Τρίτη 16 Ιουνίου 2015

149.Ὁσίου ΓΕΩΡΓΙΟΥ τοῦ Ἀρσελαΐτου



Άκολουθία Ὁσίου ΓΕΩΡΓΙΟΥ τοῦ Ἀρσελαΐτου.
Ψαλλομένη τῇ 11η Μαρτίου
Ποίημα Γεωργίου Γαλανόπουλου


ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ
Εἰς τό Κύριε ἐκέκραξα ἱστῶμεν στίχους δ΄ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια.
Ἦχος α΄. Πανεύφημοι Μάρτυρες.
Νηστείας περίοδον πιστοί, χαίροντες ἀνύσωμεν, καὶ τὸ λοιπὸν μιμησώμεθα, πρὸς θείαν μέθεξιν, νηστευτὰς Πατέρας, ἐν οἷς καὶ Γρηγόριος, οἰκήτωρ Ἀρσελᾶ νῦν καθίσματος, Σινὰ ἀγλάϊσμα, ὁ περίδοξος τοῖς θαύμασι, ἐν νηστείᾳ καὶ εὐχῇ πολιτευσάμενος.

Τὸν θεῖον ἐν πάσαις ἀρεταῖς, Ὅσιον Γεώργιον, τοῦ Ἀρσελᾶ τὸν οἰκήτορα, ᾠδαῖς τιμήσωμεν, ὅτι ἐν νηστείᾳ, τὴν σάρκα ὑπέταξεν, ψυχὴν τῇ προσευχῇ ἀπεκάθηρεν, καὶ δοῦλος γέγονεν, οὐ παθῶν κατατροπούμενος, τὸν Βελίαρ, ἀλλὰ Χριστοῦ γνήσιος.

Ἐν πόνοις ἀσκήσεως πολλοῖς, καὶ ἱδρῶσιν Ὅσιε, καὶ δακρυῤῥόοι δεήσεσι, Σινὰ τὴν ἔρημον, ἀρεταῖς φυτεύσας, σπόρον ἐγεώργησας, καὶ εὔκαρπον ψυχήν σου παρέδωκας, Χριστῷ Νυμφίῳ σου, ὡς θυσίαν ὑπεράμωμον, ὃν δυσώπει ὑπὲρ τῶν τιμώντων σε.

Βιώσας ὡς ἄσαρκος σοφέ, ἔνθεε Γεώργιε, ἐν ἀγρυπνίαις ἱλέωσας, Θεὸν παντάνακτα, καὶ ἐν χαμευνίαις, μισάνθρωπον ἤσχυνας, Ἀγγέλους ὑμνῳδίαις μιμούμενος, μεθ’ ὧν παρίστασαι, νῦν Ἁγίοις αὐλιζόμενος, καὶ πρεσβεύεις ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Δόξα. Τριαδικόν.
Τριάδα ἀχώριστον πιστοί, πάντες προσκυνήσωμεν, Πατέρα Λόγον σὺν Πνεύματι, καὶ ταύτης ᾄσμασι, σὺν ψαλμοῖς τὸ κράτος, ἀνυμνολογήσωμεν, καὶ δόξαν ἣν οἱ Ἄγγελοι ᾄδουσι, λύσιν αἰτούμενοι, ὀφλημάτων καὶ τὸ ἄμετρον, θεῖον ταύτης καὶ πλούσιον ἔλεος.

Καὶ νῦν. Θεοτοκίον.
Τὴν βάτον ἣν εἶδεν Μωϋσῆς, ἐν Σιναίῳ ἅπαντες, φλογιζομένην καὶ μείνασαν, ὡς ἀκατάγλεκτον, θεοτέρποις ὕμνοις, Δέσποιναν ὑμνήσωμεν, τὴν μόνην ἀειπάρθενον τέξασαν, Θεὸν ἀχώρητον, ἐν γαστρὶ δ΄ αὐτῆς χωρήσαντα, ᾧ πρεσβεύει ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Τόπον τοῦ Ἀρσελᾶ, ἄνυδρον ἡρετήσω, Γεώργιε καμάτοις, καὶ θρήνοις δακρυῤῥόοις, ἐνθέως ἐγεώργησας.

Στ. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον, ἐν ταῖς ἐντολαῖς Αὐτοῦ θελήσει σφόδρα.
Ἅπασαν ἀρετήν, ἀπέκτησας ἱδρῶσι, καὶ πόνοις ἐν ἐρήμοις, Γεώργιε Πατέρων, Σινὰ τὸ θεῖον καύχημα.

Στ. Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Φάλαγγας τοῦ ἐχθροῦ, ἀπήλασας ἀγῶσιν, ἀσκητικοῖς σου μάκαρ, καὶ στέφανον τῆς δόξης, παρὰ Χριστοῦ ἀπείληφας.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ἄνασσα Μαριάμ, ἡ χαρμονὴ Ἀγγέλων, ὁ ἔπαινος Ὁσίων, ὑπὲρ τῶν Σὲ ὑμνούντων, Υἱῷ Σου παρακλήθητι.

Νῦν ἀπολύεις, Τρισάγιον, Ἀπολυτίκιον. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Γέωργιον μέλψωμεν Ἀρσελαΐτην πιστοί, ὁσίως βιώσαντα ἐν χερσονήσῳ Σινά, παννύχοις δεήσεσιν, Κύριον καὶ Δεσπότην, ἐν δακρύοις καμάτοις, ἅμα τε καὶ νηστείαις, ἐργασάμενον πίστει, διὸ νῦν ὡς πρέσβυν αὐτόν, πάντες κεκτήμεθα.
Δόξα. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Τῆς ἐρήμου τὸ θρέμμα Ἀρσελᾶ τὸν οἰκήτορα, καὶ Σινὰ Πατέρων τὸ κλέος, ἐν ᾠδαῖς εὐφημήσωμεν, Γεώργιον τὸν θεῖον ἀσκητήν, ἰσάγγελον καὶ πάνυ νηστευτήν, τὸν τελέσαντα τὸν βίον ἐν προσευχαῖς, καὶ ἀρεταῖς κραυγάζοντες· δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ θαυμαστώσαντι, δόξα τῷ δωρησαμένῳ σε ἡμῖν πρέσβυν θερμότατον.
Καὶ νῦν. Θεοτοκίον.
Τοῦ Γαβριὴλ φθεγξαμένου Σοι Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν Σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ. Ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην Σου. Δόξα τῷ ἐνοικήσαντι ἐν Σοί· δόξα τῷ προελθόντι ἐκ Σοῦ· δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου Σου.

Ἀπόλυσις.

ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ
Εὐλογήσαντος τοῦ Ἱερέως ὁ Προοιμιακός καὶ τό  Μακάριος ἀνήρ. Εἰς δὲ τό Κύριε ἐκέκραξα ἱστῶμεν στίχους στ΄ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσι.
Ἐν ᾠδαῖς μεγαλύνωμεν, καὶ ἐν ᾄσμασι μέλψωμεν, Ἀρσελᾶ οἰκήτορα τοῦ καθίσματος, τὸν ὁσιότητι λάμψαντα, Γεώργιον ἔνθεον, φωτοφόρον ἀρεταῖς, καὶ ἱδρῶσιν ἀσκήσεως, τὸν συντρίψαντα, τὰς παγίδας Βελίαρ ὡς ἀράχνην, καὶ οἰκοῦντα νῦν εἰς ἄνω, τοῦ Παραδείσου σκηνώματα.

Ἐγκρατείᾳ τὸν βίον σου, ἐν νηστείαις διήνυσας, ἐν σκληρᾷ ἀσκήσει καὶ ἐν δεήσεσιν, ῥοαῖς δακρύων γῆν ἄγονον, βραχώδη καὶ ἄνυδρον, γεωργῶν νυχθημερόν, τοῦ Σινὰ ἄχρι τέλος σου, καὶ νῦν πρέσβευε, τῷ Δεσπότῃ τῶν ὅλων ὑπὲρ πάντων, τῶν τιμώντων σου τὴν μνήμνην, Ἀρσελάϊτα Γεώργιε.

Τὰ τοῦ κόσμου ὡς σκύβαλα, ἡγησάμενος Ὅσιε, ὡς ἡδέα πάντα ψυχῆς προέκρινας, δουλαγωγήσας τὸ σῶμά σου, νηστείαις Γεώργιε, ἀγρυπνίαις προσευχαῖς, καὶ Σατᾶν ἀπεδίωξας, τὸν μισόκαλον, τῷ Χριστῷ προσενέγκας τὸν καρπόν σου, ὡς θυμίαμα θυσίας, τῶν ἐναρέτων σου πράξεων.

Τὸν σταυρόν σου ἀράμενος, τῷ Χριστῷ ἠκολούθησας, καὶ Σιναίῳ ὄρει θείῳ κατώκησας, τοῦ Ἀρσελᾶ ἐκγκαλώπισας, βαθύτατον ἔρημον, γῆν τε ἄνυδρον σοφέ, ἀρεταῖς θεοδέκτοις σου, ταπεινούμενος, καὶ ὑψούμενος ἄνω νῦν ἐν πόλῳ, αὐλιζόμενος Ἁγίοις, καὶ Ἀσωμάτοις Γεώργιε.

Ἐθαυμάστωσεν Ὅσιε, ζῶντα ἔτι ὁ Κύριος, ὅνπερ ἐκ νεότητος ἠκολούθησας, σοῦ γὰρ θερμῶς ἐκζητήσαντος, ἀνέβλυσεν ἔλαιον, καὶ ἐπλήρωσεν εὐθύς, πίθον ἕνα τὸν πλήσαντα, ὡς πηγὴν καὶ τοὺς ἄλλους, μαθητὴν δέ, ὃν ἐνέκρωσεν ὁ ὄφις, αὖθις εὐχῇ σου ἀνέστησας.

Ἐν σημείοις καὶ τέρασιν, ἐγνωρίσθης Γεώργιε, ὅ,τι Θεοῦ ἄνθρωπος ἦσθα Ὅσιε, Χριστῷ δουλεύσας ὡς γνήσιος, Αὐτοῦ δοῦλος πάντοτε, γεωργήσας ἀρετάς, νουθετήσας προστρέχοντας, προσευχόμενος, καὶ ἐν πλήρει ἀγάπῃ ταπεινώσει, τὸ ὑπήκοον τηρήσας, εἰς οὐρανοὺς μεταβέβηκας.

Δόξα. Ἦχος πλ. β΄.
Δεῦτε πιστοί, τῶν Σιναϊτῶν ἡ ὁμήγυρις, τιμήσωμεν ἐν ὕμνοις καὶ θεοτέρποις ᾄσμασι, τὴν μνήμην Γεωργίου τοῦ παμμάκαρος. Οὗτος γάρ, ἐν Ἀρσελᾶ τοῖς τόποις, ἀόκνως ἐργασάμενος, ταῖς ἀρεταῖς καλῶς ἐγεώργησεν, καθηράμενος τὸν νοῦν, τοῖς πόνοις τῆς ἐγκρατείας. Καὶ ὁσίως ἐκλάμψας, ἐν πάσῃ ταπεινώσει, ὑπακοῇ καὶ πρᾳότητι, ἐγκαρτερῶν νυχθημερὸν τῇ προσευχῇ, ἅμα τε τῇ αὐστηροτάτῃ νηστείᾳ, τὸν βίον ἀπέλιπεν. Καὶ νῦν, εἰς τὰ θεῖα τῆς δόξης σκηνώματα, περιπολεύων τῷ θρόνῳ τῆς Τρισηλίου Θεότητος, καθικετεύει ὑπὲρ ἡμῶν ἀδιαλείπτως, τὴν πανάγαθον Τριάδα, δωρηθῆναι πᾶσι τὸ μέγα ἔλεος.

Θεοτοκίον.
Τίς μὴ μακαρίσει Σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει Σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτός ἐκ Σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἴσοδος, Φῶς ἱλαρόν, Προκείμενον τῆς ἡμέρας, Ἀναγνώσματα.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. γ' 1).
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καί γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καί ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. ζ′.7).
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.  

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. ε' 15).
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα, δικαιοσύνην· καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας· πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται· καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ’ αὐτῶν ὕδωρ θαλάσσης· ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν βασιλεῖς, καὶ σύνετε· μάθετε δικασταὶ περάτων γῆς. Ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν· ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.

Εἰς τήν Λιτήν. Ἦχος α΄.
Ἀγάλλου ἐν Κυρίῳ, Σινὰ τὸ θεοδάβιστον ὄρος, καὶ σκιρτάτω Πατέρων ἡ πληθύς, ἐπὶ τῇ θείᾳ μνήμῃ σήμερον, Γεωργίου τοῦ Ὁσίου. Οὗτος γάρ, ἐν Ἀρσελᾷ διέλαμψεν, τὸν ἀπαράκλητον τόπον, ἐν νηστείαις καὶ δεήσεσιν, τὸν Θεὸν νυχθημερὸν ἱλασκόμενος. Καὶ τὰ πάθη καθηράμενος, ὡς ἄσαρκος ἐβίωσε, γεωργήσας ταῖς ῥοαῖς τῶν δακρύων του, περιχαρῶς ἁπάσας τὰς ἀρετάς. Νῦν δέ, ἐν οὐρανοῖς παριστάμενος, τῷ θρόνῳ τῆς θείας μεγαλωσύνης, ὑπὲρ τῶν τιμώντων τὴν μνήμην του, καθικετεύει τῷ Κυρίῳ, δωρηθῆναι πᾶσι, τὸ μέγα ἔλεος.

Ἦχος β΄.
Δεῦτε Σιναϊτῶν ἡ ὁμήγυρις, καταστέψωμεν θείοις ὕμνοις, ὃν ἔστεψεν ὁ πανοικτίρμων Θεός, ἀμαραντίνῳ στεφάνῳ. Ὅ,τι ὡς ὁ Δαβὶδ ὁ ψᾳλμωδός, ὁ ἐν Ψαλμοῖς φωνήσας, δίκαιος ὡς φοίνιξ ἀνθήσει, ἐξήνθησεν ἐν τῇ ἐρήμῳ, ἐν ᾗ ἐβάδισαν τῶν Προφητῶν οἱ πόδες, Μωϋσέως τε καὶ Ἠλιοῦ, ὁ θεῖος οὗτος Γεώργιος, πλήρης ἀγάπης καὶ δικαιοσύνης, προσευχῆς καὶ νηστείας, ὑπακοῆς καὶ ταπεινώσεως ἄνθρωπος, βιώσας ὡς ἰσάγγελος. Αὐτῷ οὖν φιλέορτοι βοήσωμεν· πρέσβευε Ἅγιε, τῷ  ἀθλοθέτῃ Δεσπότῃ, καὶ Σωτῆρι Λυτρωτῇ, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Ἦχος γ΄.
Ἐν τῷ καιρῷ τῆς νηστείας, καὶ τῷ σταδίῳ τῶν ἀρετῶν, ἐξέλαμψε σήμερον, ἡ θεία μνήμη τοῦ Ἀρσελαΐτου Ὁσίου, Γεωργίου τοῦ θεόφρονος. Αὕτη νῦν προτρέπει ἡμᾶς, εἰς ἐκκοπὴν τοῦ ἰδίου θελήματος, τῶν ψυχοκτόνων παθῶν, καὶ τῆς σωματικῆς ὀκνηρίας, ἵνα ἀξιωθῶμεν προφθᾶσαι, τὰ πάνσεπτα πάθη, προσκυνοῦντες ἐν πίστει, τὸν ζωηφόρον Σταυρὸν τοῦ Χριστοῦ, καὶ καταντήσωμεν εἰς τὴν τριήμερον Αὐτοῦ, καὶ λαμπρὰν Ἀνάστασιν.

Ἦχος δ΄.
Τίς σου τὰ θαυμάσια Γεώργιε ἐξυμνήσειε; Τίς σου τὰς ἀρετάς, τρισμάκαρ ἐπαινέσειε; ἢ τίς σου τόν βίον κοσμήσειε Ὅσιε ἄνθεσιν; Μηδεὶς ἡμῶν ἀξίως ταῦτα τολμᾶ, ἄνευ τῆς τοῦ Παναγίου Πνεύματος δωρεᾶς, καὶ τῆς σῆς ἐπικουρίας Ἅγιε. Ὅ,τι ἀξίως πολιτευσάμενος, καὶ καθηράμενος τὸν νοῦν, ἐθησαύρισας ἐν τῇ ψυχῇ σου, τὸν πλοῦτον τῶν θείων ἀρετῶν, δι’ ὑπακοῆς καὶ ταπεινώσεως, τὸ ἔτι ζῶν θαυματουργεῖν, δι’ ἀδιαλλείπτου προσευχῆς, καὶ ὑπερμέτρου νηστείας, τὸ φυγαδεύειν τῶν δαιμόνων τὰς φάλαγγας, δι’ ἀνυποκρίτου δ’ ἀγάπης, καὶ ἀκριβοῦς δικαιοσύνης, τὴν μετὰ τέλος, παρὰ Χριστοῦ ἁγιότητα. Ὅθεν δίδου, τοῖς τιμῶσί σου τὴν θείαν μνήμην, εὐχαῖς σου εὐπροσδέκτοις, πρὸς τὸν Νυμφίον σου Χριστόν, τῶν πταισμάτων τὴν ἄφεσιν, καὶ σωτηρίαν τῶν ψυχῶν ἡμῶν.

Δόξα. Ἦχος πλ. δ΄.
Δεῦτε, τῶν Σιναΐτῶν Πατέρων ἡ λαμπρὰ ὁμήγυρις, καὶ τῶν φιλεόρτων τὰ συστήματα, συνελθόντες ἐν πίστει, τιμήσωμεν ἐν ὕμνοις καὶ ᾠδαῖς, τὸν τοῦ Χριστοῦ γνησιότατον φίλον καὶ θεράποντα, Γεώργιον τὸν Ἀρσελαΐτην. Οὗτος γάρ, ἐβίωσεν ὥσπερ ἄσαρκος, σάρκα φορῶν καὶ τῷ κόσμῳ οἰκῶν, ὅ,τι προέκρινεν ἐπιμελῶς, ὑποτάξας τὴν σάρκα τῷ πνεύματι, καὶ δουλαγωγήσας αὐτὴν ἐν σκληροτάτῃ ἀσκήσει, πάντα δὲ τά τοῦ κόσμου τερπνὰ καὶ ἡδέα, ἔλιπεν, ὡς σκύβαλα ταῦτα λογισάμενος. Διὸ καὶ ὁ Θεὸς ἠξίωσεν ἐν θαύμασιν, ἔτι ζῶντα καὶ ἀνήρπασεν νεφέλη ἐν σώματι, ἀπὸ Σινὰ μέχρις Ἱερουσαλήμ, ἐπιποθῶν κοινωνῆσαι τῇ ἡμέρᾳ τοῦ Πάσχα, Χριστοῦ τῶν Ἀχράντων Μυστηρίων, ἐν τῷ Ναῷ τῆς Αὐτοῦ Ἀναστάσεως, ἐπαναγαγὼν αὖθις τοῦτον. Καὶ τὸ πέρας τοῦ βίου του προγνούς, ἔγραψεν τῷ Πατριάρχῃ Πέτρῳ, συγχώρησιν αἰτήσασθαι, ἵνα τὴν λύπην τούτου μεταβάλλῃ, ὅ,τι μεθ’ ἑξάμηνον ἀμφότεροι, ἀσπάσασθαι ἀλλήλοις, ἐν τῇ Βασιλείᾳ τοῦ Θεοῦ, ὅνπερ μετὰ τέλος, ὁ Νυμφίος τούτου ἐδικαίωσεν, τοῖς Ὁσίοις Αὐτοῦ συναριθμήσας. Καὶ νῦν ὁ ἐν τοῖς οὐρανοῖς συναυλιζόμενος, πρεσβεύει ὑπὲρ ἡμῶν διηνεκῶς, τὴν πανάγαθον Τριαδικὴν Θεότητα, δωρηθῆναι πᾶσι, τὸ μέγα ἔλεος.

Καὶ νῦν. Θεοτοκίον.
Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ Ὑψίστου, Σῶν οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.

Εἰς τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Δεῦτε, Σιναϊτῶν ἡ πληθύς, καὶ φιλεόρτων μοναστῶν τὰ συστήματα, σὺν πᾶσι τοῖς Ὀρθοδόξοις, καὶ εὐσεβέσι λαοῖς, ἀσκητὴν τὸν θεῖον εὐφημήσωμεν, Γεώργιον Ὅσιον, Ἀρσελᾶ τὸν οἰκήτορα, τὸν ἐν Σιναίῳ, διαλάμψαντι θαύμασι, ταπεινώσεως, προσευχῆς τὸ ὑπόδειγμα, νῆστιν Θεῷ εὐχόμενον, Σατὰν δὲ τροπούμενον, καὶ μηχανήματα τούτου, ἀεὶ σκορπίζων πτερόεντα. Αὐτοῦ ταῖς πρεσβείαις, ἱκετεύτοντες Σωτῆρα, νῦν αἰτησώμεθα.

Στ. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον, ἐν ταῖς ἐντολαῖς Αὐτοῦ θελήσει σφόδρα.
Χαίροις, ὁ ἀκριβὴς ἀσκητής, ὁ ἀγαπήσας τὸν Θεὸν ἀληθέστατα, ὀπίσω δ’ ἀκολουθήσας, Χριστοῦ καὶ ἄρας Σταυρόν, Πάτερ ἐπὶ ὤμων πρὸς παλαίσματα. Τὰ κόσμου ὡς σκύβαλα, νουνεχῶς ἡγησάμενος, καὶ τὰ ἡδέα, ἀρνησάμενος ἅπαντα, καὶ τὸ ἴδιον, ἐκκοπτώμενος θέλημα, πόνοις σκληροῖς ἀσκήσεως, ῥοαῖς τῶν δακρύων σου, καὶ τοῖς ἱδρῶσι τὸν τρῦγον, τῶν ἀρετῶν ἐθησαύρισας. Γεώργιε μάκαρ, τῶν Πατέρων ἡ ἀκρότης, Σιναίου καύχημα.

Στ. Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Ὥσπερ, Ἠλίας ὄβρους ποτέ, τῇ προσευχῇ του γῆν ἐμέθυσεν ἄνυδρον, Γεώργιε σῇ δεήσει, πρὸς τὸν Θεὸν ὑετόν, ἐν ἐρήμοις τόποις Σινᾶ ἔδωκας. Πεινῶντας διέθρεψας, καὶ διψῶντας ἐπότισας, θεογνωσίας, καταρδεύων τοῖς νάμασι, ὡς ἀείῤῥοος κρήνη, Πάτερ κηρύγματος. Θῆρας οὖν ἐξημέρωσας, καὶ ὄφεις ἐπάτησας, Βελίαρ λύσας ἐνέδρας, ἐλαίου πίθον δ’ ἐνέπλησας· Χριστοῦ τὰς σκηνώσεις, νῦν αὐλίζων, ὑπὲρ πάντων ἡμῶν μνημόνευε.

Δόξα. Ἦχος β΄.
Σήμερον, συνήγαγεν ἡμᾶς, εἰς ἑστίασιν πνευματικῆς εὐφροσύνης, ἡ φωτοφόρος καὶ πανένδοξης μνήμη, τοῦ Ἀρσελαΐτου Γεωργίου, τοῦ ὁσίως ἐκλάμψαντος, ἐν τῇ ἐρήμῳ τοῦ Σινά. Δεῦτε οὖν πιστοί, τούτου ἀνυμνοῦντες τὰ θεῖα ἆθλα, τὰς ἀρετὰς καὶ τὰ θαύματα, μιμησώμεθα ἀκριβῶς τὸν τρόπον, καὶ τὴν θεοφιλῆ αὐτοῦ, ὡς ἄσαρκος βιώσαντος, ἰσάγγελον διαγωγήν, ἵνα γένηται καὶ ἡμῖν ἵλεως, ὁ πολυεύσπλαγχνος Θεός, ἐν τῇ φοβερᾷ καὶ φρικτῇ ἡμέρᾳ, τῆς δικαίας Αὐτοῦ ἀνταποδώσεως.

Καὶ νῦν. Θεοτοκίον.
Ὢ θαύματος καινοῦ, πάντων τῶν πάλαι θαυμάτων! τίς γὰρ ἔγνω Μητέρα, ἄνευ ἀνδρὸς τετοκυῖαν, καὶ ἐν ἀγκάλαις φέρουσαν, τὸν ἅπασαν τὴν κτίσιν περιέχοντα; Θεοῦ ἐστι βουλὴ τὸ κυηθέν, Ὅν ὡς βρέφος Πάναγνε, Σαῖς ὠλέναις βαστάσασα, καὶ μητρικὴν παῤῥησίαν πρὸς Αὐτὸν κεκτημένη, μὴ παύσῃ δυσωποῦσα ὑπὲρ τῶν Σὲ τιμώντων, τοῦ οἰκτειρῆσαι καὶ σῶσαι τὰς ψυχὰς ἡμῶν.

Νῦν ἀπολύεις, Τρισάγιον, Ἀπολυτίκιον. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Γέωργιον μέλψωμεν Ἀρσελαΐτην πιστοί, ὁσίως βιώσαντα ἐν χερσονήσῳ Σινά, παννύχοις δεήσεσιν, Κύριον καὶ Δεσπότην, ἐν δακρύοις καμάτοις, ἅμα τε καὶ νηστείαις, ἐργασάμενον πίστει, διὸ νῦν ὡς πρέσβυν αὐτόν, πάντες κεκτήμεθα.
Δόξα. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Τῆς ἐρήμου τὸ θρέμμα, Ἀρσελᾶ τὸν οἰκήτορα, καὶ Σινὰ Πατέρων τὸ κλέος, ἐν ᾠδαῖς εὐφημήσωμεν, Γεώργιον τὸν θεῖον ἀσκητήν, ἰσάγγελον καὶ πάνυ νηστευτήν, τὸν τελέσαντα τὸν βίον ἐν προσευχαῖς, καὶ ἀρεταῖς κραυγάζοντες· δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ θαυμαστώσαντι, δόξα τῷ δωρησαμένῳ σε ἡμῖν πρέσβυν θερμότατον.
Καὶ νῦν. Θεοτοκίον.
Τοῦ Γαβριὴλ φθεγξαμένου Σοι Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν Σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ. Ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην Σου. Δόξα τῷ ἐνοικήσαντι ἐν Σοί· δόξα τῷ προελθόντι ἐκ Σοῦ· δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου Σου.

Ἀπόλυσις.

ΟΡΘΡΟΣ
Μετὰ τὴν α΄ Στιχολογίαν, Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Χριστοῦ τὸν θεράποντα καὶ μαθητὴν τὸν πιστόν, ἀξίως δουλεύσαντα ἐν τῇ ἐρήμῳ Σινᾷ, καὶ βίον περάναντα· ὕμνοις εὐκατανύκτοις, καὶ ψαλμοῖς μελιῤῥύτοις, μέλψωμεν ὁμοφρόνως, τὴν αὐτοῦ ἐκτελοῦντες, πανένδοξον θείαν μνήμην, Θεὸν δοξάζοντες.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τὴν μόνην ἀκήρατον καὶ Θεοτόκον ἁγνήν, Μητέρα πανάχραντον τοῦ Ποιητοῦ καὶ Θεοῦ, ἀξίως ὑμνήσωμεν· ᾄσμασι θεοτέρποις, καὶ ᾠδαῖς ἡδυφθόγγοις, χαῖρε Ταύτῃ βοῶντες· ἀειπάρθενε Κόρη, χαῖρε ἡ σωτηρία τοῦ βροτείου θυράματος.

Μετὰ τὴν β΄ Στιχολογίαν, Κάθισμα. Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.
Ἐν τοῖς τόποις Ἀρσελᾶ, ἀνίκμῳ γῇ τε καὶ ξηρᾷ, ὥσπερ φοίνιξ εὐθαλής, ἐξήνθησεν ὁ ἀσκητής, ὁ τῇ νεφέλῃ ὀχούμενος ἐν σώματι· ἱδρῶσι καὶ ῥοαῖς, δακρύων ταῖς ἀρεταῖς, ἐκάθηρε ψυχήν, νηστείᾳ καὶ προσευχῇ, ἐν ἐγκρατείᾳ βιοτῆς διδάξας, τῶν μοναζόντων τὰ πλήθη, σωφρόνως εὖ ζεῖν· ὅθεν εἴληφας δόξης, Χριστοῦ στέφος Γεώργιε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τὴν Μητέρα τοῦ Θεοῦ, τοῦ Ποιητοῦ καὶ Λυτρωτοῦ, τὴν ἁγνὴν Περιστεράν, καὶ Θεοτόκον Μαριάμ, πανευφροσύνως ὑμνήσωμεν θείοις ὕμνοις· καθάπερ ἐν Σινᾷ, προεῖδε Βάτον Μωσῆς, Θεότητος τὸ πῦρ, οὐδόλως φλέξας Αὐτήν, ὡς ἐν γαστρὶ ἐσκήνωσεν ὁ Λόγος, τῇ ἐπελεύσει Ἁγίου Πνεύματος θέλων, Ἀδαμιαίου, πεπτωκότος ἀνάκλησιν.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος πλ. δ΄. Τὸ προσταχθέν.
Τὸν ἐν Σινᾷ ταπεινῶς τε καὶ ὁσίως, ἐν προσευχῇ νυχθημερὸν σκληρᾷ νηστείᾳ, σωφροσύνῃ σὺν ἀγάπῃ δικαιοσύνῃ, βιώσαντα καὶ ἐκλάμψαντα ἀρεταῖς, Γεώργιον ἀνυμνήσωμεν Ἀρσελᾶ, τούτῳ λέγοντες· Ἅγιε μὴ ὑπερίδῃς ἡμῶν, ἀλλὰ Χριστῷ ἱκέτευε, χάριν δοῦναι καὶ ἔλεος.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τὸ ἀληθὲς τὸ ἐν Σοὶ ὑμνολογοῦμεν, ξένον τοῦ Τόκου Σου μυστήριον Παρθένε, ὅ,τι Λόγον ἄχρονον ἐκύησας ἀσπόρως· καὶ τέξασα, ἀειπάρθενος ὥσπερ πρίν, διέμεινας ἐν τῷ τόκῳ καὶ μετ’ αὐτόν, ὡς ἡ Βάτος προυτύπωσεν, ἐν τῷ Σιναίῳ ποτέ, διὸ Σὲ μεγαλύνομεν, προσκυνοῦντες τὸν Τόκον Σου.

Οἱ Ἀναβαθμοί· τὸ α’ ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον, ἐν ταῖς ἐντολαῖς Αὐτοῦ θελήσει σφόδρα.
Στ. Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Εὐαγγέλιον Ὁσιακόν.
Ὁ Ν΄ Ψαλμός.
Δόξα. Ταῖς τοῦ Σοῦ Ὁσίου...
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ. Ἐλέησόν με ὁ Θεός...
Σήμερον, τῶν μοναστῶν τὰ πλήθη, καὶ Σιναϊτῶν Πατέρων τὸ ἄθροισμα, τιμῶσιν ἐν ὕμνοις καὶ ᾠδαῖς, τὸν Ὅσιον Ἀρσελαΐτην Γεώργιον. Καὶ αὐτὸν ἐκτενῶς καθικετεύουσι, περιχαρῶς ἐκβοῶντες, ὡς οἰκεῖον φίλον κεκτημένοι, καὶ οἰκοῦντα νῦν, ἐν τῇ ἐπουρανίῳ Σιών. Πρέσβευε ἀδιαλείπτως Ἅγιε, τῷ παντεχνήμονι Λόγῳ, τηρήσασθαι ἀβλαβῆ τὴν ποίμνην σου, ἐκ λύκων λυμαινομένων ταύτην, ἐκ πάσης τε αἱρέσεως, καὶ ἐξ ἀοράτων τε καὶ ὁρατῶν ἐχθρῶν ἀπειλῆς, ῥυόμενος τῆς φρικτῆς γεέννης, ἡμᾶς τοὺς ὑμνοῦντάς σε.

Εἶτα οἱ Κανόνες· ταῆς Θεοτόκου καί τοῦ Ὁσίου, οὗ ἡ ἀκροστιχίς: Ἀρσελαΐτην ἀνυμνῶ Γεώργιον ἀξιοχρέως.
ᾨδὴ α΄. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.
Αἰνέσαι τὴν δόξαν Σου, Τριὰς ὁ τάλας πειράσομαι, διὸ χείλη ἄνοιξον, καὶ φώτισόν μου τὸν νοῦν, ὅπως ἔνθεον, Γεώργιον Σὸν δοῦλον, κἀμοὶ τὸν συνώνυμον, ᾄσω ἐν ᾄσμασιν.

Ῥοαῖς τῶν δακρύων σου, τοῦ Ἀρσελᾶ γῆν ἐπότισας, παμμάκαρ Γεώργιε, καὶ τοῖς ἱδρῶσιν αὐτήν, ἐγεώργησας, καὶ ἀρετῶν τὸν πλοῦτον, ἐδρέψω μακάριε, τῶν θείων ἄθλων σου.

Σαρκὸς τὴν παχύτητα, σκληρᾷ ἀσκήσει ἐμάρανας, ψυχὴν ἀπεκάθηρας, θανατηφόρων παθῶν, καὶ διήνοιξας, σῆς διανοίας ὦτα, καὶ ὄμματα Ὅσιε, πρὸς γνῶσιν ἔνθεον.

Θεοτοκίον.
Ἐκύησας Ἄχραντε, τῇ Σῇ νηδύϊ σαρκούμενον, Πατρὸς Λόγον ἄχρονον, τὸν ἀπερίγραπτον, καὶ διέμεινας, παρθένος μετὰ τόκον, ὡς πρὶν οὖσα Πάναγνε, φρικτὸν μυστήριον.

ᾨδὴ γ΄. Τοὺς Σοὺς ὑμνολόγους.
Λιμοῦ σὺ διέσωσας πατέρας, ἐλαίου τὸν πίθον τῇ εὐχῇ, πληρῶν ἐν τάχει Ὅσιε, καὶ μετὰ τοῦτον ἅπαντας, καὶ ταπεινῶς ἀπέκρουσας, τὸ σὸν ἐγγράψασθαι ὄνομα.

Ἀνῆλθες ἐν σώματι νεφέλῃ, ἐκ τόπου Σινὰ ἕως Σιών, καὶ κοινωνήσας Ὅσιε, Ναῷ τῆς Ἀναστάσεως, πληρῶν σὸν πόθον ἅγιον, αὖθις ὀπίσω ἐπέστρεψας.

Ἰθύνας μιγάδας καὶ ἀπίστους, πρὸς φῶς θείας γνώσεως Χριστοῦ, λαῶν πληθὺν ἐδίδαξας, τὴν πίστιν τὴν Ὀρθόδοξον, καὶ πρὸς ζωὴν τὴν ἄληκτον, εὗρες ὦ Πάτερ ἀπόλαυσιν.

Θεοτοκίον.
Τοῦ γένους ἡμῶν τὴν σωτηρίαν, Ἀδάμ τε καὶ Εὔας τὴν ἀράν, λυτρώσασαν τῷ Τόκῳ Της, Παρθένον ἀνυμνήσωμεν, ἐν μελιῤῥύτοις ᾄσμασι, τῶν μοναστῶν τὰ συστήματα.

Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Γεώργιον πιστοί, ἀσκητὴν ἐν Σιναίῳ, ἐκλάμψαντα λαμπρῶς, καὶ ὁσίως τὸν βίον, νηστείαις δεήσεσιν, ἀρεταῖς καλλωπίσαντα, δεῦτε σήμερον, ἐν τῷ καιρῷ τῆς νηστείας, πάθη κόπτοντες, ψαλμοῖς καὶ ὕμνοις τὴν μνήμην, αὐτοῦ ἑορτάσωμεν.
Δόξα. Ἦχος γ΄. Θείας πίστεως.
Χαίρει σήμερον, χορὸς Πατέρων, τὸν Γεώργιον, Ἀρσελαΐτην, ἐν ἐγκωμίοις καὶ ὕμνοις γεραίροντες· τὸν ἐν ἀσκήσει ὁσίως ἐμπρέψαντα, καὶ ἐν Σιναίῳ πιστῶς ἁγιάσαντα· τοῦτον ἅπαντες, ὡς πρέσβυν Χριστῷ κατέχοντες, βοήσωμεν ἡμῖν δωρήσασθαι, πταισμάτων ἱλασμὸν καὶ μέγα ἔλεος.
Καὶ νῦν. Θεοτοκίον.
Βάτον ἄφλεκτον, ἑώρακέ Σε, Κόρη ἄσπιλε, Παρθενομῆτορ, ἐν Σιναίῳ Θεόπτης καὶ ἤκουσε, θείας φωνῆς «τὸ ὑπόδημα λῦσόν Σου», καὶ τόπον κύψας πιστῶς προσεκύνησεν· ὅθεν Δέσποινα, Σαῖς πρὸς Υἱὸν παρακλήσεσιν, Αὐτὸν τοῦ καλῶς τελέσασθαι, νηστείας τὸ ὑπόλοιπον δυσώπησον.

ᾨδὴ δ΄. Ὁ καθήμενος ἐν δόξῃ.
Ἡλιόμορφον ὁρῶμεν ἐν τῷ πόλῳ ἀστράπτοντα, νοητοῦ Ἡλίου, δόξης φέγγος ἄδυτον Ὅσιε, ὡς ἀμοιβὴν τῶν καμάτων ἐκδεχόμενον, καὶ κραγάζοντα· δόξα Χριστὲ τῇ δυνάμει Σου.

Νέμεις ἅπασι τὰ κρείττῳ, νουνεχῶς τοῖς προστρέχουσι, θαύματα παρέχεις, νόσων ἰατρείαν ἀδάπανον, ὦ ἱερώτατε Πάτερ, καὶ δακρύοις σου, Πολυεύσπλαγχνον, ἐκδυσωπεῖς ὑπὲρ ποίμνης σου.

Ἀνυμνοῦντές σου τὰ ἆθλα, καὶ τοὺς πόνους ἀοίδιμε, δρόσον οὐρανόθεν, ταῖς σαῖς ἱκεσίαις λαμβάνομεν, διὸ γηθόμενοι πάντες, ἐκβοῶμέν σοι· χαῖρε Σινᾶ, θεῖον καύχημα.

Θεοτοκίον.
Νομοθέτην νόμον δόντα, ἐν Σιναίῳ ἐκύησας, ἄχραντε Παρθένε, ὅθεν Τοῦτον νῦν ἐκδυσώπησον, δοῦναι ἡμῖν σωτηρίας, τὴν ἀπόφασιν, ὅτ’ ἐλεύσεται, κρῖναι βροτούς, οὗσπερ ἔπλασεν.

ᾨδὴ ε΄. Ἐξέστη τὰ σύμπαντα.
Ὑψώθης ὀχούμενος, ἐπὶ νεφέλης σώματι, κούφως ἐκ Σινᾷ Σιὼν ἀνῆλθες, πόθον πληρών σου, τοῦ κοινωνῆσθαι Χριστός, τῷ ἅρματι αὖθις δ’ ἐπιβάς, πάλιν ἐπανήγαγες, δόξαν δοὺς τῷ Κυρίῳ σου.

Μονῆς πίθον ἔπλησας, εὐχῇ σου ὦ Γεώργιε, πατρὸς αἰτουμένου σου ἐλαίου, τάχυ τὴν δόξαν, μὴ ἀπολήψασθαι, οὐδ’ ὅ,τι Ἰησοῦς μόνος πληροῖ, εἶπας τὰ αἰτήματα, ἐκζητούντων ἐκ πίστεως.

Νεκρώσας σκιρτήματα, σαρκός ἔξω γεγένησαι, Ὅσιε σκληρᾷ δουλαγωγίᾳ, θείαν ψυχήν σου, ἔσχες εἰς πόθον Χριστοῦ, ἁπάσας δ’ εἰργάσω ἀρετάς, ὅθεν μεταβέβηκας, πρὸς οὐράνια δώματα.

Θεοτοκίον.
Ὡς Βάτον τὴν ἄφλεκτον, ἁγνὴ Μωσῆς κατεῖδέν Σε, πάλαι ἐν Σιναίῳ, μὴ φλεχθεῖσαν, Τόκον δηλοῦσα, τὸν χωρητὸν Σῇ γαστρί, καὶ πᾶσιν ἀχώρητον Θεόν, Ὅνπερ ἐσωμάτωσας, παρθενίας ἐφύλαξας.

ᾨδὴ στ΄. Τὴν θείαν ταύτην.
Γραφίς, μηδόλως ἰσχύσειε, τὰ σὰ ἐξιστορεῖν ἀξιάγαστε, θεῖα παλαίσματα, ὅ,τι δαιμόνων τὰς φάλαγγας, καταδιώκων πόῤῥῳ, Χριστῷ ἀνέδραμες.

Ἐχίδνης, μῆκος διέσχισας, θανοῦσαν μαθητὴν ὃν ἀνέστησας, εὐχῇ πρὸς Κύριον, καὶ πλεῖστα ἄλλα ἐτέλεσας, ἐν γῇ Σινᾷ σημεῖα, σοφὲ Γεώργιε.

Ὡσεί, Ἠλίας γῆν ἔδωκας, δεήσει σου βροχὴν Πάτερ Ὅσιε, πρὸς καλλιέργειαν, ὅθεν ψυχὰς τῶν τιμώντων σου, πάνσεπτον μνήμην δίδου, νῦν ἀγαλλίασιν.

Θεοτοκίον.
Ῥοπήν, βροτείαν πρὸς ὄλιθον, ἡμῶν Παρθενομῆτορ μετάβαλλε, καὶ δοὺς διόρθωσιν, τρίβους πρὸς ἄνω ἰθύνουσα, Χριστοῦ τῆς Βασιλείας, θεῖα σκήνωματα.

Κοντάκιον. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.
Γεωργίου σήμερον, λάμπει ἡ μνήμη, δεῦτε οὖν φιλέορτοι, ἐγκωμιάσωμεν λαμπρῶς, χαίροις αὐτῷ πόθῳ κράζοντες· Ἀρσελαΐτα, Πατέρων ἀγλάϊσμα.
Ὁ Οἶκος.
Ἰδοὺ νῦν, φωτοφόρος ἡμέρα ἀνατέταλκεν, ἡ τοῦ Ὁσίου Πατρὸς ἡμῶν Γεωργίου θεία μνήμη. Δεῦτε οὖν θεόφρονες, ἀγαλλομένῳ ποδί, σπεύσωμεν, ἵνα ἐνθέοις ὕμνοις, τοῦτον τὸν ἀξιάγαστον ἀσκητήν, καὶ πρὸς Θεὸν ἡμῶν, θερμότατον πρέσβυν, ἀξίως τιμήσωμεν, μιμούμενοι αὐτοῦ τὴν ἀκατάγνωστον πολίτείαν, καὶ θεοφιλῆ διαγωγήν, τοὺς ἄθλους καὶ τὰ παλαίσματα, τοὺς ἱδρῶτας καὶ ἀσκητικοὺς καμάτους. Ἅμα δὲ πρὸς τούτοις, καὶ ὅσα ἄμετρα θαύματα ἐν τῷ βίῳ του ἐτέλεσεν, τῇ πρὸς αὐτὸν δωρεᾷ τοῦ εὐσπλάγχνου Θεοῦ, ὅνπερ ἐξιλέωσεν ἐν νηστείᾳ καὶ δεήσει, ταπεινώσει καὶ ἀγάπῃ, ὑπακοῇ καὶ πρᾳότητι, καὶ πάσῃ τε ἄλλη ἀρετῇ, ἐξαιρέτως δὲ τῇ σωφροσύνῃ καὶ δικαιοσύνῃ. Ὅθεν, χαίροις αὐτῷ πόθῳ κράξωμεν· Ἀρσελαΐτα, Πατέρων ἀγλάϊσμα.

Συναξάριον.
Τῇ ΙΑ΄ τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ὁσίου Γεωργίου, τοῦ ἐν τῇ Λαύρᾳ τοῦ Ἀρσελᾷ, ἐν τῇ Σιναϊτῶν Πατερών γῆν ἀσκήσαντος.
Στίχοι·
Πῶς ἂν διῆλθες πλέθρα γῆς τάχος τόσα;
Εἰ μὴ ἄσαρκος, ὥς τις ἧς, πάτερ, βίῳ;

Ταῖς αὐτοῦ ἁγίαις πρεσβείαις Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ΄. Οὐκ ἐλάτρευσαν.
Γαληνόμορφος κεκαθαρμένος Ὅσιε, ψυχῇ καὶ σώματι, ἀλλὰ καὶ νοῦν πρὸς Θεόν, ἐν βίῳ Γεώργιε, ἔσχες καμάτοις σου, καὶ ἀπέκτησας, τὴν Βασιλείαν οὐρανῶν, καὶ Θεοῦ κληρονομίαν.

Ἱλαρότητος τὸ φῶς Χριστοῦ Γεώργιε, πολιτευσάμενος, καλῶς ἐδέξω σοφέ, ἀγάπην ταπείνωσιν, δικαιοσύνην τε, μιμησάμενος, τὸν σὸν Νυμφίον ἔνδοξε, μεθ’ οὗ νῦν συμβασιλεύεις.

Ὄμβρους δέδωκας Σινᾷ ἐρήμῳ Ὅσιε, εὐχῇ νηστείᾳ τε, ἐξιλεὼν τὸν Χριστόν, τοῦ φείσασθαι πλάσμα του, χείρας ἐκτείναντα, ἀνυψούμενον, ἐν τῷ Σταυρῷ ὑπὸ βροτῶν, ἑκουσίᾳ Του βουλήσει.

Θεοτοκίον.
Νεκρωθεῖσάν μου καρδίαν αὖθις ζώωσον, Σῇ θείᾳ χάριτι, καὶ πρὸς Υἱὸν καὶ Θεόν, Παρθένε πρεσβείᾳ Σου, σῶσον ὡς Σώτειρα, οὖσα Ἄσπιλε, ἡ σωτηρία γηγενῶν καί γλυκασμὸς τῶν Ἀγγέλων.

ᾨδὴ η΄. Παῖδας εὐαγεῖς.
Αἶνον τῇ Τριάδι ὑπερμέτρως, ἐδίδως καὶ πόθῳ ἔκραζες Γεώργιε. Ὁ Ὢν ἐστὶ ὑμνούμενος, κἀγὼ νῦν ταπεινούμενος, διὸ καὶ μετὰ τέλος σου, βραβεύσας ὕψωσεν, εἰς ἄφθαρτα, σκηνώματα δόξης, καὶ ἐν τοῖς Ἁγίοις, κατέταξεν ἐνδόξως.

Ξένα τὰ ἐν σοὶ Πάτερ ὁρῶμεν, σημεῖά τε καὶ παράδοξα τελούμενα, ὄφιν θανατώσαντα, παίδαν δὲ ζωώσαντα, τῇ πρὸς Θεὸν δεήσει σου, σοφὲ Γεώργιε, Ἀρσελαΐτα, ὅθεν θείοις ὕμνοις, Σοῦ τὴν φωτοφόρον, πανήγυριν τελοῦμεν.

Ἱερουσαλὴμ ἐπὶ νεφέλης, ὀχούμενος ἦλθες πάλαι Πάτερ Ὅσιε, ἵνα Σῶμα ἄχραντον, Αἷμα δὲ ζωήῤῥύτον, Ναῷ τῆς Ἀναστάσεως, τοῦ μεταλήψασθαι, λαβών, πόθον ὃν ἔσχες πληρῶσαι, θαῦμα τὸ ἐκπλῆττον, βροτῶν τὰς διανοίας.

Θεοτοκίον.
Ὄρος τὸ κατάσκιον καὶ πῖον, Παρθένε Σὲ οἱ Προφῆται προηγόρευσαν, Πύλην ἐπουράνιον, Βάτον ἀκατάφλεκτον, Ναὸν Σκηνὴν καὶ Τράπεζαν, Πόκον τὸν ἔνδροσον, καὶ Κλίμακα τοῦ Ἰακώβ, Πλάκαν, κἀμεῖς δὲ Μητέρα, Θεοῦ ὁμολογοῦμεν.

ᾨδὴ θ΄. Ἅπας γηγενής.
Χαίρει οὐρανός, καὶ γῆ συνευφραίνεται, πανηγυρίζουσα, ἐν τῇ φωτοφόρῳ σου, καὶ θείᾳ μνήμῃ, μάκαρ Γεώργιε, διὸ τοὺς ἀνυμνοῦντάς σε, πίστει καὶ πόθῳ τε, κριτηρίου, βήματι μνημόνευσον, ἐν ἡμέρᾳ τῆς δίκης, τοῦ σώσασθαι.

Ῥῦσαι πειρασμῶν, τὴν ποίμνην σου Ὅσιε, σοφὲ Γεώργιε, φυλάττων ταύτην ἀεί, ἐκ πάσης βλάβης, ἐχθρῶν ἁλώσεως, καὶ τοὺς πιστῶς τιμῶντάς σε, παράσχου ἄφεσιν, τῶν πταισμάτων, σαῖς λιταῖς πρὸς Κύριον, καὶ κολάσεως πάντας ἐκλύτρωσαι.

Ἔχει οὐρανός, τὸ πνεῦμά σου Ὅσιε, συναυλιζόμενον, Ἀγγέλοις Ἁγίοις τε, καὶ ἱκετεύει, Θεὸν παντάνακτα, τοὺς σὲ ὑμνοῦντας, ῥύσασθαι ἐκ περιστάσεων, καὶ νηστείας στάδιον ἀνύσασθαι, εὐμαρῶς ἵνα λάβωμεν ἔλεος.

Ὤφθης μοναστῶν, ἀκρότης Γεώργιε, ἀπαρασάλευτος, ταῖς τοῦ Σατᾶν ἀπειλαῖς, νηστείας στῦλος, πίστεως ἔρεισμα, τῆς προσευχῆς τὸ εὔτονον, καὶ ἀρετῆς κανών, τοῖς βοῶσι· χαίροις πανσεβάσμιε, τῶν Πατέρων τὸ θεῖον ὑπόδειγμα.

Θεοτοκίον.
Σῶσον Μαριάμ, Πατέρας θεόφρονας, Σινὰ χερσόνησον, οἰκούντας γῆν Ἀρσελᾶ, Φαραωνίτας, μάνδρας τε τῆς Ῥαϊθοῦς, καὶ Ὀρθοδόξους ἅπαντας, τήρει ἀπήμονας, τοὺς βοῶντας· χαῖρε Βᾶτε ἄφλεκτε, ἡ κυήσασα Λόγον προάναρχον.

Ἐξαποστειλάριον. Ἦχος γ΄. Ὁ οὐρανὸς τοῖς ἄστροις.
Άρσελαΐτου ἡ μνήμη, ἐξέλαμψεν ἡ θαυμαστή, δεῦτε πιστοὶ συνελθόντες, μέλψωμεν ὕμνοις καὶ ᾠδαῖς, τὰς ἀρετὰς καὶ τὰ ἆθλα, τοῦ Γεωργίου τοῦ θείου.
Ἕτερον. Ὅμοιον.
Ἐν προσευχαῖς ἀγρυπνίαις, νηστείαις καὶ ὑπακοῇ, ἐν σκληροτάτῃ ἀσκήσει, Πάτερ ἱλέωσας Θεόν, Ὃν ἐκτενῶς ἐκδυσώπει, ὑπὲρ τῶν σὲ ἀνυμνούντων.
Θεοτοκίον. Ὅμοιον.
Εἶδε Μωσῆς ἐν Σιναίῳ, Βάτον Σὲ ἄφλεκτον Ἁγνή, θαῦμα θαυμάτων δηλοῦσα, τὸ ἀειπάρθενον ἐν Σοί, ὡς πρὸ τοῦ Τόκου Παρθένος, ἐν τούτῳ μείνασα αὖθις.

Αἶνοι. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Δεῦτε πιστοὶ συνελθότες, πανηγυρίσωμεν, Γεώργιον ὑμνοῦντες, τὸν ἐκλάμψαντα πίστει, οἰκήσαντα ἐν Σκήτῃ τοῦ Ἀρσελᾶ, καὶ τὸ ὄρος τὸ Σίναιον, καθαγιάσαντα πίστει καὶ προσευχῇ, τῶν Ὁσίων τὸν ὁμόσκηνον.

Τοῦ Ἀρσελᾶ τὸν οἰκήτορα εὐφημήσωμεν, Γεώργιον τὸν θεῖον, μετελθόντα τὸν βίον, ἀγάπῃ ταπεινώσει ὑπακοῇ, ἀρεταῖς ἐργασάμενον, ἐν ὁσιότητι λάμψαντα καὶ Σινά, γῆν εἰς εὔκαρπον ποιήσαντα.

Τίς σου τὰ ἆθλα ἐξείπει μάκαρ  Γεώργιε, ἃ ἐν Σινᾷ εἰργάσω, σκληροτάτῃ ἀσκήσει, ἱδρῶσι καὶ καμάτοις δακρύων ῥοαῖς, ἀρετῶν τὸ ἀκρότατον, ἐπιποθῶν καὶ δουλεύων περιχαρῶς, ἄχρις οὗ τὸν βίον ἔλιπες.

Ὑπὲρ τῶν πίστει καὶ πόθῳ μακαριζόντων σε, Γεώργιε καὶ μνήμην, ἐκτελούντων σου θείαν, τὸν Πλάστην καθικέτευε ἐκτενῶς, τοῦ δωρήσασθαι ἔλεος, καὶ ἱλασμὸν τῶν πταισμάτων ἵνα φρικτῆς, λυτρωθείημεν κολάσεως.

Δόξα. Ἦχος πλ. α΄.
Σαλπίσωμεν ἐν σάλπιγγι ᾀσμάτων, σκιρτήσωμεν πιστοὶ τῷ πνεύματι, καὶ ὑμνήσωμεν μέλεσι θεοτέρποις, τὴν φωτοφόρον μνήμην, Γεωργίου τοῦ Ἀρσελαΐτου, ἐν ἐγκωμίοις λέγοντες· χαίροις, ὁ τοῦ Χριστοῦ καλὸς μαθητής, ὁ τὸν σταυρὸν Αὐτοῦ ἀράμενος, καὶ πάντα τὰ ἡδέα καὶ τερπνὰ λιπών, Αὐτῷ περιχαρῶς ἀκολουθήσας· χαίροις, ὁ ἐν σκληρᾷ ἀσκήσει καὶ ὑπομονῇ, τὴν ψυχὴν καθηράμενος, καὶ πάσας τὰς ἀρετὰς ἐπιμελῶς γεωργήσας, δοχεῖον γεγονὼς τοῦ Παναγίου Πνεύματος· χαίροις, τῶν Ὁσίων ὁ ἔπαινος, τῶν Ἀσκητῶν τὸ ἐγκαλλώπισμα, τῆς ἐρήμου πολιστής τε καὶ θρέμμα, καὶ τῶν Πατέρων Σινὰ τὸ θεῖον ἐντρύφημα. Ἀλλ’ ὦ παναοίδιμε, πανσεβάσμιε Πάτερ, ὁ συναυλιζόμενος νῦν Ἁγίοις, πρέσβευε ἐκτενῶς, τῷ πανοικτίρμονι Θεῷ, σωθῆναι τὰς ψυχὰς τῶν τιμώντων σε.

Καὶ νῦν. Θεοτοκίον.
Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι' ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος, τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς ἔπλασε, κατ' εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν πρὸς Αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

Μεγαλυνάρια.
Δεῦτε εὐφημήσωμεν ἐν ᾠδαῖς, τὸν Ἀρσελαΐτην καὶ Σιναίου τὸν θαυμαστόν, Ὅσιον Πατέρα, Γεώργιον ἐνθέως, χαῖρε αὐτῷ βοῶντες, Πάτερ θεόληπτε.

Χαίροις ὁ τὴν ἔρημον τοῦ Σινᾶ, ἐν ῥοαῖς δακρύων, γεωργήσας ἐπιμελῶς, καὶ ἀνύδρους τόπους, εὐκάρπους ἀναδείξας, ταῖς θείαις ἀρεταῖς σου, μάκαρ Γεώργιε.

Ἐν τῇ Λαύρᾳ Πάτερ τοῦ Ἀρσελᾶ, ᾤκησας καὶ πλείστοις, θείοις ἄθλοις ἐγκαρτερῶν, ἀρετῶν τὸ μέλι, ἐτρύγησας ἀγῶσι, Γεώργιε Ὁσίων, τὸ ἐγκαλλώπισμα.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου