Πέμπτη 22 Σεπτεμβρίου 2016

Ἀκολουθία μ. ΚΛΑΥΔΙΑΣ τῆς ἐν Ἀγκύρᾳ



Ψαλλομένη τῇ 18η Μαΐου
Ποίημα Δρ. Χαραλάμπους Μπούσια
 *******
ΕΝ ΤΩ ΜΙΚΡΩ ΕΣΠΕΡΙΝΩ
Εὐλογήσαντος τοῦ Ἱερέως ὁ Προοιμιακός, εἰς δέ τό Κύριε Ἐκέκραξα ἱστῶμεν στίχους δ’καί ψάλλομεν τά ἑξῆς Προσόμοια.
Ἦχος δ’. Ἔδωκας σημείωσιν.
Μάρτυς ἀκατάβλητε, τῆς παρθενίας κειμήλιον, Ἰησοῦ τοῦ παντάνακτος, ἀμνὰς παναμώμητε, εἰς βυθὸν ῥιφεῖσα, λίμνης ἐξεβράσθης, αἰγιαλὸν εἰς οὐρανῶν, συμβασιλεύειν Κυρίῳ πάντοτε, τῷ ποθεινῷ Νυμφίῳ σου, Αὐτοῦ Κλαυδία πανεύφημε νύμφη, ἡ συγχορεύουσα οὐρανίαις Δυνάμεσι.
Γόνε εὐθαλέστατε, Ἀγκύρας πᾶσαν κατηύ-φρανας, εὐωδία τῶν ἄθλων σου, καὶ τοῦ μαρτυρίου σου, χθόνα Γαλατίας, γεραρὰ Κλαυδία, παρθενομάρτυς ἐκλεκτή, ἡ σὺν ἑξάδι, στῤῥῶν συνάθλων σου, τό ὕδωρ ἁγιάσασα, τῆς λίμνης ὅπερ ἐγένετο, τάφος σοῦ τοῦ σκηνώματος, τοῦ πανσέπτου καλλίνικε.
Εὔοσμε ὑάκινθε, Χριστοῦ λειμῶνος καὶ κύμινον, εὐθαλὲς καὶ ἡδύπνευστον, ἀνδρείας καθήδυνας, εὐσεβῶν χορείας, σοῦ τῇ παῤῥησίᾳ, καὶ εὐτονίᾳ ψυχικῇ, Κλαυδία Μάρτυς, στεῤῥὰ καὶ πάνσεμνε· διὸ τὴν θείαν μνήμην σου, νῦν ἐκτελοῦντες γηθόμενοι, μεγαλύνομεν πόνους σου, οὕσπερ ἔτλης ἀθλήσεως.
Μάνδρα ἡ περίκλυστος, Στεφάνου τοῦ Πρωτομάρτυρος, ἑορτάζει τὴν μνήμην σου, Κλαυδία στεῤῥόψυχε, θείων Μετεώρων, καὶ ἐν νεοδμήτῳ, Ναῷ σου μνήμην σου σεπτήν, ἐπιτελοῦσα ψαλμοῖς καὶ ᾄσμασιν, εὐτάκτοις μακαρίζει σε, ὡς τοῦ Χριστοῦ νύμφην πάγκαλον, μαρτυρίῳ φοινίξασαν, τὴν στολὴν παρθενίας σου.
Δόξα. Ἦχος β ´.
ν ἁπαλῷ σαρκίῳ στεῤῥὸν κρύπτουσα φρόνημα, ἀπέῤῥιψας τὸ χαῦνον τῆς φύσεως, καὶ ἀνδρικῶς Χριστὸν ὡμολόγησας, Κλαυδία παρθενομάρτυς· θέατρον γὰρ γενομένη ἐν Ἀγκύρᾳ, μέτοχος πέφηνας τῶν παθῶν τοῦ σοῦ Νυμφίου, καὶ ὑπέμεινας ἀγογγύστως, γύμνωσιν σώματος, αἰκισμοὺς καὶ μάστιγας· ἄτρεπτος οὖν παραμείνασα βυθοῦ λίμνης ἐκάλυψας πυθμένα, ἵνα μαρτυρικὸν λάβῃς στέφανον δόξης, καὶ πρεσβεύῃς ἀπαύστως ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον.
Τὴν πᾶσαν ἐλπίδα μου...

Ἀπόστιχα. Ἦχος β ´. Οἶκος τοῦ Ἐφραθᾶ.
Χαῖρε Χριστοῦ ἀμνάς, Κλαυδία καλλιμάρτυς, ἡ ἐν βυθῷ ῥιφεῖσα, τῆς λίμνης δι᾿ ἀγάπην, τοῦ ποθεινοῦ Νυμφίου σου.
Στ. Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι.
φυγες μιασμόν, σοῦ ἁπαλοῦ σαρκίου, δυνάμει  θείᾳ  Μάρτυς, Κλαυδία  ἡ τὸ βάθος, τῆς
λίμνης ἐκμετρήσασα.
Στ. Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατηύθυνε τὰ διαβήματά μου.
Χαῖρε εὐθαρσῶς, σὺν γυναικῶν ἑξάδι, συν-άθλων σου  Κλαυδία,  Χριστὸν  Θεοῦ ὡς Λόγον, σεπτόν ὁμολογήσασα.
Δόξα. Τριαδικόν.
χρόνος ὁ Πατήρ, ὑπάρχει καὶ ὁ Λόγος, ὁμοῦ καὶ θεῖον Πνεῦμα, Θεότης ἡ Ἁγία, Τριὰς ἡ ὁμοούσιος.
Καὶ νῦν. Θεοτοκίον.
Χαῖρε, ἡ λαμπηδών, ἁγνείας Θεοτόκε, τῆς παρθενίας φάρε, καὶ σωφροσύνης λύχνε, φωσφόρε Μητροπάρθενε.

Νῦν ἀπολύεις, τὸ Τρισάγιον, τὸ Ἀπολυτίκιον ἐκ τοῦ Μεγάλου Ἑσπερινοῦ καὶ Ἀπόλυσις.
************************************
ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ
Μετὰ τὸν Προοιμιακόν τὸ Μακάριος ἀνήρ· εἰς δὲ τὸ Κύριε ἐκέκραξα ἱστῶμεν στίχους η΄ καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια.
Ἦχος α´. Τῶν οὐρανίων ταγμάτων.
ν τῇ παστάδι τῇ ἄνῳ, τὴν συγχορεύουσαν, Ἀγγέλων συστοιχίαις, ἀθληφόρον Κλαυδίαν, τιμήσωμεν ἐν ὕμνοις χρεωστικῶς, οἷα παρθενομάρτυρα, ψυχῆς ἱμάτιον πάλλευκον ταῖς ῥοαῖς, τῶν αὐτῆς αἱμάτων βάψασαν.
γκύρας πάνσεπτον γόνον, ἐγκωμιάσωμεν, σὺν θείῳ Θεοδότῳ, καὶ Μαρτύρων ἑξάδι, αὐτῆς στεῤῥῶν συνάθλων νῦν γυναικῶν, θεϊκῆς ἀπολαύουσαν, εὐκλείας ὕμνοις Κλαυδίαν τὴν θαυμαστήν, τοῦ Χριστοῦ παρθενομάρτυρα.
Φυγοῦσα χάριτι θείᾳ, σαρκὸς τὴν σπίλωσιν, ἐκάλυψας πυθμένα, τῶν ὑδάτων τῆς λίμνης, Κλαυδία τρισολβία ἐν γυναιξί, παρθενίας τὸν στέφανον, καὶ ἀκλινοῦς μαρτυρίου ἐκ τῶν χειρῶν, ἡ λαβοῦσα τοῦ Παντάνακτος.
Τῶν Μετεώρων νῦν λίθους, ἡ ἐποπτεύουσα, θεόθεν καὶ τὴν Μάνδραν, τοῦ Ἁγίου Στεφάνου, ἡ σκέπουσα Κλαυδία τήρει ἡμᾶς, τοὺς τιμῶντας τὴν μνήμην σου, ἐπιβουλῆς τοῦ ἀλάστορος ἀσινεῖς, καὶ κακότητος ἀπήμονας.
Σὺν Ἰουλίᾳ Ματρώνῃ, Κλαυδία πάνσεμνε, Τεκούσῃ Εὐφρασίᾳ, Φαεινῇ τῇ ἐνθέῳ, καὶ πάνυ Ἀλέξανδρᾳ ἀθλητικῶς, ἡ τὸ ζῆν ἐκμετρήσασα, συμβασιλεύεις Νυμφίῳ σου ποθεινῷ, οὐρανίοις ἐν σκηνώμασι.
Τῷ νεοδμήτῳ Ναῷ σου, Κλαυδία σπεύδοντες, ἐν βράχοις Μετεώρων, προσκυνήσαι μορφήν σου, τὴν θείαν ἐκζητοῦμεν σὰς προσευχάς, ἵνα βίου τὸν δόλιχον, καλῶς ἀνύσωμεν πάντες καὶ τῆς χαρᾶς, σοῦ Νυμφίου ἀπολαύσωμεν.
Δόξα. Ἦχος πλ. β´.
μετὰ λίθου βαρυτάτου ἐπὶ τοῦ τραχήλου, ἐμβληθεῖσα εἰς λίμνης πυθμένα σὺν συνάθλων σου ἑξάδι, Κλαυδία παρθενομάρτυς καλλίστη, λίθων νῦν Μετεώρων ἀνεδείχθης φρουρὸς καὶ προστάτις· ὅθεν τὴν σὴν πανέορτον μνήμην ἐπι-τελοῦντες, καὶ ὡς ἀψύχων τιμῶντές σε λίθων ὀλετῆρα, τὰς εὐχάς σου πρὸς Κύριον ἐκδεχόμεθα, τὸν θεμέλιον λίθον τῆς ἡμῶν σωτηρίας, καὶ αἰωνίου ἀγαλλιάσεως.
Καὶ νῦν. Θεοτοκίον.
Τίς μὴ μακαρίσει Σε, Παναγία Παρθένε...

Εἴσοδος, Φῶς ἱλαρόν, τὸ Προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα.
Παροιμιῶν τὸ Ἀνάγνωσμα (λα΄ 10-25).
Γυναῖκα ἀνδρείαν τίς εὑρήσει; Τιμιωτέρα δὲ ἐστὶ λίθων πολυτελῶν ἡ τοιαύτη. Εὑραμένη ἔρια καὶ λίνον, ἐποίησεν εὔχρηστα ταῖς χερσὶν αὐτῆς. Ἐγένετο ὡσεὶ ναῦς ἐμπορευόμενη μακρόθεν, συνάγει δὲ αὐτῆς τὸν πλοῦτον· καὶ ἀνίσταται ἐκ νυκτῶν, καὶ ἔδωκε βρώματα τῷ οἴκῳ, καὶ ἔργα ταῖς θεραπαίναις. Θεωρήσασα γεώργιον, ἐπρίατο, ἀπὸ δὲ τῶν καρπῶν τῶν χειρῶν αὐτῆς κατε-φύτευσε κτῆμα. Ἀναζωσαμένη ἰσχυρῶς τὴν ὀσφὺν αὐτῆς, ἤρεισε τοὺς βραχίονας αὐτῆς εἰς ἔργον. Ἐγεύσατο, ὅτι καλόν ἐστι τὸ ἐργάζεσθαι, καὶ οὐκ ἀποσβέννυται ὁ λύχνος αὐτῆς ὅλην τὴν νύκτα. Τοὺς πήχεις αὐτῆς ἐκτείνει ἐπὶ τὰ συμφέροντα, τὰς δὲ χεῖρας αὐτῆς ἐρείδει εἰς ἄτρακτον. Χεῖρας αὐτῆς διήνοιξε πένητι, καρπὸν δὲ ἐξέτεινε πτωχῷ. Ἰσχὺν καὶ εὐπρέπειαν ἐνεδύσατο, καὶ εὐφράνθη ἐν ἡμέραις ἐσχάταις.
Σοφίας Σειρὰχ τὸ Ἀνάγνωσμα (Κεφ. ιη΄ 15-32).
Τέκνον, ἐν ἀγαθοῖς μὴ δῷς μῶμον καὶ ἐν πάσῃ δόσει λύπην λόγων. Οὐχὶ καύσωνα ἀναπαύσει δρόσος; Οὕτως κρείσσων λόγος ἤ δόσις. Οὐκ ἰδοὺ λόγος ὑπὲρ δόμα ἀγαθόν; Καὶ ἀμφότερα παρὰ ἀνδρὶ κεχαριτωμένῳ. Μωρὸς ἀχαρίστως ὀνειδιεῖ, καὶ δόσις βασκάνου ἐκτήκει ὀφθαλμούς. Πρὶν ἡ λαλήσαι μάνθανε καὶ πρὸ ἀῤῥωστίας θεραπεύου. Πρὸ κρίσεως ἐξέταζε σεαυτὸν καὶ ἐν ὥρᾳ ἐπισκοπῇς εὑρήσεις ἐξιλασμόν. Πρὶν ἀῤῥωστῆσαί σε ταπει-νώθητι καὶ ἐν καιρῷ ἁμαρτημάτων δεῖξον ἐπιστροφήν. Μὴ ἐμποδισθὴς τοῦ ἀπο-δοῦναι εὐχὴν εὐκαίρως καὶ μὴ μείνῃς ἕως θανάτου δικαιωθῆναι. Πρὶν εὔξασθαι, ἐτοίμασον σεαυτὸν καὶ μὴ γίνου ὡς ἄνθρωπος πειράζων τὸν Κύριον. Μνήσθητι θυμοῦ ἐν ἡμέραις τελευτῆς καὶ καιρὸν ἐκδικήσεως ἐν ἀποστροφῇ προσώπου. Μνήσθητι καιρὸν λιμοῦ ἐν καιρῷ πλησμονῆς, πτωχείαν καὶ ἔνδειαν ἐν ἡμέραις πλούτου. Ἀπὸ πρωΐθεν ἕως ἑσπέρας μεταβάλλει καιρὸς καὶ πάντα ἐστὶ ταχινὰ ἔναντι Κυρίου. Ἄνθρωπος σοφὸς ἐν παντὶ εὐλαβηθήσεται καὶ ἐν ἡμέραις ἁμαρτιῶν προσέξει ἀπὸ πλημμελείας. Πᾶς συνετὸς ἔγνω σοφίαν καὶ τῷ εὑρόντι αὐτὴν δώσει ἐξομολόγησιν. Συνετοὶ ἐν λόγοις καὶ αὐτοὶ ἐσοφί-σαντο καὶ ἀνώμβρησαν παροιμίας ἀκριβεῖς. Ὀπίσω τῶν ἐπιθυμιῶν σου μὴ πορεύου καὶ ἀπὸ τῶν ὀρέξεων σου κωλύου. Ἐὰν χορηγήσῃς τῇ ψυχῇ σου εὐδοκίαν ἐπιθυμίας, ποιήσει σε ἐπιχάρμα τῶν ἐχθρῶν σου. Μὴ εὐφραίνου ἐπὶ πολλῇ τρυφῇ, μηδὲ προσδεθῇς συμβολῇ αὐτῆς.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα
(Κεφ. Γ´, 1-9).
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καί ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα, οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες μεγάλα εὐεργε-τηθήσονται · ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτοὺς καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτοὺς καὶ ὡς ὁλο-κάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ´ αὐτῷ συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Εἰς τήν Λιτήν, Ἰδιόμελα. Ἦχος α´.
Τὴν ἐν Ἀγκύρᾳ τῆς Γαλατίας ἰδοῦσαν τὸ φῶς τῆς ἡμέρας, καὶ ἐν αὐτῇ δι᾿ ἀθλήσεως ἰδεῖν ἀξιωθεῖσαν, τὸ φέγγος τῆς ἀφθίτου μακαριότητος, Κλαυδίαν τὴν πάνσεμνον ἀθληφόρον τιμήσωμεν, οὕτω λέγοντες· ὁλόφωτε ἀμνὰς τοῦ Ὑψίστου, τοῖς ἐκ σκιᾷ καθημένοις παθῶν χαμαιζήλων, ἀνάτειλον χρυσαυγὴν ἀπαθείας εὐχαῖς σου, καὶ σῶσον ἐκ τοῦ σκότους τοῦ αἰωνίου τὰς ψυχὰς ἡμῶν.
Ἦχος β’.
Τὴν ἐκ νεότητος ἐπιποθήσασαν πιεῖν νάματα σωτήρια, ῥέοντα ἐν τῇ Ἐκκλησίᾳ τοῦ Κυρίου ἀφθόνως, καὶ ἐν λιμνίοις νάμασι τὸ ζῆν ἐκμε-τρήσασαν, Κλαυδίαν, τὴν πάγκαλον Χριστοῦ νύμφην, ἀνυμνήσωμεν, ὡς νεανίδων σωφρόνων καὶ ἀμώμων ἀκροθίνιον  καὶ ἐν εὐλαβείᾳ αὐτῇ εἴπωμεν· δὸς ἡμῖν εὐχαῖς σου πιεῖν ὕδωρ ἀφθαρσίας, τοῦ μὴ διψῆσαι εἰς τὸν αἰῶνα, καλλιμάρτυς, τοῖς ἐν Μετεώροις προσιοῦσι Ναῷ τῷ πανσέπτῳ σου, καὶ προσκυνοῦσιν ἐν πίστει μορφῆς σου τὸ ἔκτυπον.
Ἦχος γ’.
Κυρίου τοῦ Θεοῦ ἡμῶν τὰ στίγματα ἐν σώματι βαστάζουσα, καὶ ἐν τῷ Αὐτοῦ Σταυρῷ ἐγκαυ-χωμένη Κλαυδία, μαρτυρίου ἠκολούθησας τρίβοις· δεξαμένη οὖν θεόθεν τῆς νίκης χρυσοπλόκους στεφάνους, οἷα παρθένος καὶ Μάρτυς ἀρίστη, χάριν εἴληφας πρεσβεύειν τῷ σῷ Νυμφίῳ, ὑπὲρ τῶν τιμώντων ἐν πίστει τὴν σὴν παγγέραστον ἄθλησιν.
Ἦχος δ’.
σεβεστάτου τυράννου σβέσασα τὴν μανίαν, ὕδατι λίμνης τῆς σῆς ἀθλήσεως, Χριστωνύμων Γαλατίας χορείας ηὔφρανας Κλαυδία, παρθενίας ἡ ἐνδεδυμένη πάλλευκον ἱμάτιον· ὅθεν τὸ σὸν μαρτύριον σέβοντες, τὰς ἀδιαλείπτους σου εὐχὰς πρὸς Κύριον ἐκδεχόμεθα, τὸν παρέχοντα πᾶσι λιταῖς σου, τὸ μέγα καὶ πλούσιον ἔλεος.
Δόξα. Ὁ αὐτός.
Φαυλίσασα ἀλαζονείαν εἰδωλόφρονος τυράν-νου, τοῦ ἐν βυθῷ ἀπάτης πεπνιγμένου Κλαυδία, Χριστοῦ τὸ κράτος ἐμεγάλυνας, καὶ βυθοῦ λίμνης ἐμέτρησας βάθος, εὐψύχῳ ἀθλήσει σου· ὅθεν πρὸς ὕψος ἀρθεῖσα δόξης αἰωνίου, καὶ φωτοειδέσι μαρμαρυγαῖς ἀγλαϊζομένη, μὴ παύσῃ τὸν σὸν Νυμφίον Χριστὸν ἱκετεύουσα, ὑπὲρ εἰρήνης τοῦ κόσμου καὶ σωτηρίας τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον.
κ παντοίων κινδύνων τοὺς δούλους Σου...

Εἰς τόν Στίχον, Στιχηρά Προσόμοια.
Ἦχος πλ. α’. Χαίροις ἀσκητικῶν.
Χαίροις, τῆς Γαλατίας βλαστός, Ἀγκύρας εὖχος καὶ περίβλεπτον καύχημα, ἀμνάδων Χριστοῦ καλλίστη, τῆς παρθενίας λαμπάς, φέγγει μαρτυρίου ἡ φωτίσασα, τῆς κτίσεως πέρατα, καλλιμάρτυς ἀήττητε, ὁμολογίας, τοῦ πανσέπτου ὀνόματος, τοῦ Νυμφίου σου, Ἰησοῦ στόμα πάγχρυσον· ὅθεν τὴν θείαν μνήμην σου, τιμῶντες γηθόμενοι, τῶν εὐσεβῶν αἱ χορεῖαι, καὶ μεγα-λύνοντες πόνους σου, ἀθλήσεως ὕμνοις, ἐκδεχό-μεθα λιτάς σου, θερμὰς πρὸς Ὕψιστον.
Στ. Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προ-σέσχε μοι.
Χαίροις, ἡ τῇ δυνάμει Θεοῦ, ἀποφυγοῦσα τῆς σαρκός σου ἀτίμωσιν, Κλαυδία παρθενομάρτυς, ὑπ᾿ ἀναίσχυντου ἐχθροῦ, ἀσελγοῦς ὁπλίτου εἰδωλόφρονος, καὶ χλαῖναν ἀμόλυντον, τῆς ψυχῆς σου φυλάξασα, καὶ σώματός σου, τοῦ ἁγνοῦ καλλιπάρθενε, τοῦ καλύψαντος, τὸν πυθμένα πανεύφημε, λίμνης ἀμνὰς πανάριστε Χριστοῦ· ὅθεν μνήμην σου, τὴν σεβασμίαν τιμώντες, θεο-πειθεῖς ἰκεσίας σου, αἰτούμεθα πόθῳ, καλλινίκων ἀθληφόρων λαμπὰς ἀείφωτε.
Στ. Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατηύθυνε τὰ διαβήματά μου.
Χαίροις, παρθενομάρτυς σεμνή, ἡ ἐπονείδιστον σαρκίου σου γύμνωσιν, αἰκίας καὶ μαστιγώσεις, διὰ τὴν πίστιν Χριστοῦ, εὐκλεὴς Κλαυδία, ὑπο-μείνασα, καὶ βάθος τοῦ ὕδατος, ἐκμετρήσασα χαίρουσα, σὺν ταῖς συνάθλοις, σαῖς σεμναῖς καρτερόψυχε, νύμφη πάναγνε, τοῦ Δεσπότου τῆς κτίσεως· Μάρτυς ἀκαταγώνιστε, Ναῷ νεοδμήτῳ σου, πανευλαβῶς προσιόντες, ἐν Μετεώροις πλη-ρούμεθα, ἰσχύος τροπῶσαι, τὸν πτερνίζοντα τὸ γένος, ἡμῶν ἀλάστορα.
Δόξα. Ἦχος πλ. δ´.
Λίθον βαρύτατον ἐν τῷ τραχήλω δεξαμένη, ἐνεβλήθης εἰς λίμνης πυθμένα Κλαυδία καλλι-πάρθενε, ἡ πεποικιλμένη λίθοις πολυτίμοις μαρτυρίου, καὶ ἀγλαϊσμένη σαπφείροις ἀριστείας, ἐν τῇ ἄνω πόλει ὡς νύμφη Χριστοῦ πανάριστος· ἔχουσα οὖν παῤῥησίαν ὡς παρθενομάρτυς, μὴ παύσῃ Χριστοῦ δεομένη ὑπὲρ τῶν τιμώντων, τὴν ἀεισέβαστον μνήμην σου.
Καὶ νῦν. Θεοτοκίον.
Δέσποινα, πρόσδεξαι...
Νῦν ἀπολύεις, Τρισάγιον,
Ἀπολυτίκιον. Ἦχος γ´. Θείας πίστεως.
ον εὔοσμον, τῆς παρθενίας, καὶ λευκάνθεμον, τῆς ἀριστείας, εὐωδία σῶν ἄθλων καθήδυνον, Ἀγκύρας εὖχος τοὺς νῦν εὐφημοῦντάς σε, Κλαυδία θεία εὐτάκτοις μελίσμασιν, ὡς περί-δοξον τῷ ὄντι παρθενομάρτυρα, καὶ σπεύδοντας ἐνθέρμοις ἱκεσίαις σου.
Ἕτερον. Ἦχος πλ. α´. Τὸν συνάναρχον Λόγον.
Γαλατίας εὐάνδρου εὐῶδες κύμινον, καὶ εὐω-δέστατον κρίνον, τῆς παρθενίας Χριστῷ, ἑαυτὴν ὁλοσχερῶς ἀφιερώσασαν, καὶ δι᾿ ἀγάπησιν Αὐτοῦ, εἰς τῆς λίμνης τὸν βυθόν, ῥιφεῖσαν χερσὶν ἀνόμοις, Κλαυδίαν μέλψωμεν ὕμνοις, αὐτῆς πρεσβείας ἐκδεχόμενοι.
Ἕτερον. Ὅμοιον.
Χοϊκῆς τὴν φυγοῦσαν σαρκὸς ἀτίμωσιν, Χριστοῦ Νυμφίου ἰσχύϊ, τοῦ ποθεινοῦ Ἰησοῦ, καὶ εἰς λίμνης τὸν βυθὸν ῥιφεῖσαν μέλψωμεν, πάντες Κλαυδίαν εὐλαβῆ, δι’ ἀγάπην θεϊκήν, βοῶντες Ἁγνοὺς συντήρει, σοὺς ὑμνητὰς καὶ ἀτρώτους, τῶν βελεμνῶν τοῦ πολεμήτορος.
Θεοτοκίον.
Χαῖρε, πύλη Κυρίου ἡ ἀδιόδευτος· χαῖρε, τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς Σέ· χαῖρε, ἀχείμαστε λιμὴν καὶ ἀπειρόγαμε. Ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητήν Σου καὶ Θεόν, πρεσβεύουσα μή, ἐλλίπῃς ὑπὲρ τῶν ἀνυμνούντων καὶ προσκυνούντων τὸν Τόκον Σου.
ΟΡΘΡΟΣ
Μετά την α΄ Στιχολογίαν.Κάθισμα.
Ἦχος α’. Τον τάφον Σου, Σωτήρ.
πτάδα θαυμαστήν, Εὐφρασίαν Τεκοῦσαν, Ματρῶναν Φαεινήν, Ἀλεξάνδραν ὀλβίαν, ἐν μάχαις ἀήττητον, Ἰουλίαν καὶ ἄλκιμον, ἐν τοῖς σκάμμασιν, Κλαυδίαν πάντες τιμῶμεν, ἐν μελίσμασι, κοινοῖς καὶ πάνσεπτον μνήμην, αὐτῶν ἑορτάζομεν.
Δόξα. Τὸ αὐτό.
πτάδα θαυμαστήν, Εὐφρασίαν Τεκοῦσαν, Ματρῶναν Φαεινήν, Ἀλεξάνδραν ὀλβίαν, ἐν μάχαις ἀήττητον, Ἰουλίαν καὶ ἄλκιμον, ἐν τοῖς σκάμμασιν, Κλαυδίαν πάντες τιμῶμεν, ἐν μελί-σμασι, κοινοῖς καὶ πάνσεπτον μνήμην, αὐτῶν ἑορτάζομεν.
Καὶ νῦν. Θεοτοκίον.
νόθευτον ἡμῶν, τὴν Ὀρθόδοξον πίστιν, συντήρει ἀγαθή, Θεοτόκε Παρθένε, διώκουσα τάχιστα, ἀζυμίτας κακόφρονας, καὶ συντάγματα, αἱρετικῶν καὶ βλασφήμων, προστασίας Σου, ἀδιαλείπτου τῇ ῥάβδῳ, πανύμνητε Δέσποινα.

Μετά την β’ Στιχολογίαν,Κάθισμα.
Ἦχος δ’. Ταχύ προκατάλαβε.
Κλαυδία πανεύφημε, νύμφη Χριστοῦ τοῦ Θεοῦ, Ἀγκύρας ἐκβλάστημα, καὶ παρθενίας εἰκών, διήνυσας χαίρουσα, δρόμον τοῦ μαρτυρίου, καὶ ἀπείληφας στέφος, δόξης τῆς αἰωνίου, ἐκ χειρῶν σοῦ Νυμφίου, τοῦ νέμοντος εὐχαῖς σου ἡμῖν, ἄμετρον ἔλεος.
Δόξα. Τὸ αὐτό.
Κλαυδία πανεύφημε, νύμφη Χριστοῦ τοῦ Θεοῦ, Ἀγκύρας ἐκβλάστημα, καὶ παρθενίας εἰκών, διήνυσας χαίρουσα, δρόμον τοῦ μαρτυρίου, καὶ ἀπείληφας στέφος, δόξης τῆς αἰωνίου, ἐκ χειρῶν σοῦ Νυμφίου, τοῦ νέμοντος εὐχαῖς σου ἡμῖν, ἄμετρον ἔλεος.
Καὶ νῦν. Θεοτοκίον.
Πανύμνητε Δέσποινα, Μῆτερ Χριστοῦ τοῦ Θεοῦ, χαρᾶς ὥσπερ πρόξενον, βροτείου γένους ἡμῶν, ἀεὶ μεγαλύνομεν, πλῆθός Σου θαυμασίων, καὶ πιστῶς Σοι βοῶμεν· σκέπε καὶ περιφρούρει, ὑμνηπόλων Σου δῆμον, καὶ τήρει τῆς μανίας ἡμᾶς, πλάνου ἀπήμονας. 

Μετὰ τὸν Πολυέλεον Κάθισμα.
Ἦχος γ´. Τὴν ὡραιότητα.
Στρουθὸν ταχύπτερον, Χριστοῦ καὶ πάναγνον, ἐγκωμιάσωμεν πιστοὶ γηθόμενοι, τὸν κελαδοῦντα μελιχρῶς ἀνδρείαν καὶ παρθενίαν, ὄρνιν καλλι-κέλαδον ψυχικῆς γενναιότητος, καὶ τῆς ἀγα-πήσεως τοῦ Χριστοῦ στόμα εὔλαλον, βοῶντες ἐκ μυχίων καρδίας· Χαῖρε Κλαυδία καλλιμάρτυς.
Δόξα. Τὸ αὐτό.
Ἦχος γ´. Τὴν ὡραιότητα.
Στρουθὸν ταχύπτερον, Χριστοῦ καὶ πάναγνον, ἐγκωμιάσωμεν πιστοὶ γηθόμενοι, τὸν κελαδοῦντα μελιχρῶς ἀνδρείαν καὶ παρθενίαν, ὄρνιν καλλι-κέλαδον ψυχικῆς γενναιότητος, καὶ τῆς ἀγα-πήσεως τοῦ Χριστοῦ στόμα εὔλαλον, βοῶντες ἐκ μυχίων καρδίας· Χαῖρε Κλαυδία καλλιμάρτυς.
Καὶ νῦν. Θεοτοκίον.
Τὴν σκοτισθεῖσάν μου, ψυχὴν καταύγασον, φωτὶ τῆς χάριτος, τοῦ θείου Τόκου Σου, ἁγνὴ Παρθένε Μαριάμ, ἐλπὶς τῶν ἀπηλπισμένων, καὶ ἀχλὺν ἀπέλασον, τῶν ἀπείρων πταισμάτων μου. Ὅπως εὕρω ἔλεος, ἐν τῇ ὥρᾳ τῆς Κρίσεως, καὶ πόθῳ ἀσιγήτως βοῶ Σοι· Χαῖρε ἡ Κεχαριτωμένη.

Οἱ Ἀναβαθμοί. Τὸ α´ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
κ νεότητός μου πολλὰ πολεμει μὲ πάθη· ἀλλ’ αὐτὸς ἀντιλαβοῦ καὶ σῶσον, Σωτήρ μου (δίς).
Οἱ μισοῦντες Σιῶν, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου· ὡς χόρτος γὰρ πυρὶ ἒσεσθε ἀπεξηραμμένοι (δὶς).
Δόξα Πατρί.
γίω Πνεύματι πᾶσα ψυχὴ ζωοῦται καὶ καθάρσει ὑψοῦται, λαμπρύνεται τῇ τριαδικῇ μονάδι ἱερο-κρυφίως.
Καὶ νῦν.
γίῳ Πνεύματι ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα ἅπασαν τὴν κτίσιν πρὸς ζωογονίαν.
Προκείμενον. Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι.
Στ. Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατηύθυνε τὰ διαβήματά μου.
Εὐαγγέλιον ἐκ τοῦ κατὰ Μᾶρκον
(Κεφ. ε´ 2434).
Τ καιρῷ ἐκείνῳ, ἠκολούθει τῷ Ἰησοῦ ὄχλος πολύς, καὶ συνέθλιβον αὐτόν...
Ζήτει τῇ Δευτέρα τῆς ΙΕ Ἑβδομάδος Ματθαίου.
Ὁ Ν´  Ψαλμός.
λέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.Ἐπὶ πλεῖον πλῦνον μὲ ἀπὸ τῆς ἀνομίας μου, καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διὰ παντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα· ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας· τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς μὲ ὑσσώπω καὶ καθαρισθήσομαι· πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιείς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.
Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀπορρίψης με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύμα-τι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαὶ μὲ ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ, πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδο-κήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλο-καυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Δόξα. Ταῖς τῆς Ἀθληφόρου πρεσβείαις,...
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου…
Ἰδιόμελον. Ἦχος πλ. β´.
Στ. Ἐλεῆμον, ἐλέησόν με, ὁ Θεός...
Δεῦτε πιστοὶ προσελθόντες ἐν τῷ νεοδμήτῳ Ναῷ, τῆς καλλιμάρτυρος Κλαυδίας, τῷ περικοσμοῦντι τὴν Μάνδραν Στεφάνου τοῦ Πρωτομάρτυρος, εὐλαβῶς ἀσπασώμεθα τὴν σεπτὴν αὐτῆς εἰκόνα, καὶ ἐν κατανύξει βοήσωμεν· Μετεώρων νέος πέλεις φύλαξ καὶ πρόμαχος, εἰ καὶ πάλαι ἤθλησας ἐν Γαλατίᾳ, καὶ πάντων ἡμῶν ταχινὴ ἀρωγὸς καὶ ἀκέστωρ, τῶν τιμώντων ἐν ὕμνοις τὴν ἀεισέβαστον μνήμην σου.

Εἶτα οἱ Κανόνες· τῆς Θεοτόκου καί τῆς Ἀθλη-φόρου, οὗ ἡ ἀκροστιχίς: Κλαυδίας Παρθενο-μάρτυρος ἐγκώμιον. Χ.
Ὠδή α’. Ἦχος δ’. Ἀνοίξω τό στόμα μου.
Κλαυδία περίδοξε νύμφη Χριστοῦ, καλλι-πάρθενε, Ἀγκύρας καλλώπισμα, τὴν Ἐκκλησίαν Χριστοῦ κατελάμπρυνας ἁγνείας λαμπηδόσι καὶ σῆς ἐναθλήσεως θείοις πυρσεύμασι.
Λαμπρύνεις τὰ σύμπαντα τῇ θεαρέστῳ ἐνστά-σει σου, Χριστοῦ τοῦ Παντάνακτος ὡραιότατη ἀμνάς, καὶ σκοτόμαιναν ἐλαύνεις τῶν εἰδώλων, Κλαυδία πανεύφημε, φέγγει τῶν ἄθλων σου.
γκύρας τὸν τύραννον, τὸν δυσεβέστατον ᾔσχυνας ψυχῆς εὐτολμίᾳ σου καὶ πόνοις ἀθλη-τικοῖς, καλλιπάρθενε Κλαυδία, καὶ Νυμφίῳ τῷ σῷ εὐηρέστησας τέλει ἐνδόξῳ σου.
Θεοτοκίον.
πέραγνε Δέσποινα, ἡμᾶς ἀεὶ ἐποπτεύουσα, εὐκλείας ἐξ ὕψους Σου μὴ διαλίπῃς Ἁγνή, τοὺς γεραίροντας πληθὺν Σῶν θαυμασίων καὶ Τόκον δοξάζοντάς Σοῦ τὸν σεβάσμιον.

Ὠδή γ’. Τούς Σούς ὑμνολόγους.
Δοξάζομεν ἄθλησιν, Κλαυδία, τὴν σὴν θαυμα-στήν, δι᾿ ἧς λαμπροὺς στεφάνους νίκης εἴληφας ἀφθίτου ὡραιότητος καὶ ὕμνοις καταστέφομεν τὴν πανσεβάσμιον μνήμην σου.
σχὺν εἰληφυῖα οὐρανόθεν ἐτήρησας ἄσπιλον σαρκὸς ἁγνότητα καὶ ἥνυσας εὐτόλμως τῆς ἀθλήσεως, Κλαυδία καλλιπάρθενε, τὸ γενναιό-τατον στάδιον.
Αἱμάτων τιμίων σου ῥανίσιν ἐπέχρωσας πάλλευκον στολήν, Κλαυδία, τῆς καρδίας σου τῆς καθαρᾶς, ἣν φέρουσα εἰσῆλθες εἰς τὰ δώματα τῶν οὐρανῶν τὰ ὑπερφῶτα.
Θεοτοκίον.
Σωτῆρα τεκοῦσα τῶν ἁπάντων, θανάτου ἐδίωξας ἀχλὺν, καὶ ἧμαρ ἐξανέτειλας ἀφράστου ὡραιότητος, ψυχῶν ἐλαῦνον ζόφωσιν, τῶν Σὲ ὑμνούντων, Μητρόθεε.

Κάθισμα. Ἦχος γ’. Θείας πίστεως.
Θείᾳ χάριτι, τὴν σὴν ἁγνείαν, διεφύλαξας καὶ ἀναισχύντους, στρατιώτας ἀτιμάσαι σε θέλοντας, Κλαυδία Μάρτυς περίδοξε ᾔσχυνας, καὶ ἐνεβλήθης εἰς βάθος ἀπύθμενον, λίμνης χαίρουσα ἐξ οὗ σε Χριστὸς ἐξήγαγεν, ὁ στέφει ἀφθαρσίας καταστέψας σε.
Δόξα. Τὸ αὐτό.
Θείᾳ χάριτι, τὴν σὴν ἁγνείαν, διεφύλαξας καὶ ἀναισχύντους, στρατιώτας ἀτιμάσαι σε θέλοντας, Κλαυδία Μάρτυς περίδοξε ᾔσχυνας, καὶ ἐνεβλήθης εἰς βάθος ἀπύθμενον, λίμνης χαίρουσα ἐξ οὗ σε Χριστὸς ἐξήγαγεν, ὁ στέφει ἀφθαρσίας καταστέψας σε.
Καὶ νῦν. Θεοτοκίον.
Καθαγίασον ἡμῶν τὰ ἔργα, καὶ κατεύθυνον πρὸς μετανοίας, ἀτραποὺς τοὺς Σὲ ἀεὶ μακα-ρίζοντας, εὐλογημένη Παρθένε Παντάνασσα, ὡς ἀπλανὴς εὐσεβούντων ἰθύντειρα· ἵνα πάντοτε τιμῶντές Σε ὕμνοις πρέπουσι, δοξάζωμεν Υἱόν Σου τὸν Θεάνθρωπον.
Ὠδή δ’. Ὁ καθήμενος ἐν δόξῃ.
Παρθενίας κοσμιότης, τῶν παρθένων ἐκόσμη-σαν, χεῖρες σὴν εἰκόνα, τὴν διακοσμοῦσαν σὸν Τέμενος, ἐν Μετεώροις Κλαυδία θεοτίμητε, τὸ νεόδμητον, πρὸς εὐσεβῶν ἀγαλλίασιν.
γιάσασα τῆς λίμνης, σῇ ἀθλήσει τὰ ὕδατα, σὺν Ἁγίων δήμοις, ἐπαγάλλῃ νῦν ἐν τοῖς δώμασι, τῶν οὐρανῶν καὶ Ἀγγέλων τοῖς συστήμασι, Μάρτυς πάνσεμνε, Κλαυδία, πίστεως σέμνωμα.
αντισμῷ τῶν προσευχῶν σου, πρὸς τὸν εὔπλαγχνον Κύριον, μοναστρίας πάσας, πάνσεπτε Κλαυδία, ἁγίασον Μονῆς ἐνδόξου Στεφάνου Πρωτομάρτυρος, ἧς διάκοσμος Ναὸς ὑπάρχει ὁ θεῖός σου.
Θεοτοκίον.
Θεοτόκε, τῶν παγίδων τοῦ δεινοῦ πολεμή-τορος, Κεχαριτωμένη, ῥῦσαι τοὺς ἀεὶ Σε γεραίροντας, καὶ καταφεύγοντας πίστει τῇ Σῇ χάριτι, ἐν τοῖς κλύδωσι, καὶ ἀλγειναῖς περιστά-σεσι.

ᾨδὴ ε´. Ἐξέστη τὰ σύμπαντα.
όρτιον σύναξιν, ἐπιτελοῦντες σήμερον, μνή-μην σου τιμῶμεν τὴν ἁγίαν, Κλαυδία Μάρτυς, παρθένων εὖχος λαμπρὸν καὶ κλέος σεμνῶν ἀθλητριῶν, σὺν αὐτῇ συνάθλων σου τῆς ἑξάδος, ἀοίδιμε.
Νεᾶνις πανένδοξε, Κλαυδία, τάχος ἔδραμες εἰς ὀσμὴν τοῦ μύρου σοῦ Νυμφίου, τοῦ κενωθέντος ἐν τῇ ἁγνῇ σου ψυχῇ, πελούσῃ μυράλειπτρον τερπνόν, θείας ἀγαπήσεως καὶ ἀμέμπτου βιώσεως.
Μάρτυς Θεόδοτος ἡλίευσε σὸν σκήνωμα ἐξ ὑδάτων λίμνης καὶ ἐντίμως αὐτό, Κλαυδία, παρθενομάρτυς στεῤῥά, ἐκήδευσε καὶ πανευλα-βῶς ἔθαψε συνάθλων σου γυναικῶν σὺν σκηνώ-μασι.
Θεοτοκίον.
Μὴ παύσῃ τὸν Τόκον Σου ἱλεουμένη, Δέσποι-να, Κεχαριτωμένη Θεοτόκε, ἡμῖν διδόναι χαρὰν καὶ ἄμφω ἰσχὺν πατῆσαι τὸ φρύαγμα ἐχθροῦ, τοῦ ἀεὶ πτερνίζοντος, τῶν μερόπων τὸ φύραμα.

ᾨδὴ στ´. Τὴν θείαν ταύτην.
μνᾶς Χριστοῦ καλλιπάρθενε, Κλαυδία Γαλα-τίας ὡράϊσμα, θράσος ἐπάτησας, αἱμοδιψοῦς εἰδωλόφρονος τυράννου, ἀπηνῶς σε τοῦ ἀποκτείναντος.
ευστῶν Κλαυδία ὑπέρτερε, εἰς ῥεῦμα ἀπεπνίγης ὑδάτινον λίμνης καὶ μέτοχος χαρᾶς ἀῤῥεύστου, ἐν δώμασι τῶν οὐρανῶν ἐγένου, Μάρτυς πανάριστε.
Τυράννου ἄφρονος ἄθλοις σου, ἐπάτησας ὀφρὺν καὶ προέκρινας ὑπὲρ Νυμφίου σου θανεῖν, Κλαυδία, τοῦ δείξαντος φρονίμων σε παρθένων πυρσὸν ἀείφωτον.
Θεοτοκίον.
μνεῖν οὐ παύομεν, Δέσποινα, τὸ πλῆθος τῶν ἀπείρων θαυμάτων Σου, Θεογεννήτρια, καὶ ἀρω-γὴν τὴν ἑτοίμην Σου, ἥνπερ δεικνύεις πᾶσι Σὲ μακαρίζουσι.
Κοντάκιον. Ἦχος πλ. δ´. Τῇ Ὑπερμάχῳ.
Χριστοῦ ἀμνάδα τὴν ἀρίστην καὶ πανεύφημον, ὡς Γαλατίας σεμνολόγημα καὶ κλέϊσμα, παρθε-νίας καὶ ἀθλήσεως στεῤῥοψύχου, εὐφημήσωμεν Κλαυδίαν χριστοφίλητον, ἐκμετρήσασαν βυθὸν τῆς λίμνης κράζοντες, ὕμνοις πρέπουσι·
Χαίροις, Μάρτυς ὑπέραγνε.
Ὁ Οἶκος.
γαλμα παρθενίας, καὶ ἀθλήσεως πάντες, Κλαυδίαν καλλονὴν τῆς Ἀγκύρας, τὴν βληθεῖσαν διὰ τοῦ Χριστοῦ, τὴν ἀγάπην λίμνης εἰς βυθὸν μέλψωμεν, καὶ δεξαμένην κότινον, εὐκλείας οὐρανῶν βοώντες·
Χαῖρε, τὸ μέλαθρον τῆς ἁγνείας·
χαῖρε,  τὸ ἔσοπτρον τῆς ἀνδρείας.
Χαῖρε, τῶν ἀμνάδων Χριστοῦ ἐγκαλλώπισμα·
χαῖρε,  παναλκίμων Μαρτύρων ὡράϊσμα.
Χαῖρε, στύλος γενναιότητος καὶ ἀμέμπτου ἀγωγῆς·
χαῖρε,  φάρος τηλαυγέστατος ἀρετῆς μοναδικῆς.
Χαῖρε, ὅτι παρθένων ἀκρέμων ἀνεδείχθης·
χαῖρε,  ὅτι Μαρτύρων λαμπηδὼν ἀνεφάνης.
Χαῖρε, λαμπάς συνέσεως πάμφωτος·
χαῖρε,  ψεκὰς Χριστοῦ ἀγαπήσεως.
Χαῖρε, στεῤῥῶν γυναικῶν κοσμιότης·
χαῖρε,  χορῶν Χριστωνύμων φαιδρότης.
Χαίροις, Μάρτυς ὑπέραγνε.

Συναξάριον.
Τῇ Ιη΄ τοῦ αὐτοῦ μηνός, μνήμη  τῆς ἁγίας ἐνδόξου Παρθενομάρτυρος Κλαυδίας τῆς ἐν Ἀγκύρᾳ, σὺν τῇ ἑξάδι τῶν αὐτῆς συνάθλων γυναικῶν· Τεκούσης, Φαεινῆς, Εὐφρασίας, Ἰουλίας, Ματρώνης καὶ Ἀλεξάνδρας ὡς καὶ τοῦ Ἁγίου Μάρτυρος Θεοδότου.
Στίχοι.
Λίθον φέρουσα ἐπὶ τραχήλου λίμνῃ,
ἐνεβλήθης, Κλαυδία παρθενομάρτυς.
Ἁγία παρθενομάρτυς Κλαυδία ἤθλησεν ἐν τῇ Ἀγκύρᾳ τῆς Γαλατίας, ἐν τοῖς χρόνοις τοῦ μεγάλου ἐν αὐτῇ διωγμοῦ (περὶ τῷ 303), διοικοῦντος τὴν πόλιν αἱμοδιψοῦς καὶ σκληρο-καρδίου ἀνδρός, εἰδωλόφρονος, οὗ ἡ κλήσις Θεότεκνος. Οὗτος διέταξε συλλαβεῖν τὰς παιδιόθεν ἀφιερωθείσας τῷ Θεῷ ἑπτὰ παρθένους, Τεκούσαν, Εὐφρασίαν, Ἰουλίαν, Ματρώναν, Ἀλεξάνδραν, Φαεινήν, καὶ Κλαυδίαν, καὶ εἱρκτῇ διὰ τὴν πίστιν μονῶσαι. Τὸ ἀκατάβλητον αὐτῶν τῆς πίστεως κατιδών, παρέδωκεν αὐτὰς ἐκλύτοις νέοις ἀτιμάσαι αὐτῶν τὰ σώματα. Θείᾳ ὅμως χάριτι αἱ τοῦ Χριστοῦ ἀμνάδες διετήρησαν τὴν παρθενίαν ἀμόλυντον, ὅθεν αἰσχυνόμενος ὁ τύραννος ἐγύμνωσε τὰς παρθένους καὶ ἐφ᾿ ἅρματος περιέφερεν αὐτάς, ἀνὰ τὰς ῥύμας τῆς πόλεως, ἄχρι τῆς παρακειμένης λίμνης. Ἐκεῖ θεὶς λίθους βαρυτάτους ἐπὶ τῶν αὐτῶν τραχήλων, ἐβύθισεν αὐτὰς εἰς τὸ ὕδωρ καὶ οὕτως ἔλαβον αἱ μακάριαι τὸν τῆς νίκης στέφανον. Ἀλιεύσας τὰ σώματα τῶν Παρθενομαρτύρων Θεόδοτος, ὁ τῆς Τεκούσης ἀνεψιός, εὐλαβῶς καὶ ἐντίμως ἐνετα-φίασε. Μαθὼν αὐτὸ ὁ ἀπάνθρωπος τύραννος διέταξε τὴν ἐκταφὴν τῶν ἁγίων σκηνωμάτων καὶ τὴν εἰς τὸ πῦρ αὐτῶν παράδοσιν, ἵνα μὴ οἱ Χριστιανοὶ αὐτὰς καθηκόντως τιμῶσι.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.

Ὠδή ζ’. Οὐκ ελάτρευσαν.
ώμην ἄλκιμον δεικνῦσα ὡμολόγησας πρὸ εἰδωλόφρονος τυράννου κλῆσιν Χριστοῦ, Κλαυδία, τὴν πάνσεπτον καὶ καθυπέμεινας κολαστήρια καὶ τῆς σαρκός σου γύμνωσιν, ἀγλαὴ παρθενομάρτυς.
Θεόδοτος ὁ ἔνθεος ἡλίευσε σὸν θεῖον σκήνωμα, τὸ ἐμλβηθὲν εἰς βυθὸν τῆς λίμνης καὶ ἀσμένως ἐνεταφίασε τοῦτο, ᾄσματα προσάγων σοι ἐγκώμια καὶ θυμίαμα, Κλαυδία.
Σοῦ τὸ σκήνωμα, ἐκ τάφου ἀνεκόμισεν ὁ ἀσεβέστατος, Κλαυδία, διοικητής, Ἀγκύρας, τῆς πόλεως, ἐν ᾗ ἐνήθλησας, καὶ παρέδωκεν εἰς βρέμον πῦρ τὴν μνήμην σου θέλων, Μάρτυς, ἀφανίσαι.
Θεοτοκίον.
Εὐσυμπάθητε Θεογεννῆτορ Δέσποινα, ἡμῖν κατάπεμψον ἐλέη Σοῦ τοῦ Υἱοῦ πλουσίως καὶ βράβευσον τοῖς ἀνυμνοῦσί Σε ἄμφω δύναμιν καὶ σθένος, τοῦ ἀλάστορος καταστρέψαι τὰς παγίδας.

ᾨδὴ η´. Παίδας εὐαγεῖς.
Γύμνωσιν σαρκίου ἁπαλοῦ σου, Κλαυδία, παρθένων λύχνε, καθυπέμεινας καὶ εἰς βάθος ἄμετρον λίμνης σὴν ἀπόῤῥιψιν, δι᾿ ἧς εἰς δυσθεώρητον ὕψος κατήντησας εὐκλείας οὐρανῶν, ἔνθα δῆμοι τῶν Ἁγίων πάντων δοξάζουσι τὸν Κτίστην.
Κήπων σε ἠξίωσε παντέρπνων, Κλαυδία, ὁ σὸς Νυμφίος ὁ οὐράνιος, εὔοσμον κιννάμωμον, ἀρετῆς, συνέσεως, ἀνδρείας, γενναιότητος, καὶ ἀγαπή-σεως, καὶ λείριον ἡδὺ παρθενίας, τὸ ἐν τῇ Ἀγκύρᾳ, ἀνθῆσαν Γαλατίας.
ς παρθενομάρτυρα γενναίαν, Κλαυδία, σὲ μεγαλύνοντες ἀείποτε, τὴν καλῶς ἀθλήσασαν σὺν χορῷ συνάθλων σου παρθένων, ἐκδεχόμεθα τὰς ἱκεσίας σου, πρός Κύριον, Νυμφίον σου θεῖον, ἵνα τὰς παγίδας πατήσωμεν τοῦ πλάνου.
Θεοτοκίον.
Μέμνησο ἡμῶν μακαριζόντων ὡς κλέϊσμα παρθενίας σε περίβλεπτον καὶ ἀγνείας σέμνωμα, Μῆτερ εὐσυμπάθητε Θεοῦ Ὑψίστου, Ἄχραντε, καὶ μελῳδούντων Σε ὡς πάντων ταχινὴν προστασίαν, ἀρωγὴν καὶ σκέπην ἐν ζάλαις ταῖς τοῦ βίου.

ᾨδὴ θ´. Ἀπας γηγενῆς.
ασπις τερπνοῦ ἀρώματος πέλουσα, Κλαυδία πάνσεμνε, ἅπαντας καθήδυνας, Ἀγκύρας δήμους, ἰδόντας σθένος σου, τὸ ψυχικὸν καὶ εἵλκυσας, πρὸς τὴν σωτήριον, τοῦ Ὑψίστου, πίστιν τοὺς τὰ εἴδωλα τὰ ἀναίσθητα, οἴμοι, λατρεύοντας.
μβρισον ἡμῖν, Κλαυδία, δεήσεσι, ταῖς σαῖς πρὸς Κύριον, ὑετὸν συνέσεως, καὶ σωφροσύνης, τοῖς προσπελάζουσι, Μονή τοῦ Πρωτομάρτυρος, Στεφάνου ἔκτυπον, προσκυνήσαι, τῆς σεπτῆς εἰκόνος σου, ἐν Ναῷ φερωνύμῳ σῆς χάριτος.
Νύκτα τῶν παθῶν ἡμῶν ἀποδίωξον τῶν ἀνυ-μνούντων σε καὶ πρὸς τὴν ἀπάθειαν, Κλαυδία Μάρτυς, ἡμᾶς ὁδήγησον τοὺς ὕμνοις κατα-στέφοντας τὴν σὴν ἐνάθλησιν καὶ τιμῶντας μνήμην σου τὴν πάνσεπτον καὶ λαμπρὰν μελιχροῖς μελωδήμασι.
Θεοτοκίον.
Χαῖρε, τῶν πιστῶν θερμὸν καταφύγιον, Θεο-γεννήτρια· χαῖρε, ὀλετήριον ἡμῶν τῶν πόνων, δεινῶν καὶ θλίψεων καὶ πάντων· χαῖρε, στήριγμα ἀδιασάλευτον κλονουμένων καὶ στενόντων πάντοτε Χριστωνύμων, ἁγνὴ Ἀειπάρθενε.
Ἐξαποστειλάριον.
Γυναῖκες ἀκουτίσθητε.
Κλαυδίαν εὐφημήσωμεν, κλυτὴν Παρθενο-μάρτυρα, τὴν ἐν Ἀγκύρας τῇ λίμνῃ, χερσὶν ἀπίστων βληθεῖσαν, καὶ ἐκβληθεῖσαν χαίρουσαν, εἰς ὕψος δυσαντίβλεπτον, εὐκλείας τῆς ἐν δώμασι, τῶν οὐρανῶν ὑπερφώτοις, ψαλμοῖς καὶ ὕμνοις εὐτάκτοις.
Θεοτοκίον.
Παρθένων ἀγαλλίαμα, σεμνὴ Θεογεννήτρια, ἁγνοὺς Σοὺς δούλους συντήρει, ἐν πειρασμοῖς καθ᾿ ἑκάστην, καὶ λογισμοῖς καὶ πάθεσι, φεῦ τρυχομένους Δέσποινα, ἡμῖν δεικνῦσα πάμφωτον, ὁδὸν Ἁγνὴ εὐπειθείας, τὴν ὄντως σωτηριώδη.

Εἰς τοὺς Αἴνους.
Ἦχος πλ. δ´. Ὢ τοῦ παραδόξου θαύματος.
Νύμφη, τοῦ Χριστοῦ πανάσπιλε, Κλαυδία Μάρτυς στεῤῥά, Γαλατίας, ἐκβλάστημα, ἡ ἐκ τῆς νεότητος, Ἰησοῦν ἀγαπήσασα, καὶ τὸν σὸν βίον, ἀφιερώσασα, Αὐτῷ καὶ δοῦσα, ψυχῆς ἰκμάδα σου, ὅλην πανεύφημε, τῷ σεπτῷ Νυμφίῳ σου ἐν οὐρανοῖς, ἀληθῶς δεδόξασαι, σεμνὴ ἀθλήτρια.

Δεῦτε, φιλεόρτων σύστημα, σεπτὸν Μαρτύρων χορόν, γυναικῶν εὐφημήσωμεν, ἐν Ἀγκύρᾳ δόλι-χον, μαρτυρίου βαδίσαντα, ἐν κατανύξει, ψυχῆς κραυγάζοντες· Κλαυδία χαῖρε, σὺν ταῖς συνάθλοις σου, μεθὧν εἰς δώματα, χαίρεις τὰ ὑπέρφωτα, τῶν οὐρανῶν, καὶ Χριστοῦ τὸ πρόσωπον, ὁρᾷς τὸ ἄῤῥητον.
Χαῖρε, παρθενίας σκήνωμα, Κλαυδία θεοειδές, ἡ φυγοῦσα τῇ χάριτι, τοῦ Θεοῦ ἀτίμωσιν, τοῦ πανάγνου σαρκίου σου, ἵνα ὡς προῖκα, αὐτὸ ἀσύλητον, σῷ προσενέγκης, Νυμφίῳ πάγκαλε, σέ τῷ δοξάσαντι, καὶ ἀφθάρτῳ στέψαντι ἐν οὐρανοῖς, στέφει ὡς ἀμόλυντον, Παρθενομάρτυρα.
Μνήμην, τὴν σεπτήν σου σήμερον, ἄγει Κλαυδία Μονή, Μετεώρων ἡ πάνσεπτος, θείου Πρωτομάρτυρος, καλλιμάρτυς ἀήττητε, σεπτοῦ Στεφάνου ἐν νεοδμήτῳ σου, Ναῷ καὶ πόθῳ, καὶ πίστει κράζει σοι· πρέσβευε Κτίσαντι, ἀναπαῦσαι πάγκαλε μοναζουσῶν, τὰς ψυχὰς ἐν δώμασιν, ἀϊδιότητος.
Δόξα. Ἦχος πλ. α´.
Τὴν ὑπομείνασαν ἐν Ἀγκύρᾳ τῇ αὐτῆς πατρίδι, ἐμπαιγμοὺς καὶ ὀνείδη καὶ μάστιγας καὶ σαρκὸς γύμνωσιν, διὰ τὴν τοῦ Κυρίου ἀγάπην εὐφημή-σωμεν σήμερον, Κλαυδίαν τὴν παρθενομάρτυρα οὕτω λέγοντες· ἡ ἐμβληθεῖσα εἰς λίμνης πυθμένα, καὶ ἐκβληθεῖσα εἰς ζωὴν τὴν ἐν οὐρανοῖς ἀτελεύτητον, μὴ παύσῃ δεομένη τοῦ ποθεινοῦ σου Νυμφίου, ὑπὲρ εἰρήνης τοῦ σύμπαντος κόσμου, καὶ σωτηρίας τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον.
Μακαρίζομέν Σε, Θεοτόκε Παρθένε...

Δοξολογία Μεγάλη καί Ἀπόλυσις.
ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ
Τὰ Τυπικά, οἱ Μακαρισμοί καὶ ἐκ τοῦ Κανόνος τῆς Ἀθληφόρου ἡ γ᾿ καὶ ἡ στ᾿ ᾠδή.

Ἀπόστολος τῆς Ἁγίας Βαρβάρας (Γαλ. γ᾿ 23- δ᾿ 5).

Εὐαγγέλιον τῶν Δέκα Παρθένων, ὅπερ ζῆτει τῷ Σαββάτῳ τοῦ Ματθαίου (Κεφ. κε 1-13).
Κοινωνικόν: Εἰς μνημόσυνον αἰώνιον…

Μεγαλυνάριον.
Εὔτολμε παρθένε ἐν ἁπαλῷ, κρύπτουσα σαρκίῳ, ὄντως φρόνημα ἀνδρικόν, ἤθλησας Κλαυδία, στεῤῥῶς καὶ λίμνης βάθος, διὰ Χριστοῦ ἀγάπην, Μάρτυς, ἐμέτρησας.

Δίστιχον.
Χαῖρε, Κλαυδία, ψάλλει σοι Χαραλάμπης,
σὺν παρθένοις Μονῆς Ἁγίου Στεφάνου.


Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου