Τετάρτη 23 Οκτωβρίου 2019

Ἀκολουθία Ὁσίου ΝΕΙΛΟΥ τοῦ Γηρομερίτου,


ἀρχιμ. Μεθοδίου Ντελῆ
Ψαλλομένη τῇ 2α Ἰανουαρίου

ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ
Εὐλογήσαντος τοῦ Ἱερέως ὁ Προοιμιακός καὶ τό Μακάριος ἀνήρ. Εἰς δὲ τό Κύριε ἐκέκραξα ἱστῶμεν στίχους στ΄ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τέσσαρα, δευτεροῦντες τά δύο πρῶτα.
Ἦχος α΄. Τῶν οὐρανίων Ταγμάτων.
Τ
ῶν γεηρῶν τῆς ἀπάτης, ἀπὸ νεότητος, καταφρονήσας Πάτερ, καὶ σταυρὸν ἐπὶ ὤμων, ἀράμενος ἐμφρόνως, Νεῖλε σοφέ, τῷ Χριστῷ ἠκολούθησας, καὶ διαπρέψας ὡς Ἄγγελος ἐπὶ γῆς, τῶν Ἀγγέλων δόξης ἔτυχες. (Δίς).
Τ
ῆς ἀπαθείας ἐν ὄρει, δι’ ἀρετῆς ἀναβάς, καὶ θεοπτίας Πάτερ, ὡς Μωσῆς ἐντρυφήσας, τὰς πλάκας ὑπεδέξω τῶν ἐντολῶν, δι’ ὧν ὤφθης διδάσκαλος, καθοδηγῶν τοὺς ἀνθρώπους πρὸς τὴν ζωήν, διὰ βίου Νεῖλε κρείττο-νος. (Δίς).
Τ
ὸ καθαρὸν τῆς ψυχῆς σου, Πάτερ ἀμόλυντον, τετηρηκὼς καὶ πάσας, ἀρετὰς ἐξασκήσας, ἐνθέως ὑπερήφθης τῶν γεηρῶν, ὡς στρουθὸς ἀφιπτάμενος, καὶ ἐν αὐλαῖς κατεσκήνωσας τοῦ Θεοῦ, καλίαν ἐκεῖ πηξάμενος.
Σ
οῦ ὁ θεόληπτος βίος Νεῖλε θαυμάσιε, ὡς ἔμπνους ὤφθης στήλη, καὶ εἰκὼν ἐπαλείφων, τοὺς θέλοντας σωθῆναι· ὅθεν χοροί, τῶν Ὁσίων εὐφραίνονται, ἐπὶ τῇ μνήμῃ σου ταύτῃ τῇ ἱερᾷ, τοὺς ἀγῶνάς σου γεραίροντες.
Δόξα. Ἦχος α΄.
Ε
θαυμαστώθης ἐπὶ γῆς ὡς ἀληθῶς, Νεῖλε Πατὴρ ἡμῶν ἀξιοθαύμαστε· τῶν γὰρ Ἀσωμάτων ἐν σώματι ζηλώσας τὴν πολιτείαν, τὸν βίον ὡς ἄσαρκος θεαρέστως διήνυσας· ὅθεν καὶ τὸν ζῆλον Ἠλιοὺ μιμούμενος, τὸν ἐκείνου Κάρμηλον κατώκησας, ὡς ἐπὶ χρόνοις πλείοσι· καὶ τὸ Σίναιον Ὄρος καταλαβών, χρονίαις ἐπάλαισας κακώσεσιν, ἕως καὶ αὐτὸς κατὰ Μωσῆν τὸν θεόπτην, θείας κατηξιώθης ὀμφῆς, καὶ τὴν θεοτύπωτον τῶν ἐντολῶν ἐδέξω νομοθεσίαν. Διὸ καθάπερ ἥλιος τὴν γῆν διαδραμών, καὶ πρὸς δυσμὰς γενόμενος, ἔδυς μετὰ γῆρας, καὶ διὰ θανάτου πρὸς Θεὸν ἐξεδήμησας τὸν ἀθάνατον· καὶ νῦν αἴτησαι εἰρήνην τῷ κόσμῳ, ὁμόνοιαν Ἐκκλησίας, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.
Καὶ νῦν. Προεόρτιον. Ὁ αὐτός.
Λ
αμπρὰ μὲν ἡ παρελθοῦσα Ἑορτή, λαμπροτέρα δὲ Σωτὴρ ἡ ἐπερχομένη· ἐκείνη Ἄγγελον ἔσχεν εὐαγγελιστήν, καὶ αὓτη Πρόδρομον εὗρε προετοιμαστήν· ἐν ἐκείνῃ, αἱμάτων ἐκχεομένων, ὡς ἄτεκνος ὠδύρετο ἡ Βηθλεέμ· ἐν ταύτῃ, ὑδάτων εὐλογουμένων, πολύτεκνος γνωρίζεται ἡ Κολυμβήθρα· τότε Ἀστὴρ τοὺς Μάγους ἐμήνυσε, νῦν δὲ Πατὴρ κόσμῳ Σε ὑπέδειξεν. Ὁ σαρκωθείς, καὶ πάλιν ἐρχόμενος ἐμφανῶς, Κύριε δόξα Σοι.
Εἴσοδος, Φῶς ἱλαρόν, Προκείμενον, Ἀναγνώσματα.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα
(Κεφ. γ΄ 1 - 9).
Δ
ικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ· ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσιν καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται· κρι-νοῦσιν ἔθνη καὶ κρατήσουσι λαῶν καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ Αὐτῷ, συνήσουσιν ἀλήθειαν καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν Αὐτῷ· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς Ὁσίοις Αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς Αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα
(Κεφ. ε΄ 15 - στ΄ 3).
Δ
ίκαιοι εἰς τὸν αἰῶνα ζῶσι καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν παρὰ Ὑψίστου. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ Αὐτοῦ σκεπάσει αὐτούς καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον Αὐτοῦ καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν· ἐνδύσεται θώρακα δικαιοσύνην καὶ περιθήσεται κόρυθα, κρῖσιν ἀνυπόκριτον˙ λήψεται ἀσπίδα ἀκαταμάχητον ὁσιότητα˙ ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν˙ συν-εκπολεμήσει δὲ Αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας. Πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν καὶ ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι˙ ἀγανα-κτήσει κατ’ αὐτῶν ὕδωρ θαλάσσης, ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως˙ ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως καὶ ὡς λαίλαψ ἐκλικμήσει αὐτούς καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν βασιλεῖς καὶ σύνετε˙ μάθετε δικασταὶ περάτων γῆς˙ ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν˙ ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα
(Κεφ. ζ΄ 7-15).
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον, οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγα-πήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς Ὁσίοις Αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς Αὐτοῦ.  
Εἰς τήν Λιτήν, Ἰδιόμελα.
Ἦχος α΄. Τῶν οὐρανίων Ταγμάτων.
Σ
οῦ ὁ θεόληπτος  βίος, Νεῖλε θαυμάσιε, ὡς ἔμπνους ὤφθη στήλη, καὶ εἰκών ἐπαλείφων, τοὺς θέλοντας σωθῆναι· ὅθεν χοροὶ, τῶν Ὁσίων εὐφραίνονται, ἐπὶ τῇ μνήμῃ σου ταύτῃ τῇ ἱερᾷ, τοὺς ἀγῶνάς σου γεραίροντες.
Ἦχος δ΄.
Ε
λαμψαν τὰ καλὰ ἔργα σου, ὡς ἥλιος ἐπὶ τῆς γῆς, καὶ ἐν οὐρανῷ Χριστοῦ θεράπων μακάριε· ὀρθοδόξως γὰρ ἐκήρυξας ἡμῖν, τὰ ἀληθῆ καὶ ἀμώμητα πίστεως τοῦ Χριστοῦ· διὸ ἱκέτευε Ὅσιε Πάτερ ἐν τῇ μνήμῃ σου, θεοφόρε Νεῖλε, δωρηθῆναι ἡμῖν τὸ μέγα ἔλεος.
Ἦχος πλ. β΄.
Δ
εῦτε τῶν μοναστῶν τὰ συστήματα, σήμερον πνευματικὴν χορείαν, γηθοσύνως κροτή-σωμεν, καὶ τῶν ἀρετῶν τὸ ἄσυλον ταμεῖον, Νεῖλον πάντες τὸν νεοφανῆ φωστῆρα, ᾀσματι-κῶς εὐφημήσωμεν λέγοντες· χαίροις, ὁ τῶν τερπνῶν τοῦ βίου ἀπαναστάς, καὶ ἀταράχως ὁδεύσας, τὴν στενὴν ὁδὸν τῆς ἀσκήσεως· χαίροις, ὁ ἁγνείᾳ καὶ καθαρότητι σαρκός, τὸ ἀξίωμα τῆς ψυχῆς τηρήσας ἀκηλίδωτον· χαίροις, ὁ ἐν σώματι θνητῷ, τοὺς ἀσωμάτους ἐχθροὺς τροπω-σάμενος· χαίροις, ὁ διὰ θεωρίας τῆς ἀνωτάτου εἰς πρακτικὴν ἐλάσας ἀκρώρειαν, καὶ τῷ Θεῷ συγγινόμενος ἐν χάριτι, διὰ κατὰ τὸν ὡς δυνατὸν ὁμοιώσεως. Ἀλλ’ ὦ πολυέραστε Πάτερ, μὴ ἐλλίπῃς ὑψόθεν ἐποπτεύων ἡμᾶς, τοὺς τελοῦντάς σου ἐν πίστει, τὸ ἱερὸν μνημόσυνον.
Δόξα. Ὁ αὐτός.
Τ
ίς κατ’ ἀξίαν σου Πάτερ, τοὺς μακροὺς ἀγῶνας καὶ τὴν καρτερίαν τῶν πόνων διηγήσεται; Ἤ τίς τῶν ἀρετῶν σου τὸ ὕψους εὐφημῆσαι δυνήσεται; Ἐξέστησαν αἱ στρατιαὶ τῶν Ἀγγέλων, σοῦ τὴν ὑπεράνθρωπον πολιτείαν, δι’ ἧς ὑψώθης εἰς οὐρανοὺς, τῶν ἐνύλων γενόμενος ὕπερθεν· τῶν δαιμόνων αἱ φάλαγγες ἔφριξαν, ταῖς σαῖς εὐχαῖς σκεδαζόμεναι, καὶ ἐν ταῖς ῥοαῖς ποντιζόμεναι τῶν δακρύων σου. Ἀλλ’ ὦ Ὁσίων Πατέρων ἀκρότης, Δικαίων πάντων ὁμόσκηνε, τῶν ἁγίων Ἀγγέλων ἰσοστάσιε, ὡς παῤῥησίαν κεκτημένος πρὸς Χριστὸν τὸν Θεὸν ἡμῶν, ἱκέτευε καὶ ἡμᾶς, τοὺς ἐκ πόθου τελοῦντάς σου τὸ μνημόσυνον, σὺν σοὶ καταξιωθῆναι τῆς οὐρανῶν Βασιλείας, ἐν τῇ ἡμέρᾳ τῆς Κρίσεως.
Καὶ νῦν. Προεόρτιον. Ὁ αὐτός.
Ε
ρχεται πρὸς Ἰορδάνην, Χριστὸς ἡ ἀλήθεια, τοῦ βαπτισθῆναι ὑπὸ Ἰωάννου, καί φησὶ πρὸς αὐτόν· ἐγὼ χρείαν ἔχω ὑπὸ Σοῦ βαπτισθῆναι, καὶ Σὺ ἔρχῃ πρὸς με; Οὐ τολμῶ ὁ χόρτος προσψαῦσαι τῷ πυρί, Σὺ με ἁγίασον Δεσπότα, τῇ θείᾳ ἐπιφανείᾳ Σου.
Εἰς τὸν Στίχον, Προεόρτια.
Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσιν.
Π
ροεόρτια ᾄσματα, εὐσεβῶς προηχήσωμεν, τοῦ σεπτοῦ Βαπτίσματος, τοῦ Θεοῦ ἡμῶν· ἰδοὺ γὰρ μέλλει ὡς ἄνθρωπος, σαρκὶ παραγίνεσθαι, πρὸς τὸν Πρόδρομον Αὐτοῦ, καὶ αἰτεῖται τὸ Βάπτισμα, τὸ σωτήριον, εἰς ἀνάπλασιν πάντων τῶν ἐν πίστει, ἱερῶς φωτιζομένων, καὶ μετε-χόντων τοῦ Πνεύματος.
Στ. Διὰ τοῦτο μνησθήσομαί Σου ἐκ γῆς Ἰορδάνου καὶ Ἐρμωνιίμ.
Ο
 Χριστὸς ἀναδείκνυται, ὁ Θεὸς ἐπιφαίνεται, ὁ Δαυῒδ προέγραψεν ἐμφανέστατα, καὶ πρὸς τὸν δοῦλον τὸ Βάπτισμα, αἰτούμενος ἔρχεται· Ἰορδάνη ποταμέ, εὐφροσύνης πληρώθητι· γῆ καὶ θάλασσα, οἱ βουνοὶ καὶ τὰ ὅρη, καὶ ἀνθρώπων, νῦν σκιρτήσατε καρδίαι, φῶς νοητὸν εἰσδεχόμεναι.
Στ. Εἴδοσάν Σε ὕδατα ὁ Θεός, εἴδοσάν Σε ὕδατα καὶ ἐφοβήθησαν.
Π
οταμὸν τῆς εἰρήνης Σε, καὶ χειμάῤῥουν ὡς γέγραπται, τῆς τρυφῆς ὑπάρχοντα Παντο-δύναμε, πῶς Σε ποτάμια ῥεύματα, εἰσδέξονται Κύριε, ἐπιβαίνοντα γυμνόν, οὐρανοὺς τὸν τοῖς νέφεσι, περιβάλλοντα, καὶ γυμνώσαντα πᾶσαν τὴν κακίαν, τοῦ ἐχθροῦ καὶ ἀφθαρσίαν, τοὺς γηγενεῖς ἐπενδύσαντα; 
Δόξα. Τοῦ Ἁγίου. Ἦχος πλ. β΄.
Τ
ῶν μοναστῶν τὰ πλήθη, τὸν καθηγητήν σε τιμῶμεν, Πάτερ ἡμῶν Νεῖλε ἡγιασμένε. Διὰ γὰρ σοῦ τὴν τρίβον τὴν ὄντως εὐθεῖαν, πορεύεσθαι ἔγνωμεν. Μακάριος εἶ, ὁ Χριστῷ δουλεύσας, καὶ ἐχθροῦ θριαμβεύσας τὴν δύναμιν. Ἀγγέλων συνόμιλε, Ὁσίων ὁμόσκηνε καὶ Δικαίων, μεθ’ ὧν πρέσβευε τῷ Κυρίῳ, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν. Προεόρτιον. Ὁ αὐτός.
Φ
αιδροτέρα ἡλίου γέγονεν, ἡ παρελθοῦσα ἑορτὴ τῶν Γενεθλίων Χριστοῦ, λαμπρὰ καὶ ἐπίφωτος δείκνυται ἡ ἐπερχομένη, τῆς θείας Ἐπιφανείας Αὐτοῦ· ἐν ἐκείνῃ Ποιμένες, μετ’ Ἀγγέλων δοξολογοῦντες, προσεκύνησαν Θεὸν ἐνανθρωπήσαντα· ἐν ταύτῃ δὲ τοῦ Δεσπότου, ὁ Ἰωάννης ἁψάμενος τῇ δεξιᾷ χειρί, σὺν τρόμῳ ἔλεγεν· ἁγίασον ἐμὲ καὶ τὰ ὕδατα, ὁ μόνος ἔχων τὸ μέγα ἔλεος
Νῦν ἀπολύεις, Τρισάγιον,
Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Θ
εσπρωτίας τό κλέος καί Ὁσίων τό καύχημα, Κωνσταντινουπόλεως γόνον, Ἀσκητῶν τό ἀγλάϊσμα, ὑμνήσωμεν τόν Νεῖλον οἱ πιστοί, βοῶντες πρός αὐτόν εἰλικρινῶς· σκέπε, φρούρει Ὅσιε καί ἡμᾶς, τούς πόθῳ ἐκβοῶντας σοι· δόξα τῷ σέ δοξάσαντι Χριστῷ, δόξα τῷ σέ ἁγιάσαντι, δόξα τῷ δωρησαμένῳ σέ ἡμῖν, πρέσβυν ἀκοίμητον.
Δόξα.  Καὶ νῦν. Προεόρτιον.
Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.
Ε
τοιμάζου Ζαβουλών, καὶ εὐτρεπίζου Νεφθαλείμ· Ἰορδάνη ποταμέ, στῆθι ὑπόδεξαι σκιρτῶν, τοῦ βαπτισθῆναι ἐρχόμενον τὸν Δεσπότην. Ἀγάλλου ὁ Ἀδὰμ, σὺν τῇ Προμήτορι, μὴ κρύπτετε ἑαυτούς, ὡς ἐν Παραδείσῳ τὸ πρίν· καὶ γὰρ γυμνοὺς ἰδὼν ὑμᾶς ἐπέφανεν, ἵνα ἐνδύσῃ τὴν πρώτην στολήν. Χριστὸς ἐφάνη, τὴν πᾶσαν κτίσιν, θέλων ἀνακαινίσαι.
Ἀπόλυσις.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν α΄ Στιχολογίαν, Κάθισμα τοῦ Ἁγίου.
Ἦχος α΄. Τὸν τάφον Σου, Σωτήρ.
E
κ βρέφους τῷ Θεῷ, καλεσθεὶς Νεῖλε Πάτερ, ἐμάκρυνας σαὐτόν, τῶν τοῦ βίου φροντίδων, ἀδούλωτον τηρήσας σου, τῆς ψυχῆς τὸ ἀξίωμα, καὶ ἀσκήσεως, τετελεκὼς τὸν ἀγῶνα, κατεσκήνωσας, εἰς τὰς αὐλὰς τοῦ Κυρίου, Ὁσίων ὡς σύσκηνος.
Δόξα. Καὶ νῦν. Προεόρτιον. Ὅμοιον.
Φ
ορέσας τὴν ἐμήν, Ἰησοῦ μου πτωχείαν, προέρχῃ σεαυτόν, τοῖς οἰκέταις μιγνύων, καὶ Βάπτισμα αἰτούμενος, ὑπὸ δούλου Φιλάν-θρωπε· ὅθεν βλέπων Σε, ὁ ᾽Ιωάννης ἐβόα· πῶς βαπτίσω Σε, ῥύπον μὴ ἔχοντα ὅλως, Θεὲ Ὑπεράγαθε;
Μετὰ τὴν β΄ Στιχολογίαν, Κάθισμα Προεόρτιον. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Πτωχεύσας ὁ πλούσιος δι’ εὐσπλαγχνίαν πολλήν, ἡμᾶς τοὺς πτωχεύσαντας δι’ ἀκρασίαν ποτέ, πλουτίσαι βουλόμενος, ἔρχεται ἐπιβῆναι, Ἰορδάνου τοῖς ῥείθροις, καὶ ὑπὸ Ἰωάννου, προφανῶς βαπτισθῆναι. Ὑμνήσωμεν πιστοί, τὴν Αὐτοῦ ἄκραν ταπείνωσιν.
Δόξα. Καί νῦν. Τό αὐτό.
Μετὰ τὸν Πολυέλεον, Κάθισμα  Προεόρτιον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Τῶν Ἀγγέλων τὸν βίον ἐπιποθήσας σφοδρῶς, τῷ Δεσπότῃ προσῆξας ψυχῆς ᾠδὰς μυστικάς, Νεῖλε Ὅσιε σεπτόν ἐρήμου καύχημα· διὸ συνὼν ἐν οὐρανοῖς, πάντων Ἁγίων κοινωνός, ἱκέτευε ὑπὲρ ὅσοι, τὴν μνήμην σου ἐκτελοῦσι, καὶ πολιτείαν σου θαυμάζουσι.  
Δόξα. Καί νῦν. Τό αὐτό.
Οἱ Ἀναβαθμοί· τὸ α΄ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον. Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου.
Στ. Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατεύθυνε τὰ διαβήματά μου.
Εὐαγγέλιον, ἐκ τοῦ κατὰ Λουκᾶν
(Κεφ. στ΄ 17-21).
Τ
καιρῷ ἐκείνῳ, ἔστη Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ· καὶ ὄχλος πολὺς μαθητῶν αὐτοῦ καὶ πλῆθος πολὺ τοῦ λαοῦ ἀπὸ πάσης τῆς Ἰουδαίας καὶ Ἱερουσαλήμ καὶ τῆς παραλίου Τύρου καὶ Σιδῶνος, οἳ ἦλθον ἀκοῦσαι αὐτοῦ καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν· καὶ οἱ ὀχλούμενοι ἀπὸ πνευμάτων ἀκαθάρτων καὶ ἐθεραπεύοντο. Καὶ πᾶς ὁ ὄχλος ἐζήτει ἅπτεσθαι αὐτοῦ, ὅτι δύναμις παρ’ αὐτοῦ ἐξήρχετο καὶ ἰᾶτο πάντας. Καὶ αὐτός, ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τοὺς μαθητὰς αὐτοῦ, ἔλεγεν· μακάριοι οἱ πτωχοί, ὅτι ὑμετέρα ἐστὶν ἡ Βασιλεία τοῦ Θεοῦ· μακάριοι οἱ πεινῶντες νῦν, ὅτι χορτασθήσεσθε· μακάριοι οἱ κλαίοντες νῦν, ὅτι γελάσετε· μακάριοί ἐστε, ὅταν μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι, καὶ ὅταν ἀφορίσωσιν ὑμᾶς, καὶ ὀνειδίσωσιν, καὶ ἐκβάλωσιν τὸ ὄνομα ὑμῶν ὡς πονηρόν, ἕνεκα τοῦ Υἱοῦ τοῦ ἀνθρώπου. Χαίρετε ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ σκιρτήσατε· ἰδοὺ γὰρ ὁ μισθὸς ὑμῶν πολὺς ἐν τῷ οὐρανῷ.
Ὁ Ν΄ (50) Ψαλμός.
Δόξα. Ταῖς τοῦ Σοῦ Ὁσίου...
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου... 
Ἰδιόμελον. Ἦχος πλ. β΄.
Στ. Ἐλέησόν με, ὁ Θεός...
Δ
εῦτε τῶν μοναστῶν τὰ συστήματα, σήμερον πνευματικὴν χορείαν, γηθοσύνως κροτήσω-μεν, καὶ τῶν ἀρετῶν τὸ ἄσυλον ταμεῖον, Νεῖλον πάντες τὸν νεοφανῆ φωστῆρα, ᾀσματικῶς εὐφημήσωμεν λέγοντες· χαίροις, ὁ τῶν τερπνῶν τοῦ βίου ἀπαναστάς, καὶ ἀταράχως ὁδεύσας, τὴν στενὴν ὁδὸν τῆς ἀσκήσεως· χαίροις, ὁ ἁγνείᾳ καὶ καθαρότητι σαρκός, τὸ ἀξίωμα τῆς ψυχῆς τηρήσας ἀκηλίδωτον· χαίροις, ὁ ἐν σώματι θνητῷ, τοὺς ἀσωμάτους ἐχθροὺς τροπωσάμενος· χαίροις, ὁ διὰ θεωρίας τῆς ἀνωτάτου, εἰς πρακτικὴν ἐλάσας ἀκρώρειαν, καὶ τῷ Θεῷ συγγινόμενος ἐν χάριτι, διὰ κατὰ τήν ὡς δυνατὸν ὁμοιώσεως. Ἀλλ’ ὦ πολυέραστε Πάτερ, μὴ ἐλλίπῃς ὑψόθεν ἐποπτεύων ἡμᾶς, τοὺς τελοῦντάς σου ἐν πίστει, τὸ ἱερὸν μνημόσυνον.
Εἶτα, οἱ Κανόνες· Προεόρτιος καὶ τοῦ Ἁγίου, οὗ
ἡ ἀκροστιχίς: Τῶν ἀγώνων σου τὸ κλέος, μέλπω
Νεῖλε.
ᾨδὴ α΄. Ἦχος α΄.
Σοῦ τροπαιοῦχος δεξιά.
Τ
αῖς φαεινοτάταις ἀστραπαῖς, τῆς θεαρχίας λαμπόμενος Ὅσιε, φώτισον πρεσβείαις σου, τὸν σκοτισθέντα νοῦν μου πλημμελήμασιν, ὅπως ἀνυμνήσω, τοὺς σοὺς ἀγῶνας ἐν ᾄσμασιν.
Ω
σπερ ἐν τεθρίππῳ ἐπιβάς, ταῖς γενικαῖς ἀρεταῖς ὁσιώτατε, ὑπὲρ ἄνω γέγονας, τῶν κοσμικῶν συγχύσεων ὡς Ἄγγελος, Νεῖλε βιωτεύσας, καὶ τῷ Θεῷ συγγινόμενος.
Ν
ύκτα διασχὼν τῆς τῶν παθῶν, ὁλονύκτοις εὐχαῖς σου καὶ στάσεσι, Νεῖλε παναοίδιμε, πρὸς φωτεινὰς ἐπαύλεις κατεσκήνωσας, τέκνον τῆς ἡμέρας, καὶ τοῦ φωτὸς γνωριζόμενος.
Θεοτοκίον.
Α
ξιόν ἐστιν ὡς ἀληθῶς, ἐν ἀσιγήτοις φωναῖς μεγαλύνειν Σε, Θεοτόκε Δέσποινα· Σὺ γὰρ Θεὸν ἀφράστως σωματώσασα, ὤφθης προστα-σία, πιστῶν καὶ τεῖχος ἀπόρθητον.
ᾨδὴ γ΄. Ὁ μόνος εἰδώς.
Γ
υμνώσας ἐκ βρέφους σεαυτόν, ὑλώδους Πάτερ σχέσεως, καὶ τὴν στενὴν πορείαν ἑλόμενος, διῆλθες ταύτην ἐνθέῳ χάριτι, καὶ πρὸς πλάτος ἔφθασας, οὐρανῶν ἀοίδιμε, ἐνδυθεὶς σωτηρίου ἱμάτιον.
Ω
ς πάλαι Μωσῆς τὴν ἐρυθράν, διέβης Πάτερ Ὅσιε, τὸ τῆς θαλάσσης πέλαγος ἄκλυστος, ἐν σκάφει μόνος βληθεὶς ὡς ἄδικος· ἡ γὰρ χάρις ἄνωθεν, τοῦ Ἁγίου Πνεύματος, ὡς Αὐτοῦ λατρευτήν σε διέσωζεν.
Ν
εώσας τὴν ἄρουραν ψυχῆς, ἀρότρων σῶν δεήσεων, δακρύων ὄμβροις ταύτην κατήρδευσας, καὶ θεῖον σπόρον Νεῖλε δεξάμενος, καρποφόρον ἄσταχυν, ἀρετῶν πολύφορον, ἐν τοῖς θείοις ληνοῖς συνεκόμισας.
Θεοτοκίον.
Ω
ς ὄντως φρικτὸν τὸ τελεσθέν, ἐν Σοὶ Παρθένε Ἄχραντε, καὶ ὑπὲρ νοῦν τὸ μέγα μυστήριον· Θεὸν γὰρ ἔνδον γαστρὸς ἐχώρησας, ἐν οὐρανοῖς ἀχώρητον, Ὃν ὑμνοῦσιν Ἄγγελοι, καὶ ὡς ἄνθρωπον τίκτεις τὸν Κτίστην Σου.
Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου, Σωτήρ.
Ε
κ βρέφους τῷ Θεῷ, καλεσθεὶς Νεῖλε Πάτερ, ἐμάκρυνας σαὐτόν, τῶν τοῦ βίου φροντίδων, ἀδούλωτον τηρήσας σου, τῆς ψυχῆς τὸ ἀξίωμα, καὶ ἀσκήσεως, τετελεκὼς τὸν ἀγῶνα, κατε-σκήνωσας, εἰς τὰς αὐλὰς τοῦ Κυρίου, Ὁσίων ὡς σύσκηνος.
Δόξα. Καὶ νῦν. Προεόρτιον. Ὅμοιον.
Φ
ορέσας τὴν ἐμήν, Ἰησοῦ μου πτωχείαν, προέρχῃ σεαυτόν, τοῖς οἰκέταις μιγνύων, καὶ Βάπτισμα αἰτούμενος, ὑπὸ δούλου Φιλάνθρωπε· ὅθεν βλέπων σε, ὁ Ἰωάννης ἐβόα· πῶς βαπτίσω Σε, ῥύπον μὴ ἔχοντα ὅλως, Θεὲ Ὑπεράγαθε;
ᾨδὴ δ΄. Ὄρος Σε τῇ χάριτι.
Ν
εῖλόν σε φερωνύμως, ἡ Χάρις ἀνέδειξε, τὰς ἀναβάσεις ἀρετῶν Νεῖλε πληθύνοντα σοφέ, καὶ πάντας ἀρδεύοντας, θείοις καρποῖς τῶν σῶν ἀγώνων ἑκάστοτε, καὶ πονηρίας βυθίζοντα πνεύματα.
Σ
τήσας ἐν τῷ Κυρίῳ, τὰς βάσεις ἐλπίδος σου, ἀεροπόρος ὡς στρουθός, πᾶσαν διέδραμες τὴν γῆν, ζητῶν ὥσπερ μέλισσα, τῶν πρακτικῶν Πατέρων μέλι τὸ χρήσιμον, ὅπερ ἀπέθου ἐν σύμβλῳ καρδίᾳ σου.
Ο
λος καθάπερ ἀνδριὰς διετέλεσας, ταῖς ὁλονύκτοις προσευχαῖς, καὶ ὑμνῳδίαις καρτερῶν· δι’ ὧν πρὸς τὴν ἄπονον Νεῖλον, μετέβης Πάτερ ὄντως ἀπόλαυσιν, ἐπαπολαύων μισθὸν τῶν καμάτων σου.
Θεοτοκίον.
Υ
πνωσα τὸν ὕπνον, Ἁγνὴ τὸν πρὸς θάνατον, καὶ ἀπογνώσεως βυθῷ, κατὰ μικρὸν ἐκκυλισθείς, ἀθλίως συνέχομαι. Διὸ βοῶ τὴν κραταιάν Σου Πανάμωμε· χεῖρά μοι δίδου ὅπως σωθήσομαι.
ᾨδὴ ε΄. Ὁ φωτίσας.
Τ
ῆς προσκαίρου συγγενείας καὶ δόξης τὸ φύραμα, καταλύσας καὶ σαρκός σου νεκρώσας τὸ φρόνημα, τῷ Χριστῷ προσέ-δραμες, καὶ Τοῦτον Πάτερ ἀγαπήσας, Αὐτοῦ τῆς δόξης ἐπέτυχες.
Ο
πλισθείς σου τὴν ψυχὴν ἐν τοῖς ὅπλοις τοῦ Πνεύματος, πανοπλίας τοῦ ἐχθροῦ, καὶ τὰς φάλαγγας ἔτρεψας, Νεῖλε παναοίδιμε. Τοῦτον Πάτερ συμπατήσας, νίκης ἐκλέξω διάδημα.
Κ
ατευθύνας τὰς εὐχάς σου Θεῷ ὡς θυμίαμα εὐωδίας, εἰς ὀσμὴν εὐμενῶς προσεδέξατο, Νεῖλε παμμάκαρ, καὶ χάριν δέδωκέ σοι Πάτερ, δαιμόνων τρέπειν τὰς φάλαγγας.
Θεοτοκίον.
Λ
όγος ἅπας ἐγκωμίου οὐ σθένει δοξάζειν Σε Παναγία· τὸν Δοτῆρα σοφίας καὶ γνώσεως, ὑπὲρ νοῦν γὰρ τέτοκας· διὸ Ἀγγέλων καὶ ἀνθρώπων, ὑπερυψώθης Θεόνυμφε.
ᾨδὴ στ΄. Ἐκύκλωσεν ἡμᾶς.
Ε
ρείσας σου τὰς βάσεις ἐπὶ Κύριον, ἀσάλευτος διέμεινας, τῶν παθῶν ταῖς τρικυμίαις καὶ δεινοῖς, τοῖς ἐκ τῶν δαιμόνων ἀξιάγαστε· ἡ γὰρ ἰσχὺς τῶν ἀσθενούντων, Χριστὸς ἐφρούρησε.
Ο
 τρόπος σου χρηστός, ὁ βίος ἄμεμπτος, Θεοῦ γὰρ ἐνδιαίτημα, ἁγνείας καὶ σεμνό-τητος ὀφθείς, ὅσιος καὶ πρᾷος ἐχρημάτισας· ἐν γῇ πραέων θεοφόρε, διὸ κατώκησας.
Σ
ταυρώσας σου τὴν σάρκα τοῖς παθήμασι, τὸν νοῦν ἀνεπιθόλωτον διετήρησας φροντίδων γεηρῶν, καὶ πρὸς θεωρίας ὕψος ἤλασας, σαφῶς προλέγων Πάτερ Νεῖλε, πᾶσι τὰ μέλλοντα.
Θεοτοκίον.
Μ
υρίοις τὴν ψυχὴν μολύνας πάθεσι, κακῶν μυρίων  γέγονα  καταγώγιον,  Παρθένε Μα-
ριάμ·  ὅθεν  Σοὶ  προσπίπτω Θεόνυμφε· ἐκ τῶν
μυρίων ῥῦσαι τότε, κολαστηρίων με.
Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.
Τ
ῆς ἐγκρατείας τὸν κανόνα τὸν εὐθύτατον, καὶ τῆς ἁγνείας ὁδηγὸν τὸν ἀπλανέστατον, τὸ ταμεῖον τῶν τοῦ Πνεύματος χαρισμάτων, συνελθόντες μοναζόντων τὰ συστήματα, εὐφημήσωμεν ἐνθέοις μελῳδήμασιν, ἀνακράζοντες· χαῖρε Νεῖλε Πατήρ ἡμῶν.
Ὁ Οἶκος.
Α
γγελος ἐκ τῶν τρόπων, ἐνεφάνης ἐν βίῳ, βιώσας ὑπὲρ ἄνθρωπον Πάτερ. Διὸ καὶ σὺν Ἀγγέλων χοροῖς ἀγαλλόμενόν σε, μυστικῶς βλέποντες ἀγαλλόμεθα, κροτοῦντές σοι τὸν αἶνον, καὶ βοῶντες ταῦτα·
Χαῖρε, λαμπρὸς ἐγκρατείας ὅρος·
χαῖρε,  φαιδρὸς τῆς ἁγνείας ὄλβος.
Χαῖρε, τῆς σαρκὸς ὁ μαράνας τὸ σκίρτημα·
χαῖρε,  τῆς ψυχῆς ἐπαυξήσας τὸ χάρισμα.
Χαῖρε, ὕψος ἀναβάσεων, τῶν ἐνθέων ἀναβάς·
χαῖρε,  βάθος τῶν νοήσεων, τῶν ὀρθῶν ὁ μὴ ἐκβάς.
Χαῖρε, σεπτὸν τοῦ Πνεύματος σκήνωμα·
χαῖρε,  στεῤῥὸν τῆς Πίστεως ἔρεισμα.
Χαῖρε, παθῶν ψυχικῶν ῥιζοτόκε·
χαῖρε,  μονῶν ποθηνῶν κληρονόμε.
Χαῖρε, Νεῖλε Πατὴρ ἡμῶν.
Συναξάριον.
Τῇ Β΄ τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ὁσίου Νείλου τοῦ Ἡγιασμένου, τοῦ ἐν Γηρομερίῳ τῆς Θεσπρωτίας.
Στίχοι·
Νεῖλος ἀρετάς, ὡς ῥεῖθρα πελαγίζων,
ἄρδει τὰς ψυχάς, ὡς τὴν γῆν ἄλλος Νεῖλος.
Ταῖς αὐτοῦ ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν. 
ᾨδὴ ζ΄. Σὲ νοητήν.
Ε
χων σοφέ, τὴν ἰσχὺν τὴν ἄμαχον, περιφρουροῦσάν σε ἀεί, τῶν κρατούντων τὰς ἀπειλάς, εἰς οὐδὲν λελόγησαι. Πνεῦμα δὲ τὸ Ἅγιον, τὸ ἐκ τοῦ Πατρὸς προερχόμενον, θεολογὼν μετὰ τῶν Πατέρων, Θεὸν τοῦτο ἐτράνωσας.
Λ
όγοις σεπτῶν, Ἀποστόλων Ὅσιε, καὶ διδα-σκάλων  εὐσεβῶν  πειθαρχήσας, οὐκ ἐξ Υἱοῦ
Νεῖλε  τὴν  ἐκπόρευσιν,  ἀλλ’  ἐκ τοῦ Γεννήτορος,
μόνου  κηρύττεις  τοῦ  Πνεύματος·  ὅθεν  πικρὰν
ἐξορίαν, ἀδίκως καθυπέμεινας.
Π
ᾶσι βροτοῖς, ἔκρυψας τὸ ὄνομα, τοῦ μὴ γνωσθῆναι σοφέ· τῇ βίβλῳ τῶν οὐρανῶν, ἐγγραφῆναι ἔσπευδες, μόνῳ τῷ Δεσπότῃ σου, δι’ ἀρετῆς τε γινώσκεσαι, Ὅς καὶ λαμπρῶς μετὰ τέλους, δοξάζει σε ἀείμνηστε.
Θεοτοκίον.
Ω
 τοῦ καινοῦ, καὶ ἀῤῥήτου θαύματος, καὶ ὡς Μήτηρ γαλουχεῖς, καὶ Παρθένος μένεις ἁγνή, τέξασα τὸν Κύριον, ἄνθρωπον γενόμενον, διὰ τοῦ σῶσαι τὸν ἄνθρωπον· ὑμνολογῶ καὶ δοξάζω, τὴν ἄφραστον Θεοῦ γέννησιν.
ᾨδὴ η΄. Ἐν καμίνῳ Παῖδες.
Ν
έος ὤφθης ὄντως ὡς Δαβίδ, ἀλλόφυλος ὡς ἄλλος, σφενδόνῃ τῆς εὐσεβείας, καὶ λόγχῃ καρτερότητος, τὴν βλάσφημον αἵρεσιν καθελών, κράζων τὸ Πνεῦμα, πάντες προσκυνοῦντες, πιστῶς εἰς τοὺς αἰῶνας.
Ε
γνωρίσθη σοῦ ἡ καθαρά, καὶ θεία πολιτεία, ἐν πόλεσι καὶ ἐρήμοις, ἐν θαλάσσῃ τε καὶ γῇ, καὶ νήσοις μακάριε· ὁ Θεὸς γὰρ Πάτερ τοῖς πᾶσι, ὡς φῶς σου τοὺς ἀγῶνας ἤστραψε, δοξάζων ἀεί σε εἰς αἰῶνας.
Ι
στησί σου πόνοις τε καὶ μακροῖς, τὸ τέλος τῆς ζωῆς φθᾶσαι, δι’ οὗ τὴν μακαρίαν καὶ ἄϋλον ζωήν, μετέβης γηθόμενος Νεῖλε Πάτερ· ὅθεν κραυγάζειν σὺν πᾶσι τοῖς Ἁγίοις· Σὲ ὑπερ-υψοῦμεν, Χριστὸν εἰς τοὺς αἰῶνας.
Θεοτοκίον.
Λ
ογισμοὶ μὲν πάντες τῶν θνητῶν, οὐ δύνανται Παρθένε νοῆσαί Σου τὴν λοχείαν, τὴν ὄντως ὑπὲρ λόγον καὶ ἔννοιαν· διὸ ὡς Θεοτόκον ὀρθοδόξως πάντες τιμῶμεν, καὶ Σὲ προσκυνοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.
ᾨδὴ θ΄. Τύπον τῆς ἁγνῆς.
Ε
βης πρὸς ζωὴν τὴν ἄληκτον, καὶ τοῖς χοροῖς Ὁσίων Πάτερ ἠρίθμησαι· καὶ νῦν καθορῶν τῆς τρισηλίου Θεότητος, τὸ ἀμήχανον φῶς καὶ ἀνέσπερον, ἀξιωθεὶς παμμάκαρ, μέμνησο πάντων, τῶν πίστει τιμώντων σε.
Ω
σπερ θησαυρὸν τὴν κόνιν σου τὴν ἱεράν, τὰ τέκνα τὰ σὰ κατέχοντες, ἀγαλλόμεθα πνευμα-τικῶς εὐφραινόμενοι, καὶ τὴν μνήμην σου πιστῶς ἐκτελοῦντες, ὅπως ταῖς πρεσβείαις σου, ἀξιωθῶμεν τῆς θείας Χάριτος.
Θεοτοκίον.
Β
έλη τῆς ἁμαρτίας κεντούμενος, καὶ συμφοραῖς παντοίαις ὅλος βαλλόμενος, τετραυμάτισμαι καὶ ἀπωλείας συνέχομαι, ἀλλὰ Σὺ Παρθένε μοι, πρὸ τέλους σῶσαι.
Ἐξαποστειλάριον. Ὁ οὐρανὸν τοῖς ἄστροις.
Α
γγελικὸν τὸν βίον, ποθῶν ἐμάκρυνας σαὐτόν, ἐν τοῖς ἐρήμοις καὶ πάθη, καθυποτάξας τῆς σαρκός, ὡς Ἄγγελος ἀνεδείχθης, ἡμῶν Πατὴρ θεοφόρε.
Προεόρτιον.
Ο
 ἐκ Πατρὸς ἀχρόνως, πρὸ τῶν αἰώνων γεννηθείς, Υἱὸς καὶ σάρκα φορέσας, ὑπερφυῶς ἐκ Γγναικός, προέρχεται βαπτισθῆναι, εἰς ἀναγέννησιν κόσμου. 
Εἰς τούς Αἴνους ἱστῶμεν στίχους δ΄ καί ψάλλομεν Στιχηρά Προεόρτια.
Ἦχος πλ. β΄. Αἱ Ἀγγελικαί.
Α
ἱ Ἀγγελικαί, προπορεύεσθε Δυνάμεις, ἐκ τῆς Βηθλεέμ, πρὸς τὰ ῥεῖθρα Ἰορδάνου· προέρχου Ἰωάννη, καταλείψας τὴν ἔρημον· χαῖρε ποταμὲ καὶ εὐτρεπίζου· πᾶσα δὲ γῆ ἀγαλλιάσθω· Χριστὸς ἔρχεται, τὴν ἁμαρτίαν τοῦ Ἀδάμ, καθᾶραι ὡς εὔσπλαγχνος.
Σ
τόμασιν ἁγνοῖς, καὶ ψυχαῖς κεκαθαρμέναις, δεῦτε μυστικῶς, Βηθλεὲμ μεταχωροῦντες, καὶ πρὸς τὸν Ἰορδάνην, σὺν Χριστῷ ἐπειγόμενοι, ᾄσωμεν Αὐτῷ μετ’ εὐφροσύνης, αἱ πατριαὶ τῆς γῆς νῦν πᾶσαι, πιστῶς λέγουσαι· εὐλογημένος ὁ ἐλθών, Θεὸς ἡμῶν δόξα Σοι.
Μ
έγα καὶ φρικτόν, τὸ μυστήριον ὑπάρχει, ὅτι ὁ Θεός, τοῖς ἀνθρώποις ὡμοιώθη, καὶ ἁμαρτίαν ὅλως, μὴ εἰδὼς ὁ ἀνεύθυνος, ὑπὸ Ἰωάννου βαπτισθῆναι, ἐν ποταμῷ τῷ Ἰορδάνῃ, αἰτεῖ σήμερον· εὐλογημένος ὁ φανείς, Θεὸς ἡμῶν δόξα Σοι.
Α
νθος ἐκ Δαυῒδ, ἀνατείλας τῆς Παρθένου, ἦλθεν ὁ Χριστός, πρὸς τὰ ῥεῖθρα Ἰορδάνου, τάς ἁμαρτίας πλῦναι, τοῦ Προπάτορος ὕδασι. Χόρευσον Ἀδάμ, εὐφραίνου Εὔα, ὁ οὐρανὸς ἀγαλλιάσθω, λαοὶ εἴπωμεν· εὐλογημένος ὁ ἐλθών, Θεὸς ἡμῶν δόξα Σοι.
Δόξα. Ἦχος β΄.
Γ
εωπονήσας ἐμπόνως τῷ Παναγίῳ Πνεύματι, Ὅσιε Πάτερ, τῆς ψυχῆς σου τὴν αὔλακα, τῶν παθῶν τὰς ἀκάνθας τῇ ἀξίνῃ τῆς ἐγκρατείας προῤῥίζους ἐξέτεμες, καὶ ταύτην καλλιεργήσας, ἀρότρῳ θείων προσευχῶν, τὰς τοῦ Χριστοῦ ἐντολὰς ἐν αὐτῇ κατέσπειρας· ὅθεν καὶ δακρύων τοῖς ὄμβροις αὐτὴν καταρδεύσας, γεωργὸς ἀνεδείχθης πνευματικός, πολύχουν ἐν καιρῷ τῶν σῶν ἀρετῶν τὸν στάχυν δρεψάμενος· ὃν καὶ συγκομίσας ἐν οὐρανίοις ταμείοις, νῦν ἐπαπο-λαύεις ἐν χαρᾷ τὸν μισθὸν τῶν ἀγώνων σου. Διὸ μνημόνευε καὶ ἡμῶν, τῶν τιμώντων σε Νεῖλε πανσεβάσμιε, ὅπως εὕρωμεν ἔλεος παρὰ Χριστοῦ τοῦ Θεοῦ, καὶ Σωτῆρος τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν. Προεόρτιον. Ὁ αὐτός.
Π
άλιν Ἰησοῦς ὁ ἐμὸς καθαίρεται ἐν τῷ Ἰορδάνῃ, μᾶλλον δὲ καθαίρει τάς ἁμαρτίας ἡμῶν· ἔρχεται γὰρ ἀληθῶς ἐπὶ τὸ Βάπτισμα, ἐκπλῦναι θέλων τοῦ Ἀδὰμ τὸ χειρόγραφον, καί φησὶ πρὸς τὸν Ἰωάννην. Δεῦρο ὑπηρέτησον ὦ Βαπτιστά, μυστηρίου ξένου τὸ κεφάλαιον· δεῦρο, ἔκτεινον τὴν σὴν χεῖρα ταχύ, καὶ ἅψαι τῆς κορυφῆς, τοῦ συντρίψαντος τὴν κάραν τοῦ δράκοντος, καὶ ἀνοίξαντος τὸν Παράδεισον, ὃν ἔκλεισεν ἡ παράβασις, ἀπάτῃ τοῦ ὄφεως, τῇ γεύσει τοῦ ξύλου ποτέ.
Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

Μεγαλυνάριον.
Τ
ῶν αἱρετιζόντων τὸν ἐλεγκτήν, καὶ Ὀρθοδοξίας, κραταιὸν ὑπερασπιστήν, τὸν ἐν τοῖς Ὁσίοις, ὑπέρλαμπρον φωστῆρα, τὸν θεοφόρον Νεῖλον, πάντες τιμήσωμεν.





Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου