Πέμπτη 22 Σεπτεμβρίου 2016

Ἀκολουθία μ. ΚΛΑΥΔΙΑΣ τῆς ἐν Ἀγκύρᾳ



Ψαλλομένη τῇ 18η Μαΐου
Ποίημα Δρ. Χαραλάμπους Μπούσια
 *******
ΕΝ ΤΩ ΜΙΚΡΩ ΕΣΠΕΡΙΝΩ

Ἀκολουθία Μεγαλομάρτυρος ΑΙΚΑΤΕΡΙΝΗΣ

Ἀκολουθία Μεγαλομάρτυρος ΑΙΚΑΤΕΡΙΝΗΣ
Ψαλλομένη τῇ 25η Νοεμβρίου

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ
Μετὰ τὸν Προοιμιακόν, Στιχολογοῦμεν τὴν α' Στάσιν τοῦ Μακάριος ἀνήρ. Εἰς δέ τό Κύριε ἐκέκραξα ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν τῆς Ἑορτῆς γ' καὶ τῆς Ἁγίας γ'.
Στιχηρὰ Προσόμοια τῆς Ἑορτῆς.
Ἦχος α'. Ὢ τοῦ παραδόξου θαύματος.
Σήμερον πιστοὶ χορεύσωμεν, ἐν ψαλμοῖς καὶ ὕμνοις, τῷ Κυρίω ᾄδοντες, τιμῶντες καὶ τὴν αὐτοῦ, ἡγιασμένην σκηνήν, τὴν ἔμψυχον κιβωτόν, τὴν τὸν ἀχώρητον Λόγον χωρήσασαν· προσφέρεται γὰρ Θεῷ, ὑπερφυῶς τῇ σαρκὶ νηπιάζουσα, καὶ Ἀρχιερεὺς ὁ μέγας, Ζαχαρίας δέχεται, εὐφραινόμενος ταύτην, ὡς Θεοῦ κατοικητήριον.

Σήμερον ναὸς ἔμψυχος, τῆς ἁγίας δόξης, Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, μόνη ἐν γυναιξίν, εὐλογημένη ἁγνή, προσφέρεται τῷ Ναῷ τῷ νομικῷ κατοικεῖν εἰς τὰ Ἅγια, καὶ χαίρουσι σὺν αὐτῇ, Ἰωακεὶμ καὶ Ἄννα τῷ πνεύματι, καὶ παρθενικαὶ χορεῖαι, τῷ Κυρίω ᾄδουσι, ψαλμικῶς μελῳδοῦσαι, καὶ τιμῶσαι τὴν Μητέρα αὐτοῦ.

Σ τῶν Προφητῶν τὸ κήρυγμα, Ἀποστόλων δόξα, καὶ Μαρτύρων καύχημα, καὶ πάντων τῶν γηγενῶν ἀνακαίνισις, Παρθένε Μήτηρ Θεοῦ· διὰ γὰρ σοῦ τῷ Θεῷ κατηλλάγημεν. Διὸ τιμῶμεν τὴν σήν, ἐν τῷ ναῷ τοῦ Κυρίου προέλευσιν, καὶ σὺν τῷ Ἀγγέλῳ πάντες, ψαλμικῶς τὸ Χαῖρέ σοι, τῇ πανσέμνῳ βοῶμεν, τῇ πρεσβείᾳ σου σῳζόμενοι.
Στιχηρά Προσόμοια τῆς Ἁγίας,
Ἦχος ὁ αὐτός. Τῶν οὐρανίων ταγμάτων
Σήμερον τέρπεται πόλις ἡ Ἀλεξάνδρεια, τὰ σπάργανά σου Μάρτυς, ἐν τῷ θείῳ ναῷ σου, κατέχουσα προφρόνως· διὸ καὶ ἡμεῖς, εὐσεβῶς ἑορτάζομεν, Αἰκατερῖνα τήν μνήμην σου τὴν σεπτήν· ὑπερεύχου τῶν τιμώντων σε.
Αἰκατερίνης τὴν μνήμην νῦν ἑορτάσωμεν· αὐτὴ γὰρ ὄντως πάσας, τοῦ ἐχθροῦ τὰς δυνάμεις, ἐν λόγῳ τε καὶ ἔργῳ, καθεῖλε στερρῶς, καὶ ρητόρων τὴν ἔνστασιν· ἀλλὰ δεήσεσι ταύτης ῥῦσαι ἡμᾶς, ὁ Θεὸς ἐκ τῶν αἱρέσεων.

Χαίροις πανένδοξε Μάρτυς Αἰκατερῖνα σεμνή· ἐν τῷ Σινᾷ γὰρ ὄρει, ἐν εἶδε τὴν βάτον, Μωσῆς μὴ φλεγομένην, ἐν τούτῳ Χριστός, τὸ θεάρεστον σκῆνός σου, νῦν μεταθείς σε φυλάττει ἕως καιροῦ, τῆς Δευτέρας Παρουσίας Αὐτοῦ.
Δόξα. Τῆς Ἁγίας Ἦχος β'.
Χαρμονικῶς τῇ πανηγύρει, τῆς θεοσόφου Μάρτυρος Αἰκατερίνης, συνδράμωμεν ὦ φιλο-μάρτυρες, καὶ ταύτην τοῖς ἐπαίνοις, ὡς ἄνθεσι καταστέψωμεν· χαίροις βοῶντες αὐτῇ, ἡ τῶν φληνάφων ῥητόρων, τὴν θρασυστομίαν ἐλέγξασα, ὡς ἀπαιδευσίας ἀνάπλεων, καὶ τούτους πρὸς πίστιν θείαν χειραγωγήσασα· χαίροις ἡ τὸ σῶμα πολυπλόκοις βασάνοις ἐκδοῦσα, δι' ἀγάπην τοῦ Ποιητοῦ σου, καὶ μὴ καταβληθεῖσα, ὡς ἄκμων ἀνάλωτος· χαίροις ἡ ταῖς ἄνω μοναῖς, ἀντάξια τῶν πόνων εἰσοικισθεῖσα, καὶ δόξης αἰωνίου κατατρυφήσασα· ἧς ἐφιέμενοι οἱ ὑμνῳδοί σου, τῆς ἐλπίδος μὴ ἐκπέσοιμεν.
Καὶ νῦν. Τῆς Ἑορτῆς. Ἦχος πλ. δ'.
Μετὰ τὸ τεχθῆναί σε, Θεόνυμφε Δέσποινα, παρεγένου ἐν Ναῷ Κυρίου, τοῦ ἀνατραφῆναι εἰς τὰ Ἅγια τῶν Ἁγίων, ὡς ἡγιασμένη. Τότε καὶ Γαβριὴλ ἀπεστάλη, πρὸς σὲ τὴν Πανάμωμον, τροφὴν κομίζων σοι· τὰ οὐράνια πάντα ἐξέστησαν, ὁρῶντα τὸ Πνεῦμα τὸ Ἅγιον ἐν σοὶ σκηνῶσαν. Διὸ, ἄσπιλε Ἀμόλυντε, ἡ ἐν οὐρανῷ καὶ ἐπὶ γῆς δοξαζομένη, Μήτηρ Θεοῦ, σῷζε τὸ γένος ἡμῶν.

Εἴσοδος, τό Φῶς ἱλαρόν,
τὸ Προκείμενον τῆς ἡμέρας
καὶ τὰ Ἀναγνώσματα.
Προφητείαις Ἡσαΐου τὸ Ἀνάγνωσμα (Κεφ. 43, 9-14).
Τάδε λέγει Κύριος· Πάντα τὰ ἔθνη συνήχθησαν ἅμα καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν· Τὶς ἀναγγελεῖ ταῦτα ἐν αὐτοῖς; ἢ τὰ ἐξ ἀρχῆς, τὶς ἀκουστὰ ποιήσει ἡμῖν; Ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν, καὶ δικαιωθήτωσαν. Καὶ εἰπάτωσαν ἀληθῆ, Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς Κύριος ὁ Θεός, καὶ ὁ παῖς, ὃν ἐξελεξάμην, ἵνα γνῶτε καὶ πιστεύσητε, καὶ συνῆτε, ὅτι ἐγὼ εἰμι. Ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεός, καὶ μετ ἐμὲ οὐκ ἔσται. Ἐγὼ εἰμι ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα, καὶ οὐκ ἦν ἐν ἡμῖν ἀλλότριος. Ὑμεῖς ἐμοὶ μάρτυρες, καὶ ἐγὼ Κύριος ὁ Θεός, ὅτι ἀπ' ἀρχῆς ἐγὼ εἰμι, καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος. Ποιήσω, καὶ τὶς ἀποστρέψει αὐτό; Οὕτω λέγει Κύριος ὁ Θεός, ὁ λυτρούμενος ἡμᾶς, ὁ Ἅγιος Ἰσραήλ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. 3, 1-9).
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι. Καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ' ἡμῶν πορεία σύντριμμα, οἱ δὲ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται, ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλο-κάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τούς αἰῶνας, οἱ πεποιθότες ἐπ' αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. 5, 15-23 & 6, 1-3).
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου, ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν, τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα, δικαιοσύνην, καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα, ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας, πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ' αὐτῶν ὕδωρ θαλάσσης, ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν.
Ἀκούσατε οὖν, Βασιλεῖς, καὶ σύνετε, μάθετε, δικασταὶ περάτων γῆς, ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν, ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.

Εἰς τὴν Λιτήν. Ἦχος α΄.
Τὰ λαμπρὰ καὶ θεῖά σου ἄθλα, πᾶσαν γλῶσσαν πρὸς αἴνεσιν ἤγειρεν Ἀγγέλων καὶ ἀνθρώπων. Οἱ γὰρ Ἄγγελοι ὁρῶντες ἐν Οὐρανῷ τὸν Νυμφίον σου Χριστόν, τὴν καθαρωτάτην σου ψυχὴν ταῖς χορείαις αὐτῶν συναριθμοῦντα· καὶ οἱ ἄνθρωποι τὸ πολύαθλον καὶ καρτερικόν σου σῶμα κοινὸν ἰατρεῖον ἔχοντες, κοινὴν χορείαν συστησάμενοι ἀγάλλονται, καὶ πανηγυρίζουσιν εὐφημοῦντές σε, ὡς τὴν πλάνην πᾶσαν τοῦ ἐχθροῦ ἐκνικήσασαν, καὶ πρεσβεύουσαν ἐν Οὐρανοῖς, Χριστῷ τῷ Θεῷ ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Ὁ αὐτός.
Τῷ θείῳ πόθῳ τοῦ Χριστοῦ πυρπολουμένη Μάρτυς πολύαθλε, τὰς τῶν ἀνόμων βασάνους εἰς οὐδὲν ἐλογίσω, ἀλλὰ τὸν λογισμόν σου τοῖς οὐρανίοις κάλλεσι προσηλώσασα, ἔσπευδες φθάσαι πρὸς τὰ ποθούμενα· διὸ καὶ ὁ στεφοδότης Χριστὸς δεξάμενος τὸ παρθενικόν σου καὶ καθαρώτατον πνεῦμα, ἐν σκηναῖς οὐρανίοις εἰσῳκίσατο, ἔνθα νῦν παρισταμένη τῷ Παμβασιλεῖ καὶ Θεῷ, πρέσβευε δωρηθῆναι ἡμῖν τὸ μέγα ἔλεος.
Ἦχος β΄.
Πνευματικὴν χορείαν συγκροτήσωμεν τὰ πλήθη τῶν Ὀρθοδόξων, ἐπὶ τῇ μνήμῃ τῆς Μάρτυρος Αἰκατερίνης. Αὕτη γὰρ τὴν τοῦ θήλεως φύσιν εἰς ἀῤῥενότητα μεταβαλοῦσα, ὡς Ἰουδὶθ ἠνδρίσατο κατὰ τοῦ Ὀλοφέρνου· διὸ καὶ ἐν τῷ σταδίῳ πάσχουσα ἔλεγε· Σὲ Νυμφίε μου ποθῶ, καὶ τὸ σῶμά μου διὰ Σὲ τοῖς ἀνόμοις παρέδωκα· ἀλλ’ εἰσελεύσομαι εἰς τὸν νυμφῶνα τὸν μέγαν, καὶ θεάσομαι τὴν δόξαν σου Φιλάνθρωπε.
Ὁ αὐτός.
ς ἀλάβαστρον μύρου, τὸ αἷμά σου προσε-νήνοχας τῷ σῷ Νυμφίῳ Χριστῷ Αἰκατερῖνα ἀθληφόρε ἀήττητε· ἀντάμειψιν δὲ εἴληφας στέφος ἄφθαρτον, παρ' αὐτοῦ ἀξιάγαστε. Ὅθεν καὶ Ῥητόρων τὴν θρασυστομίαν ἀπήμβλυνας, καὶ τούτους πρὸς θεογνωσίαν ἀφείλκυσας, καὶ τὸν τοῦ μαρτυρίου στέφανον ἐκομίσαντο, σὺν Βασιλίσσῃ τῇ σοφῇ· διὸ πρέσβευε Χριστῷ τῷ Θεῷ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Ἦχος δ΄.
Σήμερον, ὁ Νυμφίος σου Χριστός, οὐρανῶν τὰς πύλας ἀνοίξας, εἰς παστάδα ἀκήρατον δέχεταί σε καλλιπάρθενε, καὶ Βασιλείας συμμέτοχον δείκνυσιν, ὡς συγκοινωνὸν τῶν παθημάτων Αὐτοῦ. ᾯ νῦν παρισταμένη, μὴ ἐπιλάθου ἡμῶν, τῶν πίστει καὶ πόθῳ τιμώντων, τὴν ἀεισέβαστον μνήμην σου.
Ὁ αὐτός.
    Τ  ἐλπίδι  τῶν  αἰωνίων  ἀγαθῶν, νευρουμένη
Αἰκατερίνα παμμακάριστε, καὶ τῇ ἀγάπῃ καὶ τῇ πίστει περιφραχθεῖσα, καὶ τῇ δυνάμει Χριστοῦ ῥωννυμένη ἀήττητε, εἰδώλων τὴν πλάνην ἐμείωσας, καὶ Βασιλίσσῃ πρόξενος τῶν οὐρανίων θαλάμων γεγένησαι, μεθ’ ἧς τῷ Χριστῷ παρισταμένη, πρέσβευε δωρηθῆναι τοῖς τιμῶσί σε, εἰρήνην καὶ μέγα ἔλεος.
Δόξα. Ἦχος πλ. α΄.
Σήμερον ἡμέραν ὑπέρλαμπρον, καὶ ἔαρ πανευ-φρόσυνον ἀνέτειλε τοῖς πέρασιν, ἡ πάνσεπτος πανήγυρις τῆς Ἀθληφόρου, λαμπρύνουσα τῶν εὐσεβῶν τὰς καρδίας, καὶ τοῖς θαύμασι ὡς ἄνθεσι, τοὺς πιστοὺς εὐωδιάζουσα. Δεῦτε οὖν ἅπαντες πιστοὶ εὐφρανθῶμεν τῷ πνεύματι, καὶ τὰς χεῖρας κροτήσωμεν, ἐπὶ τῇ λαμπρᾷ καὶ σεβασμίῳ μνήμῃ τῆς Μάρτυρος, καὶ τοῖς ἄνθεσι τῶν ἐγκωμίων ταύτην καταστέψωμεν, οὕτω βοῶντες· χαίροις Αἰκατερίνα καλλιπάρθενε κόρη, χαῖρε νύμφη τοῦ Χριστοῦ, χαίροις ἡ τῶν ῥητόρων τὰ ἀπύλωτα στόματα ὡς ἀφώνους ἀποδείξασα ἰχθύσας, καὶ τὴν ἄνοιαν τῶν Ἑλλήνων ἐναντίον Βασιλέως δυσσεβοῦς ἐλέγξασα, καὶ κηρύξασα Χριστὸν τὸν Θεόν, τὸν παρέχοντα ἡμῖν τὸ μέγα ἔλεος.
Καὶ νῦν. Τῆς ἑορτῆς. Ὁ αὐτός.
πέλαμψεν ἡμέρα χαρμόσυνος, καὶ ἑορτὴ πανσεβάσμιος. Σήμερον γὰρ ἡ πρὸ τόκου Παρθένος, καὶ μετὰ τόκον Παρθένος μείνασα, ἐν τῷ Ναῷ προσάγεται, καὶ χαίρει Ζαχαρίας ὁ πρέσβυς, ὁ γενέτης τοῦ Προδρόμου, καὶ βοᾷ γηθοσύνως. Ἤγγικεν ἡ προσδοκία τῶν θλιβομένων, ἐν Ναῷ ἁγίῳ ὡς ἁγία, ἀφιερωθῆναι εἰς κατοίκησιν τοῦ Παντά-νακτος. Εὐφραινέσθω Ἰωακεὶμ ὁ προπάτωρ, καὶ ἡ Ἄννα ἀγαλλιάσθω, ὅτι προσήνεγκαν Θεῷ, ὡς τριετίζουσαν δάμαλιν, τὴν ἀμώμητον Δέσποιναν. Μητέρες συγχάρητε, παρθένοι σκιρτήσατε, καὶ στεῖραι συγχορεύσατε· ὅτι ἠνέῳξεν ἡμῖν τὴν Οὐρανῶν Βασιλείαν, ἡ προορισθεῖσα Παντάνασσα. Χαίρετε λαοὶ καὶ ἀγαλλιᾶσθε.

Εἰς τὸν Στίχον. Ἦχος δ΄. Ἔδωκας σημείωσιν.
Μνήμην τὴν πανίερον, Αἰκατερίνα πανεύφημε, τῆς σεπτῆς σου ἀθλήσεως, τελοῦντες δοξάζομεν, ἐν φωναῖς ἀπαύστοις, τὸν δεδωρημένον, ὑπομονήν σοι καρτεράν, καὶ νικηφόρον σε ἀναδείξαντα, καὶ λόγον χορηγήσαντα, καταπτοοῦντα τοὺς ῥήτορας, Ἰησοῦν τὸν Φιλάνθρωπον, καὶ Σωτῆρα καὶ Κύριον.

Στ.: Ὑπομένων ὑπέμεινα τὸν Κύριον καῖ προσέσχες μοι, καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου.
Μάρτυς ἐθελούσιος, Αἰκατερίνα πανένδοξε, καθωράθης τὸν τύραννον, εὐτόνως ἐλέγξασα, καὶ δεινὴν μανίαν, τῆς πολυθεΐας, θεογνωσίας φωτισμῷ, καταβαλοῦσα καὶ θείᾳ χάριτι· ἐντεῦθεν καὶ ὡς Μάρτυρα, καὶ ὡς παρθένον πανάμωμον, ὁ Χριστὸς ἐστεφάνωσεν, ὁ Σωτὴρ τῶν ψυχῶν ἡμῶν.

Στ.: Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου, καὶ κατεύθυνε τὰ διαβήματά μου.
Χάριν τὴν τοῦ Πνεύματος, Αἰκατερίνα πανένδοξε, ἐν ἀνοίξει τοῦ στόματος, ἐδέξω καθάρασα, σεαυτὴν προθύμως, διὰ πολιτείας, καὶ λογισμῷ καρτερικῷ, τὴν τῶν τυράννων ὀφρὺν κατέπαυσας, ἐν κάλλει τῷ τοῦ σώματος, τὴν ψυχικὴν ὡραιότητα, θεοφρόνως ἀντέθεικας, Ἀθλητῶν ἐγκαλλώπισμα.
Δόξα. Ἦχος πλ. δ΄.
Τῷ τοῦ Νυμφίου σου ἔρωτι, τετρωμένη Αἰκατε-ρίνα σεμνή, Παρθενομάρτυς καὶ πάνσοφε, πᾶσαν κοσμικὴν προσπάθειαν, προθύμως κατέλιπες, καὶ τῷ σημείῳ τοῦ Σταυροῦ, σφραγισαμένη ἑαυτήν, τὴν τῶν εἰδώλων πλάνην πανσόφως διήλεγξας· καὶ ῥητόρων ἔπαυσας, τὰς ληρώδους ἐνστάσεις, τοῦ Χριστοῦ τὸ ὄνομα λαμπρῶς πᾶσι κηρύξασα· ὅθεν καὶ στέφει οὐρανίῳ ἀναδησαμένη τὴν κεφαλήν, σὺν Ἀγγέλοις χορεύεις, ὡς ἁγνὴ περιστερά, καὶ πρεσβεύεις ἀπαύστως, ὑπὲρ τῶν πίστει καὶ πόθῳ τελούντων, τὴν παναοίδιμον μνήμην σου.
Καὶ νῦν. Τῆς ἑορτῆς. Ὁ αὐτός.
Μετὰ τὸ τεχθῆναί σε, Θεόνυμφε Δέσποινα, παρεγένου ἐν Ναῷ Κυρίου, τοῦ ἀνατραφῆναι εἰς τὰ Ἅγια τῶν Ἁγίων, ὡς ἡγιασμένη. Τότε καὶ Γαβριὴλ ἀπεστάλη πρὸς σὲ τὴν Πανάμωμον, τροφὴν κομίζων σοι. Τὰ οὐράνια πάντα ἐξέστησαν, ὁρῶντα τὸ Πνεῦμα τὸ Ἅγιον ἐν σοὶ σκηνῶσαν. Διὸ, ἄσπιλε Ἀμόλυντε, ἡ ἐν οὐρανῷ καὶ ἐπὶ γῆς δοξαζομένη, Μήτηρ Θεοῦ, σῷζε τὸ γένος ἡμῶν.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον τῆς Ἑορτῆς. Ἦχος δ'.
Σήμερον τῆς εὐδοκίας Θεοῦ τὸ προοίμιον, καὶ τῆς τῶν ἀνθρώπων σωτηρίας ἡ προκήρυξις, ἐν Ναῷ τοῦ Θεοῦ τρανῶς ἡ Παρθένος δείκνυται, καὶ τὸν Χριστὸν τοῖς πᾶσι προκαταγγέλλεται. Αὐτῇ καὶ ἡμεῖς μεγαλοφώνως βοήσωμεν· χαῖρε τῆς οἰκονομίας τοῦ Κτίστου ἡ ἐκπλήρωσις.
Δόξα. Τῆς Ἁγίας.
Ἦχος πλ. α'. Τὸν συνάναρχον Λόγον
Τὴν πανεύφημον νύμφην Χριστοῦ ὑμνήσωμεν, Αἰκατερῖναν τὴν θείαν καὶ πολιοῦχον Σινᾶ, τὴν βοήθειαν ἡμῶν καὶ ἀντίληψιν, ὅτι ἐφίμωσε λαμπρῶς, τοὺς κομψοὺς τῶν ἀσεβῶν, τοῦ Πνεύματος τῇ μαχαίρᾳ, καὶ νῦν ὡς Μάρτυς στεφθεῖσα, αἰτεῖται πᾶσι τὸ μέγα ἔλεος.
Καὶ νῦν. Πάλιν τὸ τῆς Ἑορτῆς. Ἦχος δ΄.
 Σήμερον τῆς εὐδοκίας Θεοῦ τὸ προοίμιον, καὶ τῆς τῶν ἀνθρώπων σωτηρίας ἡ προκήρυξις, ἐν Ναῷ τοῦ Θεοῦ τρανῶς ἡ Παρθένος δείκνυται, καὶ τὸν Χριστὸν τοῖς πᾶσι προκαταγγέλλεται. Αὐτῇ καὶ ἡμεῖς μεγαλοφώνως βοήσωμεν· Χαῖρε τῆς οἰκονομίας τοῦ Κτίστου ἡ ἐκπλήρωσις.

Καὶ Ἀπόλυσις.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν α' Στιχολογίαν,
Κάθισμα τῆς Ἁγίας.
Ἦχος α'. Τὸν τάφον Σου Σωτὴρ.
Μολοῦσα εὐθαρσῶς, πρὸς ἀγῶνας τρισμάκαρ, ἀνδρείως τὸν Χριστόν, ὡμολόγησας Μάρτυς, καὶ τύραννον ἤλεγξας, δυσσεβῆ καὶ παράφρονα, καὶ κατῄσχυνας, ῥητορευόντων τὰ στίφη, καὶ ἀνέδραμες, εἰς οὐρανίους σκηνώσεις· διὸ σε δοξάζομεν.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς, ὅμοιον.
Δικαίων ὁ καρπός, Ἰωακεὶμ καὶ τῆς Ἄννης, προσφέρεται Θεῷ, Ἱερῷ ἐν Ἁγίῳ, σαρκὶ νηπιάζουσα, ἡ τροφὸς τῆς ζωῆς ἡμῶν· ἣν εὐλόγησεν, ὁ ἱερὸς Ζαχαρίας· ταύτην ἅπαντες, ὡς τοῦ Κυρίου Μητέρα, πιστῶς μακαρίσωμεν.

Μετὰ τὴν β' Στιχολογίαν,
Κάθισμα τῆς Ἁγίας.
Ἦχος δ'. Κατεπλάγη Ἰωσὴφ.
παρθένος καὶ σεμνή, Αἰκατερῖνα ἡ σοφή, τῇ δυνάμει τοῦ Χριστοῦ, ἐπιρρωσθεῖσα ἀληθῶς, ἀγαλλομένη εἰσέρχεται ἐν σταδίῳ, καὶ τύραννον ὠμόν, καταβαλοῦσα στερρῶς, καὶ πᾶσαν τὴν πληθύν, τῶν δυσσεβούντων ἐχθρῶν, μετ' εὐφροσύνης ἔψαλλεν, ἀκαταπαύστως μεγάλῃ φωνῇ· Χριστέ μου δόξα, Σωτὴρ καὶ ῥύστα, σὺ οὖν δέξαι τὸ πνεῦμά μου.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς, ὅμοιον.
Πρὸ συλλήψεως Ἁγνή, καθηγιάσθης τῷ Θεῷ, καὶ τεχθεῖσα ἐπὶ γῆς, δῶρον προσήχθης νῦν Αὐτῷ, ἀποπληροῦσα πατρῴαν ἐπαγγελίαν· τῷ θείῳ δὲ Ναῷ, ὡς θεῖος ὄντως ναός, ἐκ βρέφους καθαρῶς, μετὰ λαμπάδων φαιδρῶν, ἀποδοθεῖσα ὤφθης δοχεῖον, τοῦ ἀπροσίτου καὶ θείου Φωτός. Μεγάλη ὄντως, ἡ πρόοδός σου, μόνη Θεόνυμφε καὶ Ἀειπάρθενε.

Μετὰ τὸν Πολυέλεον,
Κάθισμα τῆς Ἁγίας.
Ἦχος πλ. δ'. Τὸ προσταχθὲν μυστικῶς.
λεξανδρέων ἡ λαμπρὰ καὶ θεία πόλις, ἐπὶ τῇ μνήμῃ σου σεμνὴ πανηγυρίζει, καὶ γεραίρει τοὺς ἄθλους σου Αἰκατερῖνα, οὓς ἔτλης γενναιοφρόνως ὑπὲρ Χριστοῦ· καὶ μέγα βρενθυομένη σοι ἐκβοᾷ· ὦ Παρθένε πολύαθλε, εἰς οὐρανίους σκηνάς, συνοῦσα νῦν τῷ Κτίστῃ σου, χαῖρε Μάρτυς πανθαύμαστε.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς, ὅμοιον.
γαλλιάσθω ὁ Δαυῒδ ὁ ὑμνογράφος, καὶ χορευέτω Ἰωακεὶμ σὺν τῇ Ἄννῃ, ὅτι γόνος ἅγιος ἐξ αὐτῶν προῆλθε· Μαρία ἡ φωτοφόρος θεία λαμπάς, καὶ χαίρει εἰσερχομένη ἐν τῷ Ναῷ· ἣν καὶ βλέπων εὐλόγησεν, ὁ Βαραχίου υἱός, καὶ χαίρων ἀνε-κραύγαζε· χαῖρε θαῦμα παγκόσμιον.

Οἱ Ἀναβαθμοί. Τὸ α´ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
κ νεότητός μου πολλὰ πολεμει μὲ πάθη· ἀλλ’ αὐτὸς ἀντιλαβοῦ καὶ σῶσον, Σωτήρ μου (δίς).
Οἱ μισοῦντες Σιῶν, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου· ὡς χόρτος γὰρ πυρὶ ἒσεσθε ἀπεξηραμμένοι (δὶς).
Δόξα Πατρί.
γίω Πνεύματι πᾶσα ψυχὴ ζωοῦται καὶ καθάρσει ὑψοῦται, λαμπρύνεται τῇ τριαδικῇ μονάδι
ἱεροκρυφίως.
Καὶ νῦν.
γίῳ Πνεύματι ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα ἅπασαν τὴν κτίσιν πρὸς ζωογονίαν.
Προκείμενον, Ἦχος δ': Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ. 
Στ.: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ ἐθαυμάστωμεν, πάντα τὰ θελήματα Αὐτοῦ ἐν αὐτοῖς.
Εὐαγγέλιον ἐκ τοῦ κατὰ Ματθαῖον:
Εἶπεν Κύριος τὴν παραβολὴν ταύτην· ὡμοιώθη Βασιλεία τῶν οὐρανῶν δέκα παρθένοις...

Ν´  Ψαλμός.
 λέησόν με, Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.Ἐπὶ πλεῖον πλῦνον μὲ ἀπὸ τῆς ἀνομίας μου, καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διὰ παντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα· ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.  Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας· τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς μὲ ὑσσώπω καὶ καθαρισθήσομαι· πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιείς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.
Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀπορρίψης με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαὶ μὲ ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ, πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Δόξα. Ταῖς τῆς Ἀθληφόρου…
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου…

Εἶτα τὸ Ἰδιόμελον. Ἦχος β'.
Στ.: Ἐλέησόν με ὁ Θεός...
Βίον ἄϋλον ἐξησκημένη, βῆμα ἄθεον κατα-λαβοῦσα, ἔστης τροπαιοφόρος Αἰκατερῖνα σεμνή, ἀνθηφοροῦσα τοῦ Θεοῦ τὴν λαμπρότητα, καὶ τὸ θεῖον σθένος ἐνδεδυμένη, δόγμα τυράννου κατεμυκτήρισας, καὶ ῥητόρων ἔπαυσας, τὰς φληνάφους ῥήσεις Πολύαθλε.

Εἶτα οἱ Κανόνες· α΄ τῆς Ἑορτῆς
καὶ τῆς Ἁγίας β΄.
Κανὼν πρῶτος τῆς Ἑορτῆς, οὗ Ἀκροστιχὶς μέχρι τῆς ζ' ᾠδής. Σὺ τὴν χάριν, Δέσποινα, τῷ λόγῳ δίδου. Ποίημα τοῦ κυρίου Γεωργίου.

ᾨδὴ α'. Ἦχος δ'. Ὁ Εἱρμός.
νοίξω τὸ στόμα μου, καὶ πληρωθήσεται Πνεύματος, καὶ λόγον ἐρεύξομαι, τῇ Βασιλίδι Μητρί, καὶ ὀφθήσομαι, φαιδρῶς πανηγυρίζων, καὶ ᾄσω γηθόμενος, ταύτης τὴν Εἴσοδον.
Σοφίας πανάχραντε, σὲ θησαυρὸν ἐπιστάμενoι, καὶ χάριτος βρύουσαν, πηγὴν ἀέναον, τὰς τῆς γνώσεως, αἰτοῦμέν σε ῥανίδας, ἐπόμβρησον Δέσποινα, τοῦ ἀνυμνεῖν σε ἀεί.
πέρτερος Πάναγνε, τῶν οὐρανῶν χρηματίσασα, ναὸς καὶ παλάτιον, ἐν τῷ Ναῷ τοῦ Θεοῦ, ἀνατίθεσαι, αὐτῷ ἑτοιμασθῆναι, εἰς θείαν κατοίκησιν, τῆς παρουσίας αὐτοῦ.
Τὸ φῶς ἀνατείλασα, ἡ Θεοτόκος τῆς χάριτος, πάντας κατελάμπρυνε, καὶ συνηγάγετο τὴν ὑπέρλαμπρον, αὐτῆς κατακοσμῆσαι, πανήγυριν ᾄσμασι· δεῦτε συνδράμωμεν.
πύλη ἔνδοξος, λογισμοῖς ἀδιόδευτος, τὰς πύλας διάρασα, τὰς τοῦ Ναοῦ τοῦ Θεοῦ, νῦν προτρέπεται, ἡμᾶς συνεισελθόντας, τὰ θεῖα θαυμάσια, κατατρυφῆσαι αὐτῆς.

Ὁ α’ Κανὼν τῆς Ἁγίας.
ᾨδὴ α΄. Ἦχος β΄. Τῷ τὴν ἄβατον.
Τῷ Νυμφίῳ σου, παρισταμένη πάνσεμνε, Λόγῳ τῷ ἀνατείλαντι, ἐκ προανάρχου Πατρός, πρὸ αἰώνων ὡς Αὐτοῦ, θείῳ ἀπαυγάσματι, λόγον μοι αἴτησαι, τὴν ἀξιέπαινον, ὑμνῆσαι μαρτυρίαν σου.
σοφία σε, Θεοῦ ἡ ἐνυπόστατος, Λόγος ὁ συναΐδιος, Πατρὶ καὶ Πνεύματι, οἷα σκεῦος ἐκλογῆς, πλῆρες θείας χάριτος καὶ καθαρότητος, εὑρὼν ἐνέπνευσε, σοφίαν τὴν οὐράνιον.
Πλούτῳ ῥέοντι, καρδίαν μὴ συνδήσασα, ταύτην τῷ Παντοκράτορι, Θεῷ συνέδησας, καὶ τῷ πόθῳ τῷ αὐτοῦ, Μάρτυς τετρωμένη ἦλθες αὐτόκλητος, ἐπὶ τὸ στάδιον, Θεὸν ἕνα κηρύττουσα.

Θεοτοκίον.
γιάσματος, εὑρών Σε καθαρώτατον, τόπον ὁ Ὑπεράγιος, ἐν σοὶ ἐσκήνωσε, παναμώμητε Σεμνή, καὶ τῶν ἡδυπνόων μύρων αἰσθόμεναι, κόραι νεάνιδες, αὐτῷ κατηκολούθησαν.

Ὁ β΄ Κανὼν τῆς Ἁγ. Αἰκατερίνης, οὗ ἡ Ἀκροστιχίς: Αἰκατερῖναν τὴν παναοίδιμον ᾄσμασι μέλπω. Θεοφάνους.
ᾨδὴ α'. Ἦχος πλ. δ'.
Ἁρματηλάτην Φαραὼ ἐβύθισε.
Αἰκατερίνης τῆς πανσόφου Μάρτυρος, ταῖς ἱκεσίαις Χριστέ, τὸ ζοφερὸν ὄμμα, τῆς ψυχῆς μου φώτισον, αἴγλην διδοὺς μοι Δέσποτα, τῆς σῆς φωτοχυσίας, τῶν ψυχοφθόρων πταισμάτων μου, πᾶσαν τὴν ἀχλὺν ἀφανίζουσαν.
θυνομένη τοῦ Δεσπότου πάνσοφε, θείοις προσ-τάγμασι, καὶ τῷ αὐτοῦ πόθῳ, φλεγομένη ἔδραμες, πρὸς τοὺς ἀγῶνας σπεύδουσα, καὶ τυράννων τὰς φρένας, Αἰκατερῖνα κατέπληξας, λόγῳ καὶ σοφίᾳ καὶ χάριτι.
Κυβερνωμένη τῇ παλάμῃ ἔνδοξε, τῇ κραταιᾷ τοῦ Χριστοῦ, εἰδωλικὴν ζάλην, Μάρτυς ὑπεξέφυγες, ἀβρόχως ὑπερπλέουσα, τοῦ Σταυροῦ τῷ ἱστίῳ, καὶ θείαις αὔραις τοῦ Πνεύματος, ᾄσμα τῷ Θεῷ ἀναμέλπουσα.
γαλλομένη παρθενίας κάλλεσιν, Αἰκατερῖνα σοφή, καὶ θεϊκὴν γνῶσιν, οὐρανόθεν ἔχουσα, τῆς ψευδωνύμου γνώσεως, εὐθαρσῶς καὶ ἀνδρείως, τοὺς προεστῶτας κατῄσχυνας, τούτους κατὰ κράτος νικήσασα.
Θεοτοκίον.
Τὸ Θεοτόκον σε κηρύττειν Ἄχραντε, πάσης αἱρέσεως, ἀποτροπὴν φέρει· σάρκα γὰρ γενόμενον, ἀναλλοιώτως ἔτεκες, τὸν ἐπέκεινα πάσης, θεοκυῆτορ τῆς κτίσεως, Λόγον τοῦ Θεοῦ τὸν ἀΐδιον.

ᾨδὴ γ'. Τῆς ἑορτῆς. Ὁ Εἱρμός.
Τοὺς Σοὺς ὑμνολόγους Θεοτόκε, ὡς ζῶσα καὶ ἄφθονος πηγή, θίασον συγκροτήσαντας, πνευματικὸν στερέωσον, κἄν τῇ σεπτῇ Εἰσόδῳ σου, στεφάνων δόξης ἀξίωσον.
Νυμφοστόλoς σήμερον ἐδείχθη, τερπνὸς τῆς Παρθένου ὁ ναός, καὶ θάλαμος δεχόμενος, τὴν ἔμψυχον παστάδα Θεοῦ, τὴν καθαρὰν καὶ ἄμωμον, καὶ λαμπροτέραν πάσης κτίσεως.
Δαυῒδ προεξάρχων τῆς χορείας, σκιρτᾷ καὶ χορεύει σὺν ἡμῖν, καὶ Βασιλίδα κράζει σε, πεποι-κιλμένην Ἄχραντε, παρισταμένην πάναγνε, ἐν τῷ Ναῷ τῷ Βασιλεῖ καὶ Θεῷ.
ξ ἧς ἡ παράβασις προῆλθεν, ἡ πάλαι τῷ γένει τῶν βροτῶν, ἐκ ταύτης ἡ ἀνόρθωσις, καὶ ἀφθαρσία ἤνθησεν, ἡ Θεοτόκος σήμερον, προσαγομένη ἐν τῷ οἴκῳ Θεοῦ.
Σκιρτῶσιν Ἀγγέλων στρατηγίαι, καὶ πάντων ἀνθρώπων πληθύς, καὶ πρὸ προσώπου Πάναγνε, προστρέχουσί σου σήμερον, λαμπαδηφόροι κράζουσαι, τὰ μεγαλεῖά σου ἐν οἴκῳ Θεοῦ.

Ὁ α’ τῆς Ἁγίας. Ἐν πέτρᾳ με τῆς πίστεως.
Νεᾶνις σοφωτάτη καὶ λαμπροτάτη, ὡραία καὶ τὴν ὄψιν καὶ τὴν καρδίαν, εἰς μέσον παραστᾶσα γενναιοφρόνως, τοῦ βασιλεύοντος, τοῦτον διήλεγχεν, ἀνοήτοις δαίμοσι θυσιάζοντα.
ξέστη τῇ σοφίᾳ καὶ τῇ συνέσει, καὶ ὅλος ἀπεπάγη μέσον τοῦ δήμου, ὁ ἄναξ μὴ ἰσχύων ἀποκριθῆναι, πρὸς τὴν θεόσοφον, σὲ καὶ θεόληπτον, Μάρτυς ἀξιάγαστε καὶ πανεύφημε.
πάρχουσα σοφίας τῆς θείας πλήρης, καὶ πᾶσνα ἐκμαθοῦσα τὴν ἔξω γνῶσιν, ὑπέφαινες τῷ λόγῳ τῆς ἀληθείας, ἐκμυκτηρίζουσα, Μάρτυς πανένδοξε, τὴν εἰδώλων θέωσιν, τὴν ψευδώνυμον.
Θεοτοκίον.
Φωτί με σωτηρίας περιβαλοῦσα, ἐξάγαγε τοῦ σκότους τῆς ἀπωλείας, πανύμνητε Παρθένε Θεοκυῆτορ, ἡ τὸν φιλάνθρωπον, Χριστὸν κυήσασα, ὅπως προσλαβόμενος μεγαλύνω Σε.
Ὁ β΄ τῆς Ἁγίας. Ὁ στερεώσας καταρχάς.
θελουσίαις σου ῥοπαῖς, ἐχώρησας πρὸς τὸ πάθος, τὸ ἑκούσιον Χριστὸν μιμουμένη, καὶ νικήσασα λαμπρῶς, τὸν σκότους κοσμοκράτορα, στεφανηφόρος ὤφθης, Αἰκατερῖνα θεόληπτε.
ωμαλεότητι φρενῶν, διήλεγξας τοὺς τυράννους, ἀθεΐας ἐν βυθῷ κυλισθέντας, ῥητορεύουσα σαφῶς, θεογνωσίας δόγματα, θείᾳ σοφίᾳ Μάρτυς, λαμπρυ-νομένη πανεύφημε.
σοθεΐαν τοῖς ὠσί, τῆς Εὔας ψιθυρίσας, ὑπο Κόρης ἁπαλῆς νῦν πατεῖται· τῷ γὰρ ὅπλῳ τοῦ Σταυροῦ, περιφραχθεῖσα ᾔσχυνεν, Αἰκατερῖνα Μάρτυς, ἄμετρα τοῦτον καυχώμενον.
Θεοτοκίον.
Νενεκρωμένον μου τὸν νοῦν, τῇ τῆς ζωῆς ἐνεργείᾳ, τῆς ἐκ σοῦ φανερωθείσης τῷ κόσμῳ, διανάστησον οὐλάς, καὶ τύπους ἐξαλείφουσα, τῆς ἁμαρτίας μόνη, Θεογεννῆτορ Πανάμωμε.

Κοντάκιον. Τῆς ἑορτῆς. Ἦχος δ'.
ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
καθαρώτατος ναὸς τοῦ Σωτῆρος, πολυ-τίμητος παστὰς καὶ Παρθένος, τὸ ἱερὸν θησαύρισμα τῆς δόξης τοῦ Θεοῦ, σήμερον εἰσάγεται, ἐν τῷ οἴκῳ Κυρίου, τὴν χάριν συνεισάγουσα, τὴν ἐν Πνεύματι Θείῳ· ἣν ἀνυμνοῦσιν Ἄγγελοι Θεοῦ· Αὕτη ὑπάρχει σκηνὴ ἐπουράνιος.
Ὁ Οἶκος.
Τῶν ἀποῤῥήτων τοῦ Θεοῦ καὶ θείων μυστηρίων, ὁρῶν ἐν τῇ Παρθένῳ, τὴν χάριν δηλουμένην, καὶ πληρουμένην ἐμφανῶς, χαίρω, καὶ τὸν τρόπον ἐννοεῖν ἀμηχανῶ τόν ξένον καὶ ἀπόῤῥητον, πῶς ἐκλελεγμένη ἡ ἄχραντος, μόνη ἀνεδείχθη ὑπὲρ ἅπασαν τὴν κτίσιν, τὴν ὁρατὴν καὶ τὴν νοουμένην. Διό, ἀνευφημεῖν βουλόμενος ταύτην, καταπλήττομαι σφοδρῶς νοῦν τε καὶ λόγον, ὅμως δὲ τολμῶν, κηρύττω καὶ μεγαλύνω· Αὕτη ὑπάρχει σκηνὴ ἐπουράνιος.

Κάθισμα τῆς Ἁγίας. Ἦχος πλ. δ'.
Τὴν Σοφίαν καὶ Λόγον.
Τὴν σοφίαν τὴν ὄντως ἐξ οὐρανοῦ, διὰ στόματος Μάρτυς τοῦ Μιχαήλ, λαβοῦσα πανεύφημε, καὶ ἐν ἄθλοις ἀήττητε, τῇ μὲν σοφίᾳ τῇ ἔξω, τοὺς ῥήτορας ἔπτηξας, τῇ δὲ σοφίᾳ τῇ θείᾳ, τὴν πλάνην ἐμείωσας· ὅθεν καθορῶν σου, τὸν ἀγῶνα ὁ Κτίστης, παρέστη ἐνισχύων σε. Δεῦρο λέγων ἀνάβηθι· οἱ θησαυροὶ γὰρ σε μένουσι· Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
Δόξα. Καὶ νῦν.
Τῆς Ἑορτῆς. Ἦχος ὁ αὐτός.
Κατεπλάγη Ἰωσήφ.
ἀμίαντος ἀμνάς, καὶ ἀκηλίδωτος παστάς, ἐν τῷ οἴκῳ τοῦ Θεοῦ, ἡ Θεοτόκος Μαριάμ, μέτ' εὐφροσύνης εἰσάγεται παραδόξως· ἣν Ἄγγελοι Θεοῦ, δορυφοροῦσι φαιδρῶς, καὶ πάντες οἱ πιστοί, μακαριοῦσιν ἀεί, καὶ εὐχαρίστως ψάλλουσι ταύτῃ, ἀκαταπαύστως μεγάλῃ φωνῇ. Ἡμῶν ἡ δόξα, καὶ σωτηρία, σὺ ὑπάρχεις Πανάχραντε.

ᾨδὴ δ'. Τῆς ἑορτῆς. Ὁ Εἱρμός.
Τὴν ἀνεξιχνίαστον θείαν βουλήν, τῆς ἐκ τῆς Παρθένου σαρκώσεως, σοῦ τοῦ Ὑψίστου, ὁ Προφήτης Ἀββακούμ, κατανοῶν ἐκραύγαζε· Δόξα τῇ δυνάμει σου Κύριε.
Πύλην ἀδιόδευτον ὁ τοῦ Θεοῦ, οἶκος εἰσδεχό-μενος σήμερον, ἔπαυσε Νόμου, τὴν λατρείαν καὶ σκιάν· ὡς ἀληθῶς ἐπέφανε, κράζων τοῖς ἐν γῇ, ἡ ἀλήθεια.

ρος τὸ κατάσκιον προορῶν, πάλαι Ἀββακοὺμ προεκήρυξεν, ἔνδον χωρῆσαν, τῶν ἀδύτων τοῦ ναοῦ, τὰς ἀρετὰς ἐξήνθησε, καὶ κατακαλύπτει τὰ πέρατα.
δωμεν παράδοξα πᾶσα ἡ γῆ, ξένα καὶ ἐξαίσια πράγματα, πῶς ἡ Παρθένος, δι' Ἀγγέλου τὴν τροφήν, εἰσδεχομένη σύμβολα, τῆς οἰκονομίας κομίζεται.
Ναὸς καὶ παλάτιον καὶ οὐρανός, ἔμψυχος ὀφθεῖσα Θεόνυμφε, τοῦ Βασιλέως, ἐν Ναῷ τῷ νoμικῷ, ἀφιεροῦσαι σήμερον, τούτῳ τηρουμένη πανάχραντε.

Ὁ α’ τῆς Ἁγίας. Ἐλήλυθας ἐκ Παρθένου.
θροίζετο, ἀπὸ πάσης γῆς στῖφος τὸ ἔγκριτον, τῶν ῥητόρων πάνσοφε, τοῦ Βασιλέως προστάγμασι, ὅπως ἀντιστήσωνται, τοῖς τῆς σοφίας σου, ῥήμασι σεπτοῖς παναοίδιμε.
Μεμύησαι, δι’ Ἀγγέλου ἁγίου πανεύφημε, τοῦ ἰσχὺν ἐνθέντος σοι, ὡς ἡττηθέντες οἱ ῥήτορες, διὰ σοῦ πιστεύσουσιν, εἰς τὸν Δεσπότην Σου, δόξαν Ἀθλητῶν ἀμπεχόμενοι.
Οὐκ ἴσχυσεν, ἀντειπεῖν τῇ σοφίᾳ καὶ χάριτι, τῶν λόγων σου πάνσεμνε, εὐγλωττία τῆς ἔξωθεν, γνώσεως ψευδήμονος, διὸ ὡς ὕφασμα, Μάρτυς τοῦ ἀράχνου ἠφάνισται.
Θεοτοκίον.
γίασον, τὴν ψυχήν μου Παρθένε Θεόνυμφε, καὶ τὸν νοῦν μου φώτισον, τοῦ ἀπροσκόπτως πορεύεσθαι, πρὸς τὸ θεῖον θέλημα, τοῦ ἐκ νηδύος Σου, ἄνευ σπορᾶς ἀνατείλαντος.

Ὁ β΄ τῆς Ἁγίας. Σύ μου ἰσχύς, Κύριε.
θλητικήν, Αἰκατερῖνα τὴν ἔνστασιν, ἐπεδείξω, Μάρτυς παναοίδιμε, τῷ δυσμενεῖ λίαν καρτερῶς, ἀντικαταστᾶσα, καὶ τοῦτον καταπατήσασα, ποσὶν ὡραϊσμένοις, τοῦ Σταυροῦ τῇ δυνάμει, Ἀθληφόρε Μαρτύρων τὸ καύχημα.

Νύμφη Χριστοῦ, Αἰκατερῖνα πανόλβιε, καθωρά-θης, θείας ὡραιότητος, φωτοειδέσι μαρμαρυγαῖς, ἀγλαϊζομένη, καὶ κάλλει περιαστράπτουσα· διὸ καὶ γηθομένη, μελῳδεῖς τῷ Δεσπότῃ, τῇ δυνάμει σου δόξα Φιλάνθρωπε.
Τυραννικήν, ἀλαζονείαν ἐφαύλισας, καὶ τῷ θείῳ, λόγῳ τῆς σοφίας σου, ὡς ἐκ βυθοῦ, τῆς ἀπατηλῆς, δεισιδαιμονίας, τοὺς πλανωμένους ἐξήρπασας, διδάσκουσα κραυγάζειν, τῷ Χριστῷ μελῳδοῦντας, τῇ δυνάμει σου δόξα Φιλάνθρωπε.
εὐκλεής, καὶ φωτοφόρος πανήγυρις, τῆς ἐν-δόξου μνήμης σου Πανεύφημε, τῆς καρτερῶς, θράσος τοῦ ἐχθροῦ, καταπατησάσης, ὡς ἥλιος ἀνατέταλκεν, ἐν μεγαλοφώνως, τῷ Δεσπότῃ βοῶμεν, τῇ δυνάμει σου δόξα φιλανθρωπε.
Θεοτοκίον.
Νῦν τὴν ἰσχύν, τῶν ἀθετούντων κατάβαλε, τῆς εἰκόνος, Κόρη τὴν προσκύνησιν, σοῦ τῆς σεπτῆς, καὶ τοῦ ὑπὲρ νοῦν, ἐκ σοῦ σαρκωθέντος, καὶ κόσμον ὅλον φωτίσαντος, καὶ πάντων τῶν Ἁγίων, τοὺς δὲ πίστει τιμῶντας, καταφαίδρυνον μόνη Πανύμνητε.

ᾨδὴ ε'. Τῆς ἑορτῆς. Ὁ Εἱρμός.
ξέστη τὰ σύμπαντα ἐν τῇ σεπτῇ εἰσόδῳ σου· σὺ γὰρ ἀπειρόγαμε Παρθένε· ἔνδον εἰσῆλθες ἐν τῷ ναῷ τοῦ Θεοῦ, ὥσπερ καθαρώτατος ναός, πᾶσι τοῖς ὑμνοῦσί σε τὴν εἰρήνην βραβεύουσα.
γίασμα ἔνδοξον, καὶ ἱερὸν ἀνάθημα, σήμερον ἡ πάναγνος Παρθένος, ἀνατεθεῖσα ἐν τῷ Ναῷ τοῦ Θεοῦ, τῷ παμβασιλεῖ ἡμῶν Θεῷ, μόνῳ εἰς ἐνοίκησιν, συντηρεῖται ὡς οἶδεν αὐτός.
Τ κάλλος Πανάχραντε, τὸ τῆς ψυχῆς σου βλέπων ποτέ, πίστει Ζαχαρίας ἀνεβόα· Σὺ εἶ τὸ λύτρον, σὺ εἶ πάντων χαρά, σὺ εἶ ἀνάκλησις ἡμῶν, δι' ἧς ἀχώρητος, χωρητὸς μοι ὀφθήσεται.
τῶν ὑπὲρ ἔννοιαν, θαυμάτων σου Πανά-χραντε! ξένη σου γέννησις ὑπάρχει, ξένος τρόπος τῆς αὐξήσεως, ξένα καὶ παράδοξα τὰ σά, πάντα Θεονύμφευτε, καὶ βροτοῖς ἀνερμήνευτα.
Λυχνία πολύφωτος, ὑπάρχουσα Θεόνυμφε, σήμερον ἐξέλαμψας ἐν οἴκῳ, τῷ τοῦ Κυρίου, καὶ καταυγάζεις ἡμᾶς, τοῖς σεπτοῖς χαρίσμασιν Ἁγνή, τοῖς τῶν θαυμασίων σου, Θεοτόκε πανύμνητε.
Ὁ α’ τῆς Ἁγίας. Τῆς νυκτὸς διελθούσης.
ταμῶς ὁ δικάζων, ἐν θυμῷ τε τὴν ψῆφον, κατὰ τῶν ῥητόρων ἐξήνεγκεν, ὡς σαφῶς ἡττηθέντας, ἐν πυρὶ κελεύσας τούτους τὴν τελείωσιν δέξασθαι.
Κατησπάζοντο Μάρτυς, σοῦ τοὺς θείους πόδας, τοῦ Χριστοῦ τῇ πίστει οἱ ῥήτορες, προσελθόντες, καὶ αὐτῶν τὰς ψυχὰς Κυρίῳ, μέσον τοῦ πυρὸς παρεδέδοσαν.
ξιόθεον τέλος, εὕραντο οἱ γενναῖοι, καὶ διὰ τοῦ πυρὸς βαπτισθέντες, τὴν ἀνάγκην ποιοῦντες, ὥσπερ φιλοτιμίαν, τοὺς στεφάνους δόξης ἐδέξαντο.
Θεοτοκίον.
Τῶν ἀΰλων αἱ Τάξεις, Σὲ δοξολογοῦσιν, ἄχραντε Παρθένε θεόνυμφε, διὰ Σοῦ γὰρ προῆλθε, βροτοῖς σωτηρία, λύσιν τῶν πταισμάτων πηγάζουσα.

Ὁ β΄ τῆς Ἁγίας. Ἴνα τὶ με ἀπώσω.
Πόθῳ πυρπολουμένη, Μάρτυς παναοίδιμε τῷ τοῦ Δεσπότου σου, καὶ ζητοῦσα τούτου, τὸ ἀμήχανον κάλλος θεάσασθαι, αὐθαιρέτῳ γνώμῃ, τοῖς αἰκισμοῖς σαυτὴν παρέσχες, παρθενίας ἐκλάμπουσα χάρισιν.
θλοις ἱερωτάτοις, Κόρη καλλιπάρθενε κατα-λαμπρύνασα, σεαυτὴν προφρόνως, ἀνελήλυθας πρὸς τὴν οὐράνιον, τοῦ Χριστοῦ παστάδα, καὶ νῦν φαιδρῶς τῷ σῷ Νυμφίῳ, γηθομένη συνήφθης πανόλβιε.
Νεᾶνις φαιδροτάτη, ὤφθης ἀγαπήσασα μόνον ἐράσιμον, καὶ ὀπίσω τούτου, συντονώτατον δρόμον διήνυσας, εἰς ὀσμὴν τοῦ μύρου, σοῦ νοητῶς τοῦ κενωθέντος, ἐκβοῶσα δραμοῦμαι Νυμφίε μου.
Θεοτοκίον.
ληθῆ Θεοτόκον, πάντες ἐπιγνόντες σε, πάναγνε Δέσποινα, τὸν ἐκ σοῦ τεχθέντα, Θεὸν Λόγον εἰδότες κηρύττομεν, ἐν δυσὶν οὐσίαις, θελητικαῖς αὐτεξουσίαις, γνωριζόμενον Κόρη Θεόνυμφε.

ᾨδὴ ς'. Τῆς ἑορτῆς. Ὁ Εἱρμός.
Tὴν θείαν, ταύτην καὶ πάντιμον, τελοῦντες ἑορτὴν οἱ θεόφρονες, τῆς Θεομήτορος, δεῦτε τὰς χεῖρας κροτήσωμεν, τὸν ἐξ αὐτῆς τεχθέντα Θεὸν δοξάζοντες.
πάντα φέρων τῷ ῥήματι, εὐχῆς τῆς τῶν Δικαίων ἐπήκουσε· διὸ στειρώσεως, λύσας τὴν νόσον ὡς εὔσπλαγχνος, τὴν τῆς χαρᾶς αἰτίαν τούτοις δεδώρηται.
Γνωρίσαι θέλων ὁ Κύριος, τοῖς ἔθνεσιν αὐτοῦ τὸ σωτήριον, τὴν Ἀπειρόγαμον, νῦν ἐξ ἀνθρώπων παρέ-λαβε, καταλλαγῆς σημεῖον καὶ ἀναπλάσεως.
ς οἶκος οὖσα τῆς χάριτος, ἐν ᾧ οἱ θησαυροὶ ἐναπόκεινται, τῆς ἀποῤῥήτου Θεοῦ, οἰκονομίας Πανάχραντε, ἐν τῷ Ναῷ μετέσχες τῆς ἀκηράτου τρυφῆς.
Διάδημά σε βασίλειον, δεξάμενος Ναὸς Θεο-νύμφευτε, κατεφαιδρύνετο, καὶ ὑπεχώρει τοῖς κρείττοσι, τῶν προῤῥηθέντων βλέπων ἐν σοὶ τὴν ἔκ-βασιν.
Ὁ α’ τῆς Ἁγίας. Ἄβυσσος ἁμαρτημάτων.
φανας ἐκ τῆς Παρθένου, ὡς ἥλιος ἐν τῷ κόσμῳ, τῆς ἐπιγνώσεως τῆς σῆς, πληρώσας τὰ σύμπαντα, ὡς Θεοῦ Θεὸς Λόγος.
ήμασιν ἀπεπειρᾶτο, ἀπάτης καὶ κολακείαις, ὁ δυσσεβέστατος βασιλεύς, συλῆσαι Πανεύφημε, τὸν θησαυρὸν τῆς ψυχῆς σου τὴν πίστιν.
νθίστασο ἀνδρειοφρόνως, ταῖς τοῦ κρατοῦντος θωπείαις, μὴ προσκαμπτομένη ἀπειλαῖς, Μάρτυς ἀήττητε, ἀλλὅπλῳ τοῦ Σταυροῦ ἐνδυναμουμένη.
Θεοτοκίον.
Νέμοις μοι ἁμαρτημάτων, τὴν λύσιν Θεοκυήτωρ, καὶ τὴν τῶν παθῶν ἀπαλλαγήν, ἄχραντε Δέσποινα, πρεσβείαις Σου Σῷ ἀχρείῳ οἰκέτῃ.

Τῆς Ἁγίας. Ἄβυσσος ἁμαρτιῶν.
λην σε περικαλῆ, παρθενίας ἀπαστράπτουσαν αἴγλῃ, μαρτυρικοῖς τε Κόρη, φοινιχθεῖσαν ἐν αἵμασι, καθορῶν ὁ ἀγαθός, Λόγος καὶ ἄχραντος, ἐν θαλά-μοις, ἐπουρανίοις κατεσκήνωσεν.
σχύσας διὰ Σταυροῦ, τῶν τυράννων καταλῦσαι τὸ κράτος, καὶ κοσμικῆς σοφίας, διελέγξαι τὸ μάταιον, θεοπνεύστου διδαχῆς, βρύουσα δόγματα, μεγαλόφρον Αἰκατερῖνα πανοίδιμε.
Δόλῳ πρώην τὸν Ἀδάμ, Παραδείσου τῆς τρυφῆς ἐκβαλόντα, τῶν αἰκισμῶν τοὺς πόνους, καρτερῶς ὑπομείνασα, καταβέβηκας εἰς γῆν, Μάρτυς παν-ένδοξε, καὶ στεφάνοις, τῆς Βασιλείας ἐστεφάνωσαι.
Θεοτοκίον.
λεών μοι τὸν Κριτήν, τὸν Υἱόν σου Θεοτόκε Παρθένε, ταῖς σαῖς λιταῖς γενέσθαι, ἐν ἡμέρᾳ τῆς κρίσεως, λυτρωτήν τε τῶν δεινῶν, Μῆτερ ἀπέργασαι· σοὶ γὰρ μόνῃ, τὰ τῆς ἐλπίδος ἀνατίθημι.

Κοντάκιον τῆς Ἁγίας. Ἦχος β'. Τὰ ἄνω ζητῶν.
Χορείαν σεπτήν, ἐνθέως φιλομάρτυρες, ἐγείρατε νῦν, γεραίροντες τὴν πάνσοφον, Αἰκατερῖναν· αὕτη γάρ, ἐν σταδίῳ τὸν Χριστὸν ἐκήρυξε, καὶ τὸν ὄφιν ἐπάτησε, Ῥητόρων τὴν γνῶσιν καταπτύσασα.
Ὁ Οἶκος.
Τὴν ἐκ Θεοῦ σοφίαν λαβοῦσα παιδόθεν ἡ Μάρτυς, καὶ τὴν ἔξω καλῶς σοφίαν πᾶσαν μεμάθηκε, γνοῦσα δὲ ἐκ ταύτης τὴν τῶν στοιχείων κίνησίν τε καὶ ποίησιν κατὰ λόγον, καὶ τὸν αὐτὰ ἐξ ἀρχῆς διὰ λόγου ποιήσαντα, αὐτῷ τὴν εὐχαριστίαν ἐν νυκτὶ καὶ ἡμέρᾳ προσέφερε· τὰ δὲ εἴδωλα καθεῖλε, καὶ τοὺς ταῦτα ἀφρόνως λατρεύοντας, Ῥητόρων τὴν γνῶσιν καταπτύσασα.
Συναξάριον.
Τῇ ΚΕ' τοῦ αὐτοῦ μηνός, μνήμη τῆς Ἁγίας Μεγαλο-μάρτυρος Αἰκατερίνης.
Στίχοι·
         Αἰκατερῖνα, καὶ σοφὴ καὶ παρθένος·
         Ἐκ δὲ ξίφους, καὶ Μάρτυς, ὦ καλὰ τρία!
Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι ἑκατὸν πεντήκοντα Ῥήτορες, οἱ διὰ τῆς Ἁγίας Αἰκατερίνης πιστεύσαντες τῷ Χριστῷ, πυρὶ τελειοῦνται.
Στίχοι·
Αἱ πρὶν πλάνης Ῥήτορσιν ἀνδράσι στάσεις,
Εἰς πῦρ θανοῦσι, τῶν στεφάνων εὑρέσεις.
Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ἁγία Μάρτυς Βασίλισσα, ἡ γαμετὴ Μαξεντίου, ξίφει τελειοῦται.
Στίχοι·
Τμηθεῖσα θνητοῦ σύζυγος Βασιλέως,
Ἄφθαρτον εὗρε νυμφῶνα Βασιλέως.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Πορφύριος, ὁ Στρατηλάτης, σὺν τοῖς διακοσίοις στρατιώταις, ξίφει τελειοῦνται.
Στίχοι·
Σὺν τῷ στρατῷ σου Πορφύριε πρὸς ξίφος
Πρόθυμος ἥκεις, οἷά περ Στρατηλάτης.
Ταῖς τῶν Ἁγίων Σου πρεσβείαις, ὁ Θεὸς ἐλέησον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ'. Τῆς ἑορτῆς. Ὁ Εἱρμός.
Οὐκ ἐλάτρευσαν τῇ κτίσει οἱ θεόφρονες, παρὰ τὸν Κτίσαντα, ἀλλὰ πυρὸς ἀπειλήν, ἀνδρείως πατήσαντες, χαίροντες ἔψαλλον· Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.
δοὺ σήμερον, ἐπέλαμψε τοῖς πέρασιν, ἔαρ εὐφρόσυνον, καταφαιδρῦνoν ἡμῶν, ψυχὴν καὶ διάνοιαν, καὶ νοῦν τῇ χάριτι, ἡ πανήγυρις, τῆς Θεοτόκου σήμερον, μυστικῶς εὐωχηθῶμεν.
Δορυφορείτωσαν, σήμερον τὰ σύμπαντα, τῇ Βασιλίδι Μητρί, ὁ οὐρανὸς καὶ ἡ γῆ, Ἀγγέλων τὰ τάγματα, καὶ τῶν βροτῶν ἡ πληθύς, καὶ βοάτωσαν, ἐν τῷ Ναῷ εἰσάγεται, ἡ χαρὰ καὶ ἡ λύτρωσις.
τοῦ γράμματος, παρέδραμεν ἐξέλιπε, νόμος καθάπερ σκιά, καὶ αἱ τῆς χάριτος, ἀκτῖνες ἐπέλαμψαν, ἐν τῷ Ναῷ τοῦ Θεοῦ, εἰσαχθείσης σου, Παρθενομῆτορ Ἄχραντε, εἰσαεὶ εὐλογημένη.
ποτέτακται, τῷ τόκῳ σου Πανάχραντε, ὡς Ποιητῇ καὶ Θεῷ, οὐρανὸς καὶ γῆ, καὶ τὰ καταχθόνια, καὶ πᾶσα γλῶσσα βροτῶν, ὅτι Κύριος, ὁμολογεῖ ἐπέφανεν, Σωτὴρ τῶν ψυχῶν ἡμῶν.

Ὁ α’ τῆς Ἁγίας. Εἰκόνος χρυσῆς.
Αἰκίας δειναῖς, παρεδίδοτε λοιπὸν Μάρτυς θεόφρων, τὸ σὸν σαρκίον μαστιζόμενον, καὶ ὠμω-τάτως ξεόμενον, σὺ δὲ τὴν ᾠδὴν τῷ Κυρίῳ ὑπομένουσα ἔψαλλες· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Νεᾶνις σεμνή, ἁπαλὴ καὶ τρυφερὰ πᾶσαν κατέ-πτυσε, τοῦ τυραννοῦντος τὴν πανώλεθρον, καὶ ἀθεώτατον ἔνστασιν, καὶ τὴν τῶν Ῥητόρων σοφίαν, μωρίαν δείξασα ἔψαλλεν· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
χθεῖσα φρουρᾷ, κατεκλείσθης ὡς φρουρὸς τοῦ θείου νόμου, Αἰκατερίνα καλλιπάρθενε, ἔνθα σπουδῇ παρεγένετο, ἅμα τῷ κλεινῷ Πορφυρίῳ, Βασιλὶς προσπεσοῦσά σοι, καὶ τὴν σφραγίδα παρὰ σοῦ προσδεξαμένη Χριστοῦ.
Θεοτοκίον.
Σοφίαν Θεοῦ, καὶ ἰσχὺν σωματικῶς Ἀγνὴ κυήσασα, Χριστὸν τὸν Λόγουν τὸν ἐνούσιον, καὶ ἐνυπόστατον Ἄχραντε, τοῦτον ἐκδυσώπει σοφίαν, καὶ ἰσχύν μοι δωρήσασθαι, κατὰ ποικίλων μηχανῶν τοῦ ἀρχεκάκου ἐχθροῦ.
Ὁ β΄ της Ἁγίας. Θεοῦ συγκατάβασιν.
Μαρτύρων τὸ καύχημα, τῆς εὐσεβείας μύστης γεγένησαι, τῷ λαμπρῷ σου Νυμφίῳ, Μαρτύρων δῆμον πρασαγαγοῦσα Χριστῷ· μεθ' οὗ κραυγάζεις πανεύφημε ψάλλουσα· Εὐλογητός ὁ Θεός, ὁ τῶν Πατέρων ἤμών.
λόγος σου Πάνσοφε, πρὸς σωτηρίαν πολλοὺς ἐξήρπασεν, ἐξ εἰδωλομανίας, καὶ φωτοφόρους ἔδειξε Μάρτυρας, μεγαλοφώνως σὺν σοὶ ἀνακράζοντας· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Νεᾶνις ὀπίσω σου, ἀκολουθοῦσά σοι προσενήνε-κται, διὰ ξίφους τμηθεῖσα, σὸν μιμουμένη πάθος τὸ ἄχραντον, καὶ σοὶ τῷ Κτίστῃ βοῶσα καὶ λέγουσα· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Θεοτοκίον.
γίων ὁ Ἅγιος, ἐν σοὶ ἁγίως κατασκηνώσας ἁγνή, Θεοτόκε Παρθένε, σεσαρκωμένος ἐκ σοῦ γεγέννηται, διὰ τὸ σῶσαι τοὺς πίστει κραυγάζοντας· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

ᾨδὴ η'. Τῆς ἑορτῆς. Ἧς ἡ Ἀκροστιχὶς κατὰ ἀλφάβητον.
Ὁ Εἱρμός.
κουε Κόρη Παρθένε ἁγνή, εἰπάτω δὴ ὁ Γαβριήλ, βουλήν Ὑψίστου, ἀρχαίαν ἀληθινήν, γενοῦ πρὸς ὑποδοχήν, ἑτοίμη Θεοῦ· διὰ σοῦ γὰρ ὁ ἀχώρητος, βροτοῖς συναναστρέφεται· διὸ καὶ χαίρων βοῶ· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.
Ἄχραντον ναὸν ἐν οἴκῳ Θεοῦ, προσάγουσα Ἄννα ποτέ,
Boῶσα ἔφη, ἐν πίστει τῷ Ἱερεῖ,
Γονὴν τὴν ὑπὸ Θεοῦ, δοθεῖσαν κἀμoί,
Δεδεγμένος νῦν εἰσάγαγε, ἐν τῷ ναῷ τοῦ Κτίστου σου, καὶ χαίρων ψάλλε αὐτῷ· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.
Ἔφησεν ἰδὼν τῇ Ἄννῃ ποτέ, ἐν πνεύματι ὁ Ζαχαρίας·
Ζωῆς Μητέρα, εἰσάγεις ἀληθινήν.
Ἥνπερ τηλαυγῶς οἱ Προφῆται Θεοῦ,
Θεοτόκον προεκήρυξαν, καὶ πῶς Ναός χωρήσει αὐτήν; διὸ θαυμάζων βοῶ· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.
Ἱκέτις Θεοῦ κατέστην ἐγώ, ἀντέφησεν Ἄννα αὐτῷ·
Καλοῦσα τοῦτον ἐν πίστει καὶ προσευχῇ,
Λαβεῖν τῆς ἐμῆς ὠδῖνος καρπόν·
Μετὰ τόκον δὲ τὸ κύημα, προσάγειν τῷ παρέχοντι· διὸ σκιρτῶσα βοῶ·
Νόμιμον ὄντως τὸ ἔργον ἐστίν, ὁ Ἱερεὺς ἔφη αὐτῇ·
Ξένον δὲ πάντῃ, τὸ πρᾶγμα κατανοῶ.
Ὁρῶν τὴν προσαγομένην ἐν οἴκῳ Θεοῦ,
Παραδόξως ὑπερβαίνουσαν, τὰ Ἅγια τῇ χάριτι· διὸ καὶ χαίρων βοῶ· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.
Ῥώννυμαι ἔφη ἡ Ἄννα αὐτῷ, μανθάνουσα ἅπερ λαλεῖς.
Συνεὶς γὰρ ταῦτα τῷ Πνεύματι τοῦ Θεοῦ.
Τρανῶς τὰ τῆς Παρθένου ἐκήρυξας.
Ὑποδέχου οὖν τὴν ἄχραντον, ἐν τῷ Ναῷ τοῦ Κτίστου σου, καὶ χαίρων ψάλλε αὐτῷ. Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.
Φωσφόρος ἡμῖν ἀνῆψε λαμπάς, ἐβόησεν ὁ Ἱερεύς.
Χαρὰν μεγίστην ἐκλάμπουσαν ἐν Ναῷ.
Ψυχαὶ Προφητῶν συνευφραινέσθωσαν.
Ὡς παράδοξα θεώμεναι, τελούμενα ἐν οἴκῳ Θεοῦ, καὶ ἐκβοάτωσαν νῦν. Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

Ὁ α’ τῆς Ἁγίας. Τὸν ἐν καμίνῳ τοῦ πυρός.
Μόνον ποθοῦσα τὸν Χριστόν, τὴν Βασίλισσαν αὐτῷ δῶρον προσφέρεις, Μάρτυς Αἰκατερίνα, καὶ πλῆθος Στρατιωτῶν, γενναίως ἀθλησάντων ἔνδοξε, σὺν τῷ Πορφυρίῳ ὑπὲρ τῆς εὐσεβείας.
ποκοπεῖσα τοὺς μαστούς, καὶ τὴν κάραν εὐκλεῶς ἀποτμηθεῖσα, τῆς ἐν γῇ Βασιλείας, ἡ Βασιλὶς τὰς μονάς, σοφῶς οὐρανῶν ἀντηλλάξατο, περὶ τὸν τῶν ὅλων ἑστῶτα Βασιλέα.
Σὲ τὴν ἁγνὴν περιστεράν, μεθοδείαις ὁ δεινὸς παντοίαις ὄφις, καὶ σπουδῇ συλλαβέσθαι, ἐμηχανᾶτο πολλῇ, ἀλλ’ ὤφθη γελοῖον παιζόμενον, σὺ δὲ πρὸς τὰ ἄνω μετέβης κατοικίας.
ερωτάτη χελιδών, καὶ φιλόστοργος τρυγὼν καὶ Μάρτυς θεία, καὶ παρθένος καὶ νύμφη, τοῦ Βασιλέως Χριστοῦ, φανεῖσα αὐτῷ συναγάλλεσαι, περὶ τὸν νυμφῶνα αὐτοῦ χοροβατοῦσα.
Θεοτοκίον.
Μόνη Θεὸν κυοφορεῖς, τὸν συνέχοντα δρακὶ πᾶσνα τὴν κτίσιν, ὢ φρικτοῦ μυστηρίου, ὼ εὐσπλαγχνίας Θεοῦ, πῶς βρέφος ὁρᾶται ὁ ἄσαρκος, σώζων τῶν ἰδίων χειρῶν αὐτοῦ τὸ ἔργον.

Ὁ β΄ τῆς Ἁγίας. Ἑπταπλασίως κάμινον.
Σαῖς διδαχαῖς Βασίλισσα, πειθαρχοῦσα προσέδραμε, τῇ θεοσεβείᾳ, καὶ στερρῶς ὑπέμεινε, τῶν πόνων τὴν αἴσθησιν, καὶ βασιλείας τῶν οὐρανῶν, τῆς ἀδιαδόχου, προφανῶς ἠξιώθη, βοῶσα· τὸν Δεσπότην, Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Μετὰ Μαρτύρων γένοιτο, τῶν πιστῶν τὰ αἰτήματα· ἡ γὰρ Ἀθληφόρος, τῷ Χριστῷ παρίσταται, αἰτοῦσα τὰ κρείττονα, καὶ σωτηρίας πρόξενα, τοῖς τὴν παναγίαν, καὶ σεπτὴν αὐτῆς μνήμην, προθύμως ἐκτελοῦσι, καὶ πιστῶς μελῳδοῦσι· λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.
ναπετάσας δέχεται, ὁ Νυμφίος σε Πάνσοφε, πύλας Παραδείσου, καὶ παστάδα πάνσεμνον, οἰκεῖν παρεσκεύασε, καὶ βασιλείας μέτοχον, ὡς συγκοινωνόν, τῶν παθημάτων δεικνύει· ᾧ νῦν παρισταμένη, Βασιλέων θυγάτηρ, λαμπρῶς, πεποικιλμένη, ἡμῶν μὴ ἐπιλάθῃ.
Σεσοφισμένοις ῥήμασιν, ἐπειρᾶτο τύραννος, πιθανολογίαις, δεινὸς χρησάμενος, ἐκλύειν τὴν ἔνστασιν, τὴν σὴν ἐλπίσας, Ἔνδοξε· ἀλλὰ νυμφευθῆναι, τῷ Χριστῷ βουλομένη, ἐβόας· Τὸν Δεσπότην, ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον.
ερωτέρα πέφηνας, Θεοτόκε πανάμωμε, τῆς ὑπερκοσμίου, τῶν Ἀγγέλων τάξεως· τὸν τούτων γὰρ τέτοκας, Δημιουργὸν καὶ Κύριον, ἐκ παρθενικῆς, ἀπειρογάμου νηδύος, ἐν δύο ταῖς οὐσίαις, ἀσυγχύτως ἀτρέπτως, μιᾷ δὲ ὑποστάσει, Θεὸν σεσαρκωμένον.

ᾨδὴ θ'. Τῆς ἑορτῆς. Ἧς ἡ Ἀκροστιχίς, κατ' ἀλφάβητον ἀντιστρόφως.
Μεγαλυνάριον.
Ἄγγελοι τὴν Εἴσοδον τῆς Πανάγνου, ὁρῶντες ἐξεπλήττοντο πῶς ἡ Παρθένος εἰσῆλθεν, εἰς τὰ Ἅγια τῶν Ἁγίων.
Ὁ Εἱρμός.
ς ἐμψύχῳ Θεοῦ κιβωτῷ, ψαυέτω μηδαμῶς χεὶρ ἀμυήτων, χείλη δὲ πιστῶν, τῇ Θεοτόκῳ ἀσιγήτως, φωνὴν τοῦ Ἀγγέλου ἀναμέλποντα, ἐν ἀγαλλιάσει βοάτω· Ὄντως ἀνωτέρα πάντων, ὑπάρχεις Παρθένε ἁγνή.

Ἄγγελοι τὴν Εἴσοδον τῆς Πανάγνου, ὁρῶντες ἐξεπλήττοντο, πῶς μετὰ δόξης εἰσῆλθεν, εἰς τὰ Ἅγια τῶν Ἁγίων.
ς ὑπέρλαμπρον Θεοτόκε ἁγνή, Ψυχῆς τὸ καθαρὸν ἔχουσα κάλλος· Χάριτος Θεοῦ δ' ἐμπιπλαμένη οὐρανόθεν· Φωτὶ ἀϊδίῳ καταυγάζεις ἀεί, τοὺς ἐν εὐφροσύνῃ βοῶντας· Ὄντως ἀνωτέρα πάντων, ὑπάρχεις Παρθένε ἁγνή.

Ἄγγελοι τὴν Εἴσοδον τῆς Παρθένου, ὁρῶντες ἐξεπλήττοντο, πῶς παραδόξως εἰσῆλθεν, εἰς τὰ Ἅγια τῶν Ἁγίων.
περίπταται Θεοτόκε ἁγνή Τὸ θαῦμά σου τὴν δύναμιν τῶν λόγων· Σῶμα γὰρ ἐν σοὶ κατανοῶ ὑπὲρ λόγον, Ῥοῆς ἁμαρτίας ἀνεπίδεκτον· ὅθεν εὐχαρίστως βοῷ σοι· Ὄντως ἀνωτέρα πάντων, ὑπάρχεις Παρθένε ἁγνή.
Ἄγγελοι καὶ ἄνθρωποι τῆς Παρθένου, τὴν Εἴσοδον τιμήσωμεν, ὅτι ἐν δόξῃ εἰσῆλθεν, εἰς τὰ Ἅγια τῶν Ἁγίων.
Παραδόξως προδιετύπου Ἁγνή, ὁ Νόμος σε σκηνὴν καὶ θείαν στάμνον, Ξένην κιβωτόν, καὶ καταπέτασμα καὶ ῥάβδον, Ναὸν ἀκατάλυτον, καὶ πύλην Θεοῦ· Ὅθεν ἐκδιδάσκει σοι κράζειν· Ὄντως ἀνωτέρα πάντων, ὑπάρχεις Παρθένε ἁγνή.
Ἄγγελοι τὴν Εἴσοδον τῆς Παρθένου, ὁρῶντες κατεπλήττοντο, πῶς θεαρέστως εἰσῆλθεν, εἰς τὰ Ἅγια τῶν Ἁγίων.
Μελῳδῶν σοι προεκελάδει Δαυΐδ, Λαλῶν σε θυγατέρα Βασιλέως, Κάλλει ἀρετῶν, ἐκ δεξιῶν παρισταμένην, ἰδὼν τοῦ Θεοῦ πεποικιλμένην σε· ὅθεν προφητεύων ἐβόα· Ὄντως ἀνωτέρα πάντων, ὑπάρχεις Παρθένε ἁγνή.
Ἄγγελοι σκιρτήσατε σὺν Ἁγίοις, Παρθένοι συγχορεύσατε· γὰρ Θεόπαις εἰσῆλθεν, εἰς τὰ Ἅγια των Ἁγίων.
Θεοδόχον προθεωρῶν Σολομῶν, Ἠνοίξατο σε πύλην Βασιλέως, Ζῶσάν τε πηγὴν ἐσφραγισμένην, Ἐξ ἧς τὸ ἀθόλωτον ἡμῖν προῆλθεν, ὕδωρ τοῖς ἐν πίστει βοῶσιν· Ὄντως ἀνωτέρα πάντων, ὑπάρχεις Παρθένε ἁγνή.
Ἄγγελοι καὶ ἄνθρωποι τὴν Παρθένον, ἐν ὕμνοις μεγαλύνομεν· θεοπρεπῶς γὰρ εἰσῆλθεν, εἰς τὰ Ἅγια τῶν Ἁγίων.
Διανέμοις τῶν χαρισμάτων τὴν σήν, Γαλήνην Θεοτόκε τῇ ψυχῇ μου, βρύουσα ζωήν, τοῖς σὲ τιμῶσι κατὰ χρέος, Αὐτὴ περιέπουσα καὶ σκέπουσα, καὶ διατηροῦσα βοᾶν σοι· Ὄντως ἀνωτέρα πάντων, ὑπάρχεις Παρθένε ἁγνή.

Ὁ α’ τῆς Ἁγίας. Ἀνάρχου Γεννήτορος.
φρούρει σε Ἄγγελος, Κυρίου παντοκράτορος, ἐν τροχῷ προσδεθεῖσαν Μάρτυς πανεύφημε, ᾧ περιεπάρησαν ἧλοι, λίαν ὀξεῖς, Θεὸν ἀνυμνοῦσα, τὸν μόνον δυνάμενον, ἐκ πικροῦ θανάτου ῥύεσθαι.
Λαὸς ὁ θεώμενος, τὸ θαῦμα ἐμεγάλυνε, τὸν Θεὸν ἀνελόντος στροφῆς ὁρμήματι, ρὑδην τοῦ τροχοῦ πολὺ πλῆθος, μιᾷ φωνῇ, μέγας ἐκβοῶντες· Θεὸς ὁ τῆς Μάρτυρος, ἀληθὴς καὶ παντοδύναμος.
ς ἔχουσα ἔνδοξε, γνησίαν τὴν οἰκείωσιν, πρὸς Χριστὸν τὸν Δεσπότην τοῦ κόσμου σύμπαντος, καὶ τὴν παῤῥησίαν μεγάλην, αὐτὸν ἡμῖν, πάντοτε δυσώπει, γενέσθαι εὐΐλατον, τοῖς πιστῶς σε μακαρίζουσι.
Θεοτοκίον.
Θεὸς σεσωμάτωται, ἐκ τῶν ἁγνῶν αἱμάτων Σου· ὅθεν πᾶσα ὑμνεῖ Σε γενεὰ Δέσποινα, Νόων τε τὰ πλήθη δοξάζει, ὡς διὰ Σοῦ, σαφῶς κατιδόντα, τὸν πάντων δεσπόζοντα, μορφωθέντα τὸ ἀνθρώπινον.

Ὁ β΄ τῆς Ἁγίας. Ἐξέστη ἐπὶ τούτῳ ὁ οὐρανός.
Μετέστης πρὸς θαλάμους φωτοειδεῖς, νυμφικοῖς κοσμουμένη στολίσμασι, παρθενικήν, ἔχουσα λαμπάδα τῇ δεξιᾷ, τῇ δὲ ἑτέρᾳ φέρουσα, τὴν ἀποτμηθεῖσάν σου κεφαλήν, καὶ νῦν παρισταμένη, Χριστῷ τῷ σῷ Νυμφίῳ, τοὺς σὲ ὑμνοῦντας περιφρούρησον.
δέχθη σου θεόφρον ἡ προσευχή· τοὺς γὰρ πίστει τὴν σὴν ὀνομάζοντας, κλῆσιν σεμνή, σῴζει ὁ Δεσπότης ἐκ πειρασμῶν, καὶ εὐρωστίαν δίδωσι, νόσων ἀπαλλάττων παντοδαπῶν, ψυχῶν τε καὶ σωμάτων· διὸ σε γεγηθότες, Αἰκατερῖνα μακαρίζομεν.
Λιμένι καθωρμίσθης νῦν γαληνῷ, εὐσταλῶς τε καὶ κούφως τὴν θάλασσαν, τὴν κοσμικήν, Μάρτυς διελθοῦσα Τρικυμιῶν, μὴ πειρασθεῖσα πάνσοφε, πλοῦτον πολυποίκιλον τῷ Χριστῷ, προσφέρουσα Παρθένε, τὸν δῆμον τῶν Μαρτύρων, Αἰκατερῖνα παμμακάριστε.
Παστάδων οὐρανίων ἔνδον τανῦν, σὺν παρθένων χορείᾳ χορεύουσα, μαρτυρικαῖς, περιλαμπομένη μαρμαρυγαῖς, Αἰκατερῖνα πάνσοφε, λῦσον τῶν πταισμάτων μου τὰς σειράς, προθύμως δυσωποῦσα, τὸν πάντων Εὐεργέτην, δι' ὃν τὸ αἵμά σου ἐξέχεας.
Θεοτοκίον.
ράθης ὦ Παρθένε Μήτηρ Θεοῦ, ὑπὲρ φύσιν τεκοῦσα ἐν σώματι, τὸν ἀγαθόν, Λόγον ἐκ καρδίας τῆς ἑαυτοῦ, ὃν ὁ πατὴρ ἠρεύξατο, πάντων πρὸ αἰώνων ὡς ἀγαθός· ὅν νῦν καὶ τῶν σωμάτων, ἐπέκεινα νοοῦμεν, εἰ καὶ τὸ σῶμα περιβέβληται.

Ἐξαποστειλάριον τῆς Ἁγίας. Ἐν πνεύματι τῷ Ἱερῷ.
νεύρωσας τὸ φρόνημα, γυναικῶν ὦ παρθένε, Αἰκατερῖνα πάντιμε, ἀθλοφόρων ἡ δόξα, καὶ Φιλοσόφων ἄνοιαν, ἐν Θεῷ διήλεγξας, ὡς λῆρον οὖσαν καὶ μῦθον, τὴν Πανάμωμον ὄντως, καὶ Μητέρα τοῦ Θεοῦ, συλλήπτορα κεκτημένη.
Τῆς ἑορτῆς, ὅμοιον.
Τοῦ Ἱεροῦ σε σήμερον, Θεοτόκε Παρθένε, δέχεται τὰ ἐνδότερα, χερσὶν Ἀρχιερέως, ἐν οἷς τριῶν ἀπὸ χρόνων, ἕως δύο καὶ δέκα, διέμεινας τρεφομένη, χερσὶ θείου Ἀγγέλου, ὡς ἁγία κιβωτός, τοῦ πάντα τεκτηναμένου.

Αἶνοι. Ἦχος δ'. Ἔδωκας σημείωσιν.
Μνήμην τὴν πανίερον, Αἰκατερῖνα πανεύφημε, τῆς σεπτῆς σου ἀθλήσεως, τελοῦντες δοξάζομεν, ἐν φωναῖς ἀπαύστοις, τὸν δεδωρημένον, ὑπομονὴν σοι καρτεράν, καὶ νικηφόρον σε ἀναδείξαντα, καὶ λόγον χορηγήσαντα, καταπτοοῦντα τοὺς ῥήτορας, Ἰησοῦν τὸν φιλάνθρωπον, καὶ Σωτῆρα καὶ Κύριον. (Δίς).
Μάρτυς ἐθελούσιος, Αἰκατερῖνα πανένδοξε, καθωράθης τὸν τύραννον, εὐτόνως ἐλέγξασα, καὶ δεινὴν μανίαν, τῆς πολυθεΐας, θεογνωσίας φωτισμῷ, καταβαλοῦσα, καὶ θείᾳ χάριτι, ἐντεῦθεν καὶ ὡς Μάρτυρα, καὶ ὡς Παρθένον πανάμωμον, ὁ Χριστὸς ἐστεφάνωσεν, ὁ Σωτὴρ τῶν ψυχῶν ἡμῶν.
Χάριν τὴν τοῦ Πνεύματος, Αἰκατερῖνα πανένδοξε, ἐν ἀνοίξει τοῦ στόματος, ἐδέξω καθάρασα, σεαυτὴν προθύμως, διὰ πολιτείας, καὶ λογισμῷ καρτερικῷ, τὴν τῶν τυράννων ὀφρύν, κατέσπασας· καὶ κάλλει τῷ τοῦ σώματος, τὴν ψυχικὴν ὡραιότητα, θεοφρόνως ἀντέθηκας, Ἀθλητῶν ἐγκαλλώπισμα.
Δόξα.Ἦχος β'.
Βίον ἄϋλον ἐξησκημένη, βῆμα ἄθεον καταλαβοῦσα, ἔστης τροπαιοφόρος Αἰκατερῖνα σεμνή, ἀνθηφοροῦσα τοῦ Θεοῦ τὴν λαμπρότητα· καὶ τὸ θεῖον σθένος ἐνδεδυμένη, δόγμα τυράννου κατεμυκτήρισας, καὶ ῥητόρων ἔπαυσας, τὰς φληνάφους ῥήσεις πολύαθλε.
Καὶ νῦν. Τῆς Ἑορτῆς. Ἦχος ὁ αὐτὸς.
Σήμερον τῷ ναῷ προσάγεται, ἡ πανάμωμος Παρθένος, εἰς κατοικητήριον τοῦ παντάνακτος Θεοῦ, καὶ πάσης τῆς ζωῆς ἡμῶν τροφοῦ. Σήμερον τὸ καθαρώτατον ἁγίασμα, ὡς τριετίζουσα δάμαλις, εἰς τὰ Ἅγια τῶν Ἁγίων εἰσάγεται. Ταύτῃ ἐκβοήσωμεν ὡς ὁ Ἄγγελος· Χαῖρε μόνη ἐν γυναιξὶν εὐλογημένη.

Δοξολογία Μεγάλη καὶ Ἀπολυσις.