Ψαλλομένη τῇ Κυριακῇ τοῦ Θωμᾶ
ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ
Ἱστῶμεν στίχους δ΄ καὶ ψάλλομεν τὰ ἑξῆς
Προσόμοια
Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Μακεδονίας
τὰ κρίνα τὰ εὐωδέστατα, τῷ μυρισμῷ αἱμάτων, ἐκχυθέντων ἠλείφθη, μάρτυρες Κυρίου
ἡ πόλις ὑμῶν, ἡ περίδοξος Νάουσα, καὶ ἐσφραγίσθη σφραγῖδι τῆς μυστικῆς, δωρεᾶς
Ἁγίου Πνεύματος.
Ἡρωϊκῶς
ἐν Ναούσῃ οὐκ ἐξηρνήθητε, ἀμφὶ πίστει Κυρίου, καὶ φιλτάτῃ Ἑλλάδι, ὥσπερ τῶν
πατρῴων θεσμίων σαφῶς, οἱ γενναῖοι ἀμύντορες, ἀλλ’ ἐπηρμένην καθείλετε τὴν
ὀφρύν, τοῦ τυράννου παναοίδιμοι.
Ἀνεῳγμένους
ὁρῶντες καθάπερ Στέφανος, τοὺς οὐρανοὺς ἐν δόξῃ, τὸν Υἱὸν τοῦ ἀνθρώπου, τὸν
ἐξαναστάντα Χριστὸν ἐκ νεκρῶν, μυστικῶς ἐθεάσασθε, οἱ δὲ ἀλλόθρησκοι κράξαντες
τὴν σφαγήν, ὑμῶν μάρτυρες κατέσπευσαν.
Ἐν
Παραδείσῳ σὺν μάρτυσιν ἠριθμήθητε, ὡς ἐμπολῆσαι πίστιν, τοῦ Χριστοῦ ἀρνηθέντες,
ὅθεν αἰωνίαν σωφρόνως ζωήν, ἀντὶ βίου τοῦ ῥέοντος, ἀνταλλαξάμενοι ἔνδοξοι τῆς
Αὑτοῦ, εὐφροσύνης ἠξιώθητε.
Δόξα. Ὅμοιον.
Νάουσα
χαῖρε ἡ πόλις ἡ πολυδόξαστος, καὶ ἡρωῒς Ἑλλάδος, ὡς ἐν σπλάχνοις σου θεῖα,
λείψανα ἁγίων μαρτύρων Χριστοῦ, καὶ πανίερα τέθαπται, καὶ τὰ ὀστᾶ τῶν πεσόντων
ἡρωϊκῶς, ὑπὲρ ἔθνους τε καὶ πίστεως.
Καὶ νῦν. Ὅμοιον.
Ἐκ
τάφου εἶδες πρωτίστη τῆς ἀναστάσεως, τὸ φῶς τοῦ Ζωοδότου, Θεοτόκε Υἱοῦ σου, καὶ
ἔνθα συνηγμένοι ἦσαν ὁμοῦ, μαθηταὶ τότε ἔσπευσας, εὐαγγελίσασθαι Δέσποινα ἐν
αὐτοῖς, τῆς χαρᾶς τὰ εὐαγγέλια.
Ἀπόστιχα
Ἦχος πλ. β΄. Οἶκος τοῦ Εὐφραθᾶ.
Ἔῤῥευσε
τῶν Χριστοῦ, νεομαρτύρων αἷμα, καὶ κατηρδεύθη πόλις, τῶν Ναουσαίων δόξῃ, καὶ
θεοδότῳ χάριτι.
Στίχος. Ὑπομένων ὑπέμεινα τὸν
Κύριον καὶ προσέσχε μοι.
Χαῖρε
ἡρωϊκή, τῶν Ναουσαίων πόλι, τὸ κλέος τῆς Ἑλλάδος, καὶ τῆς φιλοπατρίας, τὸ νᾶμα
τὸ αὐτόῤῥυτον.
Στίχος. Θαυμαστὸς ὁ Θεὸς ἐν
τοῖς ἁγίοις αὐτοῦ.
Εἰ
καὶ ὀθωμανῶν, ἡ τυραννὶς παρῆλθεν, οἱ μάρτυρες Ναούσης, πιστῶν δουλαγωγίαν, ἐν
πάθεσιν κωλύσατε.
Δόξα. Τριαδικόν.
Πάτερ τῶν οἰκτιρμῶν, σὺν
Πνεύματι καὶ Λόγῳ, εὐλόγει δαψιλείᾳ, τῶν ἄνω δωρεῶν Σου, πόλιν ἡμῶν ἡρώιαν.
Καὶ νῦν. Θεοτοκίον.
Δίδυμε
μὴ Χριστοῦ, τῇ θέᾳ ἀπιστήσῃς, Αὐτὸν γὰρ εἶδον ὄρθρου, βαθέως ἀναστάντα, ἡ
Θεοτόκος ἔκραζεν.
Νῦν ἀπολύεις, τὸ Τρισάγιον,
τὸ Ἀπολυτίκιον ἐκ τοῦ Μεγάλου Ἑσπερινοῦ
καὶ Ἀπόλυσις
ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ
Μετὰ τὸν Προοιμιακόν, τὸ Μακάριος ἀνήρ. Εἰς δὲ τὸ Κύριε ἐκέκραξα ἱστῶμεν στίχους στ΄ καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια
Ἦχος α΄. Ὢ τοῦ παραδόξου θαύματος.
Ὢ
τοῦ παραδόξου θαύματος· τῶν αἱμάτων ῥοαῖς,
δισχιλίων σύλλογος, ἡρώων τῆς τοῦ Χριστοῦ, ἁγίας πίστεως, κατάρδει ὡς ποταμός,
θεοσεβείας ῥοώδης τὴν Νάουσαν. Ἀντλήσωμεν οὖν πιστοί, μετ’ εὐφροσύνης ὡς ὕδωρ
καθάρσιον, τὴν ὑπὲρ ἡμῶν πρεσβείαν, ἐξ αὐτῶν πρὸς Κύριον, τὸν παρέχοντα κόσμῳ,
δαψιλῶς τὸ θεῖον ἔλεος.
Ὢ
τοῦ παραδόξου θαύματος· τὴν πανώλην ποτέ,
ἡρωΐδα πόλεων, ἀοίδιμος ὁ χορός, ὡς καθηγίασεν, αἱμάδι μαρτυρικῇ, τῶν καρατόμων
ἁγίων καὶ ἔχρισεν, ἀλείφατι πρεσβειῶν, ἱλαστηρίῳ σαφῶς ἀνεκαίνισεν· Ὅθεν παρ’ αὐτῆς τὰ
ἆθλα, ὡς χρεὼν προσάγεται, εὐγνωμόνως εἰς ἄνω, τοῦ ἐλέους τὴν ἐπόνησιν.
Ὢ
τοῦ παραδόξου θαύματος· ἐλειάνθη σφαγίς,
ἠκονίσθη μάχαιρα, ἑάλωσαν αἱ γαλαῖ, σάκκοι ἐῤῥάφησαν, ὠγκώθη ἐντοιχισμός,
περιειλίχθη ἀγχόνη ἡ λαίμαργος, ἀνήφθη βρώμιον πῦρ, καὶ δακνηραὶ παρωξύνθησαν
ἔχιδναι, ὅμως τὴν ἐκείνων βρίμην, θεηγόροι μάρτυρες, ὡς γενναῖοι ὁπλῖται, τοῦ
Χριστοῦ οὐκ ἐπτοήθητε.
Ἦχος α΄. Πανεύφημοι μάρτυρες.
Ψυχὴν
προσενέγκατε Χριστῷ, ὥσπερ ὁλοκαύτωμα, Ναούσης ἅγιοι μάρτυρες, ἐν τῷ τῆς
πίστεως, θυσιαστηρίῳ, καὶ ὡς αἷμα χύσαντες, ἐῤῥάνατε τὴν πόλιν μακάριοι, ἥνπερ
ἁγνίζετε, καθαρμῷ τῆς πρὸς τὸν Κύριον, ἱκεσίας, ὑμῶν ἀξιάγαστοι.
Χριστῷ
ἀναστάντι ἐκ νεκρῶν, τῆς Ναούσης ἅγιοι, ἀκολουθῆσαι γλιχόμενοι, πρῶτον
κατήχθητε, εἰς θυσίας ᾅδην, εἶτα δὲ ἀνήχθητε, εἰς ὕψος ἁγιότητος ἔκπαγλον, καὶ
ἠξιώθητε, πανδημεὶ ἐκ δεξιῶν Αὑτοῦ, παραστῆναι, ἐράσμιοι
μάρτυρες.
Αὐχένα
ἐκλίνατε Χριστῷ, ὡς δουλείας πρόσχημα, ὅτε ὡς ἄρνας διέταξεν, ἅγιοι μάρτυρες,
ὑμᾶς αὐχενίσαι, ὁ αὐχήεις τύραννος, καὶ δόξης ἐκομίσασθε στέφανον, τὸν
ἀμαράντινον, ὥσπερ ὄφεως συντρίψαντες, ἀρχεκάκου, τὴν κάραν μακάριοι.
Δόξα. Ἦχος β΄.
Ἐνωτίσατε
τὰ ἔθνη, σύνετε λαοὶ οἱ ἐχθροὶ καὶ φίλοι· αἱμα-τωπὸς γνωρίζεται, ἡ τῶν Ναουσαίων ἐλευθερία· μετρῆσαι βίᾳ ἔσπευσεν,
τὴν ἡρῴαν γῆν μετὰ τῶν πτωμάτων·
ἐξ ἱερῶν λειψάνων τε, καὶ ὀστῶν ἐξῆλθεν νεομαρτύρων, τῶν ὑπὲρ θείας πίστεως,
ἀγωνισαμένων τε καὶ πατρίδος. Τύπος αὕτη ἐστί, τῆς ἐλευθερίας τῶν τέκνων τοῦ
Θεοῦ, ὡς ἐν εὐσεβείᾳ ἐτέχθη, ἐν προσευχαῖς ἐκυήθη, ὁμολογίᾳ ἠρείσθη, μαρτυρίῳ
ἐπεκυρώθη, παρὰ Χριστοῦ ἐστεφανώθη, τιμᾶται δὲ σήμερον, παρ’ ἡμῶν ἐκδεχομένων,
τὴν τῶν ἁγίων ἱκεσίαν, ὑπὲρ σωτηρίας, τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν. Ἦχος ὁ αὐτός.
Παρῆλθεν
ἡ σκιὰ τοῦ νόμου, τῆς χάριτος ἐλθούσης· ὡς γὰρ ἡ βάτος οὐκ ἐκαίετο καταφλεγομένη, οὕτω παρθένος
ἔτεκες, καὶ παρθένος ἔμεινας·
ἀντὶ στύλου πυρός, δικαιοσύνης ἀνέτειλεν ἥλιος· ἀντὶ Μωϋσέως Χριστός, ἡ σωτηρία τῶν ψυχῶν
ἡμῶν.
Εἴσοδος, Φῶς ἱλαρόν, τὸ Προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα
(κεφ. 3, 1)
Δικαίων
ψυχαὶ ἐν χειρὶ Θεοῦ καὶ οὐ μὴ ἅψηται αὐτοῖς βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς
ἀφρόνων τεθνάναι καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν καὶ ἡ ἀφ’ ἡμῶν πορεία
σύντριμμα, οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων, ἐὰν κολασθῶσιν, ἡ
ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν
αὐτοὺς καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν
αὐτοὺς καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς
αὐτῶν ἀναλάμψουσι καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη καὶ
κρατήσουσι λαῶν καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’
αὐτῷ συνήσουσιν ἀλήθειαν καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καὶ ἔλεος ἐν
τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα
(κεφ. 5, 5)
Δίκαιοι
εἰς τὸν αἰῶνα ζῶσι καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὑτῶν καὶ ἡ φροντὶς αὑτῶν παρὰ Ὑψίστῳ.
Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ
χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ Αὑτοῦ
σκεπάσει αὐτοὺς καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον
Αὑτοῦ καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα
δικαιοσύνην καὶ περιθήσεται κόρυθα κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα
ἀκαταμάχητον ὁσιό-τητα· ὀξυνεῖ δὲ ἀπότομον
ὀργὴν εἰς ῥομφαίαν· συνεκπολεμήσει Αὐτῷ ὁ
κόσμος ἐπὶ τοὺς παράφρονας. Πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν καὶ ὡς ἀπὸ
εὐκύκλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ’ αὐτῶν ὕδωρ
θαλάσσης, ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως
καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτοὺς καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία καὶ ἡ
κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν, βασιλεῖς, καὶ σύνετε· μάθετε δικασταὶ
περάτων γῆς· ἐνωτίσασθε οἱ
κρατοῦντες πλήθους καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν· ὅτι ἐδόθη παρὰ Κυρίου
ἡ κράτησις ὑμῖν καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.
Παροιμιῶν τὸ Ἀνάγνωσμα
(κεφ. 31, 10, 26)
Γυναῖκα
ἀνδρείαν τίς εὑρήσει; τιμιωτέρα δέ ἐστι λίθων πολυτελῶν ἡ τοιαύτη. Μηρυομένη
ἔρια καὶ λίνον, ἐποίησεν εὔχρηστον ταῖς χερσὶν αὑτῆς. Ἐγένετο ὡσεὶ ναῦς
ἐμπορευομένη μακρόθεν, συνάγει δὲ αὕτη τὸν βίον. Καὶ ἀνίσταται ἐκ νυκτῶν καὶ
ἔδωκε βρώματα τῷ οἴκῳ καὶ ἔργα ταῖς θεραπαινίδαις. Θεωρήσασα γεώργιον, ἐπρίατο,
ἀπὸ δὲ καρπῶν χειρῶν αὑτῆς κατεφύτευσε κτῆμα. Ἀναζωσαμένη ἰσχυρῶς τὴν ὀσφὺν
αὑτῆς, ᾔρεισε τοὺς βραχίονας αὑτῆς ἐπὶ τὸ ἔργον. Ἐγεύσατο ὅτι καλόν ἐστι τὸ
ἐργάζεσθαι καὶ οὐκ ἀποσβέννυται ὅλην τὴν νύκτα ὁ λύχνος αὑτῆς. Τὰς χεῖρας αὑτῆς
ἐκτείνει ἐπὶ τὰ συμφέροντα, τοὺς δὲ πήχεις αὑτῆς ἐρείδει εἰς ἄτρακτον. Χεῖρας
δὲ αὑτῆς διήνοιξε πένητι, καρπὸν δὲ ἐξέτεινε πτωχῷ. Ἰσχὺν καὶ εὐπρέπειαν
ἐνεδύσατο καὶ εὐφράνθη ἐν ἡμέραις ἐσχάταις.
Εἰς τὴν Λιτήν
Ἦχος α΄.
Ἐκγενέται
ἡρώων χορεύσατε, ἑορτὴν σεβασμίαν τιμήσατε, ὑδρεύσατε χάριν, ἐκ ποταμοῦ
αἱμάτων, λούσασθε ἐν τοῖς θαύμασιν, καὶ βοήσατε τοῖς νεομάρτυσιν· Ὦ πυλωροὶ τῶν θείων
σπλάχνων, οἱ προγενεῖς πρεσβείας πῦργοι, χαλκότευκτα εὐφώνια, ὁμολογίας τοῦ
Χριστοῦ, αἱ θεόπυροι σπάθαι, αἱ καρατομήσασαι πάλαι, τὸν πολυκέφαλον ἐχθρόν,
ἰχνηλάται μαρτύρων παλαιῶν, σὺν ἐκεῖνοις ἱκετεύσατε, ὑπὲρ τῆς ἡρῴας πόλεως, καὶ
τῆς σωτηρίας τῶν ψυχῶν ἡμῶν.
Ἦχος β΄.
Ὦ γυναῖκες ἀνδρεῖαι, τῆς Ναούσης καὶ ἡρωΐδες· ἄλλαι ὡς πάσσαλοι
ἀνδρείας, μέχρις ὀσφύος ἐπάγητε εἰς γῆν, δαδῶν καὶ βελονῶν τὰ ὀχλήσεις
ὑπομένουσαι· ἄλλαι ἔν τινι εἱρκτῇ,
ὑπογείῳ λιμώττουσαι, τῇ τῶν ἀνθράκων βρώσει ἐχορτάζεσθε, εἶτα δὲ βουνεύροις
ἐδάρητε, καὶ διὰ πείνης ἐν τέλει, τὸν οὐράνιον Ἄρτον ὡμολογήσατε· ἄλλαι εἰς κλάδους
πλατάνων κρεμάμεναι, πυριβριθὲς μαρτύριον ὑπηνέγκατε· καὶ ἄλλαι σὺν τέκνοις
εἰς Ἀράπιτσαν, θανάτῳ ὡμιλήσατε χορεύουσαι. Διὰ ταῦτα μεγάλη ὑμῶν, ἡ παῤῥησία
πρὸς Χριστόν, τὸν λυτρωτὴν καὶ σωτῆρα τῶν ψυχῶν ἡμῶν.
Ἦχος γ΄.
Χορήγησόν
μοι τὰ χρειώδη, καὶ πτέρυγας ποιήσω καὶ πετήσομαι, εἶπας τῷ ἀνυπόπτῳ στρατάρχῃ,
Κάλη καλλίτεχνε κάλλιστε· Αὐτὸς μὲν ὡς
ἀποληρήσαντα, σὲ ἐκαρατόμησε, σὺ δὲ ὡς ἀληθόμαντις, ἐξέπτης εἰς οὐρανούς, ταῖς
πτέρυξι τοῦ Πνεύματος, λαβὼν τὸ χρειῶδες μαρτύριον. Διὸ σὺν τοῖς ἁγίοις
εὐφραινόμενος, πρεσβεύεις Κυρίῳ, ὑπὲρ τῶν πόθῳ τιμώντων σε.
Ἦχος δ΄.
Ἄρχων
ὠμός, ἐξωμότης ἄφρων, ὡς πίστιν εἰς Χριστὸν καταλιπών, τοὺς πέντε ἱερεῖς καρατομῶν,
οὐκ ἐμιμνήσκετο τοῦ οἰκείου λευΐτου πατρός. Ἀλλ’ ἀντιτάξας ἀγάπῃ τῇ πατρικῇ, ὡς
πατραλίτωρ τὸ μίσος καὶ τὴν ὀργήν, τὴν σωτηρίαν ἀπώλεσε τῆς ψυχῆς. Οἱ δὲ
μακάριοι, Γεράσιμος Δημήτριος καὶ Ἰωάννης, καὶ οἱ αὐτῶν συλλειτουργοί, μετὰ τῶν
ἁγίων συναγάλλονται, εἰς τὰ ἄνω σκηνώματα, καὶ ἡμῶν ἀπαύστως μνημονεύουσιν, εἰς
τὴν ἄνω λειτουργίαν, ἱκετεύοντες Χριστόν, ὑπὲρ τῆς σωτηρίας τῶν ψυχῶν ἡμῶν.
Ἦχος πλ. α΄.
Ὡς
ἔνεστιν ἔννοον φανῆναι τὸ ἀκάρηνον, πάντοτε δὲ ἄνοον τὸ μετὰ κάρας ἀκάρδιον, ἐν
τῷ μαρτυρίῳ σου ἀποδέδεικται, ἅγιε Νικόλαε Κοκοβίτα, ὁ συῤῥάψας τὸ στόμα τῶν
ὀθωμανῶν, καὶ στολὴν ἀφθαρσίας ῥάψας σεαυτῷ. Ὁ γὰρ ἔλλογος νοῦς, ἐν τῇ καρδίᾳ
ἑδρεύει. Διὸ καὶ τιμῶμέν σε, ὡς ἡσυχασμοῦ τεκμήριον, καὶ θεολογίας πειστήριον,
καὶ ἵκτορα τῶν εὐφημούντων σε.
Ἦχος ὁ αὐτός. Καὶ νῦν.
Μακαρίζομέν
σε, Θεοτόκε Παρθένε, καὶ δοξάζομέν σε, οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν
ἄσειστον, τὸ τεῖχος τὸ ἄῤῥηκτον, τὴν ἀῤῥαγῆ προστασίαν, καὶ καταφυγὴν τῶν ψυχῶν
ἡμῶν.
Ἀπόστιχα
Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Δεῦτε
νεομαρτύρων χορόν, τῶν ἀνδροφρόνων γυναικῶν συμπληρώσαντες, χορεύσωμεν καὶ
θυσίαν ὑπὲρ Κυρίου αὐτῶν, ἐγκωμίοις θείοις ἐπαινέσωμεν, ὡς πτῶσις ἀπτόητος,
κρημνισμοῦ εἰς Ἀράπιτσαν, ταύτας πρὸς ὕψος, οὐρανοῦ ἀνεβίβασεν, Ὑψιμέδοντος,
Ἑαυτὸν ὡς ἀντίλυτρον, δόντος Χριστοῦ τοῦ σώσαντος, Σταυροῦ τὸ ἀνθρώπινον, τῇ
ὑψιθρόνῳ θυσίᾳ, καὶ στεφανοῦντος τοὺς μάρτυρας, ἐν δόξῃ ἀφθάρτῳ, καὶ παρέχοντος
τῷ κόσμῳ, τὸ μέγα ἔλεος.
Στίχος. Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι.
Χαίρει
πόλι ἡρῴα ἐν σοί, ἡ βωτιάνειρα Ἑλλὰς καὶ ἀνάδελφος, ἀκρότομε τῶν ἡρώων, Νάουσα
γῆ αἱμωπέ, καὶ Μακεδονίας ἀκροθίνιον, πολύζηλον καύχημα, Ἠμαθίας καὶ σέμνωμα,
Ὀρθοδοξίας, ὅτι μύρῳ πεπλήρωσαι, ἁγιότητος, δισχιλίων μαρτύρων σου, ὥσπερ τις
πολυτίμητος, ἀλάβαστρος πίστεως, καὶ ὡς χρυσήρης ἐκείνων, λειψανοθήκη
κεκόσμησαι, Χριστοῦ θείᾳ δόξῃ, τοῦ παρέχοντος τῷ κόσμῳ, τὸ μέγα ἔλεος.
Στίχος. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ.
Χαίρειν
προσαγορεύσας Χριστός, τὰς μυροφόρους ὡς ἀνέστη τριήμερος, παρήγγειλεν τοῦ
κηρῦξαι, τοῖς Ἀποστόλοις αὐταῖς, τῆς χαρᾶς τὰ θεῖα εὐαγγέλια. Ὑμᾶς δὲ μακάριοι,
προσαγορεύοντα Χαίρετε, ἐν Παραδείσῳ, ἀνελθόντες ἠκούσατε, αὔτως Κύριον, καὶ
ὑμῖν παραγγέλλοντα, μάρτυρες περιθρόνιοι, Ναούσης οἱ ἔνδοξοι, ὑπὲρ ἡμῶν
ἱκετεύειν, ἐν παῤῥησίᾳ ἑκάστοτε, Αὐτὸν καὶ πρεσβεύειν, ταῖς ψυχαῖς ἡμῶν
δοθῆναι, τὸ μέγα ἔλεος.
Δόξα. Ἦχος
πλ. δ΄.
Ἐπλάτυνεν
πλάτανος ὁδόν, στενὴν καὶ τεθλιμμένην πρὸς Πλαστουργόν, ὅτε παρὰ τὴν ῥίζαν
αὐτοῦ, ἡ ἀξίνη αἱματοβαφὴς ἔκειτο. Ἡτοίμασεν τρίβον εὐθεῖαν, τοῖς νεομάρτυσιν
Χριστοῦ, ὧν ἡ πρεσβεία ξύλον εὐσκιόφυλλον. Ἀγέρωχος ἔστη ὁ πολύφυλλος, ἄγερσιν
καθορῶν τὴν πολύαιμον, καὶ παραινέσει θεοπνεύστῳ τοὺς παρεγγύς, ἐνηεῖς καὶ
θεουδεῖς ἐνεθάῤῥυσεν λέγων·
Θαρσεῖτε μακάριοι, μὴ παρεκκλίνητε πίστεως τῆς πατρῴας, μνήσθητε τῆς τοῦ
προδότου ἀγχόνης, καὶ ὁμολογήσατε Χριστόν, τὸν ἀναστάντα ἐκ νεκρῶν, καὶ Δεσπότην
πάσης τῆς κτίσεως.
Καὶ νῦν. Ἦχος
ὁ αὐτός.
Ἀνύμφευτε
Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, σῶν
ἱκετῶν παρακλήσεις δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα, καθαρισμὸν τῶν πταισμάτων· νῦν τὰς ἡμῶν ἱκεσίας
προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.
Νῦν ἀπολύεις, τὸ Τρισάγιον καὶ τὸ παρὸν
Ἀπολυτίκιον
Ἦχος γ΄. Θείας πίστεως.
Ὅτε
κλίναντες, κάραν δημίοις, οὐκ ἠρνήσασθε, κλῖναι καρδίαν, τῷ Χριστῷ Ναούσης
ἔνδοξοι μάρτυρες, ἀλλ’ ὁμοψύχως τμηθῆναι προκρίναντες, τὴν κεφαλὴν ὑπὲρ Αὐτοῦ ἠγωνίσασθε,
ὥσπερ ἥρωες, τῆς πίστεως καὶ ᾐσχύνατε, ἐχθρὸν καὶ πολυκέφαλον δράκοντα.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν α΄ Στιχολογίαν, Κάθισμα
Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Συγχάρητε
λαοί, οἱ ὀρθόδοξοι πάντες, ἐμοὶ τῇ ἐν Χριστῷ, ἡρωΐδι Ναούσῃ, καὶ δεῦτε τῶν
μαρτύρων μου, προσκυνήσατε λείψανα, ἀσπαζόμενοι, τὰ ἱερὰ χώματά μου, ὅτι
τέθαπται, ταῦτα ἐμοὶ ὡς ἀλήκτου, πρεσβείας θησαύρισμα.
Δόξα. Ὅμοιον.
Φωτὶ
τῷ νοητῷ, τοῦ Χριστοῦ κατηυγάσθη, ἡ ἔνδοξος πληθύς, τῶν μαρτύρων Ναούσης, ἡ
κόσμου διαῤῥήξασα, τὰ κολάσιμα δέσμια, καὶ νικήσασα, τοῦτον καὶ πολυκαρήνου,
κάρας δράκοντος, ἀποτεμοῦσα ὀξείᾳ, μαχαίρᾳ τοῦ Πνεύματος.
Καὶ νῦν. Ὅμοιον.
Μητέρα
τοῦ φωτός, Θεοτόκε Παρθένε, ὁ νέος Ἰσραήλ, καὶ λαὸς τοῦ Υἱοῦ σου, γιγνώσκει σε
Πανάμωμε, καὶ τιμῶν μεγαλύνει σε, ὕμνοις Δέσποινα, ὅτι τῆς δικαιοσύνης,
ἀνατέταλκεν, ἐκ σοῦ ὁ Ἥλιος πάλαι, Χριστὸς ὁ Θεός ἡμῶν.
Μετὰ τὴν β΄ Στιχολογίαν, Κάθισμα
Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Τὸ
δένδρον ἐπότισεν, ἐλευθερίας σαφῶς, οἰκείῳ τῷ αἵματι, ὁ τῶν προγόνων ἡμῶν,
φιλόπατρις σύλλογος, ὥσπερ ἁγιοτόκου, γνησιότατον θρέμμα, ὄντως καὶ
φιλοχρίστου, ἀναδέλφου Ἑλλάδος, ἐφ’ ᾧ καὶ εὐφραίνεται ἀεί, ἡρῴα Νάουσα.
Δόξα. Ὅμοιον.
Χορὸν
ἱμερόεντα νεομαρτύρων Χριστοῦ, ἡρώων τε πίστεως, τῶν ἐν Ναούσῃ ποτέ, κληθέντων
ἐν αἵματι, Τοῦτον ὁμολογῆσαι, ὑμνῳδίας στεφάνῳ, στέψωμεν καὶ τὸ δέον,
προσενέγκωμεν γέρας, Αὐτῷ ὡς ἀεὶ ὑπὲρ ἡμῶν, καθικετεύουσι.
Καὶ νῦν. Ὅμοιον.
Ἐκ
τάφου ἀνάστησον, τῶν φιληδόνων παθῶν, ἀπαύσταις πρεσβείαις σου, τὴν ἐν θανάτου
σκιᾷ, κειμένην καρδίαν μου, καὶ ἁμαρτίας χώρᾳ, καθημένην Παρθένε, ἵνα Χριστοῦ
ὀπίσω, πορευθῇ ὡς ἐπ’ ὤμων, ὀμμάτων μου αἵρουσα Σταυρόν, δακρύων Ἄχραντε.
Μετὰ τὸν Πολυέλεον, Κάθισμα
Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.
Ὡμολόγησεν
Χριστόν, νεομαρτύρων ὁ χορός, ἀναστάντα ἐκ νεκρῶν, καὶ ἀπεστόμωσεν ἐσμόν,
ὀθωμανῶν τῇ πανδήμῳ ὁμολογίᾳ. Ὅθεν οὖν αὐτούς, καθὼς ἔπρεπεν, κλήσει θεϊκῇ,
ὑπεδέξατο, αὐθημερὸν ὁ Κύριος τῆς δόξης, καὶ τοῦ Πατρὸς Αὑτοῦ ἔμπροσθεν, καὶ
τῶν ἁγίων, ὡς ἐπηγγέλθη, εἶτα ἀνθωμολόγησεν.
Δόξα. Ὅμοιον.
Ἐν
Ναούσης ποταμῷ , Χριστὸς ἐζώγρυσεν ἰχθῦς, ἁλιεύσας μυστικῶς, νεομαρτύρων τὰς
ψυχάς, τῇ θεηγόρῳ σαγήνῃ εὐαγγελίου. Νῦν οὖν οἱ πιστοί, εὐωχούμενοι, ὡς ἐν τῇ
αὑτῶν, ἑστιώμενοι, πολυτελῇ τραπέζῃ τῶν θαυμάτων, σεμνοπρεπῶς συγχορεύσωμεν,
ᾄδοντες τούτων, ἐν ἑορτίῳ, τῇ συνάξει τὸν ἔπαινον.
Καὶ νῦν. Ὅμοιον.
Ἀναστάσεως
φωτί, πάντες εὐφραίνονται Ἁγνή, οἱ ἐν βίῳ καθαρῷ, καὶ ἀκραιφνεῖ κατὰ Θεόν,
πολιτευσάμενοι δίκαιοι Θεοτόκε, οἱ δὲ τὰ αὐτῶν, ἀγαπήσαντες, πάθη δνοφερά, καὶ
οὐδέποτε, μετανοῆσαι θέλοντες ἐν τούτῳ, παναληθῶς καὶ κολάζονται· ἀλλ’ ἔγειρόν με, ὕπνου
παθῶν μου, νῦν πρὸ τοῦ κολασθῆναί με.
Τὸ α΄ ἀντίφωνον τοῦ δ΄ ἤχου καὶ τὸ
Προκείμενον·
Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ
Λιβάνῳ πληθυνθήσεται.
Στίχος: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις Αὐτοῦ.
Εὐαγγέλιον τῶν μαρτύρων.
Ὁ Ν΄ ψαλμός.
Δόξα. Ταῖς τῶν Σῶν μαρτύρων…
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου…
Εἶτα τὸ παρὸν ἰδιόμελον. Ἦχος β΄.
Δίκην
φυγόντες ἄδικον, ὑπὸ ἀνόμου ἄρχοντος, δικαστὴν ἀδέκαστον, καὶ κριτὴν
δικαιότατον, ὡμολογήσατε Χριστόν, τὸν ὑμᾶς δικαιώσαντα, νεομάρτυρες Ναούσης.
Οἵας κάρας ὁ μὲν ἔτμησεν, ὁ δὲ ἐστεφάνωσεν. Οἵαν πίστιν ὁ μὲν ἐκόλασεν, ὁ δὲ
ἐβράβευσεν. Διὸ καὶ παῤῥησίᾳ πρεσβεύετε, ὑπὲρ τοῦ ἐλεηθῆναι, τὰς ψυχὰς ἡμῶν.
Εἶτα ὁ κανὼν τῶν μαρτύρων, οὗ ἡ ἀκροστιχίς:
Αἵματι νάου καρατόμων ἀκρότομε Νάουσα.
ᾨδὴ α΄. Ἦχος α΄. Ἀναστάσεως ἡμέρα.
Ἀναστάσεως
ἐξᾴδων
τὸν
παιᾶνα
χορός, ὁ τῶν νεομαρ-
τύρων, Χριστὸς ἀνέστη
ἐκ νεκρῶν, ὡμολόγησεν Αὐτόν, καὶ κάρας τομήν, ἀδείμως ὑπήνεγκεν, ἐν Ναούσῃ ὁ
ἔνδοξος.
Ἰσχυκὼς
ὑπεροπλίᾳ ὁ ἐσμὸς ἀσεβῶν, ὀθωμανῶν ἡττήθη, ὡς μεθ’ ὑμῶν ὁ Λυτρωτής, καὶ τοῦ
κόσμου Νικητής, Χριστὸς ὁ Θεός, ᾯ νῦν νεομάρτυρες, παῤῥησίᾳ πρεσβεύετε.
Μακεδόνων
τὴν ἁγίαν κατηρδεύσατε γῆν, αἵματι τῷ οἰκείῳ, δι’ οὗ τῆς πίστεως Χριστοῦ,
ἀνεβλάστησεν φυτόν, μυρίζον
ἡμῖν, καλλίνικοι μάρτυρες,
εὐωδίᾳ τοῦ Πνεύματος.
Θεοτοκίον.
Ἀμπελόεσσαν
τὴν χθόνα τῆς ψυχῆς μου Σεμνή, δεῖξον, βοτρυουμένην, θεοφιλήτους ἀρετάς, ἡ
βλαστήσασα γλυκύν, τὸν βότρυν Χριστόν, ὡς ἄμπελος Δέσποινα, οἰνοφόρος τῆς
χάριτος.
ᾨδὴ γ΄. Δεῦτε πόμα πίωμεν.
Τίνεσθαι
ὑμᾶς καρατομῶν, ὁ αἱμάτων δυνάστης διὰ τὴν σύμφρονα, ὁμολογίαν ὑμῶν, πολύαθλοι
μάρτυρες Χριστοῦ, ὡς ἄφρων ἡγήσατο.
Ἴτε
παῖδες ἔθνους εὐσεβοῦς, τὸν ζυγὸν τῆς δουλείας νῦν διαῤῥήξατε, ἀλιτημόνων
παθῶν, βοᾶτε τοῖς μέλπουσιν σεμνοί, ὑμῶν τὰ παλαίσματα.
Νάουσαν
ἡρῴαν ἐν Χριστῷ, δι’ ὑμᾶς καυχωμένην ἀπαῤῥησίαστον, μὴ εἰακότες καλῶς,
φρουρεῖτε καὶ ῥύεσθε δεινῶν, ποικίλων μακάριοι.
Θεοτοκίον.
Ἄλλαξον
ποιναῖαν τοῦ Θεοῦ, τὴν ὀργὴν διὰ πλῆθος τῶν ἐγκλημάτων μου, ἀντὶ πρεσβείας τῆς
σῆς, ὡς μέγα τὸ ἔλεος Ἁγνή, ἐμοὶ ἐκπορίζουσα.
Κάθισμα
Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Ὡς
πολύοζα κλήματα τοῦ Χριστοῦ, τῆς εὐοίνου καὶ ὄντως ἀληθινῆς, ἀμπέλου κεράσατε,
μυστικῶς τὸν ἡδύποτον, θεοσεβείας οἶνον εἰς μέθην ἀκίνδυνον, ἀκατηγόρητόν τε
καὶ τέρψιν ἑόρτιον, καὶ εἰς εὐωχίαν, τῶν ψυχῶν τῶν ὑμνούντων, ὑμῶν τὰ
παλαίσματα, νεομάρτυρες ἅγιοι, τῆς Ναούσης οἱ ἔνδοξοι, ἵνα ἐφ’ ὑμῖν οἱ πιστοί,
εὐφρανθῶμεν καὶ συν-απολαύσωμεν, τῆς μεθ’ ὑμῶν αἰωνίου, μακαριότητος.
Δόξα.
Καρατάσου
Μαρίας τὴν προσευχήν, Ζαφειράκη Ἑλένης τὴν ἐλπωρήν, καὶ πτῶσιν ἀπτόητον,
γυναικῶν εἰς Ἀράπιτσαν, ὑπομονὴν θηλέων ἐγκλείστων θρεπτήριον, τῆς ἐγκρατείας
καὶ καρτερίαν τὴν κάρπιμον, νέων τῶν τεσσάρων, ἱερέων τε πέντε, τὸ πένταθλον
πίστεως, καὶ μητέρων φλογόεσσαν, ἐν ἀγχόνῃ τὴν ἄθλησιν, καὶ τὰς ἀρετὰς τῶν
κλειτῶν, καρατόμων ἅπαντες ζηλώσωμεν, ὡς τοῦ μιμεῖσθαι τοὺς ἄθλους, τούτων
γλιχόμενοι.
Καὶ νῦν.
Θεοτόκε
ἡ ἕως τῆς μυστικῆς, τοῦ Κυρίου ἡμέρας καὶ τῆς Αὑτοῦ, ἐκ τάφου ἐγέρσεως, ἡ
πρωτίστη βεβαίωσις, καὶ δεξαμένη πρώτη χαρᾶς εὐαγγέλια, ὥσπερ ἰδοῦσα Τοῦτον
αὐτῆμαρ τριήμερον, Ἄχραντε ἐν δόξῃ, ἀναστάντα μὴ παύσῃ, Αὐτὸν τοῦ φωτίσαι μου,
τὸ ἐσώτερον ἔρεβος, καὶ παθῶν διαῤῥῆξαί μου, πέδας ἱκετεύειν Ἁγνή, καὶ ἐξ ᾅδου
Μῆτερ ἀναστῆναί με, ἁμαρτιῶν φιληδόνων, καὶ φαύλων πράξεων.
ᾨδὴ δ΄. Ἐπὶ τῆς θείας φυλακῆς.
Ὁ αἱμοφόρυκτος ἐχθρὸς οὓς
ἐκολάκευεν τὸ πρίν, ῥέοντος ἐπόνησιν βίου, δῶρον ὑπισχνούμενος εἶτα δ’ αὐτὸς
ἐκόλασεν· Οὗτοί γε οἱ γενναῖοι
φυγόντες, τὸ κολαστήριον πῦρ, ζωῆς ἠξίωνται.
Ὑπερπετεῖς
ὡς ἀετοὶ πέτεσθε πάντες νοερῶς, πόλιν ἡρωΐδα τηροῦντες, καὶ καθάπερ κόρακας τὰ
τοῦ ἀέρος πνεύματα, μάρτυρες θεηγόροι σοβοῦντες, ἀλεξιτῆρι Σταυρῷ, τοῦ
Παντοκράτορος.
Κραταιωθέντες
ἀλκαιᾷ ὁμοῦ ἐλπίδι εἰς Χριστόν, τὸν μοχλοὺς συντρίψαντα πάλαι, ἀδηφάγου ᾅδου τε καὶ θάνατον
πατήσαντα, καὶ ἐκ τῶν νεκρῶν ἀναστάντα,
μάρτυρες κάρας
τομήν, οὐκ ἐπτοήθητε.
Θεοτοκίον.
Ἀλλοεθνῶν τὰς καθ’ ἡμῶν
ἀνελομένη ἀπειλάς, ὥσπερ ἀναδέλφων ἑλλήνων, Στρατηγὸς Ὑπέρμαχος δαμασιχθόνων
κώλυσον, δάϊον βουλὴν Θεοτόκε, καὶ σῶσον πάντας ἡμᾶς, τοὺς ἀνυμνοῦντάς σε.
ᾨδὴ ε΄. Ὀρθρίσωμεν ὄρθρου βαθέος.
Ῥοαῖς
τῶν χυθέντων αἱμάτων, ἀνθημιλλήσατο πάλαι Ἀράπιτσα καὶ ἡττήθη, ὡς γὰρ ζῶντι
ὕδατι, ταῦτα ἐμίγη ἅγιοι, τοῦ καταρδεῡσαι τὴν Νάουσαν.
Αὐθήμεροι
κάραν τμηθέντες, δι’ ὀξυτάτης σφαγῖδος δυνάστου τοῦ θυηπόλου, ὥσπερ ἱερόθυτα,
Κυρίῳ προσηνέχθητε, Ὃν ἐξιλάσασθε μάρτυρες.
Τρυφῆς
ἀπολαύοντες θείας, καὶ ἀληθοῦς εὐφροσύνης ἐν χώρᾳ μάρτυρες ζώντων, ἔνθα φῶς
ἀνέσπερον, ὑπὲρ ἡμῶν ἀοίδιμοι, μὴ τοῦ πρεσβεύειν ἐλλίπητε.
Θεοτοκίον.
Ὃν
ἔσχες γαστρὶ καὶ ἁγνείας, μὴ λυμηνάμενον κλεῖς σου Παρθένε ἀλλὰ τοῦ ᾅδου, πάλαι
κλεῖς συντρίψαντα, μὴ οὐρανίου τοῦ κλεῖσαί με, ἔξω νυμφῶνος ἱκέτευε.
ᾨδὴ στ΄. Κατῆλθες ἐν τοῖς κατωτάτοις.
Μωρίᾳ
τοῖς θεοβλαβέσι Σταυρός, ἀλλ’ ὑμῖν τοῖς εὐσεβέσιν σοφία, δι’ οὗπερ τὸν
ἀναιρέτην ὑμῶν τὸν μωρόφρονα, κατῃσχύνατε σοφοί, ὡς γενναῖοι ὁπλῖται.
Ὡραῖοι
ἔμπροσθεν σταθέντες σκηνῆς, τοῦ σφαγέος ὥσπερ ἕλληνες ὄντως, εἰσόπιν τοῦ
μαρτυρίου ὑμῶν ὡραιότεροι, παρεστάθητε Χριστοῦ, παναοίδιμοι θρόνῳ.
Ναούσης
χαῖρε ὁ γενναῖος χορός, ἀνδροβούλων γυναικῶν ὁ ἀδείμως, τὴν πίστιν ὁμολογήσας
Χριστοῦ καὶ τὸ αὔχημα, ἀνδροθνῆτος καθελών, καὶ δολίου τυράννου.
Θεοτοκίον.
Ἀνέστη
ἔκραζεν Θωμᾶς ὡς ἰδών, ὁ Θεὸς καὶ Κυριός μου·
ἀλλ’ οὔ γε, ἐδέου τῆς
μαρτυρίας αὐτοῦ ὡς τὸν τόκον σου, ἀναστάντα ἐκ νεκρῶν, Μῆτερ εἶδες πρωτίστη.
Κάθισμα
Ἦχος δ΄.
Ἐπεφάνης σήμερον.
Ἑορτάζει
σήμερον, Μακεδονία, καὶ Ἑλλὰς ἀνάδελφος, τῆς ἡρωΐδος θυγατρός, αὑτῆς Ναούσης
ἐξαίρουσα, νῦν ἀγαμένως, γεραίρει τοὺς μάρτυρας.
Συναξάριον
Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τῶν ἁγίων ἐνδόξων ἐν Ναούσῃ δισχιλίων
νεομαρτύρων,
τῶν ὑπὲρ πίστεως καὶ πατρίδος μαρτυρησάντων.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον
ἡμᾶς.
ᾨδὴ ζ΄. Ὁ παῖδας ἐκ καμίνου ῥυσάμενος.
Καθαίμου
χθὼν Ναούσης κεκάθαρται, μαρτύρων τῷ αἵματι, τῷ ἡρωϊκῷ, διὸ νῦν ταύτην
προσκυνεῖ, ἡ Ἑλλὰς γόνυ κλίνουσα ἅπασα, κἀκείνων τὴν θαυμαστὴν ἐξαιτεῖται,
πρεσβείαν τὴν πρὸς Κύριον.
Ῥινός
τε ἐκκοπὴ καὶ ἐξόρυξις, ὀμμάτων τοῖς τέτταρσιν, νέοις τῆς ὀσμῆς, τοῦ Παραδείσου
καὶ φωτός, ἀνεσπέρου ὁράσεως πρόξενοι, καὶ κάλλους τοῦ ἀρχεγόνου αἰτίαι, τοῖς
μάρτυσι γεγόνασι.
Ὁ
παίσας ἀμφιστόμῳ ἐγκύμονας, ῥομφαίᾳ καὶ νήπια, δίχαδε τεμών, ἄκων συνένωσεν
Χριστῷ, συναφῇ ἀδιχάστῳ τοὺς μάρτυρας, καὶ τούτους εἰς τὴν νηδὺν Βασιλείας, τῆς
ἄνω μετεφύτευσεν.
Θεοτοκίον.
Ταφέντος τοῦ Υἱοῦ σου
Πανάμωμε, πολλὰ ἀνεῴχθησαν, μνήματα νεκρῶν, κηρυκευόντων ἐγερτί, ὡς Χριστὸς
ἀναστῆναι ἠπείγετο, ὁ πέδας τῶν αἰχμαλώτων τοῦ ᾅδου, συντρίψας ὡς φιλάνθρωπος.
ᾨδὴ η΄. Αὕτη ἡ κλητὴ καὶ ἁγία ἡμέρα.
Ὅτε
ἡ σεμνὴ Καρατάσου Μαρία, προσηύχετο ἐν σάκκῳ, τῶν ἐχιδνῶν ὑπὲρ πάντων, τῶν
φονέων αὑτῆς, τὸν ἀρχέκακον ὄφιν κατῄσχυνεν, καὶ ἔφυγεν δηγμάτων, τῶν ἰοβόλων
ἐκείνου.
Μάρτυς
τοῦ Χριστοῦ Ζαφειράκη Ἑλένη, τῷ μόρῳ ὁ μωρόφρων, παραδιδόναι νομίζων, ἄρχων
ἐντοιχισμόν, διὰ σὲ τὴν ἁγίαν ἡτοίμαζεν, τὴν ἔρωτι θείῳ, καὶ πίστει
τειχισθεῖσαν.
Ἔκλιναν
Χριστῷ τῆς καρδίας τὸ γόνυ, οἱ μάρτυρες Ναούσης, κλίνοντες κάραν δυνάστῃ, καὶ
ψυχῇ ἀκλινεῖ, ὡμολόγησαν πάντες τὸν Κύριον, σαρκὶ ἀναστάντα, τριήμερον ἐκ
τάφου.
Θεοτοκίον.
Νάουσα
πηγὴ τῶν ἰάσεων πέλεις, Παρθένε ἡ τεκοῦσα, τὸν τῶν ψυχῶν καὶ σωμάτων, Ἰατῆρα
ἡμῶν, τὸν πατήσαντα θανάτῳ τὸν θάνατον, διὰ τοῦ Τιμίου, Σταυροῦ τοῦ ἀκεσφόρου.
ᾨδὴ η΄. Φωτίζου φωτίζου.
Ἀράπιτσα
χαῖρε, αἱματιαῖε ποταμέ, ὡς ἐν σοὶ ἐβαπτίσθη, ὁ χορὸς ὁ ἅγιος, τῶν γυναικῶν σὺν
τοῖς τέκνοις αὑτῶν, τὴν τοῦ Χριστοῦ πίστιν ἀδουλώτῳ, διαφυλάξας φρονήματι.
Ὁ
τόπος θυσίας, τῶν ἡρωΐδων γυναικῶν, μυστικῶς ἁγιάζει, πᾶσαν τὴν ὑφήλιον· χόρευε οὖν καὶ ἀγάλλου
Ἑλλάς, σὺ δὲ λαμπρῶς Νάουσα εὐφραίνου, ἐπὶ τοῖς θείοις σου μάρτυσιν.
Ὑλάκτουν
ὡς κύνες, οἱ ἀλιτρόνοοι ἐχθροί, παρ’ ὑμῶν ἀξιοῦντες, ἐξομόσαι μάρτυρες, καὶ τὸ
πατρῷον προδοῦναι Χριστοῦ, σέβας διὸ μάχαιραν ἠκόνων, ὑμῶν συνέντες τὸ ἔξαρνον.
Δόξα. Τριαδικόν.
Σὺν
Πνεύματι Θείῳ καὶ συνανάρχῳ Σου Υἱῷ, Ἐπουράνιε Πάτερ, οἰκτιρμῶν ἐλέησον, τὴν
οἰκουμένην μαρτύρων λιταῖς, καὶ τὰς ψυχὰς σῶσον ὀρθοδόξων, τῶν προσκυνούντων Σε
Ἅγιε.
Καὶ νῦν. Θεοτοκίον.
Ἀνάστησον
Κόρη, τὴν πεπτωκυῖαν μου ψυχήν, ἐκ τοῦ τάφου πταισμάτων, καὶ ζωὴν ἐκ πτώματος,
τῶν φιληδόνων παθῶν μου Σεμνή, χάρισαι νῦν τῷ σῷ ὑμνολόγῳ, δι’ ἀληθοῦς
μετανοίας μου.
Ἐξαποστειλάρια
Ἦχος β΄. Τοῖς μαθηταῖς συνέλθωμεν.
Ἡ
ἡρωῒς τῶν πόλεων, ἐν ὄρει τῷ Βερμίῳ, πέλουσα χαῖρε Νάουσα, κλέος Μακεδονίας· ἐν σοὶ μαρτύρων
χορεύει, σύλλογος ὑπερκύδας, ψυχήν μὲν ἀῤῥυσίαστος, καὶ κατάστικτος σῶμα
μαρτυρικῶν, παθημάτων πνεῦμα δὲ λαμπροφόρος, φωτὶ τῆς ἀναστάσεως, τῆς ἐκ νεκρῶν
Κυρίου.
Δεῦρο
Ἑλλὰς ἀνάδελφε, τὸ ἔθνος τῶν ἡρώων, καὶ τῶν μαρτύρων πίστεως, σύνελθε ἐν
Ναούσῃ, ἰδεῖν πῶς χεῖται τὸ αἷμα, ἕνεκα τῶν ἀγώνων, ὑπὲρ ἁγίας πίστεως, καὶ
πατρίδος φιλτάτης καὶ πῶς τιμᾶ, ὁ λαὸς τῆς πόλεως τοὺς ἐνδόξους, καὶ θείους
νεομάρτυρας, ὕμνοις τε καὶ ἐπαίνοις.
Θεοτοκίον.
Ὥσπερ
ἐκ τάφου Ἥλιος, Χριστὸς δικαιοσύνης, ὁ νοητὸς ἀνέτειλεν, τὴν πεπτωκυῖαν φύσιν,
βροτῶν φωτίσαι καὶ σῶσαι, Ὅνπερ εὐηγγελίσω, πρωτίστη ὡς ἑώρακας, ἀναστάντα
Παρθένε καὶ τῷ Θωμᾷ, εἶπας τότε αἴθε μὴ ἀπιστήσαις, Χριστὸς ἀνέστη Δίδυμε, ὁ
Υἱὸς καὶ Θεός μου.
Εἰς τοὺς Αἴνους
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Μάρτυρες
πολύαθλοι, τὰ τῆς σφαγῆς ἱερεῖα, ἐν ὁλοκαυτώματι, ἐπιθυμιάσαντες Ἀρχιποίμενι,
Ἰησοῦ ἅγιοι, τῆς ὁμολογίας, τὴν στεντόρειον φωνὴν ὑμῶν, ὥσπερ θυμίαμα, εὔοσμον
Αὐτῷ προσηνέγκατε, πολλῶν ὡς ἱλαστήριον, τῶν πλημμελημάτων ἐράσμιοι, τῶν
μεγαλυνόντων, καὶ πόθῳ μελῳδούντων τὰ ὑμῶν, πολυστεφῆ ἀγωνίσματα, καὶ ἀει-μνημόνευτα.
Μάρτυρες
πολύαθλοι, διαμιλλᾶσθαι πειρῶνται, Ἀραπίτσης ὕδατα, μαρτυρίου αἵμασιν ὑμῶν
ῥεύσασιν, ἀλλ’ ὡς ἡττώμενα, εὐγενῶς καυχῶνται, σὺν πηγαῖς νάπαις καὶ ὄρεσιν,
καὶ μετὰ κτίσεως, πάσης ὑπερήδιστα ἅγιοι, ὑμᾶς προσαγορεύουσιν, Χαίρετε βοῶντα
σεβάσμιοι, πρόκριτοι Ναούσης, ἱκέται τοῦ Χριστοῦ ὑπὲρ πιστῶν, βίου ῥεόντων
περίοπτοι, νικηταὶ καὶ ἔνδοξοι.
Μάρτυρες
πολύαθλοι, ὡς λαμπραυγεῖς φρυκτωρεῖτε, εἰς πατρίδα νόστιμον, ἦμαρ τὴν οὐράνιον
ἔνθα ἄκτιστον, φῶς Χριστοῦ ἔνδοξοι, καὶ Αὑτοῦ ἡ θέα, τοῦ προσώπου ἡ ἀτέλευτος,
ἥτις δικαίους μέν, πάντας ἀκορήτως κορέννυσι, κολάζει δὲ τοὺς δαίμονας, σὺν
τοῖς ἐν τοῖς πάθεσιν πέλουσιν, ἀμετανοήτως, διὸ οὖν ἱκετεύσατε Αὐτόν, τοὺς ἐν
Ναούσῃ οἰκήτορας, τοῦ φωτίσαι ἅγιοι.
Μάρτυρες
πολύαθλοι, ὑπὲρ Χριστοῦ τεθνηκότες, τοῦ θανάτου λύσαντος, κράτος καὶ φωτίσαντος
ὥσπερ Ἥλιος, νοητὸς ἅπασαν, κτίστιν ἐν ἀκτίστῳ, τῷ φωτὶ συναπολαύετε,
μακαριότητος, θείας καὶ τρυφῆς τῆς ἀπείρονος, σὺν πᾶσιν εὐφραινόμενοι, τοῖς
Ἐκείνῳ εὐαρεστήσασιν, καὶ ἐν παῤῥησίᾳ, τῷ θρόνῳ συμπαρίστασθε Αὐτοῦ, ἀδιαλείπτως
πρεσβεύοντες, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Δόξα. Ἦχος πλ. α΄.
Ἑάλως,
ἐλεηλατήθης, ἐτμήθης κάραν, ἠρτήθης βρόγχους, ἐδιχοτομήθης σῶμα, ἐῤῥαβδίσθης,
ὡλοκαυτώθης, ἡρπάγης, ᾐχμαλωτίσθης, καὶ οὐκ ἐκορέσθησαν τοῦ αἵματός σου, οἱ
ἀλιτήριοι ἐχθροί. Τοιαῦτα μαρτύρια, τίς ὑπήνεγκεν ἐν Ἑλλάδι, εἰ μὴ μόνη σύ,
περίοπτε Νάουσα, καὶ δὴ διὰ τὴν πίστιν, τοῦ Χριστοῦ τὴν ἁγίαν, καὶ τὴν τῆς
πατρίδος ἐλευθερίαν; Ἀλλ’ ἔτι ἀνωρθώθης καὶ ἀνέστης, ταῖς τῶν μαρτύρων σου
λιταῖς, ὡς ὁ ἐκ τῆς τέφρας αὑτοῦ, ἀναγεννώμενος φοῖνιξ, ἵνα δοξάζῃς τὸν
ἀναστάντα ἐκ νεκρῶν, καὶ παρεχόμενον κόσμῳ τὸ μέγα ἔλεος.
Καὶ νῦν. Θεοτοκίον.
Μακαρίζομέν
σε, Θεοτόκε Παρθένε, καὶ δοξάζομέν σε, οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν
ἄσειστον, τὸ τεῖχος τὸ ἄῤῥηκτον, τὴν ἀῤῥαγῆ προστασίαν, καὶ καταφυγὴν τῶν ψυχῶν
ἡμῶν.
ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ
Τὰ τυπικά, οἱ Μακαρισμοί.
Καὶ ἐκ τοῦ κανόνος τῶν ἁγίων ἡ γ΄ καὶ ἡ στ΄
ᾠδή.
Ἀπόστολος καὶ Εὐαγγέλιον τῶν μαρτύρων.
Κοινωνικόν.
Εἰς μνημόσυνον αἰώνιον…
Μεγαλυνάρια.
Χαίρετε
οἱ μάρτυρες τοῦ Χριστοῦ, οἱ σφαγιασθέντες ἐν Ναούσῃ ἡρωϊκῶς, καὶ καθῃρηκότες,
ὀθωμανῶν τυράννων, ὀφρὺν τὴν ἐπηρμένην, οἱ πολυδόξαστοι.
Τῆς
ἐλευθερίας τέκνων Θεοῦ, δένδρον ἐποτίσθη, δι’ αἱμάδος μαρτυρικῆς, ἐν Ναούσῃ
πάλαι, ἐξ οὗ καρπὸν φαγόντες, τῆς ἀνεξαρτησίας, συναπολαύσαμεν.
Τὸν
τῆς εὐσεβείας δοῦσα τιτθόν, τέκνοις σου ἁγίοις, θυγατράσι τε καὶ υἱοῖς, Νάουσα
εἰς μέτρον, Χριστοῦ τῆς ἡλικίας, ἁγιοτόκε πόλι, τούτους ἡτοίμασας.