Τρίτη 16 Ιουνίου 2015

Ἁγίου ΠΑΡΘΕΝΙΟΥ ἐπ. Ραδοβυζσδίου Ἄρτης



Ἀκολουθία Ἁγίου ΠΑΡΘΕΝΙΟΥ ἐπ. Ραδοβυζσδίου Ἄρτης.
Ψαλλομένη τῇ 21η Ἰουνίου  
Ποίημα Γερασίμου Μοναχοῦ Μικραγιαννανίτου


ΕΣΠΕΡΙΝΟΣ
Μετὰ τὸν Προοιμιακόν τὸ Μακάριος ἀνήρ. Εἰς δὲ τὸ Κύριε ἐκέκραξα ἱστῶμεν στίχους στ΄ καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια.

Ἦχος α΄. Πανεύφημοι Μάρτυρες.
Πάτερ, Παρθένιε ζωήν, ἀγαπήσας ἔνθεον, τῶν ἐντολῶν τοῦ Θεοῦ ἡμῶν, ἐργάτης δόκιμος, ἀληθῶς ἐδείχθης, ἐν ὑστέροις ἔτεσι, καὶ θεῖος Ἱεράρχης γενόμενος, ψήφῳ τῇ κρείττονι, πρακτικώτατος ἐν ἅπασι, τῇ σῇ ποίμνῃ, ὤφθης ὡς θεόληπτος.
Πάτερ, Παρθένιε ψυχῆς, ἀνυψῶν τὴν ἔφεσιν, πρὸς τὰ ἀεὶ διαμένοντα, τὰ ἄνω Ὅσιε, ὁλικῶς ἐπόθεις, καὶ ἔσπευδες κτήσασθαι, τῶν κάτω ὡς φθαρτῶν ἀφιστάμενος· καὶ νῦν τοῦ πόθου σου, εἰληφὼς τὸ πέρας πρέσβευε, Ἱεράρχα, ὑπὲρ τῶν τιμώντων σε.
Πάτερ, Παρθένιε τὴν σήν, Κάραν τὴν σεβάσμιον, ὁ σὸς λαὸς ὡς ἁγίασμα, καὶ θεῖον δώρημα, κεκτημένος ῥῶσιν, ἐξ αὐτῆς καὶ ἔλεος, λαμβάνει τῇ δοθείσῃ σοι χάριτι· πᾶσι παρέχει γὰρ, τοῖς αἰτοῦσιν τὴν βοήθειαν, καὶ ἰᾶται, ἀλόγων νοσημάτων.
Ἕτερα. Ἦχος πλ. δ’. Ὤ τοῦ παραδόξου θαύματος.
Πάτερ, ἱερὲ Παρθένιε, δικαιοσύνης ὁδόν, ἐκ παιδὸς πορευόμενος, τοῖς Χριστοῦ τοῖς ἴχνεσι, θεοφρόνως ἑπόμενος, ἄκακος ὤφθης τοῖς τρόποις, Ὅσιε, εὐθὺς καὶ πρᾶος καὶ πλήρης χάριτος· ὅθεν ἱέρευσας, τῷ Θεῷ ὡς Ἄγγελος, Ἱεραρχῶν, τὴν στολὴν τὴν ἔνθεον, ἀμφιασάμενος.
Πάτερ, παμμάκαρ Παρθένιε, δι’ ἐναρέτου ζωῆς, καὶ πολλῆς ταπεινώσεως, εἰς ὕψος ἀνέδραμες, ἀπαθείας θεόληπτε· ὅθεν ἐδέξω δύναμιν ἄνωθεν, πάθη ἰᾶσθαι ψυχῆς καὶ σώματος, καὶ τὰ νοσήματα, ἐξαιρέτως Ἅγιε τὰ τῶν βοῶν, τῶν προσκαλουμένων σε, ψυχῆς θερμότητι.
Πάτερ, θεόφρον Παρθένιε, ἁγιασμοῦ δωρεάς, καὶ ἰάσεων χάριτας, ἡ ἁγία Κάρα σου, ὡς τοῦ Πνεύματος σκήνωμα, ἀεὶ πηγάζει ἀρωματίζουσα, τοὺς προσιόντας ταύτῃ ἑκάστοτε, καὶ τὰ παθήματα, θεραπεύει πάντοτε τὰ τῶν βοῶν, καὶ ὑγείαν ἄμισθον, νέμει τοῖς θρέμμασι.
Δόξα. Ἦχος πλ. β’.
Σήμερον λαμπρὰ ἐπέφανε, ἡ νεοφανὴς πανήγυρις, τοῦ Ἱεράρχου Παρθενίου, τὴν Ἐκκλησίαν πυρσεύουσα· δεῦτε οὖν τῶν Ὀρθοδόξων αἱ χορεῖαι, πνευματικῶς ἑορτάσωμεν, τούτῳ ἐκβοῶντες· χαίροις τῶν πάλαι Ὁσίων μιμητὴς καὶ ὁμότροπος, θεοφιλέσιν ἔργοις, καὶ τῆς δόξης ἰσότιμος· χαίροις ὁ τῶν θαυμάτων δεξάμενος, τὴν χάριν, καὶ πᾶσι παρέχων, εὐεργεσίας δωρεάς· χαίροις τοῦ πιστοῦ σου λαοῦ, προστάτης θερμότατος, καὶ τῶν ἀλόγων ζώων, ἰατρὸς συμπαθής. Ἀλλ’ ὦ παμμάκαρ Παρθένιε, ἀδιαλείπτως ἱκέτευε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον.
Τίς μὴ μακαρίσει Σε…

Εἴσοδος, Φῶς ἱλαρόν, τὸ Προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα.
Παροιμιῶν τὸ Ἀνάγνωσμα.
Μνήμη δικαίου μετ᾿ ἐγκωμίων, καὶ εὐλογία Κυρίου ἐπὶ κεφαλὴν αὐτοῦ. Μακάριος ἄνθρωπος, ὃς εὗρε σοφίαν, καὶ θνητός, ὃς εἶδε φρόνησιν. Κρεῖσσον γὰρ αὐτὴν ἐμπορεύεσθαι, ἤ χρυσίου καὶ ἀργυρίου θησαυρούς. Τιμιωτέρα δέ ἐστι λίθων πολυτελῶν· οὐκ ἀντιτάσσεται αὐτῇ, οὐδὲν πονηρὸν εὔγνωστός ἐστι πᾶσι τοῖς ἐγγίζουσιν αὐτήν· πᾶν δὲ τίμιον οὐκ ἄξιον αὐτῆς ἐστιν. Ἐκ γὰρ τοῦ στόματος αὐτῆς ἐκπορεύεται δικαιοσύνη, νόμον δὲ καὶ ἔλεον ἐπὶ γλώσσης φορεῖ. Τοιγαροῦν ἀκούσατέ μου, ὦ τέκνα, σεμνὰ γὰρ ἐρῶ. Καὶ μακάριος ἄνθρωπος, ὃς τὰς ἐμὰς ὁδοὺς φυλάξει. Αἱ γὰρ ἔξοδοί μου ἔξοδοι ζωῆς, καὶ ἑτοιμάζεται θέλησις παρὰ Κυρίου. Διὰ τοῦτο παρακαλῶ ὑμᾶς, καὶ προίεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων. Ὅτι ἐγὼ ἡ Σοφία κατεσκεύασα βουλὴν καὶ γνῶσιν καὶ ἔννοιαν, ἐγὼ ἐπεκαλεσάμην. Ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ δὲ ἰσχύς. Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ ζητοῦντες εὑρήσουσι χάριν. Νοήσατε τοίνυν, ἄκακοι, πανουργίαν, οἱ δὲ ἀπαίδευτοι ἔνθεσθε καρδίαν. Εἰσακούσατέ μου καὶ πάλιν, σεμνὰ γὰρ ἐρῶ, καὶ ἀνοίγω ἀπὸ χειλέων ὀρθά. Ὅτι ἀλήθειαν μελετήσει ὁ λάρυγξ μου, ἐβδελυγμένα δὲ ἐναντίον ἐμοῦ χείλη ψευδῆ. Μετὰ δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στόματός μου, οὐδὲν ἐν αὐτοῖς σκολιόν, οὐδὲ στραγγαλιῶδες. Πάντα εὐθέα ἐστὶ τοῖς νοοῦσι, καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν. Διδάσκω γὰρ ὑμῖν ἀληθῆ, ἵνα γένηται ἐν Κυρίῳ ἡ ἐλπὶς ὑμῶν, καὶ πλησθήσεσθε Πνεύματοος.
Παροιμιῶν τὸ Ἀνάγνωσμα (Κεφ. Ι΄ 31).
Στόμα δικαίου ἀποστάζει σοφίαν, γλῶσσα δὲ ἀδίκου ἐξολεῖται. Χείλη ἀνδρῶν δικαίων ἐπίστανται χάριτας, στόμα δὲ ἀσεβῶν καταστρέφεται. Ζυγοὶ δόλιοι, βδέλυγμα ἐνώπιον Κυρίου· στάθμιον δὲ δίκαιον, δεκτὸν αὐτῷ. Οὗ ἐὰν εἰσέλθῃ ὕβρις, ἐκεῖ καὶ ἀτιμία· στόμα δὲ ταπεινῶν μελετᾷ σοφίαν. Τελειότης εὐθέως ὁδηγήσει αὐτούς, καὶ ὑποσκελισμὸς ἀθετούντων προνομεύσει αὐτούς. Οὐκ ὠφελήσει ὑπάρχοντα ἐν ἡμέρᾳ θυμοῦ, δικαιοσύνη δὲ ῥύσεται ἀπὸ θανάτου. Ἀποθανὼν δίκαιος ἔλιπε μετάμελον· πρόχειρος δὲ γίνεται καὶ ἐπίχαρτος ἀσεβῶν ἀπώλεια. Δικαιοσύνη ἀμώμου ὀρθοτομεῖ ὁδούς, ἀσέβεια δὲ περιπίπτει ἀδικίᾳ. Δικαιοσύνη ἀνδρῶν ὀρθῶν ῥύσεται αὐτούς, τῇ δὲ ἀβουλίᾳ ἁλίσκονται παράνομοι. Τελευτήσαντος ἀνδρὸς δικαίου, οὐκ ὄλλυται ἐλπίς· τὸ δὲ καύχημα τῶν ἀσεβῶν ὄλλυται. Δίκαιος ἐκ θήρας ἐκδύνει, ἀντ’ αὐτοῦ δὲ παραδίδοται ὁ ἀσεβής. Ἐν στόματι ἀσεβῶν, παγὶς πολίταις, αἴσθησις δὲ δικαίων, εὔοδος. Ἐν ἀγαθοῖς δικαίων κατώρθωται πόλις, καὶ ἐν ἀπωλείᾳ ἀσεβῶν ἀγαλλίαμα. Ἐν εὐλογίᾳ εὐθέων ὑψωθήσεται πόλις· στόματι δὲ ἀσεβῶν κατασκαφήσεται. Μυκτηρίζει πολίτας ἐνδεὴς φρενῶν, ἀνὴρ δὲ φρόνιμος ἡσυχίαν ἄγει.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. Δ΄. 7-15).
Δίκαιος ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον, οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις· καὶ ἡλικίᾳ γήρως, βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος ἠγαπήθη, καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἤ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ. Βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες, καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Εἰς τὴν Λιτήν. Ἦχος α΄.
Εὐφραίνεται ἐνθέως, ὁ σὸς λαὸς Παρθένιε, πάλαι μὲν θεῖον ποιμένα πλουτήσας σε, νῦν δὲ μεσίτης πρὸς Θεόν, ἔχων ἀξιόθεον· καὶ τὴν ἁγίαν σου Κάραν, ὡς κιβωτὸν ἁγιασμοῦ κεκτημένος, ἁγιασμὸν ψυχῆς καὶ σώματος, καὶ ἴασιν καὶ λύτρωσιν, ἐξ αὐτῆς καρποῦται· ἀνεκφοίτητος γὰρ πέλει, ἐκ ταύτης ἡ χάρις τοῦ Πνεύματος, ἐνεργοῦσα τὰ παράδοξα. Ἀλλ’ ὦ Πάτερ μακάριε, μὴ παύση παρέχειν ἡμῖν τὴν σὴν βοήθειαν, καὶ ἀσινῆ φυλάττειν, τῶν θρεμμάτων ἡμῶν, τὰς ἀγέλας δεόμεθα.
Ἦχος β΄.
Ἱεραρχῶν καινὸν σεμνολόγημα, τῇ τοῦ βίου σεμνότητι, καὶ εὐθύτητι τρόπων, ἀνεδείχθης Παρθένιε. Μακάριος εἶ, ὅτι ἐν νόμῳ Κυρίου, ἡμέρας καὶ νυκτὸς ἐμελέτησας, στοιχειωθεὶς ἀγάπῃ θείᾳ· καὶ ὡς φοίνιξ κατάκαρπος, ἐν ὕδασι τῆς ἐγκρατείας βλαστήσας, τοῖς καρποῖς τῆς πίστεως, τρέφεις ἑκάστοτε, εὐσεβῶν τὴν διάνοιαν.
Ἦχος γ΄.
Ὡς προσφορὰν εὐπρόσδεκτον προσήγαγες, τὰς σὰς ὁσίας πράξεις, τῷ ὑπὲρ ἡμῶν ἐθελούσιως Τυθέντι, Ἱεράρχα Παρθένιε θεολήπτῳ γὰρ φρονήματι, ὡς ξένος τοῦ κόσμου καὶ πάροικος, λαθὼν πάντας ἐβίωσας· καὶ μέσον κόσμου ἀναστραφόμενος, οὐρανόφρων ὤφθης, καὶ πλήρης θείας ἐλλάμψεως, πάσης ὑλικῆς συναφείας νεκρωθείς· ὅθεν τὴν κεκρυμμένην ζωήν σου, ὁ τῶν κρυπτῶν γνώστης καὶ Θεὸς δοξάζων, πᾶσι ἐμφανῆ, τὴν σὴν λαμπρότητα πεποίηκε, μετὰ τὸ ἅγιον τέλος σου, Πάτερ ἁγιώτατε. Ἁγίων γὰρ ἰσότιμον, ἀληθῶς σε ἔδειξε, θαυμάτων ἐνεργείαις, καὶ προστάτην ἑτοιμότατον, τοῖς προσιοῦσι τῇ πρεσβείᾳ σου.
Ἦχος δ΄.
Θεοπρεπὴς ὁ βίος σου, θεοφόρε Παρθένιε, ἀρετῶν ἰδέαις κεκοσμημένος, καὶ μακάριον τὸ τέλος σου, ἁγιοπρεπέσι τιμαῖς δοξασθέν· ὅτι ὡς λειμὼν εὐώδης, ἀνοιγεὶς ὁ τάφος σου ὤφθη, εὐωδίαν γὰρ οὐράνιον, ἐπισκιάσει τοῦ Παρακλήτου, πᾶσι διέπνευσεν, ἐμφαίνουσα ἡμῖν, τὴν σὴν καθαρότητα, δι’ ἧς εὐωδίας Χριστοῦ κατὰ Παῦλον γέγονας· καὶ ὡς μυροθήκη τῆς χάριτος, ἡ σεβασμία Κάρα σου, τοῖς εὐσεβέσι δέδοται, δυσωδίαν παθῶν ἑλαύνουσαν, καὶ παρέχουσα ἀεί, ἰαμάτων δωρήματα.
Δόξα. Ἦχος β΄.
Δαβιτικῶς εὐφράνθητι, ἡ Ἐκκλησία τοῦ Θεοῦ, νέαν πανήγυριν ἄγουσα, εἰς περιποίησιν πιστῶν· ὁ γὰρ ἀληθὴς Κυρίου Ἱεράρχην, ὁ ἡγιασμένος Παρθένιος, τῷ τῆς ἀρετῆς στοιχίσας κανόνι, τὰ πάλαι Ἁγίοις ἱστορούμενα, ἀναντίλεκτα δείκνυσιν. Ἐμφραγήτωσαν τοίνυν τὰ ἀπύλωτα στόματα, τὰ ἀδικίαν λαλήσαντα, κατὰ τῆς θείας γνώσεως· ὅτι Ἰησοῦς Χριστὸς χθὲς καὶ σήμερον, ὁ αὐτὸς καὶ εἰς τοὺς αἰῶνας.
Καὶ νῦν. Θεοτοκίον.
Τὴν πᾶσαν ἐλπίδα μου…

Εἰς τὸν Στίχον. Ἦχος πλ. α’. Χαίροις ἀσκητικῶν.
Χαίροις, ὁ Ἱεράρχης Κυρίου, ὁ κοινωνήσας τῆς Ἁγίων λαμπρότητος, δι’ ἔργων δικαιοσύνης, καὶ ἐναρέτου ζωῆς, καὶ ἠθῶν ἀμέμπτων τῇ σεμνότητι· ἐντεῦθεν ἀνέλαμψας, ὥσπερ ἄστρον νεόφωτον, ἐσχάτοις χρόνοις, καταυγάζων Παρθένιε, θείᾳ χάριτι, εὐσεβῶν τὴν διάνοιαν· ὅθεν τοῦ ὑπὲρ ἔννοιαν, φωτὸς ἐμφορούμενος, λῦσον παθῶν τὴν ὁμίχλην, ταῖς φωτοφόροις πρεσβείαις σου, διδοὺς ἡμῖν πᾶσιν, εὐφροσύνην καὶ εἰρήνην, καὶ θεῖον ἔλεος.
Στ. Οἱ Ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην καὶ οἱ Ὅσιοί Σου ἀγαλλιάσει ἀγαλλιάσονται.
Χαίρει, ἡ κληρουχία ἡ σή, λαμπρυνομένη τῇ δοθείσῃ σοι χάριτι, σὺν ταύτῃ καὶ ἡ πατρίς σου, ἀγαλλιᾶται πιστῶς, ὡς φυτόν σε θεῖον γεωργήσασα· καὶ ἄμφω τὴν μνήμην σου, ἑορτάζουσαι κράζουσι· μὴ διαλίπῃς, Ἱεράρχα Παρθένιε, νέμειν πάντοτε, τὴν θερμήν σου ἀντίληψιν, ἅπασι τοῖς προστρέχουσι, τῇ Κάρᾳ σου Ἅγιε, καὶ ὁλοψύχως ζητοῦσι, τὴν σὴν πρεσβείαν πρὸς Κύριον, ὡς ἄν πολυπλόκων, λυτρωθείημεν κινδύνων, καὶ περιστάσεων.
Στ. Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Δρόσος, ἐξ οὐρανοῦ θαυμαστῶς, ἡνίκα ἤνοικται ὁ τάφος σου Ἅγιε, ὡράθη κατερχομένη, τὴν σὴν ὁσίαν ζωήν, τοῦ Θεοῦ τῶν ὅλων μεγαλύνοντος, ὁσμὴ δὲ οὐράνιος, ἐνεργείᾳ τοῦ Πνεύματος, διεξεχύθῃ, ἐπὶ πᾶσαν Παρθένιε, τὴν κωμόπολιν, τοὺς πιστοὺς κατευφραίνουσα. Ὅθεν τὴν πανσεβάσμιον, γεραίροντες Κάραν σου, πάσης λυτρούμεθα βλάβης, καὶ ἐπηρείας τοῦ ὄφεως, Χριστὸν ἀνυμνοῦντες, τὸν ὑστέροις σε τοῖς χρόνοις, λαμπρῶς δοξάσαντα.
Δόξα. Ἦχος πλ. δ’.
Δεῦτε ἅπαντες πιστοί, αἶνον καινὸν προσοίσωμεν, τῷ νέῳ τοῦ Χριστοῦ Ἱεράρχῃ, Παρθενίῳ τῷ τρισμάκαρι· ἁγιοπρεπῶς γὰρ πεπολίτευται, καὶ τὸν ἐν Ἁγίοις ἀναπαυόμενον Θεόν, ἁγιωσύνης ἐθεράπευσε, πράξεσι σωφρόνως καὶ δικαίως διαγαγῶν, ἧς ἠξίωται ὑπουργίας· ὅθεν ἐν Ἁγίοις γέγονεν ὁ κλῆρος αὐτοῦ καὶ ἀνακεκαλυμμένος τρυφᾷ τῆς θεώσεως, πρεσβεύων ἀπαύστως, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον.
Δέσποινα πρόσδεξαι…

Νῦν ἀπολύεις, Τρισάγιον, Ἀπολυτίκιον. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Ἀμέμπτως ἐβίωσας, ἐν ταπεινώσει πολλῇ, Παρθένιε Ὅσιε, καὶ θεϊκῶν δωρεῶν, ἀξίως μετέσχηκας. Ὅθεν σου τὴν ἁγίαν, προσπτυσσόμενοι Κάραν, λαμβάνομεν θεραπείας, καὶ ψυχῶν σωτηρίαν· διὸ σὲ Ἱεράρχα, ὕμνοις γεραίρομεν.
Ἕτερον. Ἦχος γ΄. Θείας πίστεως.
Νέον καύχημα, τῆς Ἐκκλησίας, ὡς τοῦ Πνεύματος, λαμπρὸν δοχεῖον, ἀνεδείχθης Ἱεράρχα Παρθένιε· τῶν ἀρετῶν γὰρ ἐργάτης γενόμενος, τῆς δωρεᾶς τῶν Ἁγίων ἠξίωσαι· Πάτερ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Θεοτοκίον.
Σὲ τὴν μεσιτεύσασαν…
Ἀπόλυσις.

ΟΡΘΡΟΣ
Μετὰ τὴν α΄ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου, Σωτήρ.
Νεόφωτος ἀστήρ, ἀρετῶν δαδουχίᾳ, ἐφάνης ἀληθῶς, τῇ Χριστοῦ Ἐκκλησίᾳ, Παρθένιε Πατὴρ ἡμῶν, καὶ πιστοὺς κατεφώτισας, ταῖς λαμπρότησι, τῆς σῆς σεμνῆς πολιτείας· δι’ ἧς μέτοχος, τῶν ἀπ’ αἰῶνος Ἁγίων, ἐγένου μακάριε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Κυήσασα Χριστόν, τὸν Δεσπότην τῶν ὅλων, λυτρούμενον ἡμᾶς, δυναστείας τοῦ πλάνου, τὸν νοῦν μου ἐλευθέρωσον, τῆς ἀπάτης τοῦ δράκοντος, καὶ καταύγασον, φωτί με θείῳ Παρθένιε, πορευόμενον, ἐν τῇ ὁμίχλῃ τῆς πλάνης, καὶ σῶσόν με δέομαι.

Μετὰ τὴν β΄ Στιχολογίαν, Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Ὁσίως διέδραμες, τὴν κεκρυμμένην ζωήν, ἁπάντων ἐπ’ ὄψεσιν, ὡς τοῦ Χριστοῦ μαθητής, παμμάκαρ Παρθένιε· ὅθεν τὰς κεκρυμμένας, τοῦ δολίου ἑνέδρας, ἤσχυνας παῤῥησίᾳ, ἀρετῶν συντονίᾳ, διό σε ὁ Δεσπότης λαμπρῶς ἐθαυμάστωσε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ὀρέων ὑπέρτερος, τῶν αἰωνίων Ἁγνή, ὡς ὄρος κατάσκιον, ὡς ὁ Προφήτης φησίν, ἐδείχθης Πανάμωμε· κόσμου ἐκ Σοῦ γὰρ ὤφθη, σαρκωθεὶς ἀποῤῥήτως, λύσας ἀρὰν τὴν πάλαι, ὁ Θεὸς τῶν ἁπάντων· ᾧ πρέσβευε Πανάχραντε, ὑπὲρ ἡμῶν δεόμεθα.

Μετὰ τὸν Πολυέλεον. Ἦχος πλ. δ’. Τὴν Σοφίαν καὶ Λόγον.
Μιμητὴς ἀνεδείχθης ὡς ἀληθῶς, τῶν Ἁγίων Πατέρων βίῳ σεμνῷ· αὐτῶν γὰρ ἐζήλωσας, τῆς ἀγάπης τὸ πλήρωμα, τοὺς φιλόθεους τρόπους, τὰ ἤθη τὰ ἄπλαστα, καὶ τὴν ἐπὶ τὰ κρείττονα, ἀνένδοτον ἔφεσιν· ὅθεν σῦν ἐκεῖνοις, δοξασθεὶς ἐπαξίως, τὴν Κάραν σου δέδωκας, ἰατρεῖον ὡς ἄμισθον, τοῖς σοῖς τέκνοις Παρθένιε, πρεσβεύων ἐκτενῶς τῷ Χριστῷ τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ τὴν ἁγίαν μνήμην σου.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Θησαυρὸς μυστηρίων πνευματικῶν, καὶ θημὼν χαρισμάτων πνευματικῶν, πλήρωμα πληρέστατον, τῆς Πανάγνου ἁγνότητος, θεοειδὲς ταμεῖον, τοῦ πλούτου τῆς χάριτος, ἑκάστῳ κατ’ ἀξίαν, τὰ πρόσφορα νέμουσα, ὤφθης Θεοτόκε, ἐξ ἁγνῶν Σου αἱμάτων, φρικτῶς σωματώσασα, τῶν ἁπάντων τὸν αἴτιον, τὸν Ἀδὰμ διασώζοντα· διὸ τῶν μεγαλείων τῶν Σῶν, ἀνυμνοῦμεν τὴν μεγαλοπρέπειαν, καὶ τὴν κλῆσίν Σου Κόρη, φωνοῦντες σωζόμεθα.

Οἱ Ἀναβαθμοί. Τὸ α΄ ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον. Οἱ Ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην…
Στ. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Εὐαγγέλιον τό τῆς Λειτουργίας τοῦ Ἁγίου Νικολάου.
Ὁ Ν΄ Ψαλμός.
Δόξα. Ταῖς τοῦ Ἱεράρχου…
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου…
Ἰδιόμελον. Ἦχος πλ. δ’. Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός…
Πατέρων ἰσότιμε Παρθένιε Ὅσιε, καὶ ἱερᾶ προσθήκη, τῷ θρόνῳ τῆς μεγαλωσύνης παρεστώς, μὴ παύσῃ περιέπων, καὶ πάσης βλάβης ῥυόμενος, τοὺς ἐτησίοις ᾄσμασι, μακαρίζοντας τὴν μνήμην σου.

Εἶτα οἱ Κανόνες, τῆς Θεοτόκου καὶ τοῦ Ἁγίου, οὗ ἡ ἀκροστιχίς: ᾌδω Ἱεράρχα σοι ὁ σὸς ἱκέτης. Γερασίμου.
ᾨδὴ α΄. Ἦχος πλ. δ’. Ἁρματηλάτην Φαραώ.
Ἀνατολῆς τῆς θεϊκῆς τὴν ἔλλαμψιν, ὑποδεχθεὶς μυστικῶς, ὥσπερ ἑωσφόρος, ἔλλαμψας Παρθένιε, ἐν τῇ σκοτίᾳ Ὅσιε, τοῦ παρόντος αἰῶνος, καταπυρσεύων ἑκάστοτε, τοὺς εἰλικρινῶς προσιόντας σοι.
Διαπρεπὴς καὶ πλήρης θείων πράξεων, ὡς τοῦ Χριστοῦ λειτουργός, ἐν ὑστέροις χρόνοις, πέφηνας Παρθένιε, τοῖς πάλαι ἀμιλλώμενος, θεοφόροις Πατράσι, δι’ ἀρετῶν τελειότητος· ὅθεν σὺν αὐτοῖς τεθαυμάστωσαι.
Ὡς δωρεῶν τῶν θεϊκῶν θησαύρισμα, ἡ θεία Κάρα σου, τοῖς πιστοῖς ἐδόθη, Ἅγιε Παρθένιε, ἁγιασμὸν παρέχουσα, καὶ ἰάματα πλεῖστα, τοῖς προσιοῦσιν ἐκ πίστεως, και βοῶν τὴν βλάβην διώκουσα.
Θεοτοκίον.
Ἱεροτεύκτων αἰνιγμάτων πλήρωμα, καὶ πέρας πάσης Γραφῆς, Κεχαριτωμένη, ὤφθης Παντευλόγητε· τὸν γὰρ ἐν νόμῳ πρότερον, καὶ Προφήταις λαλοῦντα, Θεὸν ἀφράστως ἐκύησας, ἐν τῷ καθ’ ἡμᾶς ὁμοιώματι.

ᾨδὴ γ΄. Ὁ στερεώσας κατ’ ἀρχάς.
Ἐνδεδυμένος ἱερῶς, ἱερωσύνης τὴν χλαῖναν, ὥσπερ θεῖος Ἱεράρχης θεόφρον, ἱεράτευσας Χριστῷ, ἀγγελικῶς Παρθένιε, τὴν νοητὴν ἀκτῖνα, τοῦ Παρακλήτου δεχόμενος.
Ῥήμασι θείων ἐντολῶν, καὶ πρακτικαῖς ὑποθήκαις, τοὺς σοὺς ἄρνας καθ’ ἑκάστην ἐκτρέφων, ὡς ποιμὴν ἀληθινός, Παρθένιε μακάριε, τούτους Χριστῷ προσάγεις, ἔργοις κοιμῶντας τῆς πίστεως.
Ἄνωθεν Πάτερ ὁ Θεός, βροχὴν λεπτὴν ὑετίζων, κομιδῇ τῶν ἱερῶν σου λειψάνων, πᾶσιν ἔδειξε σαφῶς, Παρθένιε τοῦ βίου σου, τὴν κεκρυμμένην χάριν, δι’ ἧς αὐτῷ εὐηρέστησας.
Θεοτοκίον.
Ῥύπων Παρθένε ψυχικῶν, καὶ σαρκικῶν φρονημάτων, καὶ τῶν ἔνδον λογισμῶν τῶν ἀτάκτων, θείᾳ Σου ἐπισκοπῇ, κατεύνασον τὸν τάραχον, καὶ κάθαρόν με ὅλον, καὶ τὴν ζωήν μου βελτίωσον.

Κάθισμα. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.
Ἀκλινῶς τοῖς ἴχνευσιν ἀκολουθήσας, τοῦ Χριστοῦ Παρθένιε, καθηγιάσθης ἱερῶς, ταῖς ἐναρέτοις σου πράξεσι, καὶ τῶν Ἁγίων τῆς δόξης ἠξίωσαι.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ἀπειράνδρως τέξασα τὸν Φωτοδότην, φωταυγεῖς ἑκάστοτε, φωτοκυῆτορ Μαριάμ, τοὺς ἐν αἰνέσι βοῶντας Σοι· χαῖρε Παρθένε φωτὸς οἰκητήριον.

ᾨδὴ δ΄. Σύ μου ἰσχύς.
Χρῖσμα σεπτόν, ὡς καθαρὸς τὴν διάνοιαν, κρίσει θείᾳ, Πάτερ εἰσδεξάμενος, Ἀρχιερεὺς ὤφθης ἱερός, καὶ ἐνθέοις ἔργοις, ἱερωτέραν ἀνέδειξας, στολὴν τὴν ἱεράν σου, ἱερώτατε Πάτερ, ὁλικῶς ἀφορῶν πρὸς τὰ κρείττονα.
Ἀγγελικόν, τρόπον καὶ βίον ἐφάμμιλον, καὶ ἀγάπην, ἔχων ἀνυπόκριτον, ἄκακος πρᾶος καὶ ἱλαρός, ταπεινοφροσύνης, ἐμπρέπων θείοις ὑψώμασιν, ἐδείχθης Ἱεράρχα, ἐν ἐσχάτοις τοῖς χρόνοις τῶν πιστῶν ἐκπαιδεύων τὸ φρόνημα.
Στίφη πιστῶν, περικυκλοῦσι Παρθένιε, ὥσπερ θεῖον, Πάτερ ἱλαστήριον, τὴν ἱερὰν Κάραν σου ἀεί καὶ τῆς σῆς εὐνοίας, τὰς δωρεὰς κομιζόμενοι, φωναὶς χαριστηρίοις, τὸν Δεσπότην ὑμνοῦσιν, τὸν λαμπρῶς σε δοξάσαντα.
Θεοτοκίον.
Ὁ οὐρανός, τῶν οὐρανῶν ὑψηλότερος, ἡ ἁγία Κόρη καὶ ὑπέραγνος, ἡ ἀνατείλασα τῆς ἐν γῇ, τῆς δικαιοσύνης, μορφῇ βροτείᾳ, τὸν Ἥλιον, καταύγασον τὸν νοῦν μου, τῇ ἐν Σοὶ θειαυγείᾳ, καὶ πρὸς φῶς με τὸν ἄδυτον ἴθυνον.

ᾨδὴ ε΄. Ἵνα τί με ἀπώσω;
Ἱερῶς ἐν ἀδύτοις, Πάτερ προσχωρῶν Ἱεράρχης ὡς ἔνθεος, καὶ χερσὶν ἁγίαις, τὴν θυσίαν προσάγων τὴν ἄμωμον, καὶ τελειοτάτην, τῷ δι’ ἡμᾶς Σταυρῷ τυθέντι, ἐδοξάσθης ταῖς θείαις ἐλλάμψεσι.
Ὁμοτρόπως βαδίσας, τοῖς εὐαρεστήσαι Θεῷ τὸ πρότερον, τῆς ζωῆς τὸν τρίβον, Ἱεράρχα θεόφρον Παρθένιε, σὺν αὐτοῖς τῆς ἄνω, κατηξιώθης κληρουχίας, θεωρῶν τοῦ Χριστοῦ τὴν λαμπρότητα.
Σωτηρίαν ἐξαίτει, τὴν κατὰ ψυχὴν καὶ σῶμα Παρθένιε, τοῖς προσπτυσσομένοις, τὴν σεπτὴν καὶ σεβάσμιον Κάραν σου, καὶ τῶν βοσκημάτων, καὶ τῶν βοῶν πᾶσαν ἀγέλην, ἐπευλόγει ἡμῶν τῶν τιμώντων σε.
Θεοτοκίον.
Ὁ συνέχων τὸ σύμπαν, καὶ περικρατῶν ὁρατὰ καὶ ἀόρατα, ἐν ταῖς Σαῖς ἀγκάλαις, συνεσχέθη ὡς νήπιον Ἄχραντε, ἀγκαλῶν ἀρπάζων τοῦ βροτοκτόνου τοὺς ἀνθρώπους, ὡς φιλάνθρωπος φύσει καὶ εὔσπλαγχνος.

ᾨδὴ στ΄. Ἱλάσθητί μοι Σωτήρ.
Σωφρόνως σου τὴν ζωήν, διατέλεσας Παρθένιε, τὸ τέλος τὸ ἐφετόν, εὕρηκας μακάριε, καὶ μέτοχος γέγονας, καὶ συγκληρονόμος, τῶν Ἁγίων τῆς λαμπρότητος.
Ἰάματα δαψιλῇ, Πάτερ ἡ Κάρα σου βρύουσα, τῇ μυστικῇ δωρεᾷ, τοῦ Ἁγίου Πνεύματος, ἰᾶται Παρθένιε, τὰ τῶν βοσκημάτων, χαλεπώτατα νοσήματα.
Κοιμήσας πᾶν τῆς σαρκός, κίνημα Πάτερ Παρθένιε, κεκοίμησαι ἱερῶς, τὸν ὕπνον τὸν τίμιον, καὶ Θεῷ ἀνέδραμες, ἄγρυπνος προστάτης, τῶν τιμῶντών σε δεικνύμενος.
Θεοτοκίον.
Ἐκ τῶν αἱμάτων τῶν Σῶν, σάρκα λαβῶν ὁ ὑπέρθεος, διπλοῦς ὡράθη ἡμῖν, δι’ ἄφατον ἔλεος, καὶ ἔσωσεν ἅπαντας, τοὺς ὁμολογοῦντας, Θεοτόκον Σε Πανάχραντον.

Κοντάκιον. Ἦχος πλ. δ’. Τῇ Ὑπερμάχῳ.
Ὡς Ἱεράρχην τοῦ Σωτῆρος ἐνθεώτατον, καὶ τῶν Ἁγίων μιμητὴν καὶ ἰσοστάσιον, ἀνυμνοῦμέν σε οἱ δοῦλοί σου θεοφόρε· ἀλλ’ ὡς πρέσβυς καὶ μεσίτης πρὸς τὸν Κύριον, καθικέτευε λυτροῦσθαι πάσης θλίψεως, τοὺς βοῶντάς σοι· Χαίροις Πάτερ Παρθένιε.
Ὁ Οἶκος.
Ἄνθρωπος ἀγγελόφρων, ἐγκρατείᾳ συντόνῳ, ἐδείχθης Ἱεράρχα ἐν κόσμῳ, καὶ νῦν σὺν τῶν Ἀγγέλων χοροῖς, τῆς ἰσαγγέλου τιμῆς κατηξίωσαι, πρεσβεύων πρὸς τὸν Κύριον, ὑπὲρ ἡμῶν τῶν σοὶ βοώντων·
Χαῖρε, ὁ γόνος τῆς Θεσσαλίας·
χαῖρε, τὸ κλέος τῆς Ἐκκλησίας.
Χαῖρε, τῶν ἀρχαίων Πατέρων ὁμότροπε·
χαῖρε, τῶν ἐνθέων Ὁσίων ὁμόδοξε.
Χαῖρε, λύχνος ὁ νεόφωτος, Ὀρθοδόξων φωτισμός·
χαῖρε, Ἱεράρχα Ὅσιε, Ἱερέων στολισμός.
Χαῖρε, ὅτι τὰς νόσους τῶν βοῶν διαλύεις·
χαῖρε, ὅτι ὑγείαν τοῖς βοσκήμασι βλύζεις.
Χαῖρε, καινὸν τῆς χάριτος γνώρισμα·
χαῖρε, στεῤῥὸν τῆς πίστεως ἔρεισμα.
Χαῖρε, δι’ οὗ κατῃσχύνθη ὁ δράκων·
χαῖρε, δι’ οὗ ἐγκαυχῶμαι κραυγάζων.
Χαίροις Πάτερ Παρθένιε.

Συναξάριον.
Τῇ ΚΑ' τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Παρθενίου, Ἐπισκόπου Ῥαδοσβυσδίου Ἄρτης, κοιμηθέντος ἐν Κυρίῳ ἐν ἔτει αψοζ΄ (1777).
Στίχοι·
Βίῳ εὐαγεῖ Παρθένιε ἐμπρέψας,
Χάριτος πλείστης πρὸς Θεοῦ ηξιώθης.
Εἰκάδι Παρθενίου κτερέϊξαν ῥεθέα πρώτη.
Ταῖς αὐτοῦ ἁγίαις πρεσβείαις, Χριστέ ὁ Θεὸς, ἐλέησον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ΄. Θεοῦ συγκατάβασιν.
Τοῖς ὄμβροις τῶν πόνων σου, καταρδευόμενος Πάτερ Ὅσιε, ἐγεώργησας πίστει, εὐκληματοῦσα οἷά περ ἄμπελος, τῆς ἀφθαρσίας τὸν βότρυν τὸν πέπειρον, εὐφραίνοντα τὰς ψυχὰς ἡμῶν Παρθένιε.
Ἡ χάρις τοῦ Πνεύματος, κατασκηνώσασα ἐν τῇ Κάρᾳ σου, ταύτην δείκνυσι πᾶσι θεραπευτήριον ἀκεσώδυνον, ἀποσοβοῦσαν ἑκάστοτε Ὅσιε, τὰς τῶν ἀλόγων κτηνῶν, βλάβας καὶ νόσους δεινάς.
Στολαῖς σεμνυνόμενος, ἱεραρχίας ὡς Ἱεράρχης σεπτός, προσεχώρησας χαίρων, πρὸς τὸ ἐσώτερον καταπέτασμα, τῆς οὐρανίου σκηνῆς ἔνθα πάντοτε, τὰς ὑπὲρ νοῦν τελετάς, Πάτερ προσφέρεις Χριστῷ.
Θεοτοκίον.
Γενοῦ μοι Πανάμωμε, καταφυγή τε καὶ τεῖχος ἄῤῥηκτον, ἰδοὺ πάντοθεν Κόρη, ταῖς πυριφλέκτοις βολίσι βάλλει με, ὁ παλαμναῖος ἐχθρὸς πρὸς ἀπώλειαν, ἀλλὰ τῆς τούτου δεινῆς, ῥῦσαι μανίας με.

ᾨδὴ η΄. Τὸν ἐν ὄρει ἁγίῳ.
Γνώμην φέρων θεόφρονα ἐν πᾶσιν, οὐρανόφρων ἐν γῇ, ἱερομύστης ὤφθης, ἱερουργῶν τὰ ἄῤῥητα μυστήρια, καὶ Χριστὸν δοξάζων, Παρθένιε παμμάκαρ, ἀνεπιλήπτῳ βίῳ.
Ἐντολῶν τοῦ Θεοῦ, τὴν ἐργασίαν, ὑπὲρ πᾶσαν σπουδήν, σπουδαίως προτιμήσας, τιμῆς τῆς ἀνωτάτῳ κατηξίωσαι, καὶ ἐν τοῖς Ἁγίοις, ὁμοταγὴς ἐγένου, Παρθένιε παμμάκαρ.
Ῥῦσαι πάσης ἀνάγκης τε καὶ βλάβης, ἱκεσίαις ταὶς σαῖς, τὴν ποίμνην σου θεόφρον, τὴν εὐλαβῶς, γεραίρουραν τὴν μνήμην σου, καὶ καταφιλοῦσαν, πίστει ἀδιστάκτῳ, τὴν ἱεράν σου Κάραν.
Θεοτοκίον.
Ἀνωδύνως τεκοῦσα ὑπὲρ λόγον, τὸν τῶν ὅλων Θεόν, ἐν ὕλῃ τῇ βροτείᾳ, καὶ τὴν ἁγνείαν ἄφθορον τηρήσασα, ῥῦσαί με Παρθένε, φθορᾶς τῆς ἁμαρτίας, καὶ ὀδυνῶν παντοίων.

ᾨδὴ θ΄. Ἐξέστη ἐπὶ τούτῳ.
Στολίσας τὴν ψυχήν σου ταῖς αρεταῖς, ὡς νεκρώσας σαρκὸς τὰ φρονήματα, καὶ τὴν σεπτήν, ἀρχιερωσύνην περιβληθείς, ὡς Ἱεράρχης ὅσιος, καὶ τῇ πολιτείᾳ ἀγγελικός, Ἀγγέλων συμπολίτης, Παρθένιε ἐδείχθης, καλῶς τελέσας τὸν ἀγῶνά σου.
Ἰδόντες σου τὰ λείψανα τὰ σεπτά, πλήρης χάριτος θείας Παρθένιε, πίστει θερμῇ, ταῦτα ἀνεκόμισαν εὐλαβῶς, ἀπὸ τοῦ τάφου Ὅσιε, δόξαν ἀναπέμποντες τῷ Θεῷ, τῷ σὲ δεδοξασμένον, ἐν τοῖς ἐσχάτοις χρόνοις, κρίσει δικαίῳ ἀναδείξαντι.
Μεθέξει ἐπιλάμψεως τριλαμποῦς, ἐν ὑψίστοις θεούμενος Ἅγιε, τοῖς ἐπὶ γῆς, δέδωκας τὴν Κάραν σου τὴν σεπτήν, ὡς κλῆρον ἀναφαίρετον, τῇ κληρονομίᾳ σου ἀληθῶς, διώκουσαν ἀπαύστως, βοῶν τὰς ἀσθενείας, καὶ πᾶσαν βλάβην ἀφανίζουσαν.
Οὐράνιον πολίτευμα ἐσχηκώς, μετὰ τέλος τῶν τῇδε Παρθένιε, ἀεὶ τρυφᾶς, τῆς ἀτελευτήτου Πάτερ ζωῆς, ἀλλὰ μὴ παύση Ὅσιε, σκέπων καὶ φυλάττων πάσης ὀργῆς, τὴν ποίμνην σου θεόφρον, ὁμοῦ σὺν τῆ πατρίδι, καὶ τὴν Ἑλλάδα πᾶσαν πάντοτε.
Θεοτοκίον.
Ὑφάνασα τῷ πάντων Δημιουργῷ, ἐξ ἁγνῶν αἱμάτων Ὑπέραγνε, τὸ τῆς σαρκός, θεῖον περιβόλαιον ὑπὲρ νοῦν ἐπένδυσον χιτῶνά με, τὸν τῆς ἀπαθείας δι’ ἀρετῆς, τὸν σάκκον τῶν παθῶν μου, ῥηγνύουσα Παρθένε, τῇ ἐνεργείᾳ τῆς σῆς χάριτος.

Ἐξαποστειλάριον. Τοῖς Μαθηταῖς συνέλθωμεν.
Θεοπρεπῶς ἐβίωσας, ἐν ἁπλότητι πάσῃ, καὶ ἐγκρατείᾳ Ἅγιε, καὶ πολλῇ ταπεινώσει, καὶ τὸν Θεὸν θεραπεύσας, ἐναρέτοις σου ἔργοις, ὡς Ἱεράρχης ὅσιος, καὶ πιστὸς οἰκονόμος τῶν ἱερῶν, Μυστηρίων σύσκηνος ἀνεδείχθης, Παρθένιε μακάριε, τοῦ χοροῦ τῶν Ἁγίων.
Ἕτερον. Γυναῖκες ἀκουτίσθητε.
Τῇ δωρεᾷ τοῦ Πνεύματος, ἡ σεβασμία Κάρα σου, δεδοξασμένη ὁρᾶται, Παρθένιε Ἱεράρχα, καὶ ἐνεργοῦσα πάντοτε, τοῖς θαύμασι μακάριε, τὰ χαλεπὰ νοσήματα, τῶν βοσκημάτων ἰᾶται, εἰς αἴνεσιν τοῦ Κυρίου.
Θεοτοκίον.
Τὴν κραταιὰν πρεσβείαν Σου, καὶ μητρικήν Σου δέησιν, πρὸς τὸν ἐκ Σοῦ γεννηθέντα, ὑπὲρ ἡμῶν Θεοτόκε, καταφυγὴν καὶ δύναμιν, καὶ μέγα ἱλαστήριον, κατέχοντες ῥυόμεθα, ἐπινοιῶν τοῦ Βελίαρ, ὕμνον Σου ᾄδοντες θεῖον.

Αἶνοι. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Τὸν μιμητὴν τῶν Ὁσίων καὶ ὁμοιότροπον, τὸν λειτουργὸν Κυρίου καὶ σεπτὸν ὑπηρέτην, Παρθένιον τὸν θεῖον πάντες πιστοί, συνελθόντες τιμήσωμεν, καὶ πρὸς αὐτὸν ἐκβοήσωμεν ἱερῶς· Χαίροις Πάτερ ἱερώτατε.
Τὴν καθαρὰν βιοτήν σου καὶ ἀκηλίδωτον, ἥνπερ λαβὼν ἐβίους, ἐν κρυπτῷ Ἱεράρχα, ὁρῶν ὁ τῶν κρυφίων γνώστης Χριστός, φανερῶς ἐθαυμάστωσε, καὶ ἐμφανῆ σε ἀστέρα τῇ Ἑαυτοῦ, Ἐκκλησίᾳ Πάτερ ἔδειξε.
Ἀπ’ οὐρανοῦ σὲ δοξάζων Χριστὸς Παρθένιε, βροχὴν λεπτὴν ὀμβρίζει, ὁπηνίκα ἠνοίγη, ὁ τάφος σου εἰς ἔκπληξιν τῶν πιστῶν, εὐωδία δὲ ἄῤῥητος, διεξεχύθη εἰς πᾶν τὸ Βελεντζικόν, μαρτυροῦσά σου τὴν εὔκλειαν.
Βελεντζικὸν ἑορτάζει λαμπρῶς τὴν μνήμην σου, καὶ τὴν σεπτήν σου Κάραν, θησαυρὸν κεκτημένον, καλεῖ πρὸς εὐφροσύνην πνευματικήν, τὴν πατρίδα σου Ἅγιε. Ἀλλ’ ἀμφοτέροις καὶ πᾶσι πιστοῖς, ἀεὶ δίδου Ἅγιε βοήθειαν.
Δόξα. Ἦχος πλ. α’.
Σήμερον ὁ θεοφόρος Παρθένιος, ὁ ἀληθὴς Χριστοῦ μυσταγωγός, πρὸς μυστικὴν ἑστίασιν, ἡμᾶς συγκαλεῖται· τρυφήσωμεν ἅπαντες, οἱ τῷ πνεύματι πένητες, ἐκ ὧν ἡτοίμασεν ἡμῖν χαρίτων· ἑνὶ ἑκάστῳ γὰρ παρέχει, τῷ καθ’ ἑαυτὸν ὑποδείγματι, τὰς ἀφορμὰς πρὸς σωτηρίαν, καὶ πάντας μυσταγωγεῖ, τὴν πρὸς Θεὸν ἀνάβασιν· ὅθεν τὴν σεβάσμιον αὐτοῦ Κάραν, περιπτυσσόμενοι βοήσωμεν· Ἱεράρχα Παρθένιε, τὰς τῶν θρεμμάτων ἡμῶν ἀγέλας φύλαττε, καὶ σκέπε ἡμᾶς πάσης ἐναντιότητος.
Καὶ νῦν. Θεοτοκίον.
Μακαρίζομέν Σε, Θεοτόκε Παρθένε…

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

Εἰς τὴν Λειτουργίαν.
Τὰ Τυπικά, οἱ Μακαρισμοί καί ἐκ τοῦ Κανόνος τοῦ Ἁγίου ἡ γ’ καί στ’ Ὠδή.
Ἀπόστολος καὶ Εὐαγγέλιον τοῦ Ἁγίου Σπυρίδωνος.
Κοινωνικόν. Εἰς μνημόσυνον αἰώνιον…
Μεγαλυνάρια.
Τῶν Ἀρχιερέων νέος λαμπτήρ, καὶ τῆς Ἐκκλησίας ἑωσφόρος νεοφανής, ὤφθης Ἱεράρχα, Παρθένιε παμμάκαρ, ἀμέμπτῳ πολιτείᾳ, διὸ τιμῶμέν σε.
Χάριν ἀναβλύζουσα μυστικῶς, ἡ σεπτή σου Κάρα ἁγιάζει πάντα πιστόν, καὶ τῶν βουκολίων, τὰς νόσους θεραπεύει, τῇ σοὶ δοθείσῃ Πάτερ, δυνάμει ἄνωθεν.
Φύλαττε τὴν κώμην Βελεντζικοῦ, καὶ τὴν σὴν πατρίδα, ἀπὸ πάσης Πάτερ ὀργῆς, καὶ τοῖς προσκυνοῦσι, τὴν Κάραν σου τὴν θείαν, Παρθένιε ἐξαίτει τὸ θεῖον ἔλεος.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου