Ἀκολουθία Ἁγίου ΡΩΜΑΝΟΥ τοῦ Μελωδοῦ.
Ψαλλομένη τῇ 1η Ὀκτωβρίου
Ποίημα Γερασίμου Μοναχοῦ Μικραγιαννανίτου
ΕΣΠΕΡΙΝΟΣ
Μετὰ τὸν Προοιμιακόν τὸ Μακάριος ἀνήρ. Εἰς δὲ τὸ Κύριε
ἐκέκραξα ἱστῶμεν στίχους στ᾿ καὶ ψάλλομεν τὰ ἑξῆς
Προσόμοια.
Ἦχος α´. Τῶν οὐρανίων ταγμάτων.
Ὁ μουσουργέτης ἡ λύρα τοῦ θείου Πνεύματος, ἡ ἀηδὼν ὁ τέττιξ, ὁ τῶν θείων
ᾀσμάτων, αὐλὸς τῆς Ἐκκλησίας, πᾶσιν ἡμῖν τὰς αὐτοῦ παρατίθεται, μελῳδικὰς
εὐωχίας καὶ δι᾿ αὐτῶν, κατευφραίνει τοὺς θεόφρονας.
Ὁ φαεινότατος λύχνος καὶ διειδέστατος, ἡ μελουργὸς κιθάρα, ἡ νευρὰ τῶν
εὐσήμων, τοῦ Πνεύματος λογίων ᾄδει τρανῶς, ἐκδιδάσκων τὰ πέρατα, ἐν ἀσιγήτοις
ὕμνοις δοξολογεῖν, τῆς θεότητος τὴν μίαν αὐγήν.
Σὺ τῷ Δεσπότῃ τῶν ὅλων ὡς παριστάμενος, καὶ παῤῥησίαν Πάτερ, πρὸς αὐτὸν
κεκτημένος, ἡμῶν τῶν ἐκτελούντων μνήμην ποιοῦ, τὴν φαιδράν σου πανήγυριν, τοῦ
λυτρωθῆναι κινδύνων καὶ πειρασμῶν, Ῥωμανὲ θεομακάριστε.
Ἕτερα. Ἦχος δ’. Ὡς γενναῖον ἐν Μάρτυσιν.
Ὡς ἐπέστη κατ᾿ ὄναρ σοι, Θεοτόκος ἡ ἄχραντος, Ῥωμανὲ μακάριε ὡς ηὐδόκησε,
τόμον σοι θεῖον δεδώρηται, ὃν δεχθεὶς τῷ στόματι, ἐγλυκάνθης νοερῶς, καὶ ψυχὴν
καὶ διάνοιαν καὶ μελίῤῥυτα, καὶ θεόπνευστα ᾄσματα καὶ ὕμνους ἐξεφώνησας τῷ
κόσμῳ, Χριστοῦ εἰς αἴνεσιν, Ἅγιε.
Ἡ θεόληπτος γλῶσσά σου, θεοκίνητον ὄργανον, Ῥωμανὲ γεγένηται θείῳ Πνεύματι,
ὅθεν ᾀσμάτων ἐν κάλλεσι, καὶ λόγων γλυκύτητι, ὑψηγόρως ἀνυμνεῖς, τοῦ Κυρίου τὴν
σάρκωσιν τὴν ἀπόῤῥητον, δι᾿ ἧς σέσωσται κόσμος τῆς ἀπάτης, καὶ πρὸς δόξαν
ἀφθαρσίας, περιφανῶς ἀνυψώθημεν.
Τὴν ἡδύφωνον σάλπιγγα, τῶν ᾀσμάτων τοῦ Πνεύματος, Ῥωμανὸν τὸν Ὅσιον
εὐφημήσωμεν, αὐλὸν τὸν θεῖον τῆς χάριτος, τὴν γλῶσσαν τὴν ἔμμουσον, τὴν κιθάραν
τὴν τερπνήν, ἀηδόνα τὴν εὔλαλον καὶ πολύφωνον, ἁρμονίας τῆς θείας τῶν Ἀγγέλων,
δι᾿ ἧς ᾔνεσε πανσόφως, τὰ μεγαλεῖα τῆς πίστεως.
Δόξα. Ἦχος πλ. β’.
Ἐπέφανε σήμερον, ὡς ἀστὴρ πολύφωτος, ἡ τοῦ ὁσίου Ῥωμανοῦ μνήμη, τὴν
Ἐκκλησίαν φαιδρύνουσα· θείων γὰρ ᾀσμάτων συνθήκη, ἡμᾶς συναγείρει, πρὸς αἶνον
καὶ δόξαν Χριστοῦ τοῦ Θεοῦ, καὶ βοᾶν πρὸς αὐτόν· χαίροις τῆς ἄνωθεν ἐπιπνοίας,
ταμεῖον ἱερόν, καὶ τῆς ἀγγελικῆς μελῳδίας, μυσταγωγὲ θεσπέσιε· χαίροις, ὁ ἐκ
τῆς Θεοτόκου τὸ χάρισμα λαβών, καὶ τὴν Ἐκκλησίαν πλουτήσας ὕμνοις μελιχροῖς·
χαίροις μελῳδὲ οὐράνιε, ὁ τῆς Δαβιτικῆς κινύρας πλέον ᾄσας τὰ μεγαλεῖα τοῦ
Θεοῦ· Ἀλλ᾿ ὦ πάτερ Ὅσιε, Ἀγγέλοις συνὼν καὶ ἀγαλλόμενος, πρέσβευε σὺν αὐτοῖς,
ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καί νῦν. Θεοτοκίον. Ὁ αὐτός.
Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε;…
Εἴσοδος, Φῶς ἱλαρόν, τὸ Προκείμενον τῆς ἡμέρας καὶ τὰ
Ἀναγνώσματα.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. Γ΄. 1-9).
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἄψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν
ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν
πορεία σύντριμμα· οἱ δε εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν
κολασθώσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα
εὐεργετηθήσονται. Ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ.
Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο
αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ
διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος
εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ αὐτῷ, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν
ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ
ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. Ε΄. 15-23 &
ΣΤ΄, 1-3).
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς
αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ
διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ
τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ, καὶ
ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν· ἐνδύσεται θώρακα δικαιοσύνης, καὶ
περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον· λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα·
ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαῖαν· συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς
παράφρονας. Πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου
τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται
χάλαζαι. Ἀγανακτήσει κατ᾿ αὐτῶν ὕδωρ θαλάσσης, ποταμοὶ δὲ συγκλύσουσιν
ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαίλαψ ἐκλικμήσει αὐτούς.
Καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέξει θρόνους
δυναστῶν. Ἀκούσατε οὖν βασιλεῖς, καὶ συνέτε· μάθετε, δικασταὶ περάτων γῆς.
Ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν. Ὅτι ἐδόθη
παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. Δ΄. 7-15).
Δίκαιος ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον, οὐ τὸ
πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις· καὶ
ἡλικίᾳ γήρως, βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος ἠγαπήθη, καὶ ζῶν μεταξὺ
ἁμαρτωλῶν μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἤ δόλος ἀπατήσῃ
ψυχὴν αὐτοῦ. Βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας
μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ
γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ
ἰδόντες, καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ
ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Εἰς τήν Λιτήν, Ἰδιόμελα. Ἦχος α’.
Εὐφραίνου ἐν Κυρίῳ, ἡ Ἐκκλησία τοῦ Θεοῦ, ὡς ἄλλον Δαβὶδ πλουτοῦσα, Ῥωμανὸν
τὸν θεόληπτον, προχορεύοντα ἐν Πνεύματι, καὶ τὸν καινὸν ὕμνον ᾄδοντα, τῷ Σῷ
Νυμφίῳ Χριστῷ· θειοτέρα γὰρ ὄψει, τῆς Θεοτόκου ταῖς χερσίν, εἰς δεκάχορδον
μετεσκεύασται ὄργανον, παρ᾿ Αὐτῆς λαβὼν τὴν χάριν καὶ ἀξίως διαγαγὼν τὸν βίον,
καὶ μολπαῖς οὐρανίοις, οὐρανώσας πιστῶν τὰς ψυχὰς πάντας διεγείρει βοᾶν, Κύριε
δόξα Σοι.
Ἦχος β’.
Τῶν ἀρετῶν τῷ φωτὶ λαμπρυνόμενος, μετάρσιος ὤφθης τῷ πνεύματι, Ῥωμανὲ πατὴρ
ἡμῶν· μυηθεὶς γὰρ τὰ θεῖα, ἑνώσει τῇ κρείττονι, ἔξω κόσμου καὶ σαρκὸς ἐγένου,
Ἀγγέλοις ἀμιλλώμενος καὶ ἀγγελικῆς τάξεως, θεολήπτῳ γλώσσῃ, τοὺς ὕμνους
ἐκθέμενος· ἔνθους ὑμνηπόλος, τῇ Ἐκκλησίᾳ ἐγνωρίσθης, τῷ σῷ λόγῳ γὰρ παιδεύεται,
μελῳδικῶς Χριστῷ κραυγάζειν, Κύριε δόξα Σοι.
Ἦχος γ’.
Θείῳ πόθῳ πτερωθείς, Δαβιτικῶς παραῤῥιπτεῖσθαι, ἐν τῷ τῆς Θεοτόκου ἠρετίσω
οἴκῳ, ἤ πρόσκαιρον ἔχειν, τῶν ἐν κόσμῳ ἀπόλαυσιν· καὶ ταῖς θείαις ἀναβάσεσιν,
ἀνακαθάρας τὸν νοῦν, ἀποκαλύψεως θείας ἠξίωσαι, καὶ τῆς Ἁγνῆς Παρθένου θεράπων
ὤφθης ἔνθεος, λαμπρυνθεὶς παρ᾿ Αὐτῆς, τὴν ψυχὴν μακάριε· ἔνθεν λόγοις
ὑψηγόροις, καὶ γράμμασι πανσόφοις, τὴν ἐν Αὐτῇ οἰκονομίαν τοῦ Λόγου, θεολογών
ἀνύμνησας κράζων πάτερ Ῥωμανέ, Κύριε, δόξα Σοι.
Ἦχος δ’.
Ῥώμῃ θείᾳ κρατυνθείς, φερωνύμως Ῥωμανέ, τὸ ἀσθενὲς τῆς φύσεως ὑπερεῖδες,
καὶ πρὸς ἀσκητικοὺς ἀγῶνας, ῥωμαλέῳ ἀπεδύσω φρονήματι· καὶ ἐν αὐτοῖς τὸν τοῦ
σκότους θριαμβεύσας ἄρχοντα, ὁσίως καὶ ἀμέμπτως Χριστῷ εὐηρέστησας, πρὸς τὸ
βραβεῖον ἀφορῶν, τῆς ἄνω κλήσεως· καὶ νῦν ἀνακεκαλυμμένως βλέπων, ἃ βλέπουσιν
Ἄγγελοι, σὺν αὐτοῖς ἱκέτευε, ὑπὲρ τῶν τιμώντων σε.
Δόξα. Ὁ αὐτός.
Τοῦ Παρακλήτου ἡ χάρις, καθαρόν σε εὑροῦσα σκήνωμα, ἐν τοῖς χείλεσί σου
δαψιλῶς ἐξεχύθη, Ῥωμανὲ πατὴρ ἡμῶν· ὅθεν πᾶσαν εὔφρανας τὴν Ἐκκλησίαν, τῷ
φθόγγῳ τῶν ῥημάτων σου, καὶ τῇ τῆς θεηγόρου ἡδύτητι γλώσσης σου· τὸ γὰρ μέλι
τῆς χάριτος, ἀποστάζουσιν οἱ λόγοι σου, καὶ ἐν ὠσὶ τῶν καρδιῶν ἡμῶν, τὰ θεῖα
μέλη σοῦ ἠχοῦσι, τὴν μελῳδίαν τὴν οὐράνιον· ὡς γὰρ θεῖος μελῳδός, πάντας προτρέπεις
Χριστῷ κράζειν, Κύριε δόξα Σοι.
Καί νῦν. Θεοτοκίον.
Ἐκ παντοίων κινδύνων τοὺς δούλους σου φύλαττε…
Εἰς τόν Στίχον, Στιχηρά Προσόμοια. Ἦχος πλ.α’. Χαίροις
ἀσκητικῶν.
Χαίροις, ὁ ἱερὸς μελῳδός, τοῦ Παρακλήτου παναρμόνιον ὄργανον, ἡ λύρα
ᾀσμάτων θείων, γλῶσσα Θεοῦ λιγυρά, ἁρμονίας θείας ἐξαγγέλουσα· ὁ νοῦς ὁ
θεόληπτος, μυροθήκη τοῦ Πνεύματος, κάλαμος θεῖος, ὁ κινούμενος ἄνωθεν, καὶ
συνθέμενος, μελῳδήματα ἔνθεα, νάβλα ἡ καλλικέλαδος, εὐάρμοστον τύμπανον, τὸ
μυστικῶς ἀλαλάζον, τὰς συμφωνίας τῆς χάριτος· Χριστὸν ἐκδυσώπει, Ῥωμανὲ ὑπὲρ
τῶν πίστει ἀνευφημούντων σε.
Στ. Τὸ στόμα μου λαλήσει σοφίαν καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.
Χαίρων, ἐν θεολήπτῳ ψυχῇ, καὶ οὐρανίῳ θεοφόρε φρονήματι, ἐν οἴκῳ τῆς
Θεοτόκου, προσκαρτερῶν καὶ Αὐτήν, παννυχίῳ στάσει ἱλεούμενος, χερσὶ Ταύτης
δέδεξαι, ἐμφανείᾳ τῇ κρείττονι, τὸ θεῖον δῶρον, καὶ αὐτίκα θεόσοφος,
ἀναδέδειξαι, μελῳδὸς καὶ ἡδύφωνος· ὅθεν ἐνθέως ᾔνεσας, μολπὰς τὰς τῆς χάριτος,
ἐν Ἐκκλησίᾳ Ὁσίων, κατὰ Δαβὶδ τὸν θεόφρονα, μεθ᾿ οὗ ἐκδυσώπει, Ῥωμανὲ ὑπὲρ τῶν
πίστει ἀνευφημούντων σε.
Στ. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ ὁσίου αὐτοῦ.
Ὅλος, πεπληρωμένος φωτός, ἔνθεος ὅλος τῆς Παρθένου τῇ χάριτι, ἐκίνησας τὴν
σὴν γλῶσσαν, πρὸς ὑμνῳδίαν Θεοῦ, τοῦ σαρκὶ τεχθέντος ὑπὲρ ἔννοιαν, καὶ πάντας
ἐξέστησας, τῇ συνθήκῃ τῶν λόγων σου, καὶ τῇ τῶν ὑμνῶν, οὐρανίᾳ γλυκύτητι, ὡς
γὰρ Ἄγγελος, ἐν τῷ ᾄδειν τεθέασαι· ὅθεν σὲ μακαρίζομεν, ὡς θεῖον θεράποντα, καὶ
ἱερὸν ὑμνηπόλον τῶν μεγαλείων τῆς χάριτος, καὶ πᾶσιν αἰτοῦντα, Ῥωμανὲ ἡμῖν
δοθῆναι, τὸ μέγα ἔλεος.
Δόξα. Ἦχος πλ. β’.
Πρώτη καλῶν ἀπαρχή, ὤφθης σωτηρίας ἀφορμή, Ῥωμανὲ πατὴρ ἡμῶν· ἀγγελικὴν γὰρ
ὑμνῳδίαν συστησάμενος, θεοπρεπῶς ἐπεδείξω τὴν πολιτείαν σου. Χριστὸν τὸν Θεὸν
ἱκέτευε, πειρασμῶν καὶ κινδύνων λυτρωθῆναι τοὺς ἀνυμνοῦντάς σε.
Καί νῦν. Θεοτοκίον.
Θεοτόκε, Σὺ ἡ ἄμπελος ἡ ἀληθινή...
Νῦν ἀπολύεις, Τρισάγιον, Ἀπολυτίκιον. Ἦχος δ’. Ταχύ
προκατάλαβε.
Ὡς σάλπιγξ θεόληπτος τῶν οὐρανίων
ᾠδῶν, ἐνθέως ἐφαίδρυνας τὴν Ἐκκλησίαν
Χριστοῦ, τοῖς θείοις σου ᾄσμασι, σὺ γὰρ τῆς Θεοτόκου, ἐμπνευσθεὶς τῇ ἐλλάμψει,
ἔνθεος ὑμνηπόλος ἐγνωρίσθης ἐν κόσμῳ· διό σε πόθῳ τιμῶμεν, Ῥωμανὲ Ὅσιε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τὸ ἀπ᾿ αἰῶνος ἀπόκρυφον…
Ἀπόλυσις.
ΕΝ ΤΩ ΟΡΘΡΩ
Μετά τήν α’Στιχολογίαν, Κάθισμα. Ἦχος α’. Τόν τάφον Σου, Σωτήρ.
Ὡς ἔνθεον ζωήν, Ῥωμανὲ διανύων, κατεῖδες μυστικῶς, τὴν Ἁγνὴν Θεοτόκον, παρ᾿
Ἧς καὶ τὸ οὐράνιον, Πάτερ δέδεξαι δώρημα, καὶ ἀνύμνησας, ὥσπερ ἐπόθεις θεόφρον,
τοῦ Θεοῦ ἡμῶν, τὰς ἑορτὰς καὶ Ἁγίων, τὰ σκάμματα, Ἅγιε.
Δόξα. Τό αὐτό. Καί νῦν. Θεοτοκίον.
Παρέσχες θαυμαστῶς, Ῥωμανῷ τῷ Ὁσίῳ, ἐν τόμῳ μυστικῷ, τὴν πλουσίαν Σου χάριν,
διὸ καὶ ἀνεβόα Σοι, ἡδυφώνως Πανύμνητε, χαῖρε Δέσποινα, φωτὸς ἀΰλου δοχεῖον,
χαῖρε Ἄχραντε, ἡ κραταιὰ προστασία, ἡμῶν καὶ ἀντίληψις.
Μετά τήν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος γ’. Θείας
πίστεως.
Ῥώμην ἄνωθεν, ἐνδεδυμένος, κατεπάλαισας, ἐχθρῶν τὸ στῖφος, ἀσκητικοῖς
Ῥωμανὲ ἀριστεύμασι, καὶ ἀρετῶν διαλάμψας δυνάμεσι, πρὸς τὸ ἀνέσπερον φῶς
μεταβέβηκας. Πάτερ ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα
ἔλεος.
Δόξα. Τό αὐτό. Καί νῦν. Θεοτοκίον.
Φῶς παρέσχετο, Θεογεννῆτορ, καὶ οὐράνιον, δέδωκε μέλος, Ῥωμανῷ τῷ ἱερῷ Σου
θεράποντι, ὃν ταῖς χερσί Σου αὐτῷ τόμον δέδωκας, τῆς οὐρανίου σοφίας τεκμήριον.
Ὅθεν ἅπαντες ὑμνοῦμεν τὰ μεγαλεῖά Σου, θαυμάτων Σου δοξάζοντες τὸ μέγεθος.
Μετά τόν Πολυέλεον, Κάθισμα. Ἦχος πλ. α’. Τόν
Συνάναρχον Λόγον.
Τῇ σοφίᾳ τῇ θείᾳ μυσταγωγούμενος, Ῥωμανὲ θεοφόρε ,ἐν μελιῤῥύτοις φθογγαῖς,
τὰς καρδίας τῶν πιστῶν εὐφραίνεις Ὅσιε, καὶ πρὸς ἀγάπην θεϊκήν, διεγείρεις τὰς
ψυχάς, τῶν πόθων σὲ ἀνυμνούντων, ὡς ἀληθῆ μυστογράφον, καὶ ὑποφήτην θείου
Πνεύματος.
Δόξα. Τό αὐτό. Καί νῦν. Θεοτοκίον.
Τὸν Θεὸν ἀποῤῥήτως κυοφορήσασα, τὴν τῶν ἀνθρώπων οὐσίαν ἐκ τῆς ἀρχαίας
ἀρᾶς, ἐπανήγαγες Ἁγνὴ πρὸς δόξαν ἄῤῥητον, διὸ ὑμνοῦμέν Σε πιστῶς, ὡς σωτηρίας
ἀπαρχήν, βοῶντές Σοι Θεοτόκε· χαῖρε ἡ σώσουσα πάντας, ἐκ τῶν βελῶν τοῦ
πολεμήτορος.
Οἱ Ἀναβαθμοί· τό α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.
Προκείμενον. Τίμιος
ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ. Στίχ.
Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Εὐαγγέλιον· ἐκ τοῦ κατὰ Λουκᾶν (στ΄ 17-23).
Τῷ καιρῷ ἐκείνῳ ἔστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ, καὶ ὄχλος μαθητῶν Αὐτοῦ,
καὶ πλῆθος πολὺς τοῦ λαοῦ ἀπὸ πάσης Ἰουδαίας καὶ Ἱερουσαλὴμ καὶ τῆς παραλίου
Τύρου καὶ Σιδῶνος, οἱ ἦλθον ἀκοῦσαι Αὐτοῦ καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν, καὶ
οἱ ὀχλούμενοι ὑπὸ πνευμάτων ἀκαθάρτων, καὶ ἐθεραπεύοντο· καὶ πᾶς ὁ ὄχλος ἐζήτει
ἄπτεσθαι Αὐτοῦ, ὅτι δύναμις παρ’ Αὐτοῦ ἐξήρχετο καὶ ἰᾶτο πάντας. Καὶ Αὐτὸς
ἐπάρας τοὺς ὀφθαλμοὺς Αὐτοῦ εἰς τοὺς μαθητὰς Αὐτοῦ, ἔλεγε: Μακάριοι οἱ πτωχοί,
ὅτι ὑμετέρα ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ· μακάριοι οἱ πεινῶντες νῦν ὅτι
χορτασθήσεσθε· μακάριοι οἱ κλαίοντες νῦν, ὅτι γελάσετε· μακάριοί ἐστε, ὅταν
μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι, καὶ ὅταν ἀφορίσωσιν ὑμᾶς καὶ ὀνειδίσωσι καὶ
ἐκβάλωσι τὸ ὄνομα ὑμῶν ὡς πονηρὸν ἕνεκα τοῦ Υἱοῦ τοῦ ἀνθρώπου. Χαίρετε ἐν
ἐκείνη τῇ ἡμέρᾳ καὶ σκιρτήσατε· ἰδοῦ γὰρ ὁ μισθὸς ὑμῶν πολὺς ἐν τῷ οὐρανῷ.
Ὁ Ν᾿ Ψαλμός.
Δόξα. Ταῖς τοῦ σοῦ Ὁσίου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν
ἐγκλημάτων.
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν
ἐγκλημάτων.
Ἰδιόμελον. Ἦχος πλ. β´. Στίχ.: Ἐλεήμον, ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ
κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σο, ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἀγγελικῇ κοσμούμενος ζωή, πνευματικὴ κιθάρα ὤφθης, Ῥωμανὲ πατὴρ ἡμῶν· καὶ
ἐν τῇ δοθείσῃ σοι χάριτι, καλῶς δοξάσας τὸν Κύριον, τοὺς υἱοὺς τῆς Ἐκκλησίας
ἐξεπαίδευσας, ἀσματικῶς ὑμνεῖν, Αὐτοῦ τὴν χρηστότητα. Αὐτῆς ἀξίωσον Ἅγιε, ταῖς
σαῖς παρακλήσεσι, τοὺς τελοῦντας τὴν μνήμην σου.
Εἶτα οἱ Κανόνες· τῆς Θεοτόκου καὶ τοῦ Ἁγίου, οὗ ἡ
ἀκροστιχίς: Μέλπω Ῥωμανόν, τὴν θεηγόρον μοῦσαν. Γερασίμου.
Ὠδή α’. Ἦχος α’. Σοῦ ἡ τροπαιοῦχος δεξιά.
Μνήμην σου τὴν θείαν καὶ λαμπράν, τῶν ἐγκωμίων κοσμῆσαι ταῖς ἄνθεσι, χάριν
μοι πρυτάνευσον, ἐκ τῆς πανσόφου σου γλώσσης θεόπνευστε, Ῥωμανὲ τρισμάκαρ, τῶν
Ἀσωμάτων ἐφάμιλλε.
Ἔρωτος τοῦ θείου τῷ πυρί, ἀναφλεχθεὶς Ῥωμανὲ τὴν διάνοιαν, ἐν τῷ κόσμῳ
ἔλαμψας, ὥσπερ λυχνία πολύφωτος Ὅσιε, τῆς δικαιοσύνης, τὰς φωταυγείας
ἀστράπτουσα.
Λύρα θεοκίνητος ὀφθείς, καὶ παναρμόνιον ὄργανον Πνεύματος, ταῖς μολπαῖς τῶν
λόγων σου, τῆς Ἐκκλησίας φαιδρύνεις τὸ πλήρωμα, ᾄδων τὰς ὑψώσεις, Δαυϊτικῶς τοῦ
Θεοῦ ἡμῶν.
Πᾶσαν τὴν ἀπάτην ἐκφυγών, ἀσκητικῶς τῷ Χριστῷ ἠκολούθησας, ᾧ καὶ πίστει
ἔκραζες· ὄπισθεν Λόγε τῆς Σῆς ὡραιότητος, βαίνων ἀνενδότως, ἀξιωθείην τῆς θέας
Σου.
Θεοτοκίον.
Ὤφθης ἐν ὁράματι Ἁγνή, ὥσπερ λαμπὰς ζωηφόρος καὶ πάμφωτος, καὶ τῇ θείᾳ
αἴγλῃ Σου, τὸν Ῥωμανὸν εὐκλεῆ θεοῤῥήμονα, Κόρη ἀπειργάσω, καὶ ὑμνολόγον
θεόληπτον.
Ὠδή γ’. Ὁ μόνος εἰδώς.
Ῥημάτων σου Πάτερ ἡ μολπή, τὴν τῶν Ἀγγέλων αἴνεσιν, ἐκμιμουμένη πάντας
ἐπτέρωσε, πρὸς ἀναβάσεις ἀΰλου ἔρωτος· οὗ ὀφθεὶς ἀνάπλεως, ἐνθεαστικώτατα, τῆς
Τριάδος τὴν δόξαν ἀνύμνησας.
Ὡς ἄλλος θεόπνευστος Δαυΐδ, τερπνῶς προεμελῴδησας, πρὸ τῆς ἐμψύχου κιβωτοῦ
Ὅσιε, τῆς Ἐκκλησίας τοῦ σὲ δοξάσαντος, ᾧ καὶ ἀνεκραύγαζες· ἅγιος εἶ Κύριε, ὁ
ἀνείκαστος ἐν ἀγαθότητι.
Μαρτύρων τοὺς ἄθλους ἐπαίνων, ἐν θεοφθόγγοις ᾄσμασι, τὰ τῶν Ὁσίων ὕμνησας
τάγματα, ὧν ἀνιχνεύων τὰ κατορθώματα, τῷ σφοδρῷ σου ἔρωτι, ἐπὶ γῆς ὡς Ἄγγελος,
Ῥωμανὲ ἀληθῶς πεπολίτευσαι.
Ἀφθόνως ἐκ θείων θησαυρῶν, τοῖς χείλεσί σου ἔνδοξε, τοῦ Παρακλήτου χάρις
ἐκκέχυται καὶ εὐσεβείας σὲ λύραν ἔμμουσον, ἀληθῶς εἰργάσατο, κόσμον
καταθέλγουσαν τῇ γλυκύτητι πάτερ τῶν λόγων σου.
Θεοτοκίον.
Ναῷ προσεδρεύων ἀκλινῶς, τῆς πεφηνυῖας ἔνδοξε, λαμπρὸν τοῦ Κτίσαντος
ἐνδιαίτημα, τῇ φωταυγείᾳ Αὐτῆς κατηύγασαι, ᾗ καὶ ἀνεκραύγαζες· χαῖρε
Ἀειπάρθενε, οὐρανοῦ τε καὶ γῆς τὸ μεθόριον.
Κάθισμα (ἐκ τοῦ Πολυελέου). Ἦχος πλ. α’. Τόν
Συνάναρχον Λόγον.
Τῇ σοφίᾳ τῇ θείᾳ μυσταγωγούμενος, Ῥωμανὲ θεοφόρε ,ἐν μελιῤῥύτοις φθογγαῖς,
τὰς καρδίας τῶν πιστῶν εὐφραίνεις Ὅσιε, καὶ πρὸς ἀγάπην θεϊκήν, διεγείρεις τὰς
ψυχάς, τῶν πόθων σὲ ἀνυμνούντων, ὡς ἀληθῆ μυστογράφον, καὶ ὑποφήτην θείου
Πνεύματος.
Δόξα. Τό αὐτό. Καί νῦν. Θεοτοκίον.
Τὸν Θεὸν ἀποῤῥήτως κυοφορήσασα, τὴν τῶν ἀνθρώπων οὐσίαν ἐκ τῆς ἀρχαίας
ἀρᾶς, ἐπανήγαγες Ἁγνὴ πρὸς δόξαν ἄῤῥητον, διὸ ὑμνοῦμέν Σε πιστῶς, ὡς σωτηρίας
ἀπαρχήν, βοῶντές Σοι Θεοτόκε· χαῖρε ἡ σώσουσα πάντας, ἐκ τῶν βελῶν τοῦ
πολεμήτορος.
Ὠδή δ’. Ὄρος Σε τῇ χάριτι.
Ὅλος ἐνθεώτατος, ἐδείχθης ἐν ΙΙνεύματι, ἀνακαθάρας σεαυτόν, τῶν ἐπιγείων
μολυσμῶν, σὺ γὰρ ἀνεπτέρωσας, τὸν τῆς καρδίας σου ἔρωτα πάνσοφε, πρὸς ἐποπτείαν
τῶν θείων ἐλλάμψεων.
Νόμοις βιωσάμενος, ὁσίως τοῦ Πνεύματος, ἔμπρακτος γνώμων καὶ κανών, καὶ
ἀπαρχὴ θεοπρεπής, ᾀσμάτων γεγένησαι, ἐν Ἐκκλησία Ὁσίων ὡς γέγραπται, ὡς
ὑπηρέτης τοῦ θείου θελήματος.
Τήξας δι᾿ ἀσκήσεως, σαρκὸς τὴν εὐπάθειαν, τὴν σὴν ψυχὴν καθάπερ γῆν, πίονα
ἔδειξας σοφέ, λαμπρῶς ἀναθάλλουσαν, τῶν θεϊκῶν δωρεῶν τοὺς ἀστάχυας, τῆς
Ἐκκλησίας τὰ τέκνα ἐκτρέφοντας.
Ἦρθης πρὸς τὴν ἄδυτον, αὐγὴν καὶ Τρισήλιον, ἐκ πολιτείας πρακτικῆς, ὡς
ἐραστὴς τῶν ὑπὲρ νοῦν· ἐντεῦθεν τὸ σύντονον, τῶν Ἀσωμάτων, πρὸς ἄϋλον αἴνεσιν,
κατανοήσας ἡμῖν διεπόρθμευσας.
Θεοτοκίον.
Νάμασι Πανύμνητε, τῆς Σῆς ἐπισκέψεως, καταρδευθεὶς θεοπρεπῶς, ὁ θεηγόρος
Ῥωμανός, τῷ κόσμῳ ἀνέβλυσεν, ἀγγελικῆς μελῳδίας τὰ ῥεύματα, τὰς νοουμένας
ἀρούρας εὐφραίνοντα.
Ὠδή ε’. Ὁ φωτίσας τῇ ἐλλάμψει.
Θερμοτάτῃ διανοίᾳ τῷ Χριστῷ προσκολλώμενος, τῆς τοῦ κόσμου συναφείας
σεαυτὸν ἀπεμάκρυνας, καὶ ναὸς Θεοῦ φωτοειδής, ἐγένου θεοφόρε, τῇ καθαρᾷ
πολιτείᾳ σου.
Ἐπτερώθης τῇ ἀγάπῃ τοῦ Σωτῆρος μακάριε, ἐκδημήσας ἐκ τῆς ὕλης, καὶ αὐτὸν
θεασάμενος, ὄμμασι καρδίας νοεροῖς, ὅθεν πανσόφοις ὕμνοις, τὴν τούτου δόξαν
ἀνύμνησας.
Ἡ θεόπνευστός σου γλῶσσα ὥσπερ πλῆκτρον οὐράνιον, τῇ τοῦ Πνεύματος
ἐμπνεύσει, κρουομένη θεόληπτε, τῆς οἰκονομίας τοῦ Χριστοῦ, μυστήριον τὸ μέγα,
ᾠδαῖς ἐνθέοις ἐδόξασε.
Θεοτοκίον.
Γεωργήσασα ἀσπόρως τὸν τροφέα τῆς κτίσεως, ὡς Παράδεισος, εὐώδης Θεοτόκε
Πανύμνητε, ἄρουραν εἰργάσω λογικήν, ᾀσμάτων μελιῤῥύτων, τὸν Ῥωμανὸν τὸν
θεόληπτον.
Ὠδή στ’. Ἐκύκλωσεν ἡμᾶς.
Ὁ βίος σου ταῖς ἀρεταῖς κοσμούμενος, ἐξέλαμψεν ὡς ἥλιος, καὶ τοῖς τῶν
πανσόφων σου ᾠδῶν, Πάτερ ἀπαυγάσμασι κατηύγασε, τοὺς ἐν νυκτί, τῆς ἀμελείας
καθεύδοντας.
Ῥιφθεὶς ὡς Ἡσαΐας θείῳ ἄνθρακι, ἐπισκοπῆς τῆς κρείττονος, τῆς σωματωσάσης
τὸν Θεόν, Τρισαγίων ὑμνῶν ἀνεκήρυξας, ἐπὶ τῆς γῆς, τὴν ἁρμονίαν πατὴρ ἡμῶν.
Ὀσμῆς ζωαρχικῆς πλήρεις ὡράθησαν σοφὲ αἱ σιαγόνες σου, καὶ τὰς διανοίας τῶν
πιστῶν, τῇ διανομῇ τῶν δωρημάτων σου, διαπαντός, εὐφραίνουσι καὶ ἐκτρέφουσι.
Προσκαρτερῶν τῆς Θεομήτορος, Θεόν τε ἱλεούμενος, νηστείαις Ῥωμανὲ καὶ
προσευχαῖς, ὤφθης τῆς Τριάδος ἐνδιαίτημα, προσοικειῶν, ταύτῃ τοὺς σοὶ
προσανέχοντας.
Θεοτοκίον.
Μητέρα Σε Θεοῦ καὶ Κόρην ἄφθορον, καὶ θεῖον συναπτήριον, Ἀγγέλων καὶ
ἀνθρώπων ἐμφανῶς, ὁ κλεινὸς θεράπων Σου Πανάχραντε, ἐπεγνωκώς, τὰ μεγαλεῖα Σου
ὕμνησε.
Κοντάκιον. Ἦχος πλ. δ’. Τῇ Ὑπερμάχῳ.
Ὥσπερ κιθάραν τῆς σοφίας παναρμόνιον καί ὑποφήτην θεοπνεύστων ἀνακρούσεων,
εὐφημοῦμεν Ῥωμανέ σε ἀσμάτων ὕμνοις· ἀλλ’ ὡς φόρμιγξ δωρεῶν τῶν ὑπέρ ἔννοιαν,
πρός ἐγρήγορσιν ἡμᾶς θείαν διέγειρον, τούς βοῶντας σοι, χαίροις Πάτερ θεόληπτε.
Ὁ Οἶκος.
Ἄνωθεν ἐκομίσω, ἐκ χειρῶν τῆς Παρθένου, Ῥωμανὲ τὴν θεόπνευστον χάριν,
ἐντεῦθεν ᾔνεσας μελιχρῶς, τὴν τοῦ Σωτῆρος ἀπόῤῥητον κένωσιν διό σου τὴν
λαμπρότητα, θαυμάζοντες πόθῳ βοῶμεν·
Χαῖρε, δι᾿ οὗ ὁ Χριστὸς ὑμνεῖται·
χαῖρε, δι᾿ οὗ ὁ Σατὰν πατεῖται.
Χαῖρε, ἁρμονίας τῆς ἄνω θησαύρισμα·
χαῖρε, συμφωνίας ἀΰλου ἐναύλισμα.
Χαῖρε, ὄργανον θεόπνευστον ὕμνων τῶν πνευματικῶν·
χαῖρε, στόμα τὸ μελίῤῥυτον λόγων τῶν ᾀσματικῶν.
Χαῖρε, ὅτι ἐδείχθης πνευματέμφορος λύρα·
χαῖρε, ὅτι ἡδύνεις εὐσεβῶν τὴν χορείαν.
Χαῖρε, αὐλὸς τῆς χάριτος εὔσημος·
χαῖρε, μολπὴ τοῦ κρείττονος εὔηχος.
Χαῖρε, λαμπὰς θεαυγὴς Ἐκκλησίας·
χαῖρε, ἀστὴρ παμφαὴς εὐσεβείας.
Χαίροις Πάτερ θεόληπτε.
Συναξάριον.
Τῇ α΄ τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ῥωμανοῦ, τοῦ Ποιητοῦ τῶν
Κοντακίων.
Στίχοι·
Καὶ πρὶν μὲν ὕμνει Ῥωμανὸς Θεὸν Λόγον,
Ὑμνεῖ δὲ καὶ νῦν, ἀλλὰ σὺν τοῖς Ἀγγέλοις.
Αὐτοῦ ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς.
Ἀμήν.
ᾨδὴ ζ΄. Σὲ νοητήν.
Ὀμβροβλυτεῖς, Ῥωμανὲ τοῖς πέρασιν, ἀπὸ χειλέων εὐαγῶν, ὕδωρ τὸ ἁλλόμενον
ἀεί, καὶ τὸν τῆς χρηστότητος, γλυκασμὸν ἐξαίροντα, τῆς ἀγνωσίας τὸν καύσωνα,
τὸν αἰνετὸν μεγαλύνων, Θεὸν καὶ ὑπερένδοξον.
Ὑπεριδών, κοσμικὴν τερπνότητα, ἀγγελικὴν διαγωγήν, σώματι ἐζήλωσας θνητῷ,
ὅθεν πρὸς ἀθάνατον λῆξιν μεταβέβηκας, σὺν Ἀσωμάτοις τερπόμενος, καὶ μεγαλύνων
ἀπαύστως, Θεὸν τὸν ὑπερένδοξον.
Στόμα Θεοῦ, γεγονὼς ἐτράνωσας, τὴν θείαν δόξαν ἐπὶ γῆς, καὶ ἐκ τῶν ῥεόντων
καὶ φθαρτῶν, πρὸς τρυφὴν τὴν ἄῤῥευστον, καὶ ζωὴν τὴν ἄληκτον, τοὺς ἐκβοῶντας
ἐπτέρωσας ὁ αἰνετὸς τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.
Ἄρτος ψυχῶν, καὶ μάννα οὐράνιον, καὶ πῦρ σοφὲ φωτιστικόν, πέλουσιν οἱ λόγοι
σου σαφῶς, ἡμᾶς ἐκκαθαίροντες, καὶ τρέφοντες ἄγουσι, πρὸς φωτισμὸν τὸν
σωτήριον, ὅθεν πιστῶς ἐκτελοῦμεν, τὴν ἱεράν σου πανήγυριν.
Θεοτοκίον.
Νόμῳ φθορᾶς, δουλωθεὶς Πανάμωμε, ἀπεμακρύνθην τοῦ Θεοῦ, σὺ οὖν ἡ τεκοῦσα ἐν
σαρκί, τὸν τοῦ νόμου πάροχον, νόμους ἐγκαινίζοντα, καινοπρεποῦς πολιτεύματος,
πρὸς μεταγνώσεως φέγγος, ὁδήγησόν με καὶ σῶσόν με.
ᾨδὴ η΄. Ἐν καμίνῳ Παῖδες.
Γράμμασι χαράξας ἱεροῖς, ᾀσμάτων οὐρανίων τὴν μέθοδον καὶ τὸν τύπον, δι᾿
αὐτῶν τοὺς εὐσεβεῖς, βοᾶν ἐξεπαίδευσας εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου, τὸν
Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
Ἔπηξας ὡς κλίμακα ζωῆς, τῶν λόγων σου τὰς ὑψώσεις, προθέμενος ὡς βαθμίδας
τῶν πανσόφων σοῦ στροφῶν, τὴν συνθήκην τοῖς κράζουσιν εὐλογεῖτε πάντα τὰ ἔργα
Κυρίου, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
Ῥήσεσι Χριστοῦ ἀκολουθῶν, ἐσκόρπισας τοῖς αἰτοῦσι χαρίτων τῶν ἀθανάτων,
θησαυρὸν τὸν ἀληθῆ, κραυγάζων θεσπέσιε εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου, τὸν
Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον.
Ἀνωτέρα πάσης ὁρατῆς, καὶ ἀοράτου Κόρη, κτίσεως ἀνεδείχθης, σωματώσασα
Χριστόν, τὸν πάντα ποιήσαντα· ὅθεν ἀνωτέραν δεῖξον τὴν ψυχήν μου, τῆς τῶν
γηίνων δόξης, ἕνα σὲ δοξάζω, μόνη δεδοξασμένη.
ᾨδὴ θ΄. Τῦπον τῆς Ἁγνῆς.
Στήλην γεγραμμένην Πνεύματι, τῶν ἱερῶν σου ὕμνων τὴν καλλιέπειαν, τῇ τοῦ
Χριστοῦ, Ἐκκλησία κατέλιπες, καὶ ὡς νύμφην αὐτὴν κατεκόσμησας, ὡς λίθοις
πολυτίμοις, τοῖς μελιχροῖς σου μελῳδήμασιν.
Ἴδες τὴν πηγὴν τῆς χάριτος, τὴν Θεοτόκον Κόρην μυσταγωγοῦσάν σε, καὶ
ποταμόν, νοητὸν σὲ δεικνύουσαν, ὡς ἐν ὕδασι θείοις μεθύσκοντα, ᾀσμάτων
μελῳδίαις, τῆς οἰκουμένης τὰ πληρώματα.
Μίαν ἀληθῶς Θεότητα, ἐν χαρακτῆρσι Πάτερ τρισὶν ἀνύμνησας, τὴν πανσθενῶς,
συγκρατούσαν τὰ σύμπαντα, τρισυπόστατον φύσιν καὶ ἄκτιστον, ᾗ νῦν μετ᾿
εὐφροσύνης, καὶ θυμηδίας προσεχώρησας.
Ὅλος φωταυγὴς γενόμενος, τῇ ἀπροσίτῳ δόξῃ τοῦ Παντοκράτορος, καὶ νοερῶς,
ᾄδων Πάτερ τῷ Κτίσαντι, σὺν Ἀγγέλοις ἀσίγητον αἴνεσιν, τὸν ὕμνον μου προσδέχου,
ὥσπερ θυμίαμα εὐπρόσδεκτον.
Θεοτοκίον.
Ὕψος τοῦ ἀχράντου τόκου Σου, τίς ἐπαξίως ὑμνήσει Θεομακάριστε; Σὺ γὰρ Θεόν,
ὑπὲρ νοῦν σωματώσασα, ἐκ φθορᾶς τοὺς ἀνθρώπους ἀνυψώσας· διὸ κἀμὲ ἐκ λάκκου, τῆς
ἀπωλείας Κόρη ὕψωσον.
Ἐξαποστειλάριον. Ὁ οὐρανὸν τοῖς ἄστροις.
Ῥωμανὸς ὁ θεῖος, καὶ μελῳδὸς ὁ θαυμαστός, ὑμνολογείσθω ἀξίως, οἷα θεράπων
τοῦ Θεοῦ· ὅτι ἡμᾶς ἐκδιδάσκει, ὑμνεῖν Τριάδα Ἁγίαν.
ΕΙΣ ΤΟΥΣ ΑΙΝΟΥΣ. Ἦχος πλ. δ´. Ὢ τοῦ παραδόξου
θαύματος!
Ὢ, τοῦ παραδόξου θαύματος! ἡ Θεοτόκος Ἁγνή, ἐπιστᾶσα κατ᾿ ὄναρ σοι, τῇ τοῦ
τόμου Ἅγιε, ἐπιδόσει σε δείκνυσιν, ὄργανον θεῖον καὶ θεοκίνητον, καὶ ὑμνηπόλον
Πάτερ θεόληπτον, ὅθεν ἐξήγγειλας, ᾄσματα οὐράνια, γλώσσῃ λαμπρῷ, Ῥωμανὲ
μακάριε, Χριστοῦ εἰς αἴνεσιν.
Πάτερ, Ῥωμανὲ θεόπνευστε, τῇ καθαρᾷ σου ζωή, καθαρθεὶς τὴν διάνοιαν, ὑλικῶν
ἐμφάσεων, θείας χάριτος ἔτυχες, καὶ τῷ Σωτῆρι ὁσίως ἔθυσας, θυσίαν θείας ὄντως
αἰνέσεως, ὅθεν συμμέτοχος, τῶν Ἀγγέλων γέγονας, μεθ᾿ ὧν ἀεί, ὕμνον τὸν
τρισάγιον ᾄδεις τῷ Κτίσαντι.
Πάτερ, Ῥωμανὲ μακάριε, τῇ Ἐκκλησίᾳ Χριστοῦ, ὥσπερ κλῆρον οὐράνιον, καὶ
πλοῦτον πολύτιμον, καταλέλοιπας Ὅσιε, τῶν ἡδυφθόγγων ὕμνων καὶ λόγων σου, τὰς
θεογράφους συνθήκας ἔνδοξε· οἷς πλουτιζόμενοι, τῷ νοῒ καρπούμεθα, τὴν ἐξ αὐτῶν,
γνῶσιν θεοδίδακτον, Χριστὸν δοξάζοντες.
Πάτερ, Ῥωμανὲ θεόσοφε, δι᾿ ἐγκρατείας πολλῆς, καὶ συντόνου δεήσεως, καὶ
ἀγρύπνων στάσεων, τῷ Θεῷ εὐηρέστησας· ὅθεν ἐπλήσθης θείων ἐλλάμψεων, καὶ
μετετέθης πρὸς φῶς τὸ ἄδυτον, θέσει θεουμένος, καὶ ἀΰλῳ στόματι ὑμνολογῶν, σὺν
Ἀγγέλων τάξεσι, τὸν πάντων Κύριον.
Δόξα. Ἦχος πλ. α’.
Τῇ θεοφθόγγῳ γλώσσῃ σου, τὴν Ἐκκλησίαν παιδεύεις, θύειν θυσίαν κατὰ Δαβίδ,
θείας αἰνέσεως, τῷ Θεῷ ὅσιε· φωτισθεὶς γὰρ τῷ Πνεύματι, ἃ ἐδέξω ἄνωθεν, πᾶσι
παρέθου σαφῶς πρὸς μετοχὴν ζωῆς τῆς κρείττονος. Καὶ νῦν τὸ γέρας κληρωσάμενος,
τῶν ἀοιδίμων πόνων, Ῥωμανὲ πατὴρ ἡμῶν, πρέσβευε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καί νῦν. Θεοτοκίον.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης
ἀνάγκης καὶ θλίψεως.
Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.
ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ
Τὰ Τυπικά, οἱ Μακαριστοί καὶ ἐκ τοῦ Κανόνος τοῦ Ἁγίου
ἡ γ΄ καὶ στ᾿ ᾠδή.
Ἀπόστολον, ἐκ τῆς πρός Γαλάτας Ἐπιστολῆς Παύλου (Κεφ.
Ε΄, 22- ς´, 2)
Ἀδελφοί, ὁ δὲ καρπὸς τοῦ Πνεύματός ἐστιν ἀγάπη, χαρά, εἰρήνη, μακροθυμία,
χρηστότης, ἀγαθωσύνη, πίστις, πραότης, ἐγκράτεια· κατὰ τῶν τοιούτων οὐκ ἔστι
νόμος. Οἱ δὲ τοῦ Χριστοῦ τὴν σάρκα ἐσταύρωσαν σὺν τοῖς παθήμασι καὶ ταῖς
ἐπιθυμίαις. Εἰ ζῶμεν πνεύματι, πνεύματι καὶ στοιχῶμεν. Μὴ γινώμεθα κενόδοξοι,
ἀλλήλους προκαλούμενοι, ἀλλήλοις φθονοῦντες. Ἀδελφοί, ἐὰν καὶ προληφθῇ ἄνθρωπος
ἔν τινι παραπτώματι, ὑμεῖς οἱ πνευματικοὶ καταρτίζετε τὸν τοιοῦτον ἐν πνεύματι
πραότητος, σκοπῶν σεαυτόν, μὴ καὶ σὺ πειρασθῆς. Ἀλλήλων τὰ βάρη βαστάζετε, καὶ
οὕτως ἀναπληρώσατε τὸν νόμον τοῦ Χριστοῦ.
Εὐαγγέλιον, ἐκ τοῦ κατὰ Ματθαῖον (Κεφ. Ια΄, 27-30).
Εἶπεν ὁ Κύριος τοῖς μαθηταῖς· πάντα μοι παρεδόθη ὑπὸ τοῦ Πατρός μου καὶ
οὐδεὶς ἐπιγινώσκει τὸν Υἱόν, εἰ μὴ ὁ Πατήρ, οὐδὲ τὸν Πατέρα τὶς ἐπιγινώσκει εἰ
μὴ ὁ Υἱὸς καὶ ᾧ ἐὰν βούληται ὁ Υἱὸς ἀποκαλύψαι. Δεῦτε πρός με πάντες οἱ
κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. Ἄρατε τὸν ζυγόν μου ἐφ’ ὑμᾶς
καὶ μάθετε ἀπ᾿ ἐμοῦ, ὅτι πρᾷός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε
ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν. Ὁ γὰρ ζυγός μου χρηστός, καὶ τὸ φορτίον μου ἐλαφρόν
ἐστιν.
Κοινωνικόν. Εἰς
μνημόσυνον αἰώνιον ἔσται δίκαιος. Ἀλληλούϊα.
Μεγαλυνάριον.
Ἄνωθεν τὸ δῶρον ἀπειληφώς, ἐκ τῆς Θεοτόκου, παμμακάριστε Ῥωμανέ, ὑμνήσας
πανσόφως, τὰ θεῖα μεγαλεῖα, κενώσεως τοῦ Λόγου, ὡς ἔμπνουν ὄργανον.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου