Τετάρτη 23 Οκτωβρίου 2019

Ἀκολουθία ΤΟΥ ΟΣΙΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ ΜΑΡΚΟΥ ΤΟΥ ΚΩΦΟΥ


ΜΝΗΜΗ Τῌ 2α ΙΑΝΟΥΑΡΙΟΥ
Ἐποιήθη ἐν Ἁγίῳ Ὄρει τοῦ Ἄθωνος
ὑπὸ Ἀθανασίου Ἱερομονάχου Σιμωνοπετρίτου,
Ὑμνογράφου τῆς Ἁγἰας τοῦ Χριστοῦ
Μεγάλης Ἐκκλησίας,
Μερίμνῃ τοῦ ἐν Πάτραις Σωματείου
Κωφῶν-βαρηκόων ΝΔ Ἑλλάδος.
1996

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ
Ἱστῶμεν στίχ. στ΄ καὶ ψάλλομεν τὰ γ΄προεόρτια τοῦ Μηναίου καὶ εἶτα τὰ παρόντα τοῦ Ὁσίου.
Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Τ
ῆς φυσικῆς ἀκοῆς σου, Πάτερ στερούμενος, διήνοιξας Κυρίῳ, τὰ ἐσώτατα ὦτα, δεξάμενος τὸν λόγον αὐτοῦ εὐθύς, καὶ σταυρὸν τῆς ἀσκήσεως, ἐν προθυμίᾳ βαστάσας, φωστὴρ κλεινός, Ἐκκλησίας ἀναδέδειξαι.
Τ
ῶν κοσμικῶν καὶ ματαίων, Μᾶρκε οὐκ ἤκουσας, τὰς ψυχοφθόρους ῥήσεις, ὅθεν ὅλος ἐδόθης, εἰς τήρησιν θελήματος τοῦ Χριστοῦ, Ὃν καὶ μόνον ἠγάπησας, καὶ ὡμοίωσαι πράξεσιν ἀγαθαῖς, τῶν πιστῶν φανεὶς διδάσκαλος.
Η
 τοῦ Κυρίου παιδεία ἡ ἀκατάληπτος, διήνοιξε τὰ ὦτα, διανοίας σου Μᾶρκε, καὶ ἔπλησε ψυχήν σου ὡς ποταμός, θεωρίαις τοῦ Πνεύματος, ὧν τῆς γλυκύτητος δίδου μοῖραν ἡμῖν, τοῖς γεραίρουσι τὴν μνήμην σου.
Δόξα. Ἦχος πλ. β΄
Τ
ῆς κοσμικῆς ἀποστὰς ταραχῆς, Μᾶρκε θεόσοφε, τῆς ὁσιότητος τὴν τρίβον διεπέ-ρασας θαυμαστῶς, τῶν ἐντολῶν τοῦ Κυρίου ἀσφαλιζόμενος τῇ χάριτι· διὸ γέγονας κῆπος κεκλεισμένος, κατευωδιάζων ταῖς ἀρεταῖς τοὺς προσιόντας σοι· ὅθεν τῆς σιωπῆς τῶν ἐσχάτων νῦν συμμετέχων, ἱκέτευε δεόμεθα τὸν Κύριον ὑπὲρ ἡμῶν, τῶν ἐκ πόθου τελούντων τὴν σεβάσμιον μνήμην σου.
Καὶ νῦν. Τὸ ὁμόηχον τοῦ μηναίου προεόρτιον.
Θεοτοκίον
Ἦχος πλ. β'
Ε
ρχεται πρὸς Ἰορδάνην, Χριστὸς ἡ ἀλήθεια, τοῦ βαπτισθῆναι ὑπὸ Ἰωάννου, καί φησὶ πρὸς αὐτόν. Ἐγὼ χρείαν ἔχω ὑπὸ σοῦ βαπτισθῆναι, καὶ σὺ ἔρχῃ πρὸς με; οὐ τολμῶ ὁ χόρτος προσψαῦσαι τῷ πυρί, σὺ με ἁγίασον Δεσπότα, τῇ θείᾳ ἐπιφανείᾳ.
Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας.
Ἀναγνώσματα ὁσιακά.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα.
(Κεφ. γ'  1)
Δ
ικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δὲ εἰσιν ἐν εἰρήνῃ. Καί γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρὶῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδὲξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καί  ἔλεος  ἐν τοῖς ὁσίοις  αὐτοῦ   καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα.
(Κεφ. ε'  15)
Δ
ίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρὶῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα, δικαιοσύνην· καὶ περιθή-σεται κόρυθα, κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας· πορεύ-σονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται· καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ’ αὐτῶν ὕδωρ θαλάσσης· ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν βασιλεῖς, καὶ σύνετε· μάθετε δικασταὶ περάτων γῆς. Ἐνωτίσασθε οἱ κρα-τοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν· ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.
Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.
(Κεφ. ζ′.7)
Δ
ίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις,καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγα-πήθη· καὶ ζῶν  μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίω ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
ΕΙΣ ΤΗΝ ΛΙΤΗΝ
Ψάλλομεν στιχηρὰ ἰδιόμελα.
Ἦχος α΄.
Τ
ὴν κώφωσιν ὡς χάρισμα Θεοῦ δεξάμενος, Μᾶρκε ὁσιώτατε, καὶ ἀνακράζων τὸ ὄνομα Κυρίου εἴη εὐλογημένον, δέδεξαι παρ’Αὐτοῦ τὸ δῶρον τῆς μυστικῆς ἀκοῆς· ὅθεν γευσάμενος ἐμπείρως τῶν μυστηρίων τοῦ οὐρανοῦ τὴν θεολογίαν, διδάσκαλος ἐγένου πολλοῖς εἰς σωτηρίαν. Νῦν δὲ τῆς ἀγγελικῆς ὑμνολογίας ἀπολαύων, πρέσβευε δεόμεθα ὑπὲρ τῶν ψυχῶν ἡμῶν. 
Ἦχος β΄ .
Τ
ῆς περιεργείας τῶν παρόντων ἀποστάς, ἔνδον τὸν νοῦν ἔστρεψας Μᾶρκε πάτερ σοφῶς, ἔνθα ἐφεῦρες τὸν πολύτιμον Μαργαρίτην, δι’εὐχῆς ἀρεμβάστου καὶ ἡσυχίας διηνεκοῦς· ὅθεν καὶ ἡμᾶς ταραττομένους ἐκ τῶν ποικίλων μεριμνῶν, τὸν νοῦν εἰρήνευε διὰ τῆς μνήμης τοῦ Θεοῦ, καὶ τῆς αἰσθήσεως τῆς παρουσίας Αὐτοῦ μακάριε.
Ἦχος γ΄.
Τ
ὸν λογισμόν σου βεβαιώσας ἐπὶ τὴν πέτραν τοῦ Χριστοῦ, οὐδαμῶς ἐπτοήθης ἐκ τῶν προσγενομένων σου πειρασμῶν· ἀλλὰ εὐχητικῶς πορευόμενος, τεῖχος χαλκοῦν ἐφάνης τοῖς τεχνάσμασι τοῦ ἀντιδίκου, οὗ τὰς προσβολὰς ὡς ψυχοφθόρους οὐκ ἤκουσας, πιστὸς φανεὶς τῷ Δεσπότῃ σου Μᾶρκε, Ὃν καθικέτευε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Ἦχος δ΄.
Π
εριφραγμένος τὴν ψυχὴν ἐκ τῆς ἀνηκοΐας, μόνον τὸν Χριστὸν ἔσχες κυριεύοντα τῶν λογισμῶν καὶ τῶν πράξεών σου. Τούτῳ γὰρ διήνοιξας τὰ ἔσω σου ὦτα, ἀδιαλείπτως ἐνωτιζόμενος τὰ ζωοποιὰ αὐτοῦ προστάγματα· οἷς γέγονας διδάσκαλος μυστικός, τὴν Ἐκκλη-σίαν χαροποιῶν ταῖς ἀρεταῖς σου, Μᾶρκε ὁσιώ-τατε.
Δόξα. Ἦχος πλ.α΄.
Ο
ὐδὲν ἠμελημένον τῷ Θεῷ, οὐδὲν ἀπρονόητον, οὐδὲν μωμητόν, τοῖς προσέχουσιν ἐν σοφίᾳ. Διὸ καὶ σὺ πάτερ Μᾶρκε, ταῦτα ἔχων ἐν νῷ, οὐκ ἐγόγγυσας τῷ Κυρίῳ, τῆς ἀκοῆς σου στερηθείς, ἀλλ’ ἐν πνεύματι, εὐχαριστίας, τὰς ἀρετὰς εἰργάσω, ὡς γνήσιος υἱὸς καὶ πιστός. Καὶ πληρω-θεὶς τῆς χάριτος πολλοῖς ἐγένου διδάσκαλος, τοῦ μὴ ἀνοήτως θεοδικεῖν, ἀλλὰ τὰ πάντα ἐκ Θεοῦ παραδέχεσθαι, ὡς ἄριστα γενόμενα. Ὅθεν νῦν παριστάμενος μετὰ τῶν Ὁσίων, πρέσβευε ἀει-μακάριστε, καὶ ὑπὲρ ἡμῶν τῶν πόθῳ τιμώντων σε.
Καὶ νῦν. Προεόρτιον. Ἦχος ὁ αὐτός.
Ε
ν Ἰορδάνῃ ποταμῷ, Χριστὸς ὁ Θεὸς ἡμῶν, μολεῖ πρὸς τὸ Βάπτισμα, καθᾶραι θέλων ἡμᾶς, ἐκ τῶν ἀνομιῶν ἡμῶν, τῇ αὐτοῦ ἐπιφανείᾳ, ὡς μόνος ἀγαθὸς καὶ φιλάνθρωπος.
ΕΙΣ ΤΟΝ ΣΤΙΧΟΝ
Στιχηρὰ προσόμοια.
Ἦχος δ΄.  Ὡς γενναῖον ἐν μάρτυσι.
Τ
οῦ Κυρίου ὑπήκουσας, δεῦτε λέγοντος ὄπισθεν, ὅσοι ἐκ προθέσεως τοῦτο θέλουσιν, ἀκολουθήσατε ἔδραμες, ποθῶν τὰ οὐράνια, πάτερ Μᾶρκε ἐκ ψυχῆς, καὶ ἀσκήσει διέλαμψας, ὥσπερ ἄσαρκος, τῆς σαρκὸς μὴ φροντίζων παρὰ χρείαν, καὶ μηδόλως ὠφελούσης, μετὰ τὸν θάνατον ἄνθρωπον.
Στίχ. Ὑπομένων ὑπέμεινα τὸν Κύριον.
Ε
ἰσακήκοας Ὅσιε, ὡς προφήτης τῷ Πνεύμα-τι, ἐν τῇ φυλακῇ σου ἀεὶ ἱστάμενος, καὶ κατενόησας τέλειον, Χριστοῦ τὴν σωτήριον, καὶ σῳσίκοσμον αὐτοῦ, πρὸς ἀνθρώπους κατάβασιν, ὅθεν ἔκθαμβος, τῆς ἀγάπης πιστούμενος τὸ  βάθος, ᾔνεις Μᾶρκε καθ΄ἡμέραν, φιλανθρωπίας τὸ πέλαγος.
Στίχ. Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου…
Κ
αὶ παράλυτοι ἔξαλλοι, ἐν Χριστῷ Μᾶρκε φαίνονται, καὶ κωφοὶ ακούουσιν ὢ τοῦ θαύματος! ὅτι καινὸς νόμος τέθυται, Αὐτοῦ ἐνδημήσαντος, πρὸς ἡμᾶς τοὺς ταπεινούς, καὶ οἱ ὅροι μεθίστανται, οἱ τῆς φύσεως, ὥστε γίνονται μείζονες τῶν πρώτων, οἱ ὡς ἔσχατοι δοκοῦντες, τῇ ἐνεργείᾳ τοῦ Πνεύματος.
Δόξα. Ἦχος β΄.
Τ
ῶν ψυχοβόρων σειρήνων τὰς ᾠδὰς οὐκ εἰσήκουσας, καὶ ἀπαλλαγεὶς ὦ Μᾶρκε πειρασμῶν ἀλυσιτελῶν, εὐπλόως διῆλθες τὸν δίαυλον τῆς ἀσκήσεως· ἐνωτιζόμενος δὲ τὰ ὑπὲρ μέλι γλυκύτερα λόγια τοῦ Θεοῦ, ἐθησαύρισας σεαυτῷ πλοῦτον οὐράνιον, εξ οὗ μετάδος καὶ ἡμῖν, ὡς φιλόστοργος πατήρ, τοῖς ἐκτελοῦσιν ὅσιε τὴν μνήμην σου.
Καὶ νῦν. Προεόρτιον, ἦχος ὁ αὐτός.
Π
άλιν Ἰησοῦς ὁ ἐμὸς καθαίρεται ἐν τῷ Ἰορδάνῃ, μᾶλλον δὲ καθαίρει τὰς ἁμαρτίας ἡμῶν. Ἔρχεται γὰρ ὡς ἀληθῶς ἐπὶ τὸ Βάπτισμα, ἐκπλῦναι θέλων τοῦ Ἀδὰμ τὸ χειρόγραφον, καὶ φησὶ πρὸς τὸν Ἰωάννην· δεῦρο ὑπηρέτησον, ὦ Βαπτιστά, μυστηρίου ξένου τὸ κεφάλαιον. Δεῦρο ἔκτεινον τὴν σὴν χεῖρα ταχύ, καὶ ἅψαι κορυφῆς τοῦ συντρίψαντος τὴν κάραν τοῦ δράκοντος, καὶ ἀνοίξαντος  τὸν  παράδεισον,  ὃν  ἔκλεισεν ἡ παράβασις,  ἀπάτῃ  τοῦ  ὄφεως, τῇ  γεύσει τοῦ ξύλου ποτέ.
Νῦν ἀπολύεις. Τρισάγιον κλπ. Ὅτι σοῦ ἐστίν.
Ἀπολυτίκιον.
Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
(Μητροπολίτου Πατρῶν Νικοδήμου).
Τ
ὴν ἄνωθεν ἤκουσας κλῆσιν, ὑπάρχων κωφός· τὰ ὦτα εὐήκοα φωνῇ τοῦ Λόγου δεκνύς, ἀσκήσει διέλαμψας· πάντων κατεφρόνησας, τῶν φθαρτῶν καὶ ῥεόντων ἔδωκας σὴν καρδίαν τῷ Χριστῷ ἑκουσίως. Προστάτα θεῖε Μᾶρκε, κωφῶν αὐτοῖς συμπαράστηθι.
Ἕτερον.
Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Τ
ὰ ὦτα διήνοιξας τῆς σῆς ψυχῆς τῷ Χριστῷ, καὶ ἔδραμες ὄπισθεν Αὐτοῦ ὡς ἄλλος ἀμνός, εὐήκοος ὅσιε· ὅθεν καλλικαρπήσας, ἐν ἀσκήσει ἐνθέῳ, εἴληφας τὸ βραβεῖον, βιοτῆς σου, ὦ Μᾶρκε. Διὸ πάτερ πρέσβευε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ τὸ προεόρτιον.
Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.
Ε
τοιμάζου Ζαβουλών, καὶ εὐτρεπίζου Νεφθα-λείμ. Ἰορδάνη ποταμέ, στῆθι ὑπόδεξαι σκιρτῶν, τοῦ βαπτισθῆναι ἐρχόμενον τὸν Δεσπότην. Ἀγάλλου ὁ Ἀδὰμ σὺν τῇ Προμήτορι, μὴ κρύπτετε ἑαυτούς, ὡς ἐν Παραδείσῳ τὸ πρίν· καὶ γὰρ γυμνοὺς ἰδὼν ὑμᾶς ἐπέφανεν, ἵνα ἐνδύσῃ τὴν πρώτην στολήν, Χριστὸς ἐφάνη, τὴν πᾶσαν κτίσιν, θέλων ἀνακαινίσαι.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν α΄.   Στιχολογίαν. Κάθισμα.
῏Ἦχος α'. Τὸν τάφον σου Σωτήρ.
Ε
δξω μυστικς, ντολς το Δεσπτου, κα γραψας ατς, ν πλαξ τς ψυχς σου, γενόμενος    σιε  θεολγος   κ πρξεως·   θεν δδαξον,  μς πς δε θλψεις   βου, κα  δυσρεστα, ν  εχαρστ καρδίᾳ ε ποδέ-χεσθαι.
               Δόξα. Καὶ νῦν. Προεόρτιον, ὅμοιον.
Φ
ορέσας τὴν ἐμήν, ᾽Ιησοῦ μου πτωχείαν, προέρχῃ σεαυτόν,  τοῖς οἰκέταις μιγνύων, καὶ Βάπτισμα αἰτούμενος, ὑπὸ  δούλου Φιλάνθρωπε, ὅθεν βλέπων σε, ὁ ᾽Ιωάννης ἐβόα·  πῶς βαπτίσω σε, ῥύπον μὴ ἔχοντα ὅλως, Θεὲ ὑπεράγαθε;
Μετὰ τὴν β' στιχολογίαν. Κάθισμα.
Ἦχος δ'. Ταχὺ προκατάλαβε.
Η
σύχως ἐβίωσας ἐν τῇ ἀσκήσει σοφέ, δεχθεὶς ὥσπερ χάρισμα τῆς φυσικῆς ἀκοῆς, τὴν ἔλλειψιν ὅσιε, ὅθεν ὡς σώφρων πάτερ, τὴν εὐχὴν ἐξασκήσας, δέδεξαι ἐκ Κυρίου, μυστικὰς ἀνα-βάσεις, ὧν Μᾶρκε καταξίωσον, τοὺς σὲ γεραί-ροντας.
              Δόξα. Καὶ νῦν. Προεόρτιον, ὅμοιον.
Π
τωχεύσας ὁ πλούσιος δι' εὐσπλαγχνίαν πολλήν, ἡμᾶς  τοὺς πτωχεύσαντας δι' ἀκρασίαν ποτέ, πλουτίσαι βουλόμενος,  ἔρχεται ἐπιβῆναι, ᾽Ιορδάνου τοῖς ῥείθροις, καὶ   ὑπὸ ᾽Ιωάννου, προφανῶς βαπτισθῆναι. ῾Υμνήσωμεν πιστοί, τὴν αὐτοῦ ἄκραν ταπείνωσιν.
               Μετὰ τὸν Πολυέλεον, Κάθισμα.
             Ἦχος πλ.α'. Τὸν συνάναρχον Λόγον.
Τ
ῶν ἀγγέλων τὸν βίον ἐπιποθήσας σφοδρῶς, τῷ Δεσπότῃ  προσῆξας ψυχῆς ᾠδὰς μυστι-κάς, Μᾶρκε ὅσιε κωφὲ ἐρήμου καύχημα· διὸ συνὼν ἐν οὐρανοῖς πάντων Ἁγίων   κοινωνός, ἱκέτευε ὑπὲρ ὅσοι, τὴν μνήμην σου ἐκτελοῦσι, καὶ πολιτείαν σου θαυμάζουσι.
             Δόξα. Καὶ νῦν. Προεόρτιον, ὅμοιον.
Ο
  συνάναρχος Λόγος Πατρὶ καὶ Πνεύματι, μορφωθεὶς διὰ  σπλάγχνα νῦν τὸ ἀλλότριον, βαπτισθῆναι δι' ἡμᾶς, ἤδη ἐπείγεται ὑπαντή-σωμεν αὐτῷ, διανοίᾳ καθαρᾷ. Εὐλογητὸς εἶ βοῶντες, Χριστὲ Σωτὴρ εὐεργέτα, ὁ ἁγιάσαι ἡμᾶς ἐρχόμενος.
Οἱ ᾽Αναβαθμοί. Τὸ α' ἀντίφωνον τοῦ δ' ἤχου. ᾽Εκ νεότητός μου.
            Προκείμενον. Τίμιος ἐναντίον Κυρίου.
        Στίχος. Ὑπομένων τὸν Κύριον καὶ προσέσχε μοι.
      Εὐαγγέλιον, ὁσιακόν, Βλ. εἰς τὸν ὄρθρον τοῦ ὁσ. Σάββα.
             Ὁ Ν΄ ψαλμός. ᾽Ελέησόν με ὁ Θεός.

Δόξα. Ταῖς τοῦ σοῦ ῾Οσίου.
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου.

Στίχ. Ελεῆμον, ἐλέησόν με ὁ Θεός..
            Στιχηρὸν ἰδιόμελον. ῏ Ηχος πλ.β'.
Τ
ῷ εἰσακούοντι Χριστῷ καὶ αὐτὰ τὰ κρυπτὰ τῆς διανοίας,  δουλεύσας πάτερ Μᾶρκε πιστῶς, ἐπήκουσας χαίρων, τὸ εὖ σοι δοῦλε ἀγαθέ. ῞ Οθεν μνημόνευε καὶ ἡμῶν θεῖε ἀσκητά, καὶ τῶν ψυχῶν τὰ ὦτα διάνοιξον, πρεσβείαις εὐπροσδέκτοις σου.
Σῶσον ὁ Θεὸς τὸν λαόν σου κλπ.
             Εἶτα οἱ κανόνες κατὰ τὴν τάξιν.
          Ὁ Κανὼν τοῦ ῾Οσίου, οὖ ἡ ἀκροστιχίς:
  «Μᾶρκε κωφέ, ἄκουέ με μέλποντα σὸν βίον. ᾽Α(θανάσιος)».
         δὴ α'. ῏ Ηχος δ'. ᾽Ανοίξω τὸ στόμα μου.
Μ
ακάριε ἄνθρωπε, Μᾶρκε κωφὲ ὦτα ἄνοιξον, καρδίας καὶ χείλη μου, ἔμπλησον χάριτος, ὅπως βίον σου, αἰνέσω κατ' ἀξίαν, καὶ μέλψω ἀγῶνάς σου καὶ κατορθώματα.
Α
ρχὴν σῆς ἀσκήσεως, ἀποταγὴν ποιησάμενος, ἡσύχως  ἐβίωσας, ἐπιποθῶν τὸν Χριστόν, καὶ τὰ ὦτα σου, καρδίας διανοίξας, ἐδέξω προσ-τάγματα, ψυχοσωτήρια.
Ρ
υσθεὶς βρόχων ῞ Οσιε, τῶν κοσμικῶν σῷος ἔφθασας, εἰς   τόπον ἀσκήσεως, βρύων νοήμα-τα, τῆς καρδίας σου,  ἐχθροῦ εἰς ἀναβάσεις, Θεῷ προσηλούμενος, διὰ τῆς νήψεως.
Θεοτοκίον
Κ
υρία μου Δέσποινα, ἡ τὸν Σωτῆρα κυήσασα, κωφῶν διανοίξαντα, ὦτα προστάγματι, τούτῳ πρέσβευε, κωφόν με ἀναδεῖξαι, πρὸς κόσμου ἀκούσματα, ψυχὴν τὰ βλάπτοντα.
δὴ γ'. Τοὺς σοὺς ὑμνολόγους.
Ε
νέκρωσας Μᾶρκε πάθη πάντα, δοθεὶς τῷ Χριστῷ ὅλῃ ψυχῇ, καὶ ὡς τῆς ἀναστάσεως, υἱὸς βιοὺς μεμύησαι, τὰ βάθη  θείου Πνεύματος, καὶ μυστηρίων ἀπόῤῥητα.
Κ
ωφεύων δελέατι τοῦ πλάνου, ἐτήρησας Μᾶρκε σὴν ψυχήν, παρθένον ἀδιάφθορον, ἥν περ ἁγνὴν παρέστησας, Νυμφίῳ τῷ ἀφθάρτῳ σου, καὶ ἀρεταῖς κατεποίκιλας.
Ω
τίων σου ἥψατο Δεσπότης, ἐν τρόπῳ, ὦ Μᾶρκε μυστικῷ, διδάξας σοι τὰ πρέποντα, τῇ ὑπηχήσει Πνεύματος, Οὗ εἶτα σάλπιγξ γέγονας, τὴν Χάριν ἐκδιηγούμενος.
Θεοτοκίον
Φ
υσίζωε Κόρη ζώωσόν με, πρεσβείᾳ σου τῇ ζωοοποιῷ, πρὸς τὴν Ζωὴν ῝Ον ἔτεκες, ὅτι ταῖς ἁμαρτίαις μου, θνήσκω καὶ μὴ βουλόμενος, τῇ συνηθείᾳ ἑλκόμενος.
          Κάθισμα. ῏ Ηχος γ'. Τὴν ὡραιότητα.
Τ
ὴν καθαρότητα, τῆς διανοίας σου, βλέπων ὁ Κύριος, Μᾶρκε σοὶ δέδωκεν, εὐχὴν, νηστείαν, φυλακήν, αἰσθήσεων καὶ εἰρήνην· ὅθεν πε-φανέρωσαι, ἐξ ὧν πείρᾳ μεμάθηκας, ὁδηγὸς ἀλάθητος, πρὸς ζωὴν τὴν αἰώνιον, ἐν ᾗ ἐπα-πολαύων Δεσπότου, μνήσθητι πάτερ τῶν τιμώντων σε.
              Δόξα, Καὶ νῦν. Προεόρτιον, ὅμοιον.
Ο
 ἀπερίγραπτος, ὢν τῇ θεότητι, περιγρα-φόμενος, ὕλῃ τοῦ  σώματος, μέλλει προ-έρχεσθαι ῥοαῖς, ᾽Ιορδάνου τοῦ βαπτισθῆναι. Τοῦτον καθαρότητι, διανοίας δεξώμεθα, πάντων  γὰρ ἐργάσασθαι, τὴν ἀνάπλασιν βούλεται. Πρὸς  ὃν νῦν ἐκβοήσωμεν φόβῳ· Δόξα Χριστέ, τῇ ἐπιφανείᾳ σου.
                 δὴ δ'. ῾ 0 καθήμενος ἐν δόξῃ.
Ε
στης ὡς πεφυτευμένον, ξύλον ἐν τοῖς ὕδασιν Ὅσιε, ἀπὸ  τῶν ῥευμάτων, λόγου τοῦ Κυρίου τρεφόμενον, ὅθεν ἀπέδως καρπόν σου πολύ-πλάσιον, τῆς ἀσκήσεως, ἐν τῷ  καιρῷ ἐκδημίας σου.
Α
περ εἶχες ἐν καρδίᾳ, τῷ Δεσπότῃ ἐγνώριζες, διὰ τῆς συντόνου, Μᾶρκε εὐκτικῆς ἐργασίας σου, ὅθεν ἐδέχου τὴν  χάριν ἐν τοῖς ἔργοις σου, θησαυρίζων, πλουτισμὸν σωτηρίας αἰώνιον.
Κ
ύριος μερὶς ὑπάρχων, σῆς ζωῆς ὑπερτίμητος, θείαις σε ἐννοίαις, ἔθρεψε καὶ ηὔξησεν ῞ Οσιε, διὸ ἐγένου ὡς ναῦς τις πολυφόρητος, ᾽Εκκλησίαν, ἀρεταῖς σου σιτίζων ὡς    ἄριστα.
Θεοτοκίον
Ο
λισθαίνων καθ' ἑκάστην, ἐξ ἀδυναμίας μου Ἄχραντε, σὲ  καθικετεύω, στήριξον ἁρμοὺς τῆς καρδίας μου, ὥστε βαδίζειν εὐθέως ἐν τοῖς τρίβοις μου, καὶ μὴ γένωμαι, τοῦ φιλτάτου Υἱοῦ σου ἀλλότριος.
δὴ ε'. Ἐξέστη τὰ σύμπαντα.
Υ
ψαύχενον ἄρχοντα, τῆς ἀνομίας ῞Οσιε, τῇ ὑπακοῇ Μᾶρκε καθεῖλες, καὶ ταπεινώσας, σαὐτὸν κατείληφας, ὕψη τὰ τῶν θείων δωρεῶν, τὸν Χριστὸν μιμούμενος, ἐνδυθέντα ταπείνωσιν.
Ε
νέκρωσας ἅπαντα, τὰ ἐμπαθῆ νοήματα, τῶν αἰσθήσεων σου πάτερ Μᾶρκε, ζωῶν ψυχήν σου, ἀσκητικαῖς ἀγωγαῖς,  καὶ τῇ συσταυρώσει τῷ  Χριστῷ εἴληφας τὸ σφράγισμα,  ἀναστά-σεως ῞ Οσιε.
Μ
ᾳκρύνων ἐμάκρυνας, τῶν αἰτιῶν τῆς πτώσεως, ἄφθορον τηρῶν μονογενῆ σου, ταύτην γλυκαίνων, τῇ μνήμῃ τοῦ ᾽Ιησοῦ, Οὗ οὐδὲν γλυκύτερόν ἐστι, ἥδυσμα μακάριε, ἐν τῷ νῦν καὶ τῷ μέλλοντι.
Θεοτοκίον.
Ε
λέησον Δέσποινα, τῷ μητρικῷ ἐλέει σου, τὴν κατασυντετριμμένην, καὶ ἡλκωμένην, ψυχήν μου πάθεσι, ἡ τὸν ἐλεήμονα Χριστόν, ἐν γαστρὶ βαστάσασα, ἰατρεύοντα πταίσματα.
δὴ β΄. Τὴν θείαν ταύτην.
Μ
εγίστην εὗρες ἀνάπαυσιν, τὴν πᾶσάν σου ζωὴν Μᾶρκε ὅσιε, ἀνατιθέμενος, τῷ προ-νοοῦντι τῆς κτίσεως, καὶ νόμοις φιλανθρώποις, ταύτην θριγκώσαντι.
Ε
κτείνων χεῖρας ἱκέτιδας, τὴν Χάριν κατεβίβαζες Οσιε,       τοῖς αἰτουμένοις σου, εὐχὴν λαβεῖν τὴν δραστήριον, καὶ  ἄνεσιν ἐκ πάσης βλάβης καὶ θλίψεως.
Λ
εόντιον ἔσχες φρόνημα, κατὰ τοῦ ἀντιπάλου μακάριε,  φρυαττομένου  σοι,   καὶ  οἰομένου  τοῖς βέλεσιν,  τὸν τόνον τῆς ψυχῆς σου ποιῆσαι ἄχρηστον.
Θεοτοκίον
Π
ενήτων πέλεις προμήθεια, τροφέα πάντων τέξασα Δέσποινα, ὅθεν πεινῶντά με, πνευματικῶς ταχὺ ἔκθρεψον, τῷ Σώματι Υἱοῦ σου, καὶ θείῳ Αἵματι.
Κοντάκιον. ῏Ηχος δ'. Ὁ ὑψωθείς.
Ω
τα μὴ ἔχων φυσικὰ ὑπερῆρας,  τοὺς ταῦτα ἔχοντας κωφὲ πάτερ Μᾶρκε, ὡς τοῦ Κυρίου λόγους εἰσδεξάμενος, ἐν τῇ διανοίᾳ σου, καὶ ἐργάτης ἐγένου, θεϊκῆς ἀσκήσεως, καὶ ζωῆς ὑπὲρ φύσιν· ὅθεν τιμῶντες βίον σου σεπτόν, αἰτούμεθά σου, πρεσβείαν πρὸς Κύριον.
Ὁ Οἶκος.
Ε
φφαθά» σοι ὡς εἶπε Φιλάνθρωπος,τὰ ἀνήκοα ὦτα ἠνοίγησαν κεκλεισμένα ἐκ φύσεως ῞Οσιε καὶ γεγόνασι πλέον ἤ πρότερον ἐπιτήδεια πρὸς εὐηκοΐαν· ὅπου γὰρ θέλει Θεός, ἡ φύσις ἀνέστραπται, ἐνεργοῦντος τοῦ νόμου τῆς Χάριτος·  ὅθεν ὡς ὁ Ἀββακοὺμ δέδεξαι μυστηρίων βαθέων ἀποκάλυψιν  καὶ κωφὸς τὸ φαινόμενον διαμένων ἐσάλπισας   εὐηχέστερον   τῶν  ἀκουόντων,   ὅτι δίκαιαι  αἱ  κρίσεις  Κυρίου καὶ ἀγαθαὶ αἱ ἐπίνοιαι Αὐτοῦ.
Δ
ιὸ διαλάμψας ἐν ὑπομονητικῇ εὐχαριστίᾳ καὶ ἀσκήσει συντονωτάτῃ, κατοικεῖς ἐν οἴκῳ αἰωνίως μελῳδούντων, Μᾶρκε ὁσιώτατε, ἡμεῖς δὲ ταπεινῶς αἰτούμεθά σου, πρεσβείαν πρὸς Κύριον.
Τὸ Συναξάριον.
Τῇ β' τοῦ αὐτοῦ μηνὸς μνήμη τοῦ ὁσίου καὶ θεοφόρου πατρὸς ἡμῶν Μάρκου τοῦ Κωφοῦ.
Στίχοι
῾ 0 Μᾶρκος οὐκ ἤκουσε γηΐνων λόγων
 Καὶ πρὶν λιπεῖν γῆν, ὦτα γῆθεν ἐξάγων.
 Δευτερίῃ Μᾶρκος χθόν' ἔλιπεν τὴν πολύβοον.
Καὶ τὸ παρὸν ὑπόμνημα.
Ο
῞ τε ἤκμασεν ὁ ὅσιος οὗτος πατὴρ ἡμῶν Μᾶρκος, τίς ἡ πατρίς,  τίνες οἱ γεννήτορες καὶ τίς ἡ θεοφιλὴς αὐτοῦ πολιτεία, οὐκ  ἠδυνήθη μὲν παρά τινος μαθεῖν. Τοῦτο μόνον γινώσκομεν, ὅτι στερούμενος τῆς φυσικῆς ἀκοῆς, ἐδόθη ὁ μακάριος πάσῃ δυνάμει εἰς τὸ   ἀποκτήσασθαι, κατὰ τὸν προφήτην, ὦτα Κυρίου, πρὸς τὸ ἀκούειν καὶ ποιεῖν ἐπιμελῶς καὶ ἀόκνως τὸ δεσποτικὸν καὶ σωτηριῶδες θέλημα·  ὅθεν διὰ σκληρᾶς ἀσκήσεως ἐγένετο περιώνυμος καὶ πλουτήσας πολλὰς ἀρετὰς καὶ φῶς Χριστοῦ γενόμενος διὰ τῆς θεοειδοῦς αὐτοῦ πολιτείας, ἐκλήθη παρὰ τοῦ μισθαποδότου Δεσπότου εἰς τὴν αἰώνιον   Βασιλείαν, ἐν ᾗ ἀκούει ἀνεμπο-δίστως τὸ οὐράνιον ἀγγελικὸν μέλος μετὰ πάντων τῶν Ἁγίων εὐφραινόμενος.
                Καὶ τὰ λοιπὰ τοῦ Συναξαριστοῦ.
Ταῖς τῶν σῶν Ἁγίων πρεσβείαις, Χριστὲ ὁ Θεός,ἐλέησον καὶ   σῶσον ἡμᾶς. ᾽Αμήν.
δὴ ζ' Οὐκ ἐλάτρευσαν.
Ο
ὐκ ἐνάρκησας ἐν τῆ ἀσκήσει Ὅσιε, οὐδὲ ἐνύσταξας ἀπὸ τῆς σῆς φυλακῆς, διὸ κεχα-ρίτωσαι, ποικίλαις χάρισι, παρὰ τοῦ Παντο-κράτορος, καὶ ἐφορῶντος καλῶς, τοὺς ἀγάπῃ, πρὸς Αὐτὸν τὰ σκάνδαλα, καὶ δεινὰ τῶν ἐχθρῶν ὑπομένοντας.
Ν
οῦν ἀκράτητον, τῇ προσευχῇ ἐδέσμευσας, καὶ καθυπέταξας, ἐν θεϊκοῖς λογισμοῖς, διό σοι ἀνέβλυσαν, ὕδατα Χάριτος, δι' ὧν, ὦ Μᾶρκε ὅσιε, πολλοὺς ἐπότισας, καὶ τὴν δίψαν ἀπὸ τῶν ψυχῶν αὐτῶν, διδαχαῖς ταῖς σοφαῖς σου κατέπαυσας.
Τ
ίς μοι ἔκραζες, παράδεισος ἢ Κύριος καὶ ξύλον γνώσεως, ἀφ' οὗ τρυφῶ δι' εὐχῆς, γλυκύτατον  Ὂνομα, Αὐτοῦ ἐγένετο· ὅθεν δεῦτε τρυφήσατε, ὅσοι οὐκ ἔσχετε, θείαν γεῦσιν, τῆς Αὐτοῦ χρηστότητος, ἵνα γνῶτε ἐκ πείρας τὸ ἔλεος.
Θεοτοκίον.
Α
’κουσάτω μου, τὸν στεναγμὸν ἡ Δέσποινα, ἡ πολυεύπλαγχνος, καὶ μὴ  παρίδῃς οἰκτράν, τὴν δέησιν ταύτην μου τὴν πολυστένακτον, ἀλλὰ τὸ οὖς σου κλῖνόν μοι, ἵνα ἐξείπω σοι, τῆς ψυχῆς μου, πάντα ἁμαρτήματα, καὶ ἀνάπαυσιν εὕρω ὁ ἄθλιος.
δὴ η'. Παίδας εὐαγεῖς.
Σ
τῦλος ἐν εὐχαῖς ὡράθης πάτερ, καὶ πύργος ἐν πειρασμοῖς  ἀκλόνητος, ὅπλα ἐνδυσάμενος, ἅπερ Παῦλος εἴρηκεν, ὅθεν ἐδέξω ἄφθονον, Μᾶρκε τὴν ἔκχυσιν, τοῦ Πνεύματος, τοῦ θείου δι' Οὗπερ, γέγονας ἀλείπτης, πολλῶν εἰς σωτηρίαν.
Ο
ὐρανὸν ἐποίησας καρδίαν, καὶ νοῦν σου παράδεισον μακάριε, ἐν οἷς ἐνεθρόνισας, ᾽Ιησοῦν τὸν πάγκαλον, ἐφύτευσας δὲ σύν-δενδρον, τῶν ἀρετῶν τὴν πληθύν, διὰ βίου, πλήρους καθαρότητος, ὃν παράσχοις τοῖς πόθῳ τιμῶσί σε.
Ν
ύκτα τοῦ παρόντος βίου πάτερ, ἀπτώτως διῆλθες φωτιζόμενος, ἀγλαΐαις Πνεύματος, καὶ πολλοὺς ἐφώτισας, τοῖς  θείοις σου διδάγμασι, φῶς ἐκ μεθέξεως, τοῦ πρωτίστου,  γεγονὼς σὺ δεύτερον, ὅπερ αἴτει, ὑπὲρ τῶν τιμώντων σε.
Θεοτοκίον.
Β
ρόχος μοι τραχὺς ἡ ἁμαρτία ἐγένετο  ῍Ἂχραντε συμπνίγων με, ὅθεν τὸν ταλαί-πωρον, τοῦ θανάτου λύτρωσαι, χαριζομένη Πνεύματος, ἀέρα εὔζωον, ὅπως χαίρων, εὕρω τὴν ἀνάψυξιν, καὶ δοξάζω σε πάντοτε Πάναγνε.
δὴ θ'. ῞Απας γηγενής.
Ι
δε τὴν ἡμῶν, κωφώτητα ὅσιε, ἐξ ἧς τὸ θέλημα, τοῦ Χριστοῦ οὐ θέλομεν, ἀκοῦσαι οὔτε καὶ διαπράξασθαι, καὶ σαῖς εὐχαῖς ἐκδίωξον, νάρκην δαιμόνιον, διανοίγων, ὦτα τὰ ἐσώτατα, ὑπηκόους ποιῶν ἡμᾶς τάχιστα.
Ο
τι ὁ εχθρὸς ὡς ὅπλῳ ἐχρήσατο πάτερ ψυχώλεθρον σὺ εὐτέχνως ὄργανον, τῆς σωτηρίας σοφῶς μετέβαλες, ἀκούων ἃ οὐκ ἤκουσεν, οὖς τὸ φαινόμενον, ἀλλὰ μόνον, τοῦ Θεοῦ ὁ ἄνθρωπος, μυστικῶς ἐνεργείᾳ τοῦ Πνεύματος.
Ν
οῦς ἀγγελικός, ὡράθης πανόσιε, Μᾶρκε τῷ βίῳ σου, νῆψιν ἔχων ἄπαυστον, εὐχαριστίαν καὶ δοξολόγησιν, Δεσπότου νῦν ἵστασαι, σὺν τοῖς ἀγγέλων χοροῖς, καὶ ἀκούεις, ὕμνον ἀκατά-ληκτον, καὶ ὁρᾷς αὐτοψεὶ θεῖον Πρόσωπον.
Θεοτοκίον.
Α
῞ παντα κακῶς, τὰ τάλαντα Δέσποινα, ἅ περ μοι δέδωκεν, σὸς Υἱὸς ἐσκόρπισα, ἐκδαπα-νήσας ὡς δοῦλος ἄτιμος, διὸ ἀπαῤῥησίαστος, τυγχάνων δέομαι, χρῷ ὡς Μήτηρ, τῆ πολλῇ ἀγάπῃ σου, καὶ Θεόν μοι ἐκμείλιξον τάχιστα.
Ἐξαποστειλάριον.
῏ Ηχος β'. Γυναῖκες ἀκουτίσθητε.
Α
κούσας τοῦ Κυρίου σου, τὴν κλῆσιν τὴν σωτήριον, ὀπίσω ἔδραμες Μᾶρκε, Αὐτοῦ ὡς ἄλλο ἀρνίον, ποθῶν ζωὴν ἀσκήσεως, ἐν ᾗ καὶ εὐηρέστησας, διὸ ἀκούεις νῦν χαίρων, τῶν ἀσω-μάτων τοὺς ὕμνους.
Προεόρτιον, ὅμοιον.
Φ
ωνὴ βοῶντος ἤχησε, καὶ οἱ βουνοὶ σκιρτήσατε, χόρευσον γένος ἀνθρώπων· ὁ γὰρ προάναρχος  Λόγος, σάρκα  λαβὼν ὡς ἄνθρωπος, ἥκει  βαπτισθησόμενος,  ὑπὸ χειρῶν ὧν ἔπλασεν, ἐν ᾽Ιορδάνῃ καὶ λύσων, τοῦ κόσμου τὴν ἁμαρτίαν.
 ΕΙΣ ΤΟΥΣ ΑΙΝΟΥΣ
Ψάλλομεν στιχηρὰ προσόμοια.
Ἦχος β'.Ὅτ ε ἐκ τοῦ ξύλου σε νεκρόν.
Μ
ᾶρκε τοῦ Κυρίου ἀσκητά, ἔστησας τοὺς πόδας γενναίως ἐπὶ τὴν πέτραν σου, χάριτι ζωούμενος, τοῦ θείου Πνεύματος, πρὸ ὀμμάτων σου θέμενος, Χριστοῦ τὴν ἀγάπην, καὶ τὴν συγκατάβασιν, ὑπὲρ τοῦ γένους ἡμῶν· ὅθεν φιλοτίμως διῆλθες, τρίβον τῆς στενῆς βιοτῆς σου, δράγματα συλλέξας πολυτίμητα.
Ω
των στερηθεὶς τῶν φυσικῶν, Μᾶρκε παμ-μακάριστε πάτερ, οὐκ ἐδειλίασας, οὐδὲ κατὰ Πλάστου σου ἤγειρας ἔνστασιν  ἀλλὰ    χαίρων ἐχώρησας  εἰς τὴν μυστικὴν ἀπόκτησιν, ἅπερ καὶ εἴληφας· ὅθεν καθ' ἡμέραν καὶ ὥραν, ἔσχες ἀναβάσεις καρδίας, τοῦ Θεοῦ φωνὴν ἐνωτιζόμενος.
Χ
αῖρε τὴν χαρὰν τὴν μυστικήν, ἣν οὐδεὶς δυνήσεται Μᾶρκε, σοῦ ἀφαιρέσαι ποτέ, ὅσα γὰρ τῆς Χάριτος, ἀμετακίνητα, καὶ Θεὸν καθικέτευε, δοῦναι ἡμῖν πᾶσι, ὦτα πανευήκοα τῶν θελημάτων Αὐτοῦ, ἵνα ἐντολῶν τῇ τηρήσει, τὸν τῇ ἁμαρτίᾳ φθαρέντα, ἄνθρωπον ῥαδίως ἀποβάλωμεν.
Δ
έχου πολιτείας σου μισθόν, τὴν μετὰ ἁγίων ᾽Αγγέλων, ὦ Μᾶρκε σύστασιν· σὺ γὰρ ὥσπερ ἄσαρκος, ἐν γῇ ἐβίωσας, σιωπῶν καὶ εὐχόμενος, ἐντεῦθεν ἐν γνώσει, μέλλοντος μυ-στήριον ποθῶν βιῶσαι σοφέ, οὗπερ μετασχὼν νῦν μνησθείης, καὶ ἡμῶν τῶν σήμερον μνήμην, ἐν χαρᾷ τὴν σὴν ἀγόντων ὅσιε.
Δόξα.῏Ηχος πλ.δ'.
Ο
 ἔχων ὦτα ἀκούειν ἀκουσάτω, ἀδελφοί, Μάρκου τοῦ κωφοῦ, τὰ θεῖα κατορθώματα. Οὗτος γὰρ μὴ  ἀπαναινόμενος μικροψύχως, τὴν ἐπισυμβᾶσαν αὐτῷ κώφευσιν, οὐκ ἐπαύσατο βοῶν τῷ Δεσπότῃ· εὐχαριστῶ σοι Κύριε φιλόψυχε, ὅτι ἐκ τῶν πειρασμῶν ἐξήγαγές με, φυλάξας με ἀπὸ τῶν ἀκουστικῶν συμπτω-μάτων, καὶ τὴν διάνοιαν ἀναδείξας ἐργαστήριον, τῶν σωτηριωδῶν καὶ γλυκυτάτων ἐννοιῶν σου. ῞Οθεν γῆθεν σήμερον δεχθείς με μετ' ἀγγέλων, δὸς τὴν θείαν χάριν σου, τοῖς ἑορτάζουσι τὴν μνήμην μου.
               Καὶ νῦν. Προεόρτιον ὁμόηχον.
Ι
ωάννη Βαπτιστά, ὁ ἐν μήτρᾳ γνωρίσας με τὸν Ἀμνόν, ἐν ποταμῷ μοι διακόνησον, μετ' ᾽Αγγέλων μοι λειτούργησον. ᾽Εκτείνας ἅψαι τῇ παλάμη, τῆς κορυφῆς μου τῆς ἀχράντου· καὶ ὅταν ἴδῃς τὰ ὄρη τρέμοντα, καὶ τὸν ᾽Ιορδάνην ἐπαναστραφέντα, σὺν τούτοις βόησον· ὁ σαρκωθεὶς ἐκ Παρθένου, εἰς ἡμῶν σωτηρίαν, Κύριε, δόξα σοι.
              Δοξολογία μεγάλη κλ.π., ὡς σύνηθες.
Μεγαλυνάριον.
Χ
αίροις Μᾶρκε ὅσιε ἀσκητά, ὡς εὐαρεστήσας, κεκληκότι σε ᾽Ιησοῦ, εὔχου δὲ δοθῆναι, τὰ ἔσω ὦτα πᾶσι, τοῖς πόθῳ εὐφημοῦσι, πάνσεπτον μνήμην σου.
Στίχοι.
Εὐχαῖς σου κώφευσον τὰ ὦτα ψυχῆς μου, ὥστε ἀκούειν, Μᾶρκε, μόνον Κυρίου.
Συνετέθη ἡ παροῦσα ἀκολουθία ἐν τῆ Ἱερᾷ Μονῇ Σίμωνος Πέτρας ῾Αγίου ῎ Ορους ῎ Αθω, τῇ 10. 11.1996.


Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου