Κυριακή 20 Οκτωβρίου 2019

Ἀκολουθία ΑΓΙΩΝ ΜΗΤΡΟΠΟΛΕΩΣ ΠΑΤΡΩΝ.


Ψαλλομένη  τῇ Κυριακῇ πρό  τοῦ  ἁγ. Ἀνδρέου

Ποίημα Νικοδήμου Βαλληνδρᾶ, πρ. Μητροπ. Πατρῶν

   ν τῇ Πόλει καὶ Μητροπόλει τῶν Πατρῶν, ἑορτάζεται ἡ μνήμη τῶν συνεργῶν τοῦ Ἁγίου Ἀνδρέου τοῦ Πρωτοκλήτου, Σωσιπάτρου, Παύλου τοῦ Πατρέως, Νεομάρτυρος Ζαχαρίου τοῦ ἐξ Ἄρτης, Ἀναστασίας καὶ Χριστοδούλου τῶν Παιδομαρτύρων, τῶν ἐν τῇ Ἀχαΐᾳ Ὁσίων Λεοντίου τοῦ Γέροντος καὶ Ἰωακεὶμ τῶν Νοτενῶν, ὡς καὶ τοῦ Ἁγίου Μεγαλομάρτυρος Ἀρτεμίου, κομιστοῦ φερομένου τῶν σεπτῶν Λειψάνων τοῦ Ἁγίου Ἀποστόλου Ἀνδρέου.

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ
Εἰς τὸ Κύριε ἐκέκραξα Στιχηρὰ Ἀναστάσιμα 4, Προεόρτια τῶν Χριστουγέννων ἤ τὰ μεθεόρτια των Εἰσοδίων (ἀναλόγως τὴν ἡμέρα) 3 καὶ 3 τῶν Ἁγίων.
Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
   Τοῦ Παραδείσου τὰ ἄνθη τὰ εὐωδέστατα, Χριστοῦ τὴν εὐωδίαν πλημμυροῦντα τοῖς πᾶσιν, αἰνέσωμεν Ἀνδρέαν καὶ τοὺς αὐτοῦ μιμητάς τε καὶ θρέμματα, Εὐαγγελίου ἐργάτας καὶ τῶν Πατρῶν γεωργίου τὰ ὀσφράδια.
   Χαίρετε ἅγιοι Μάρτυρες καὶ Ἀπόστολοι, τῆς Ἀχαΐας τέκνα, τῷ Χριστῷ συναφθέντα, ἀνδρῶν τε καὶ παιδίων καὶ γυναικῶν ὁ χριστώνυμος σύλλογος, Ὁσίων ὅμιλος, Πάτραις καὶ τοῖς ἐγγὺς ἐν ἀσκήσει διαλάμψαντες.
   Παῦλε, Λεόντιε ἅμα Ἰωακείμ, οἱ σεπτοί καὶ Ζαχαρία Μάρτυς καὶ Σωσίπατρε κῆρυξ, σεμνὴ Ἀναστασία, Χριστοῦ ἀμνάς, νεανία Χριστόδουλε, εἰς μαρτυρίαν ἐλθόντες τοῦ Ἰησοῦ, τῶν Πατρῶν μὴ ἐπιλάθεσθε.
Δόξα. Ἦχος β΄.
   Εὐφραίνεται ἐφ᾿ ὑμῖν, Ἅγιοι, ἡ Ἐκκλησία τοῦ Χριστοῦ ἀνακράζουσα· χαίρετε φωστῆρες αὐγάζοντες τῆς Ἀχαΐας τὴν γῆν καὶ ταύτην οὐρανώσαντες· χαίροις Ἀνδρέα Ἀπόστολε, πρῶτος τὴν κλῆσιν καὶ φῶς Χριστοῦ εἰσδεξάμενος καὶ πλειάδα φωτίσας ἀστέρων ἀρτιφανῶν· χαίροις ὁ θεῖος χορὸς Ἀποστόλων καὶ Μαρτύρων, Ἱεραρχῶν καὶ Ὁσίων, τῶν Πατρῶν ἐγκαλλωπίσματα· ὡς ἔχοντες παῤῥησίαν, ὑπὲρ ἡμῶν Χριστῷ πρεσβεύσατε.
Καὶ νῦν. Τὸ α΄ Θεοτοκίον τοῦ ἤχου τῆς Ἑβδομάδος.
 
Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον.
Ἀναγνώσματα, (εἰ δόξει τῷ Προεστῶτι)·
Παροιμιῶν τὸ Ἀνάγνωσμα.
Μνήμη δικαίου μέτ’ ἐγκωμίων 
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα.
Στόμα δικαίου ἀποστάζει σοφίαν 
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα.
Ἐγκωμιαζομένου δικαίου, εὐφρανθήσονται λαοί·… 

Εἰς τὴν Λιτὴν (ἐν Ἀρτοκλασίᾳ). Ἰδιόμελον Ἦχος α΄.
   Εὐφραίνεται ἐν Κυρίῳ πόλις τῶν Πατρέων καὶ ἀγείρεται προερτάζουσα τοῦ Πολιούχου συνόμιλον ἄθροισμα, Ἀνδρέου ἐπὶ μνήμῃ ἐγγιζούσῃ. Οἷ μὲν αὐτῷ συνείργησαν, οἱ δὲ καὶ ἐμιμήσαντο, ὁμόζηλοι φανέντες· καὶ τῆς Ἀποστολικῆς τῶν Πατρῶν Ἐκκλησίας κοινωνοῖ γενόμενοι, ταύτην ἐσαεὶ περιέπουσι καὶ πρεσβεύουσι σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Ἀπόστιχα. Τὰ Ἀναστάσιμα.
Δόξα. Ἦχος πλ. β΄.
   πέστη ὁ καιρὸς τῆς εὐδοκίας τοῦ Πατρός  καὶ ὁ Μονογενὴς Υἱὸς ἐν Βηθλεὲμ ἐκ Παρθένου τίκτεται, τῷ γένει τῶν ἀνθρώπων διδοὺς τὴν σωτηρίαν. Τῷ Πρωτοκλήτῳ δὲ Ἀνδρέᾳ φανερωθεὶς, Μεσσίας ἡμῶν καὶ λυτρωτής, εὐηγγελίσατο δι’ αὐτοῦ ἡμῶν τοὺς προπάτορας ἐν γῇ τῆς Ἀχαΐας· συνεργοὺς δέ τοῖς ἴχνεσιν αὐτοῦ ἀκολουθήσαντας ἑορτάζοντες, δοξάζομεν Χριστὸν τὸν Κύριον, εὐχέτας σεπτοὺς ἡμῖν χαρισάμενον.
Καὶ νῦν.Τὸ ὁμόηχον ἐκ τῆς Παρακλητικῆς.
Ὁ Ποιητὴς καὶ Λυτρωτής μου, Πάναγνε...

Νῦν ἀπολύεις. Τὸ Τρισάγιον. Ἀπολυτίκιον. Τὸ Ἀναστάσιμον τοῦ ἤχου.
Δόξα τῶν Ἁγίων. Ἦχος δ΄. Κανόνα πίστεως.
   Πατρῶν τοὺς πάτρωνας εὐφροσύνως γεραίρομεν, σὺν Ἀνδρέᾳ Σωσίπατρον, Πατρέα Παῦλον, Ἀρτέμιον, Ἀναστασίαν, Χριστόδουλον, Ζαχαρίαν τὸν νέον καὶ τοὺς ἀδήλους καὶ ἀφανεῖς τοῦ Κυρίου θεράποντας, τοὺς τὴν Ἀχαΐαν καλλύναντας ῥείθροις τῶν αἱμάτων αὐτῶν καὶ βίου ἁγιότητι.
Καὶ νῦν. Θεοτοκίον. Τὸ ἀπ’ αἰῶνος ἀπόκρυφον...
Καὶ Ἀπόλυσις.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν α΄ Στιχολογίαν, Καθίσματα τὰ Ἀναστάσιμα.
 
Μετὰ τὴν β΄ Στιχολογίαν, Καθίσματα τῶν Ἁγίων.
Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
   Πατρῶν τοὺς ἐκλεκτούς, Χριστοκήρυκας πάντας, ὑμνήσωμεν φαιδρῶς, πρὸς αὐτοὺς ἐκβοῶντες· Ἀνδρέαν Ἀπόστολον, μιμησάμενοι Ἅγιοι, ἐποτίσατε Εὐαγγελίου τοῖς ῥείθροις, τὸ γεώργιον τὸ κληρωθὲν αὐτῷ πρῶτον, Χριστοῦ εὐδοκήσαντος.
Δόξα. Καὶ νῦν. Θεοτοκίον ὁμόηχον.
   Μαρία, τὸ σεπτὸν τοῦ Δεσπότου δοχεῖον, ἀνάστησον ἡμᾶς, πεπτωκότας εἰς χάος δεινῆς ἀπογνώσεως καὶ πταισμάτων καὶ θλίψεων· Σὺ γὰρ πέφυκας ἁμαρτωλῶν σωτηρία καὶ βοήθεια καὶ κραταιὰ προστασία καὶ σῴζεις τοὺς δούλους Σου.

Μετὰ δὲ τὰ Εὐλογητάρια, ἡ Ὑπακοὴ τοῦ ἤχου.
Ὁμοίως καὶ οἱ Ἀναβαθμοί (ἐκ τῆς Παρακλητικῆς).
Καὶ ἅπασα ἡ τάξις τοῦ Ἑωθινοῦ Εὐαγγελίου, τῆς τρεχούσης Κυριακῆς.
Οἱ Κανόνες ὁ Ἀναστάσιμος  καὶ τῶν Ἁγίων οὖ ἡ ἀκροστιχίς: Τοῖς ἁγίοις Πατρῶν ὁ Ψαλμός.
ΝΙΚΟΔΗΜΟΥ.
Ἦχος πλ. δ΄. ᾨδὴ α΄. Ὑγρὰν διοδεύσας
   Τριάδος Ἁγίας τοὺς λατρευτάς καὶ τῆς Ἐκκλησίας τοὺς ἀστέρας τοὺς φωταυγεῖς, τοὺς τῆς Ἀχαΐας θεηγόρους, προσαγορεύομεν ὕμνοις καὶ παρακλήσεσι.
   πάντιμος σύλλογος τῶν σεπτῶν κηρύκων τοῦ Λόγου καὶ τῆς Χάριτος τοῦ Θεοῦ, ἤρδευσε τοῖς ῥείθροις τῶν αἱμάτων Πατρῶν τὴν χώραν καὶ ἠρωτρίασεν.
   κέτιδας χεῖρας εἰς οὐρανόν, ὑψοῦμεν ἐν πίστει προσδεόμενοι τῷ Θεῷ, ὅπως τοῦ Ἀνδρέου ταῖς πρεσβείας, τοῦ Πρωτοκλήτου, ῥυσθῶμεν ἐκ θλίψεων.
Θεοτοκίον.
   Σωσίπατρε, Παῦλε, οἱ ἐκλεκτοί, μετὰ τοῦ Ἀνδρέου καὶ τῶν ἔξωθεν συνεργῶν, ἄχραντε Παρθένε Θεοτόκε, ὁμοῦ πρεσβείαν Χριστῷ προσάξατε.
ᾨδὴ γ´. Οὐρανίας ἁψῖδος.
   ρετῶν τὴν πλειάδα ἐν ἑαυτοῖς, Ἅγιοι, χάριτι Χριστοῦ κεκτημένοι, κατηξιώθητε τῆς βασιλείας Αὐτοῦ, λαμπροὶ πολῖται γενέσθαι· Πρωτοκλήτου θρέμματα, νοσούντων μνήσθητε.
   Γενναιόφρονες ὄντως καὶ τῷ Ἀνδρέᾳ ὁμόψυχοι, οἱ ἐν Ἀχάϊᾳ  γενόμενοι χριστοκήρυκες, σεπτὲ Σωσίπατρε, ἡγια-
σμένε Στρατόκλεις, τῶν ἐχθρῶν τῆς πίστεως λύμην
ἀπώσασθε.
   ερὰν ξυνωρίδα, Ἀναστασίαν, Χριστόδουλον, ἄμφω παιδιόθεν τραφέντας Χριστοῦ τοῖς ῥήμασι, προσαγορεύομεν Παιδομαρτύρων τῇ κλήσει καὶ αὐτῶν αἰτούμεθα τὴν βοήθειαν.
Θεοτοκίον.
   Οὐρανῷ ἐνοικοῦντες τῶν γηγενῶν μνήσθητε, οἱ τῷ Πρωτοκλήτου συνόντες ἅγιοι Μάρτυρες, Χριστῷ προσάξατε, ὑπὲρ ἡμῶν ἱκεσίαν, τὴν Θεοτόκον σχόντες συναντιλήπτορα.
Κάθισμα. Ἦχος β΄.
   Πρεσβείαις ταῖς σαῖς ἐν πίστει ἀνατίθεμεν ἐλπίδας ἡμῶν, Ἀνδρέα, οἱ χριστώνυμοι, ἐκτενῶς βοῶντές σοι· τῶν δεινῶν κινδύνων ἐκλύτρωσαι καὶ γὰρ εὐήκοός σοι ἔσται ὁ Χριστός, ὁ μόνος ὑπάρχων πολυέλεος.
ᾨδὴ δ´. Εἰσακήκοα, Κύριε.
   ερεῖα ὑπάρχοντες τοῦ Χριστοῦ Ἀρτέμιος Ζαχαρίας τε, μαρτυρίῳ ἐτελεύτησαν καὶ ὑπὲρ ἡμῶν νῦν πρεσβεύουσιν.
Στρατοκλὴς ὁ θεσπέσιος, πρῶτος ἱεράρχης Πατρῶν ἐγένετο, τοῦ Ἀνδρέου ταῖς χερσὶ λαβὼν, τὸ τοῦ Ἐπισκόπου ἀξίωμα.
   Προεστῶτα σὲ ἔχρισε Πατρῶν Ἐκκλησίας, θείῳ βουλήματι, ὁ Πρωτόκλητος, πανεύφημε, σὺ δὲ ὦ Στρατόκλεις ἡμῶν μνημόνευε.
Θεοτοκίον.
   χαΐας Ἀπόστολον Παῦλον τὸν Πατρέα ἀνευφημή-σωμεν, πρεσβευτὴν ἡμῶν γινώσκοντες καὶ τῆς Θεοτόκου μύστην ἔνθεον.
ᾨδὴ ε´. Φώτισον ἡμᾶς τοῖς προστάγμασί σου.
   Τέλη ἐν Χριστῷ καὶ τοῦ αἵματος τὴν ἔκχυσιν, ἔγνωσαν Ἀνδρέου οἱ συνεργοί, ὧν ταῖς πρεσβείαις δεινῶν λυτρωθείημεν.
   ῶσιν τῶν ψυχῶν καὶ σωμάτων ἐξαιτούμεθα, τῷ σῷ ναῷ προστρέχοντες οἱ πιστοί καὶ παρακλήσεις ἡμῶν ἀναπέμποντες.
   τῆς ὑπὲρ νοῦν παῤῥησίας σου Πρωτόκλητε, μεθ’ ἧς σοῦ ἐπακούων ὁ Λυτρωτής, δώη τῶν αἰτημάτων ἡμῶν τὴν πλήρωσιν.
Θεοτοκίον.
   Νεῦσον πρὸς ἡμᾶς καὶ δεήσεις δέξαι Δέσποινα, Πατρῶν Ἁγίους ἔχουσα παρά Σοι, συνυπηχοῦντας τοὺς πόθους τῶν καρδιῶν ἡμῶν.
ᾨδὴ ς΄. Τὴν δέησιν ἐκχεῶ πρὸς Κύριον.
   νθεος τῶν Ἁγίων ὅμιλος, τῶν ἐν Πάτραις εὐλαβῶς τιμωμένων, σὺν τῷ Ἀνδρέᾳ Σωσίπατρος, Παῦλος, Ἰωακείμ, Ζαχαρίας Ἀρτέμιος· πρεσβεύσατε ὑπὲρ ἡμῶν τῷ Χριστῷ τῷ Θεῷ, παναοίδιμοι.
   Ψαλμοῖς, ᾠδαῖς καὶ ἐν ὕμνοις, Ἅγιοι, παρακλήσεις πρὸς ὑμᾶς ἐκβοῶμεν καὶ συνεργοὺς Πρωτοκλήτου εἰδότες ἐκδυσωποῦμεν, ἡμῶν μνημονεύετε, ὅπως ῥυσθῶμεν ἐκ φθορᾶς καὶ κινδύνων καὶ πάσης κολάσεως.
   σπάσασθαι τὴν εἰκόνα ἥκομεν, ὦ Ἀπόστολε Κυρίου Ἀνδρέα, καὶ Πολιοῦχον Πατρῶν σὲ εἰδότες, ὑπὸ τὴν σκέπην σου πάντες προστρέχομεν καὶ ὥσπερ πάτρωνι ἡμῶν, ἐπὶ σοί τὰς ἐλπίδας ἐθέμεθα.
Θεοτοκίον.
   Λαὸς Πατρῶν, Ἀχαΐας πλήρωμα, τῶν Ἑλλήνων ὁ ἐσμὸς σὲ γινώσκει, νυμφαγωγόν, τῷ Χριστῷ ἀγαγόντα, Ἀνδρέα μάκαρ, ἡμῶν τοὺς προπάτορας· τῆς Θεοτόκου δὲ εὐχαῖς καὶ ἡμεῖς τῷ Χριστῷ προσαχθείημεν.
Κοντάκιον. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.
   Τῶν Πατρῶν αἰνέσωμεν πάντας Ἁγίους, Ἀχαΐας θρέμματα καὶ ἐν Χριστῷ παιδαγωγούς, αὐτῶν ἑπόμενοι ἴχνεσιν, ὧν ταῖς πρεσβείαις εὑρήσοιμεν ἔλεος.
Καὶ ἀκολουθεῖ ὁ Οἶκος (ἐκ τῆς Παρακλητικῆς).
Εἰς δὲ τὸ Μηνολόγιον δέον νὰ παρεμβληθῇ τὸ ἑξῆς:
Τῇ αὐτῇ ἡμέρᾳ ἐν τῇ Πόλει καὶ Μητροπόλει τῶν Πατρῶν, ἑορτάζεται ἡ μνήμη τῶν συνεργῶν τοῦ Ἁγίου Ἀνδρέου τοῦ Πρωτοκλήτου, Σωσιπάτρου, Παύλου τοῦ Πατρέως, Νεομάρτυρος Ζαχαρίου τοῦ ἐξ Ἄρτης, Ἀναστασίας καὶ Χριστοδούλου τῶν Παιδομαρτύρων, τῶν ἐν τῇ Ἀχαΐᾳ Ὁσίων Λεοντίου τοῦ Γέροντος  καὶ Ἰωακεὶμ τῶν Νοτενῶν, ὡς καὶ τὸν Ἁγίου Μεγαλομάρτυρος Ἀρτεμίου, κομιστοῦ φερομένου τῶν σεπτῶν Λειψάνων τοῦ Ἁγίου Ἀποστόλου Ἀνδρέου.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
   Μὴ ἐλλίπῃς πρεσβεύειν, τῷ Σωτῆρι Χριστῷ ὑπὲρ τῶν ψυχῶν ἡμῶν, πλειὰς ἡγιασμένων κηρύκων τῶν ἐν Πάτραις, ὧν τῇ μνήμῃ νῦν ψάλλομεν· ὁ τῶν Πατέρων ἡμῶν Θεὸς εὐλογητὸς εἶ.
   μοφώνως ὑμνοῦντες, Ἀχαΐας ὅμιλον ἁγιώνυμον, πληθούσῃ δ’ ἐκκλησίᾳ, αὐτῶν ἐν πανηγύρει ἐκ ψυχῆς ἀναμέλπομεν· ὁ τῶν Πατέρων ἡμῶν Θεὸς εὐλογητὸς εἶ.
   Στρατιὰν ἐπιλέκτων, τοῦ Χριστοῦ ἀθλοφόρων ἀνευφημήσωμεν, τὰς πόλεις καὶ τὰς χώρας τὰς ἐν Πελοποννήσου, εὐηγγελίζοντο ᾄδοντες· ὁ τῶν πατέρων ἡμῶν Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον.
   Νοερῶς θεωροῦμεν, τοὺς ἡμᾶς τῷ Χριστῷ ὁδηγήσαντας, Πρωτόκλητον Ἀνδρέαν, μετὰ τῆς συνοδείας καὶ δοξάζοντες ψάλλομεν· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ. 
ᾨδὴ η´. Τὸν Βασιλέα τῶν οὐρανῶν.
   ερατεῦσαι τὸν Στρατοκλέα προσάγει, ὁ Ἀνδρέας τῇ Χριστοῦ Ἐκκλησίᾳ, μεθ’ ὧν ὑπερυψοῦμεν Χριστὸν εἰς τοὺς αἰῶνας.
   Κλήσεως  θείας ἀξιωθέντες ἐν πίστει, οἱ Ἀνδρέου συνεργοὶ
γεγονότες, Χριστὸν ὑπερυψοῦσιν εἰς πάντας τοὺς αἰῶνας.
Ὁ στερεώσας τοὺς οὐρανοὺς ἐν συνέσει καὶ τὴν γῆν ἐπὶ ὑδάτων ἑδράσας, Σὲ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον.
   Δέσποινα δέξαι τὰς παρακλήσεις Σῶν δούλων, τὸν Υἱόν Σου καὶ Θεὸν λατρευόντων, Ὃν ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας.
ᾨδὴ θ´. Κυρίως Θεοτόκον.
   πάναγνος Παρθένος καὶ Μήτηρ τοῦ Σωτῆρος, Σὲ μεγαλύνομεν πάντες οἱ δοῦλοί Σου καὶ ἐξαιτοῦμεν ἁγίας Χριστῷ πρεσβείας Σου.
   Μαρία Θεοτόκε, Δέσποινα τοῦ κόσμου, οἱ διὰ Σοῦ σεσωσμένοι Σὲ μεγαλύνομεν, τῇ μεσιτείᾳ Σου σχόντες τὸ μέγα ἔλεος.
   ἔνσαρκος καὶ θεῖος Θεοῦ ὑψίστου Λόγος, ἐκ Σοῦ, Παρθένε, τεχθεὶς ἐνηνθρώπησεν, τῷ Πρωτοκλήτῳ Ἀνδρέᾳ γνωσθεὶς Σωτὴρ ἡμῶν.
Θεοτοκίον.
   μνοῦμεν, εὐλογοῦμεν, τὸν ἄχραντόν Σου τόκον, Αὐτῷ μεσίτριαν Σὲ ἐκδεχόμενοι, μετὰ Πατρέων Ἁγίων, συνευχομένων Σοι.
Ἐξαποστειλάριον τὸ Ἀναστάσιμον (τῆς σειρᾶς).
Καὶ τὸ ἑπόμενον  τῶν Ἁγίων. Γυναῖκες ἀκουτίσθητε.
   Χοροὶ ἀπενεχθήσονται, τῷ Βασιλεῖ ὀπίσω σου, ἐκ τῆς σῆς ποίμνης, Ἀνδρέα, πατρὸς Πατρῶν γενομένου· τῷ Στρατοκλεῖ δ’ ἐπέθηκας τὰς χεῖρας καὶ Σωσίπατρον ὕψωσας εἰς Ἐπίσκοπον καὶ Μάρτυρας ἀθλοφόρους τῷ σῷ Δεσπότῃ προσήξας.
Θεοτοκίον ὅμοιον.
   Μαρία καθαρώτατον, χρυσοῦν θυμιατήριον, τῆς ἀχώρητου Τριάδος, δοχεῖον γεγενημένη, ἐν ᾧ Πατὴρ ηὐδόκησεν, ὁ δὲ Υἱὸς ἐσκήνωσε καὶ Πνεῦμα τὸ Πανάγιον, ἐπιφοιτῆσάν Σε, Κόρη, ἀνέδειξε Θεοτόκον.
Εἰς τοὺς Αἴνους ψάλλομεν Ἀναστάσιμα 4· καὶ τῶν Ἁγίων τὰ ἑπόμενα.
Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Στίχ.: Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν.
   Τοῦ Παραδείσου τὰ ἄνθη τὰ εὐωδέστατα, τὴν εὐωδίαν πᾶσι τοῦ Χριστοῦ πλημμυροῦντα, αἰνέσωμεν Ἀνδρέαν καὶ τοὺς αὐτοῦ μιμητάς τε καὶ θρέμματα, Εὐαγγελίου ἐργάταις καὶ τῶν Πατρῶν γεωργίου τὰ ὀσφράδια.
Στίχ.: Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δὲ χειρῶν Αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα.
   Χαίρετε ἅγιοι Μάρτυρες καὶ Ἀπόστολοι, τῆς Ἀχαΐας τέκνα, τῷ Χριστῷ συναφθέντα, ἀνδρῶν τε καὶ παιδιῶν καὶ γυναικῶν ὁ χριστώνυμος σύλλογος, Ὁσίων ὅμιλος, Πάτραις καὶ τοῖς ἐγγύς, ἐν ἀσκήσει διαλάμψαντες.
Στίχ.: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.
   Παῦλε, Λεόντιε ἅμα Ἰωακεὶμ οἱ σεπτοί καὶ Ζαχαρία Μάρτυς καὶ Σωσίπατρε κῆρυξ, σεμνὴ Ἀναστασία, Χριστοῦ ἀμνάς, νεανία Χριστόδουλε, εἰς μαρτυρίαν ἐλθόντες τοῦ Ἰησοῦ, τῶν Πατρῶν μὴ ἐπιλάθεσθε.
Στίχ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
   Γῆ τῶν Πατρῶν ὑπεδέχθη λείψανα τίμια, Ἀνδρέου Ἀποστόλου, ἕως οὗ κομισθέντα, χερσὶ τοῦ Ἀρτεμίου ἧκον καλῶς εἰς Βυζάντιον ἄρτια, μετὰ μακρὸν δ’ ἀπεδόθη Κάρα σεπτή, ἱερόν ἡμῖν θησαύρισμα.
Δόξα. Τὸ Ἑωθινὸν τῆς Κυριακῆς.
Καὶ νῦν. Ὑπερευλογημένη...

ΔΟΞΟΛΟΓΙΑ ΜΕΓΑΛΗ
Καὶ τὸ Σήμερον σωτηρίᾳ τῷ κόσμος γέγονεν
 
ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ
Τὰ ἀντίφωνα τῆς Κυριακῆς καὶ τὸ ἀναστάσιμον Ἀπολυτίκιον.
Κοντάκιον. Ἡ Παρθένος σήμερον τὸν προαιῶνιον Λόγον...
Ἀπόστολος τοῦ Ἁγίου Ἀνδρέου.
Εὐαγγέλιον τῆς τρεχούσης Κυριακῆς.
Κοινωνικόν: Αἰνεῖτε τὸν Κύριον… 

Μεγαλυνάριον.
   Χαίροις τῶν Ἁγίων θεῖος χορός· χαίροις τῶν Πατρέων ἁγιώνυμος θησαυρός· χαίρετε Ἀνδρέου θερμοὶ συμπαραστάται, σαγήνην τὴν τοῦ Λόγου πιστῶν πληρώσαντες,




Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου