὧδε φωνὴ τοῦ Πατρός, τὸν μονογενῆ Υἱὸν ἐκήρυττεν.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος δ’. Ὁ ὑψωθείς.
Τῆς ἀσεβείας τῶν ἐχθρῶν ἀνανήψας, τῆς εὐσεβείας γεωργὸς ἀνεδείχθης, καὶ τίμιον τὸ γῆράς σου προσῆξας τῷ Θεῷ. Σὺ γὰρ ὡμολόγησας, τὸν Χριστὸν τοῖς τυράννοις, καὶ ὑψώθης ἔνδοξε, πρὸς αὐτὸν τῇ ἀγχόνῃ· ᾯ ἐκτενῶς Γεώργιε σοφέ, ὑπὲρ ἡμῶν τῶν προσφύγων σου πρέσβευε.
Δόξα. Καὶ νῦν.
Προεόρτιον. Ἀπολυτίκιον. Ἦχος δ'
Ἑτοιμάζου Ζαβουλών, καὶ εὐτρεπίζου Νεφθαλείμ. Ἰορδάνη ποταμέ, στῆθι ὑπόδεξαι σκιρτῶν, τοῦ βαπτισθῆναι ἐρχόμενον τὸν Δεσπότην. Ἀγάλλου ὁ Ἀδὰμ σὺν τῇ Προμήτορι, μὴ κρύπτετε ἑαυτούς, ὡς ἐν Παραδείσῳ τὸ πρίν· καὶ γὰρ γυμνοὺς ἰδὼν ὑμᾶς ἐπέφανεν, ἵνα ἐνδύσῃ τὴν πρώτην στολήν, Χριστὸς ἐφάνη, τὴν πᾶσαν κτίσιν, θέλων ἀνακαινίσαι.
Ἀπόλυσις.

ΕΙΣ ΤΟΝ ΜΕΓΑΝ ΕΣΠΕΡΙΝΟΝ
Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ’, καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια Προεόρτια γ΄. 
Ἦχος δ’. Ὡ γενναῖον ἐν Μάρτυσιν
Π
ροεόρτια ᾄσματα, εὐσεβῶς προηχήσωμεν, τοῦ σεπτοῦ Βαπτίσματος, τοῦ Θεοῦ ἡμῶν. Ἰδοὺ γὰρ μέλλει ὡς ἄνθρωπος, σαρκὶ παραγίνεσθαι, πρὸς τὸν Πρόδρομον αὐτοῦ, καὶ αἰτεῖσθαι τὸ Βάπτισμα, τὸ σωτήριον, εἰς ἀνάπλασιν πάντων τῶν ἐν πίστει, ἱερῶς φωτιζομένων, καὶ μετεχόντων τοῦ Πνεύματος.
Ο
 Χριστὸς ἀναδείκνυται, ὁ Θεὸς ἐπιφαίνεται, ὁ Δαυῒδ προέγραψεν ἐμφανέστατα, καὶ πρὸς τὸν δοῦλον τὸ Βάπτισμα, αἰτούμενος ἔρχεται, Ἰορδάνη ποταμέ, εὐφροσύνης πληρώθητι. Γῆ καὶ θάλασσα, οἱ βουνοὶ καὶ τὰ ὅρη, καὶ ἀνθρώπων, νῦν σκιρτήσατε καρδίαι, φῶς νοητὸν εἰσδεχόμεναι.
Π
οταμὸν τῆς εἰρήνης σε, καὶ χειμάῤῥουν ὡς γέγραπται, τῆς τρυφῆς ὑπάρχοντα παντο-δύναμε, πῶς σε ποτάμια ῥεύματα, εἰσδέξονται Κύριε, ἐπιβαίνοντα γυμνόν, οὐρανοὺς τὸν τοῖς νέφεσι, περιβάλλοντα,  καὶ  γυμνώσαντα πᾶσαν
τὴν   κακίαν,  τοῦ  ἐχθροῦ  καὶ  ἀφθαρσίαν,  τοὺς
γηγενεῖς ἐπενδύσαντα;
Καὶ γ’  τοῦ Ἁγίου.
Ἦχος πλ. δ΄. Ὢ τοῦ παραδόξου θαύματος.
Μ
άρτυς ἱερὲ Γεώργιε, τῶν ἀλαζόνων ἐχθρῶν, διελέγξας τὸ φρύαγμα, τὴν ὁδὸν διήνυσας, τῶν Μαρτύρων τῆς πίστεως· δαιμόνων θράσος τέλεον ἤσχυνας, καὶ τὴν πατρώαν, πίστιν ἐδόξασας· ὅθεν τιμῶμέν σε, οἱ πιστοὶ τελοῦντές σου τὴν ἑορτήν, τὴν κοσμοχαρμόσυνον, τοῖς ὕμνοις σήμερον.
Μ
άρτυς, κραταιὲ Γεώργιε, τῆς εὐσεβείας τὸ φῶς, ἐν καρδίᾳ δεξάμενος, ἀσεβείας ἔλιπες, τὴν ψυχόλεθρον ζόφωσιν, καὶ κᾄν ἐν γήρᾳ ἀθλήσας ἄριστα, τῇ Ἐκκλησίᾳ φωστὴρ ἀνέτειλας, τοῖς ἀπαυγάσμασι, τοῦ Θεοῦ τῆς χάριτος τοὺς εὐσεβεῖς, καταυγάζων Ἅγιε, τοὺς εὐφημοῦντάς σε.
Μ
άρτυς, Ἀθλητὰ Γεώργιε, ὁμολογήσας καλῶς, τὴν χριστώνυμων κλῆσίν σου, ὥσπερ ἄλλου πάσχοντος, τὰς βασάνους ὑπέμεινας, καὶ δι’ ἀγχόνης ὑποδεξάμενος, τοῦ μαρτυρίου τέλος τὸ ἅγιον, οἰκεῖος γέγονας, τῷ Χριστῷ ᾯ πρέσβευε ὑπὲρ ἡμῶν, τῶν μακαριζόντων σε, θεομακάριστε.
Δόξα. Ἦχος πλ. β΄.
Τ
ῶν Ὀρθοδόξων τὸ κλέος, καὶ Μαρτύρων τὸ ἀγλάϊσμα, τῆςἸβηρίας τὸ βλάστημα, καὶ Μυτιλήνης ἀγλάϊσμα, Γεώργιον εὐφημήσωμεν, λέγοντες πρὸς αὐτόν· Χαίροις, ὁ ἐν ἀώρῳ ἡλικίᾳ, τῆς εὐσεβοῦς ὁμολογίας ἀποστάς, καὶ ὑπὲρ ταύτης ἐν γήρᾳ ἀθλήσας, ὑψωθεὶς ἀγχόνῃ τὸ σῶμά σου· χαίροις, ὁ γεωργίᾳ τῆς χάριτος, τὴν ψυχὴν φερωνύμως γεωργηθείς, καὶ μαρτυρικῶς καρποφορήσας, ζωῆς ἀθανάτου τὴν παγκαρπί-αν· χαίροις, ὁ ἀσεβείας τυράννων, θριαμβεύσας τὸ φρύαγμα, καὶ Ἐκκλησίας εὐφράνας τὸ πλήρωμα. Ἀλλὰ πρέσβευε Χριστῷ τῷ Θεῷ, ὑπὲρ εἰρήνης τοῦ κόσμου, καὶ σωτηρίας τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν. Τὸ ὁμόηχον προεόρτιον.
Ε
ρχεται πρὸς Ἰορδάνην, Χριστὸς ἡ ἀλήθεια, τοῦ βαπτισθῆναι ὑπὸ Ἰωάννου, καί φησὶ πρὸς αὐτὸν· Ἐγὼ χρείαν ἔχω ὑπὸ σοῦ βαπτισθῆναι, καὶ σὺ ἔρχῃ πρός με; οὐ τολμῶ ὁ χόρτος προσψαῦσαι τῷ πυρί, σύ με ἁγίασον Δεσπότα, τῇ θείᾳ ἐπιφανείᾳ.
Εἴσοδος, Φῶς ἱλαρόν, Προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα.
Προφητείας Ἡσαῒου τὸ Ἀνάγνωσμα.
(Κεφ. μγ΄ 9)
Τ
άδε λέγει Κύριος. Πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. Τίς ἀναγγελεῖ ταῦτα ἐν αὐτοῖς; ἤ τὰ ἐξ ἀρχῆς, τίς ἀκουστὰ ποιήσει ἡμῖν; Ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν, καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς Κύριος ὁ Θεός, καὶ ὁ παῖς, ὅν ἐξελεξάμην· ἵνα γνῶτε, καὶ πιστεύσητε, καὶ συνῆτε ὅτι ἐγώ εἰμι. Ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεός, καὶ μετ᾿ ἐμὲ οὐκ ἔσται. Ἐγώ εἰμι ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα, καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος. Ὑμεῖς ἐμοὶ μάρτυρες, καὶ ἐγὼ Κύριος ὁ Θεός· ὅτι ἀπ᾿ ἀρχῆς ἐγώ εἰμι, καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος. Ποιήσω, καὶ τὶς ἀποστρέψει αὐτό; Οὕτω λέγει Κύριος ὁ Θεός, ὁ λυτρούμενος ἡμᾶς, ὁ Ἅγιος Ἰσραήλ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα.
(Κεφ. γ΄ 1)
Δ
ικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν καὶ ἡ ἀφ᾿ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ᾿ αὐτῷ συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα.
(Κεφ. ε’ 15)
Δ
ίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα, δικαιοσύνην· καὶ περιθή-σεται κόρυθα, κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας· πορεύ-σονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ᾿ αὐτῶν ὕδωρ θαλάσσης· ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν βασιλεῖς, καὶ σύνετε· μάθετε δικασταὶ περάτων γῆς· ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν· ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ἡμῖν, καὶ ἡ δυναστείᾳ παρὰ Ὑψίστου.
Λιτή. Ἦχος α΄.
Ο
 κλεινὸς Ἀθλοφόρος Γεώργιος, γηραλέῳ σώματι, φρόνημα φέρων νεανικόν, ἐν χάριτι τοῦ Σωτῆρος, ἀνενδοιάστῳ λογισμῷ, πρὸς ἀγῶνας ἀνδρείως τοῦ μαρτυρίου ἐχώρησε, καὶ νίκην ἀπηνέγκατο, καταπαλαίσας τὰς δυνάμεις, τοῦ μυσαροῦ κοσμοκράτορος· διὸ τοὺς στεφάνους, οὐρανόθεν κομισάμενος, ἐν τῷ νυμφῶνι χορεύεις τῆς τρυφῆς, πρεσβεύων ὑπὲρ ἡμῶν, τῶν ἐκτλεούντων εὐσεβῶς, τὸ θεῖον αὐτοῦ μνημόσυνον.
Α
νανήψας τῆς πλάνης, οὐρανίῳ φρονήματι, ἐν ῥωμαλεότητι φρενῶν, τοῖς μιαιφόνοις τυράννοις ἀντικατέστης, καὶ τούτων τὴν δυναστείαν ἐγύμνωσας, τὰς βασάνους ἐνεγκών, καὶ ὑψωθεὶς ἀγχόνῃ τὸ σῶμά σου· ὅθεν, πανεύφημε Γεώργιε, ἐπάξια τῶν πόνων, τὰ ἔπαθλα ἐν ὑψίστοις δεξάμενος, τῷ θρόνῳ τῆς Θεότητος, σὺν πᾶσι τοῖς Ἁγίοις παρίστασαι· μεθ’ ὧν πρέσβευε ἐκτενῶς, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Ἦχος β΄.
Ν
εομάρτυς Γεώργιε, ἵνα Χριστῷ οἰκειωθῇς, οὗ συνεργίᾳ τοῦ ἐχθροῦ ἐχωρίσθης, ἐν πραΰτητι λόγων, ἐπὶ τυράννων αὐτὸν ὡμολόγησας, καὶ θάνατον ὑπεδέξω, ὑπὲρ αὐτοῦ τοῦ λέγοντος· Ὁ πιστεύων εἰς ἐμέ, κᾂν ἀποθάνῃ ζήσεται· ὅθεν ἐν οὐρανοῖς, εὐκλεῶς αὐτῷ παριστάμενος, μὴ παύσῃ δεόμενος, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Δόξα. Ὁ αὐτός.
Τ
ὸν Ἀθλοφόρον τοῦ Χριστοῦ, τὸν ἐν Μυτιλήνῃ ἀνδραγαθήσαντα, δεῦτε πιστοὶ εὐφημή-σωμεν· ἄνωθεν γάρ, παρὰ τοῦ Πατρὸς τῶν φώτων, φωστιμὸν σωτηρίας δεξάμενος, τὴν σκοτίαν τῆς πλάνης κατέλιπε, καὶ μαρτυρίου τὸν δρόμον ἐτέλεσε. Τῶν δαιμόνων τὰ στίφη κατέβαλε, τῶν τυράννων τὸ θράσος ἐπάτησε, καὶ Ὀρθοδόξων τὴν πίστιν ἐστερέωσε· διὸ καὶ πρὸς αὐτὸν ἐκβοήσωμεν· Γεώργιε πανθαύμαστε, παῤῥησίαν ὡς ἔχων πρὸς Θεόν, τῇ Ἐκκλησίᾳ αἴτει τὴν εἰρήνην, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.
Καὶ νῦν. Προεόρτιον.
Π
άλιν Ἰησοῦς ὁ ἐμός, καθαίρεται ἐν τῷ Ἰορδάνῃ, μᾶλλον δὲ καθαίρει, τὰς ἁμαρτίας ἡμῶν· ἔρχεται γὰρ ἀληθῶς ἐπὶ τὸ Βάπτισμα, ἐκπλῦναι θέλων τοῦ Ἀδὰμ τὸ χειρόγραφον, καὶ φησὶ πρὸς τὸν Ἰωάννην· Δεῦρο ὑπηρέτησον, ὦ Βαπτιστά, μυστηρίου ξένον κεφάλαιον· δεῦρο, ἔκτεινον τὴν σὴν χεῖρα ταχύ, καὶ ἅψαι τῆς κορυφῆς, τοῦ συντρίψαντος τὴν κάραν τοῦ δράκοντος, καὶ ἀνοίξαντος τὸν Παράδεισον, ὃν ἔκλεισεν ἡ παράβασις, ἀπάτῃ τοῦ ὄφεως, τῇ γεύσει τοῦ ξύλου ποτέ.
Εἰς τὸν Στίχον. Προσόμοια.
Ἦχος δ'. Ὡς γενναῖον ἐν Μάρτυσιν
Φ
ιλομάρτυρες σήμερον, κατὰ χρέος συν-έλθωμεν, καὶ λαμπρὰν πανήγυριν συγκρο-τήσωμεν, ἀνευφημοῦντες ἐν ᾄσμασι, Χριστοῦ τοῦ Παντάνακτος, Ἀθλόφορον τὸν στεῤῥόν, τὸν γενναῖον Γεώργιον, τὸν ἀθλήσαντα, δι’ ἀγχόνης ἐν χρόνοις τοῖς δουλείας, καὶ στηρίξαντα τῇ πίστει, τῶν ὑποδούλων τὸ φρόνημα.
Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις Αὐτοῦ.
Ι
βηρίας τὸ βλάστημα, Μυτιλήνης τὸ καύχημα, οἱ πιστοὶ Γεώργιε εὐφημοῦμέν σε· σὺ γὰρ λιπὼν τὴν ἀσέβειαν, ἐχθρῶν τῶν τῆς πίστεως, ἀνεκήρυξας αὐτοῖς, τοῦ Σωτῆρος τὸ ὄνομα, καὶ γεώργιον, φερωνύμως ὡραῖον εὐσεβείας, ἀνεδείχθης δι’ ἀγχόνης, ἐπιτελέσας τὸν δρόμον σου.
Στ.: Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.
Ω
ς ἀθλήσας Γεώργιε, δι’ ἀγχόνης στεῤῥό-τατα, μαρτυρίου εἴληφας τὸ διάδημα, καὶ στεφανίτης ἀνέδραμες, πρὸς λῆξιν ἀθάνατον, καὶ παρέστης εὐκλεῶς, τῷ Δεσπότῃ τῆς κτίσεως· Ὃν ἱκέτευε, ἐκ φθορᾶς καὶ κινδύνων λυτρω-θῆναι, τοὺς τελοῦντάς σου τὴν μνήμην, τὴν ἀξιέπαινον σήμερον.
Δόξα. Ἦχος γ΄.
Ε
νεργείᾳ τῆς χάριτος, τῆς ἀσεβείας ἀνανήψας, τὸν πολύτιμον μαργαρίτην, Γεώργιε ἀνεύρη-κας, καὶ ὡμολόγησας τοῦτον, ἐπὶ τυράννων καὶ κριτῶν ἀδικίας, Θεὸν τῶν πάντων καὶ Κύριον· ὑπομείνας δὲ ἀνενδότως, ὡς ἐν ἀλλοτρίῳ σώματι, βασάνων τὸ ἐπώδυνον, τὸ μαρτύριον ἐπλήρωσας, ἐν Μυτιλήνῃ στεφανούμενος· ὅθεν ἐν οὐρανοῖς, τῶν ἐπάθλων ἀξιούμενος, πρέσβευε ἐκτενῶς, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν. Προεόρτιον.
Δ
εῦτε ἅπαντες πιστοί, τὴν Ἰουδαίαν ἀφέντες, διέλθωμεν τὴν ἔρημον τοῦ Ἰορδάνου, καὶ θεασώμεθα σήμερον ἐκεῖ, τὸν δι' ἡμᾶς ἐπι-φανέντα σαρκί, τὸ Βάπτισμα αἰτοῦντα, ἐν τοῖς ῥείθροις τοῦ Ἰορδάνου, τὸν Βαπτιστὴν παραι-τούμενον, καὶ βοῶντα τῷ φόβῳ· Οὐ τολμῶ χειροθετῆσαι τῇ πηλίνῃ παλάμῃ τὸ πῦρ· ὁ Ἰορδάνης καὶ ἡ θάλασσα ἔφυγον, Σωτήρ, καὶ ἀπεστράφησαν· κἀγὼ πῶς ἐπιθήσω ἐπὶ τὴν κορυφήν σου χεῖρα, ἣν τρέμει τὰ Σεραφίμ; Ἀνεχώρησεν ὁ Ἰορδάνης, ὡς ἐδέξατο τὴν Ἠλιού, δι' Ἐλισσαίου μηλωτήν· πῶς μὴ δύῃ εἰς χάος καὶ βάθος, βλέπων γυμνόν σε ἐν τοῖς ῥείθροις; πῶς δὲ μὴ φλέξῃ με, ὅλος ἐκ σοῦ πυρούμενος; Τί βραδύνεις Βαπτιστά, τοῦ βαπτίσαι τὸν Κύριόν μου; ὁ Ἰορδάνης βοᾷ πρὸς Ἰωάννην. Τί τῶν  πολλῶν  κωλύεις  τὴν  κάθαρσιν, πᾶσαν τὴν
κτίσιν   ἡγίασεν,  ἄφες  ἁγιάσαι  κἀμὲ  καὶ  τῶν
ὑδάτων τὴν φύσιν, ὅτι εἰς τοῦτο ἐπεφάνη.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος δ’. Ὁ ὑψωθείς.
Τ
ῆς ἀσεβείας τῶν ἐχθρῶν ἀνανήψας, τῆς εὐσεβείας γεωργὸς ἀνεδείχθης, καὶ τίμιον τὸ γῆράς σου προσῆξας τῷ Θεῷ. Σὺ γὰρ ὡμολόγησας, τὸν Χριστὸν τοῖς τυράννοις, καὶ ὑψώθης ἔνδοξε, πρὸς αὐτὸν τῇ ἀγχόνῃ· ᾯ ἐκτενῶς Γεώργιε σοφέ, ὑπὲρ ἡμῶν τῶν προσφύγων σου πρέσβευε.
Δόξα. Καὶ νῦν. Προεόρτιον.
Ἀπολυτίκιον. Ἦχος δ'
Ε
τοιμάζου Ζαβουλών, καὶ εὐτρεπίζου Νεφθαλείμ. Ἰορδάνη ποταμέ, στῆθι ὑπό-δεξαι σκιρτῶν, τοῦ βαπτισθῆναι ἐρχόμενον τὸν Δεσπότην. Ἀγάλλου ὁ Ἀδὰμ σὺν τῇ Προμήτορι, μὴ κρύπτετε ἑαυτούς, ὡς ἐν Παραδείσῳ τὸ πρίν· καὶ γὰρ γυμνοὺς ἰδὼν ὑμᾶς ἐπέφανεν, ἵνα ἐνδύσῃ τὴν πρώτην στολήν, Χριστὸς ἐφάνη, τὴν πᾶσαν κτίσιν, θέλων ἀνακαινίσαι.



ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν α' Στιχολογίαν Κάθισμα.
Ἦχος α'. Τὸν τάφον σου Σωτήρ
Γ
εώργιον καλόν, φερωνύμως ἐδείχθης, τῆς πίστεως Χριστοῦ, ἐν ἐσχάτοις τοῖς χρόνοις, ἀθλήσας ὡς ἄσαρκος, δι’ ἀγχόνης Γεώργιε· ὅθεν σήμερον, τῶν Ὀρθοδόξων οἱ δῆμοι, εὐφημοῦμέν σε, ἐπιτελοῦντες ἐκ πόθου, τὴν πάνσεπτον μνήμην σου.
Δόξα. Καὶ νῦν. Προεόρτιον.
Π
ροέρχεσθαι Χριστός, ἀγαθότητι μέλλει, πρὸς ῥεῖθρα ποταμοῦ, Ἰορδάνου ἐν τούτοις, ἡμῶν τὴν ἀνάπλασιν, ἀπεργάσασθαι χάριτι, θεῖε Πρό-δρομε, τοῦτον ὑπόδεξαι χαίρων, καὶ τοῖς ὕδασι, τοῦτον θελήσαντα λοῦσον, τὸν μόνον φιλάνθρωπον.
Μετὰ τὴν β' Στιχολογίαν, Κάθισμα.
Ἦχος δ'. Ταχὺ προκατάλαβε
Χ
ριστῷ ἐπανέδραμες ἐν μετανοίᾳ θερμῇ, καὶ τούτου ἐκήρυξας τοῖς μιαιφόνοις ἐχθροῖς, τὸ ἅγιον ὄνομα· ὅθεν καθυπομείνας, καρτερῶς τὰς βασάνους,  ἔδραμες  τῇ ἀγχόνῃ, πρὸς Μαρτύρων
τὸ  ὕψος, Γεώργιε  πρεσβεύων  ὑπὲρ  τῶν ὑμνού-
ντων σε.
Δόξα. Καὶ νῦν. Προεόρτιον.
Π
επλήρωται σήμερον τοῦ Ἠσαΐου φωνή, βοῶντος· Ἑτοιμάσατε τὴν τοῦ Κυρίου ὁδόν, καὶ τρίβους ποιήσατε· ἤχησε γὰρ ὡς ἔφη, ἡ φιλέρημος σάλπιγξ, ἅπαντας συγκαλοῦσα, Ἰωάννης ὁ πάνυ· διὸ συνδράμωμεν ἅμα, καὶ παράδοξα ἴδωμεν.
Μετὰ τὸν Πολυέλεον, Κάθισμα.
Ἦχος δ’. Ἐπεφάνης σήμερον.
Μ
υστικῶς βαλλόμενος, Χριστοῦ τῷ πόθῳ, μαρτυρίου ἔδραμες, πρὸς τὸν ἀγῶνα ἑκοντί, δι’ οὗ ἐκτήσω Γεώργιε, τὸν μαργαρίτην, ζωῆς τὸν πολύτιμον.
Δόξα. Καὶ νῦν. Προεόρτιον.
Β
απτισθήναι ἔρχεται, νῦν ὁ Δεσπότης, πρὸς τὸν θεῖον Πρόδρομον, τοῦ ἀναπλάσασθαι ἡμᾶς· τοῦτον πιστοὶ ὑπαντήσωμεν, τῇ μετανοίᾳ, σαυτοὺς προκαθαίροντες.
Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.
Προκείμενον: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις Αὐτοῦ.
Στ.: Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.
Εὐαγγέλιον, Μαρτυρικόν.
Ὁ Ν’ ψαλμός.
Δόξα: Ταῖς τοῦ Ἀθλοφόρου…
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου…
Ἰδιόμελον. Ἦχος πλ. β΄.
Στ.: Ἐλέησόν με ὁ Θεός…
Α
νανήψας τῆς πλάνης, συνεργίᾳ τῆς χάριτος, καὶ τῶν πάλαι Μαρτύρων τὸν ζῆλον κτησάμενος, τὸ ὑπὲρ Χριστοῦ μαρτύριον, ἀνδρειοφρόνως ἤνυσας, τῇ ἀγχόνῃ ὑψωθείς, θεομάκαρ Γεώργιε. Ἀλλ’ ὡς ἐν οὐρανοῖς, τὰ ἔπαθλα λαβὼν τῶν ἀγώνων σου, πρέσβευε ὑπὲρ ἡμῶν, τῶν τελούντων τὴν μνήμην σου.
Εἶτα, ὁ Κανὼν τοῦ Ἁγίου, οὗ ἡ ἀκροστιχίς: Κύριλλος μέλπει Γεωργίου τοὺς ἄθλους.
ᾨδὴ α’. Ἦχος πλ. β΄. Ὡς ἐν ἠπείρῳ.
Κ
αταλαμπόμενος δόξης τῆς θεϊκῆς, τῷ φωτὶ Γεώργιε, ἐν σκηναῖς τῶν ἐκλεκτῶν, φωτισμὸν ἐξαίτει μοι ὡς ἄν, εὐφημήσω σου καλῶς, τὴν μνήμην σήμερον.
Υ
περφρονήσας βασάνων τῶν τῆς σαρκός, τὴν ὁδὸν διήνυσας, τῶν Μαρτύρων ἀκλινῶς, Ἀθλητὰ Γεώργιε· διὸ ἠξιώθης ἐκλεκτῶν, τῆς ἀπολαύσε-ως.
Ρ
ωμαλεότητι γνώμης Ἀγαρηνῶν, Ἀθλητὰ Γεώργιε, κατασπάσας τὴν ὀφρύν, τὸν Χριστὸν ἐδόξασας παρ’ οὗ, ὑπεδέξω εὐκλεῶς, ζωῆς τὸν στέφανον.
Θεοτοκίον.
Ι
εωτάταις φωναῖς Σε οἱ εὐσεβεῖς, Θεοτόκε Δέσποινα, μακαρίζομεν ἀεί· τοῦ Πατρὸς ὁ Λόγος γὰρ ἁγνή, ἐσαρκώθη διὰ Σοῦ, σώζων τὸν ἄνθρωπον.
ᾨδὴ γ΄. Οὐκ ἔστιν ἅγιος.
Λ
ηΐσας πρότερον ἐχθρός, πλοῦτόν σου τῆς καρδίας, καταβέβληται εἶτα, ὁ παμπόνηρος οἰκτρῶς, Μάρτυς θεόφρον Χριστοῦ, ἐν τοῖς ἄθλοις, τῆς ὁμολογίας σου.
Λ
αλήσας ῥήμασι σοφοῖς, Πνεύματι ἐν Ἁγίῳ, εὐσεβείας τὸν λόγον, ἐναντίον τῶν ἐχθρῶν, τῆς ἀσεβείας αὐτῶν, τὴν κακίαν, ᾔσχυνας Γεώργιε.
Ο
ρμήσας πίστεως ὁλκῇ, στάδιον πρὸς Μαρτύρων, ὁ τὸ πρώην τρισμάκαρ, ἀρνησά-μενος Χριστόν, συνεσταυρώθης Αὐτῷ, καὶ ἐν πόλῳ, τούτῳ συνδεδόξασαι.
Θεοτοκίον.
Σ
ωτῆρα τέξασα Χριστόν, πάναγνε ἀποῤῥήτως, διὰ σπλάγχνα ἐλέους, ἀπελύτρωσαι ἡμᾶς, τῆς τοῦ γενάρχου ἀρᾶς· διὰ τοῦτο, πάντες Σε δοξάζομεν.
Κάθισμα. Ἦχος πλ. δ'. Ἀνέστης ἐκ νεκρῶν
Α
γάπῃ τοῦ Χριστοῦ, λαμπρυνθεὶς τὴν καρδίαν, ἐμίσησας ἐχθρῶν, τὴν βδελυρὰν ἀπάτην· ἔδραμες ἑκουσίως, πρὸς μαρτυρίου πάλην Γεώργιε· ἔθραυσας ἐν ἰσχύϊ, τοῦ ἀρχεκάκου ἐχθροῦ τὸ φρύαγμα· διό σε Μάρτυς ἔνδοξε, Θεὸς δοξάζει εἰς αἰῶνας.
Δόξα. Καὶ νῦν. Προεόρτιον. Ὅμοιον.
Α
όρατε Θεέ, ἀκατάληπτε Λόγε, ἐτέχθης ἐκ Πατρός, ὑπὲρ φύσιν καὶ λόγον· πάλιν δὲ ἐπ' ἐσχάτων, ἐκ τῆς Παρθένου οὐκ ἀλλοιώσας ὃ ἦς, ἔρχῃ καὶ ἐν τοῖς ῥείθροις, τοῦ Ἰορδάνου νῦν βαπτισθῆναι σαρκί, ὁ εὐδοκήσας σῶσαι ὡς Θεός, τὸ γένος τῶν ἀνθρώπων.
ᾨδὴ δ’. Χριστός μου δύναμις.
Μ
αρτύρων στάδιον, στεῤῥῶς ἐτέλεσας, καὶ ἠνόρθωσας πτῶμα τὸ χαλεπόν, ὅπερ πρώην πέπονθας, τῆ ἐνεργείᾳ τοῦ ἐχθροῦ, παμμακά-ριστε Γεώργιε.
Ε
ῤῥύσθη δάκρυσι, μεταμελείας σου, μολυσμοῦ ἀσεβείας Ἀγαρηνῶν, καὶ τῷ μαρτυρίῳ σου, Θεῷ θυσία καθαρά, προσενήνεξαι Γεώργιε.
Λ
αμπὰς ἀείφωτος, ἐδείχθης πίστεως, τῇ ἀθλήσει σου Μάρτυς τυραννικόν, σκότος ἀπελαύνουσα, καὶ καταυγάζουσα πιστῶν, ὦ Γεώργιε τὸ πλήρωμα.
Θεοτοκίον.
Π
αρθένε ἄχραντε, Πατρὸς τὸν ἄχρονον, ἐσωμάτωσας Λόγον ὑπεφυῶς, σώζοντα τὰ σύμπαντα, τῆς καταδίκης τοῦ Ἀδάμ, ὡς οἰκτίρμων καὶ φιλάνθρωπος.
ᾨδὴ ε’. Ἐκ νυκτὸς ὀρθρίζοντα.
Ε
κφυγὼν Γεώργιε ὡς πάνσοφος, πλάνης τὰ θήρατρα, ἐπανέδραμες Χριστῷ, ᾯ καὶ συνήφθης Μάρτυς, ἀγχονισθεὶς ἀνδρικῶς, ὑπὲρ τῆς εὐσεβείας.
Ι
ερεῖον ἔμψυχον εὐπρόσδεκτον, Μάρτυς Γεώργιε, ἀνηνέχθης αῷ Χριστῷ, διὰ τοῦ μαρτυρίου· διὸ αὐτός σε ἀεί, τοῖς θαύμασι δοξάζει.
Γ
εωργὸς ὡς ἄριστος Γεώργιε, ἐκαρποφόρησας, μαρτυρίου τοὺς καρπούς, ὑπὸ τοῦ Παρακλήτου, γεωργηθεὶς τὴν ψυχήν, πρότερον φερωνύμως.
Θεοτοκίον.
Ε
πὶ Σοὶ Παρθένε θεονύμφευτε, χαίρουσι τάγματα, τῶν ἀΰλων Λειτουργῶν, καὶ τάξεις τῶν ἀνθρώπων· τιμιωτέρα γὰρ Σύ, τῆς κτίσεως ὑπάρχεις.
ᾨδὴ στ’. Τοῦ βίου τὴν θάλασσαν.
Ω
ς ἔχων Γεώργιε, Παρακλήτου τὴν ἰσχύν, τῆς ἀσεβείας ᾔσχυνας, μαρτυρίου ἐνστάσει σου τὴν ὀφρύν· διό σε ἐδόξασε, ὁ Θεὸς τῶν θαυμάτων ταῖς δυνάμεσι.
Ρ
οαῖς τῶν δακρύων σου, τῆς ἀρνήσεως σαυτόν, ἐκπλύνας τοῦ μιάσματος, τῇ ἀθλήσει πανέκλαμπρος τῷ Χριστῷ, παρέστης Γεώργιε, ἱερῶς μνημονεύων τῶν ὑμνούντων σε.
Γ
εώργιον τίμιον, φερωνύμως Ἀθλητά, τῆς εὐσεβείας γέγονας, γεωργίᾳ ἀθλήσεως καὶ καρπούς, πλουσίους τῆς χάριτος, εἰς πιστῶν εὐφροσύνην ἀνεβλάστησας.
Θεοτοκίον.
Ι
δού Σοι προστρέχομεν, Θεοτόκε οἱ πιστοί, καὶ ἐκ καρδίας κράζομεν· Μὴ παρώσῃ τῶν δούλων Σου τὴν φωνήν· εἰς Σὲ γὰρ ἐλπίζοντες, ὡς Θεοῦ Σὲ Μητέρα μακαρίζομεν.
Κοντάκιον. Ἦχος γ’. Ἡ Παρθένος σήμερον.
Α
σεβείας ἔλιπες, Ἀγαρηνῶν τὴν ἀπάτην, καὶ Χριστῷ Γεώργιε, ἐν μετανοίᾳ προσῆλθες, ἔλαμψας, ὁμολογίας σου ταῖς ἀκτῖσιν, ἄθλων τε, τοῦ μαρτυρίου τῇ φωταυγείᾳ, ὡς φωστὴρ θεοσεβείας, φωτίζων πάντας, τοὺς σὲ ὑμνοῦντας πιστῶς.
Ὁ Οἶκος.
Ε
ὐφημοῦμέν σε νῦν οἱ φιλέορτοι, Ἰβηρίας βλαστὸν τὸν οὐράνιον· ἐπαινοῦμεν τερπνοῖς σε ἐν ᾄσμασι, Μυτιλήνης τὸ τίμιον καύχημα· ὑμνοῦμέν σε Γεώργιε πανένδοξε, ὡς Μάρτυρα δεδοξασμένον, τοῦ Βασιλέως τῆς κτίσεως. Σὺ γὰρ δι’ ἀπάτης τοῦ ἐχθροῦ, ἐν νεανικῇ ἡλικίᾳ, τοῦ Κυρίου χωρισθείς, ὑπὲρ τοὺς ἑβδομήκοντα χρόνους, ἐν ὁδῷ ἀσεβῶν ἐπορεύθης· ἀλλ’ ἀνανήψας τοῦ πτώματος, μαρτυρικῇ ἀνδρα-γαθίᾳ, γηραλέῳ σώματι διέπρεψας, τῇ ἀγχόνῃ ἀνυψωθείς, ὡς ἐν Σταυρῷ ὁ Λυτρωτής, καὶ ἀνέτειλας τῇ Ἐκκλησίᾳ ὡς φωστήρ, τῆς χάριτός σου φωταγωγίᾳ, φωτίζων πάντας, τοὺς σὲ ὑμνοῦντας πιστῶς.
Συναξάριον.
Τῇ Β΄ τοῦ αὐτοῦ Μηνός, ὁ Ἅγιος Νεομάρτυς Γεώργιος (ἢ Ζώρζης ἢ Γκιουρτζής) ὁ Ἴβηρ, ἐν Μυτιλήνῃ, ἐν ἔτει 1770ῳ, ἀπαγχονισθεὶς τελειοῦται.
Σὴν χεῖρα θλῖβε, ἀγχόνης Μάρτυς Ζώρζη,
θλίψεις γὰρ οὕτω δυσμενῆ θλίψαντά σε.
Δευτερίῃ Ἴβηρ Γεώργιος ἀγχόνῃ ἔβη πρὸς Θεόν.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Σιλβέστρου Πάπα Ῥώμης
Ζωοῖ νεκρὸν βοῦν, αἰσχύνων Ζαμβρὴν Μάγον,
ὁ καὶ νεκρὸς ζῶν, Σίλβεστρος Ῥώμης Πάπας.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Μάρκου τοῦ κωφοῦ.
Ὁ Μᾶρκος οὐκ ἤκουσε γηΐνων λόγων,
καὶ πρὶν λιπεῖν γῆν, ὦτα γῆθεν ἐξάγων.
Δευτερίῃ Μᾶρκος χθόν' ἔλιπεν τὴν πολύβοον.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Θεαγένους, ἐπισκόπου Παρίου
Θεάγενες, βλήθητι τοῦ πόντου μέσον,
ᾧ κἂν βυθισθῇς, ἔνδον ἐκνήξῃ πόλου.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Θεοπέμπτου.
Τὸν Θεόπεμπτον σαρκικῆς λῦσαι πέδης,
ἦλθον, Θεοῦ πέμψαντος, ἔμπυροι Νόες.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ὁσίας Θεοδότης, μητρός τῶν Ἁγίων Ἀναργύρων, τῶν ἐν Μικρᾷ Ἀσίᾳ.
Νόσῳ παρῆλθε τὸν βίον Θεοδότη,
νόσων λυτῆρας ἡ τεκοῦσα τῷ βίῳ.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Βασιλείου τοῦ ἐξ Ἀγκύρας.
Βρύχημα, χάσμα, δῆγμα θηρῶν ἀγρίων,
Βασιλείου τὸ πρᾶον οὐ κατεπτόει.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Σέργιος, ξίφει τελειοῦται.
Οὐχ οἷον εἰπεῖν, οὐδὲ γνῶσιν φέρειν,
ὅση χαρὰ Σέργιος ἐτμήθη κάραν.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Θεόπιστος, λιθοβοληθεὶς τελειοῦται.
Κτείνει σε Θεόπιστε πιστὲ τοῖς λίθοις,
ἡ τῶν ἀπίστων πληθὺς ἐκ δυσβουλίας.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἱερο-μάρτυρος Ἰσιδώρου, ἐπισκόπου Ἀντιοχείας τῆς Συρίας.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Κοσμᾶ τοῦ Α΄, ἀρχιεπισκόπου Κωνσταντινουπόλεως.
Διπλὴν ἔχων ἄνωθεν Κοσμᾶ τὴν χάριν,
κόσμος μέγας πέφηνας ὑψηλοῦ θρόνου.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Νείλου τοῦ ἡγιασμένου, τοῦ ἐν Γηρομερίῳ Θεσπρωτίας
Νεῖλος ἀρετάς, ὡς ῥεῖθρα πελαγίζων,
ἄρδει τὰς ψυχάς, ὡς τὴν γῆν ἄλλος Νεῖλος.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Γενναδίου, κτήτορος τῆς Μονῆς Κασσιώπης Κερκύρας.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Σιλβέστρου τοῦ Ῥώσσου, τῆς Λαύρας τοῦ Κιέβου.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ὁσίας Ἰουλιανῆς, τῆς Μουρὸμ Λαζάρεβο Ῥωσσίας
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Σεραφεὶμ τοῦ Σαρώφ, τοῦ Ῥώσσου.
Χριστῷ ἐκ νεότητος ἀκολουθήσας,
πολλῶν πέπλησαι ὦ Σεραφεὶμ χαρίτων.
Ταῖς τῶν σῶν Ἁγίων πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Αμήν.
ᾨδὴ ζ’. Ἄφραστον θαῦμα.
Ο
λην σου ἔχων, πρὸς τὸν Σωτῆρα τὴν ἔφεσιν, ἐμιμήσῳ ζήλῳ εὐσεβεῖ, τὸ πάθος Αὐτοῦ, ἔνδοξε Γεώργιε, εἰς καταισχύνην, ἐχθρῶν τῶν ἀλλοπίστων· ὅθεν νῦν, σὺν Αὐτῷ συμβα-σιλεύεις.
Υ
μνοις τιμῶμεν, σὲ Ἰβηρίας τὸ βλάστημα, Μυτιλήνης κλέος τὸ λαμπρόν· σὺ γὰρ τὸν Χριστόν, κράτιστε Γεώργιε, ὁμολογήσας, ὑπέμεινας βασάνους χαλεπάς, καὶ ὑψώθης ἐν ἀγχόνῃ.
Τ
έτρωσαι ὅλος, τοῦ Ζωοδότου τῷ ἔρωτι, καὶ ἐν πόθῳ ἔσπευσας θερμῷ, Αὐτοῦ ἐκπιεῖν, Μάρτυς τὸ ποτήριον· ὅθεν τὸ πέρας, ἰδὼν ταῆς προσδοκίας, ταῆς τρυφῆς ταῶν Ἁγίων ἠξιώθης.
Θεοτοκίον.
Ο
 ἐκ μὴ ὄντως, δημιουργήσας τὰ σύμπαντα, ἐν ἀφάτῳ πλούτῳ οἰκτιρμῶν, ἐκ Σοῦ τῆς ἁγνῆς, Κόρης ἐνηνθρώπησεν, εἰς σωτηρίαν ἡμῶν τῶν μελῳδούντων· Λυτρωτά, ὁ Θεὸς εὐλογητὸς εἶ.
ᾨδὴ η΄. Ἐκ φλογὸς τοῖς Ὁσίοις.
Υ
ψωθεὶς ἐν ἀγχόνῃ, ζήλῳ τῆς πίστεως, πρὸς Θεὸν ἀνυψώθης, τὸν ἀγαπήσαντα, σφόδρα σε ὡς Ἀθλητήν, νέον Γεώργιε, καὶ δοξάσαντά σε, ἐν χώρᾳ πρωτοτόκων.
Σ
τρατευθεὶς τῷ Κυρίῳ, τῷ μαρτυρίῳ σου, νοητῶν πολεμίων, στίφη εἰς ὄλεθρον, ἔδωκας νικητικῶς, Μάρτυς Γεώργιε, καὶ στέφος ἐδέξω, θεόθεν ἀφθαρσίας.
Α
θλητὴς στεφηφόρος, Χριστοῦ γενόμενος, νῦν Αὐτῷ ἐν ὑψίστοις, χαίρων παρίστασαι· ὅθεν Αὐτῷ ἐκτενῶς, μάκαρ Γεώργιε, πρέσβευε σωθῆναι, τοὺς σὲ ὑμνολογοῦντας.
Θεοτοκίον.
Θ
εοτόκε Παρθένε, ὡς Μήτηρ ἄφθορος, τοῦ Θεοῦ καὶ Σωτῆρος, πάσης τῆς κτίσεως, ἐν παῤῥησίᾳ Αὐτῷ, πρέσβευε ἄχραντε, ἵνα σωτηρίας, ἡμεῖς ἀξιωθῶμεν.
Ὠδὴ θ’. Θεὸν ἀνθρώποις.
Λ
αὸς γεραίρει, τῆς Μυτιλήνης σε, μαρτυρικῆς στρατείας, τὸν ὁπλίτην Γεώργιε· ἐν αὐτῇ γὰρ ἤθλησας, κηρύξας Χριστόν, πίστεως ἐν σοφίᾳ, καὶ ταύτῃ πρόμαχος, καὶ ῥύστης ἐδόθης, ἐκ Θεοῦ τοῦ σὲ δοξάσαντος.
Ο
δὸν Μαρτύρων, στεῤῥῶς διήνυσας, ὡς ἰσχυρὸς δυνάμει, τῇ ἐξ ὕψους Γεώργιε· διὸ συνηρίθμησαι, ἐν τοῖς οὐρανοῖς, τάγμασι τῶν Ἁγίων· μεθ’ ὧν ἱκέτευε, ὑπὲρ τῶν ὑμνούντων, τὴν καλὴν ὁμολογίαν σου.
Υ
ψώθης χαίρων, πρὸς τὸν ποθούμενον, ἀνυψωθεὶς ἀγχόνῃ, σοῦ τὸ σῶμα Γεώργιε· διὸ καθικέτευε, αὐτὸν ἐκτενῶς, ἵνα ῥυσθῶμεν πάντες, οἱ μακαρίζοντες, τὸ μαρτύριόν σου, πειρασμῶν καὶ περιστάσεων.
Θεοτοκίον.
Σ
τολὴν τὴν πρώτην, ἧς ἐγυμνώθημεν, παρακοῇ Παρθένε, διὰ Σοῦ ἐνεδύθημεν· διὸ εὐγνωμόνως Σοι, τὸν ὕμνον ἁγνή, ψάλλομεν τοῦ Ἀγγέλου, χαῖρε κραυγάζοντες, κεχαριτωμένη, τοῦ Θεοῦ Μήτηρ ἡ ἄσπιλος.
Ἐξαποστειλάριον. Προεόρτιον.
Ἦχος β'. Γυναῖκες ἀκουτίσθητε
Φ
ωνὴ βοῶντος ἤχησε, καὶ οἱ βουνοὶ σκιρτήσατε, χόρευσον γένος ἀνθρώπων· ὁ γὰρ προάναρχος Λόγος, σάρκα λαβὼν ὡς ἄνθρωπος, ἥκει βαπτισθησόμενος, ὑπὸ χειρῶν ὧν ἐπλασεν, ἐν Ἰορδάνῃ καὶ λύσων, τοῦ κόσμου τὴν ἁμαρτίαν.
Ἐξαποστειλάριον. Τοῦ Ἁγίου. Ὅμοιον.
Γ
εώργιον τιμήσωμεν, Ἰβήρων τὸ ἀγλάϊσμα, τῆς Μυτιλήνης τὴν δόξαν, καὶ κλέος τῆς Ἐκκλησίας. Χριστῷ γὰρ παριστάμενος, ὡς Μάρτυς ἀκαταίσχυντος, ἐν παῤῥησίᾳ μείζονι, ὑπὲρ ἡμῶν ἀναφέρει, αὐτῷ ἀπαύστους δεήσεις.
Ἐξαποστειλάριον. Προεόρτιον.Ὅμοιον.
Π
ῶς ῥεῖθρά σε ποτάμια, εἰσδέξονται Φιλάνθρωπε, τὸν ποταμοὺς καὶ θαλάσσας, ποιήσαντα ἐκ μὴ ὄντων; πῶς κορυφὴν τὴν ἄχραντον, τὴν σὴν τολμήσει Πρόδρομος, χειροθετῆσαι Δεσπότα; ὑμνοῦμεν φρίττοντες Λόγε, τῆς σῆς πτωχείας τὸ ὕψος.
Αἶνοι. Ἦχος α’. Τῶν οὐρανίων ταγμάτων.
Τ
ὸν Νεομάρτυρα πάντες θεῖον Γεώργιον, τιμήσωμεν συμφώνως, εὐσεβῶν αἱ χορεῖαι· Μαρτύρων γὰρ τελέσας ἐπὶ τῆς γῆς, τὸν ἀγῶνα ὡς  ἄσαρκος,  ἐν  τοῖς  ὑψίστοις  παρίσταται τῷ
Χριστῷ, καὶ πρεσβεύει τοῦ σωθῆναι ἡμᾶς.
 (Δίς)
Τ
ὸν σὲ πτερνίσαντα πρώην ὄφιν κατέβαλες, μαρτυρικὸν ἀγῶνα, ὑπελθὼν Ἀθλοφόρε, καὶ ἤρθης δι’ ἀγχόνης πρὸς τῆς ζωῆς, τὸν νυμφῶνα Γεώργιε, ἔνθα Χριστῷ παριστάμενος ἐν χαρᾷ, μὴ ἐλλίπῃς μνημονεύων ἡμῶν.
Ν
εανικὴν τὴν ἀνδρείαν ἐπιδειξάμενος, ἐν πολιᾷ φρονήσει, καὶ σαρκὸς ἀσθενείᾳ, Γεώργιε παμμάκαρ μαρτυρικῆς, συναυλίας ἠξίωσαι· διὸ ἀπαύστως ἱκέτευε τὸν Χριστόν, τὴν εἰρήνην δωρηθῆναι ἡμῖν.
Δόξα. Ἦχος πλ. δ΄.
Π
ροεόρτιος σήμερον, τοῦ Ἀθλοφόρου ἡ μνήμη, τῇ Ἐκκλησίᾳ ἐπέδραμε, προϋπογράφουσα τοῖς πιστοῖς, τὴν τῶν Θεοφανείων ἡμέραν. Τὸν ἐρχόμενον πρὸς Ἰορδάνην, τοῦ βαπτισθῆναι ὑπὸ Ἰωάννου, ἐπιφανέντα Θεὸν ἀνακηρύττουσα. Τὸν θαυμαστὸν ἐν Μάρτυσιν, ἐν οἷς ὑπάρχει ὁ θεῖος Γεώργιος, τῆς Ἰβηρίας ὁ γόνος, ὁ ἐν Μυτιλήνῃ ἀθλήσας, δι’ ἀγχόνης ὡς ἀσώματος. Πρὸς ὃν βοήσωμεν· Νεομάρτυς πανεύφημε, παῤῥησίᾳ ἱκέτευε, ὑπὲρ ἡμῶν τῶν τελούντων, τὴν πάνσεπτον μνήμην σου.
Καὶ νῦν. Προεόρτιον.
Ι
ωάννη Βαπτιστά, ὁ ἐν μήτρᾳ γνωρίσας με τὸν ἀμνόν, ἐν ποταμῷ μοι διακόνησον, μετ' Ἀγγέλων μοι λειτούργησον, ἐκτείνας ἅψαι τῇ παλάμῃ, τῆς κορυφῆς μου τῆς ἀχράντου, καὶ ὅταν ἴδῃς τὰ ὅρη τρέμοντα, καὶ τὸν Ἰορδάνην ἐπαναστραφέντα, σὺν τούτοις βόησον· ὁ σαρκωθεὶς ἐκ Παρθένου, εἰς ἡμῶν σωτηρίαν, Κύριε δόξα σοι.
Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.
Μεγαλυνάριον.
Χ
αίροις Ἰβηρίας γόνος σεπτός, ὁ ἐν Μυτιλήνῃ, ἐναθλήσας περιφανῶς· χαίροις εὐσεβείας, γεώργιον τὸ νέον, δι’ ἄθλων μαρτυρίου, θεῖε Γεώργιε.