Τρίτη 16 Ιουνίου 2015

Ἁγίου Ἀποστόλου ΙΑΚΩΒΟΥ τοῦ Ἀδελφοθέου



Ἀκολουθία Ἁγίου Ἀποστόλου ΙΑΚΩΒΟΥ τοῦ Ἀδελφοθέου
Ψαλλομένη τῇ 23η Οκτωβρίου


ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ
Εὐλογήσαντος τοῦ Ἱερέως ὁ Προοιμιακός καὶ τό Μακάριος ἀνήρ. Εἰς τό Κύριε ἐκέκραξα ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια.
Ἦχος δ'. Ἔδωκας σημείωσιν.
Δεῦτε τὸ μνημόσυνον, τοῦ Θεαδέλφου τιμήσωμεν, ἱερῶς οἱ θεόφρονες, ζυγὸν γὰρ δεξάμενος, τοῦ Χριστοῦ προθύμως, τοῦ Εὐαγγελίου, τῆς ἀγαθότητος Αὐτοῦ, καὶ βασιλείας κήρυξ γεγένηται, καὶ Τούτου τὴν ἀνέκφραστον, οἰκονομίαν πιστεύεται· δι' αὐτοῦ Παντοδύναμε, ἱλασμὸν ἡμῖν δώρησαι.

Πάντα περιήχησε, τῆς οἰκουμένης τὰ πέρατα, τῶν ῥημάτων ὁ φθόγγος σου, δι' ὧν φωτιζόμεθα, ἀρετῆς ἐνθέου, πρὸς πᾶσαν ἰδέαν, καὶ ὁδηγούμεθα πιστῶς, πρὸς τῆς Τριάδος θείαν ἐπίγνωσιν· διὸ ἐκδυσωποῦμέν σε, ὡς Ἱεράρχης ἱκέτευε, Ἰησοῦν τὸν φιλάνθρωπον, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Πόῤῥωθεν προβλέπων σου, τὴν πολιτείαν Ἰάκωβε, ἀδελφὸν σε προσήκατο, Χριστὸς ὁ φιλάνθρωπος, ὁ σοφὸς προγνώστης, Ἱεροσολύμων, ἱεροφάντορα πιστόν, καὶ ποιμενάρχην προχειρισάμενος, καὶ μύστην τὰ ἀπόῤῥητα, ἱερουργοῦντα μυστήρια. Ὃν καὶ νῦν καθικέτευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Ἕτερα. Ὁ αὐτός. Ὡς γενναῖον ἐν Μάρτυσιν.
Τῷ καλάμῳ τῆς χάριτος, ἐκ βυθοῦ ματαιότητος, τοὺς βροτοὺς ἀνείλκυσας ἀξιάγαστε, τοῦ διδασκάλου τοῖς νεύμασιν, ὑπείκων Ἰάκωβε, τοῦ φωτήσαντος τὴν σήν, κατὰ πάντα διάνοιαν, καὶ Ἀπόστολον, καὶ σεπτὸν θεηγόρον σὲ παμμάκαρ, ἀναδείξαντος τῆς Τούτου, ἀκαταλήπτου θεότητος.

Ἡ τοῦ Πνεύματος ἔλλαμψις, ἐπὶ σὲ καταβέβηκε, τοῦ πυρὸς ἐν εἴδει καὶ σὲ μακάριε, θεῖον εἰργάσατο κήρυκα, συντόνως ἐλαύνοντα, ἀθεΐας τὴν ἀχλύν, καὶ τὸν κόσμον φωτίζοντα, τῇ λαμπρότητι, τῶν πανσόφων σου λόγων μυστολέκτα, Ἀποστόλων ἡ ἀκρότης, Χριστοῦ αὐτόπτα Ἰάκωβε.

Ἀστραπαῖς τοῦ κηρύγματος, τοὺς ἐν σκότει καθεύδοντας, ἀγνωσίας ἔνδοξε ὦ Ἰάκωβε, καταφωτίσας ἀνέδειξας, υἱοὺς διὰ πίστεως, τοῦ Δεσπότου καὶ Θεοῦ, οὗ τὸ πάθος ἐζήλωσας, καὶ τὸν θάνατον, καὶ τῆς δόξης ἐγένου κληρονόμος, ὡς σοφὸς καὶ θεηγόρος, ὡς μαθητὴς ἀληθέστατος.
Δόξα. Ἦχος πλ. β'.
Αἵματι τοῦ μαρτυρίου, τὴν ἱερωσύνην κατεποίκιλας, Ἱερομάρτυς, Ἀπόστολε· τῷ γὰρ πτερυγίῳ τοῦ Ἱεροῦ παρεστώς, Θεὸν Λόγον ἐκήρυξας, Δημιουργὸν ὄντα τοῦ παντός· ὅθεν ὑπὸ Ἰουδαίων ῥιφείς, οὐρανίων θαλάμων ἠξίωσαι, Ἀδελφόθεε Ἰάκωβε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον.
Τίς μὴ μακαρίσει Σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει Σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτός ἐκ Σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἴσοδος, Προκείμενον τῆς ἡμέρας, Ἀναγνώσματα.
Καθολικῆς Ἐπιστολῆς Ἰακώβου τὸ Ἀνάγνωσμα.
Ἰάκωβος, Θεοῦ καὶ Κυρίου Ἰησοῦ Χριστοῦ δοῦλος, ταῖς δώδεκα φυλαῖς ταῖς ἐν τῇ διασπορᾷ χαίρειν. Πᾶσαν χαρὰν ἡγήσασθε, ἀδελφοί μου, ὅταν περιασμοῖς περιπέσητε ποικίλοις, γινώσκοντες, ὅτι τὸ δοκίμιον ὑμῶν τῆς πίστεως κατεργάζεται ὑπομονήν· ἡ δὲ ὑπομονὴ ἔργον τέλειον ἐχέτω, ἵνα ἥτε τέλειοι καὶ ὁλόκληροι, ἐν μηδενὶ λειπόμενοι. Εἶδέ τις ὑμῶν λείπεται σοφίας, αἰτείτω παρὰ τοῦ διδόντος Θεοῦ πᾶσιν ἁπλῶς, καὶ μὴ ὀνειδίζοντος· καὶ δοθήσεται αὐτῷ. Αἰτείτω δὲ ἐν πίστει, μηδὲν διακρινόμενος, ὁ γὰρ διακρινόμενος ἔοικε κλύδωνι θαλάσσης ἀνεμιζομένῳ καὶ ῥιπιζομένῳ· μὴ γὰρ οἰέσθω ὁ ἄνθρωπος ἐκεῖνος, ὅτι λήψεταί τι παρὰ τοῦ Κυρίου. Ἀνὴρ δίψυχος ἀκατάστατος ἐν πάσαις ταῖς ὁδοῖς αὐτοῦ. Καυχάσθω δὲ ὁ ἀδελφὸς ὁ ταπεινὸς ἐν τῷ ὕψει αὐτοῦ, «?ο δὲ πλούσιος ἐν τῇ ταπεινώσει αὐτοῦ, ὅτι ὡς ἄνθος χόρτου παρελεύσεται, ἀνέτειλε γὰρ ὁ ἥλιος σὺν τῷ καύσωνι, καὶ ἐξήρανε τὸ χόρτον, καὶ τὸ ἄνθος αὐτοῦ ἐξέπεσε. Καὶ ἡ εὐπρέπεια τοῦ προσώπου αὐτοῦ ἀπώλετο, οὕτω καὶ ὁ πλούσιος ἐν ταῖς πορείαις αὐτοῦ μαρανθήσεται. Μακάριος ἀνήρ, ὃς ὑπομένει πειρασμόν, ὅτι δόκιμος γενόμενος, λήψεται τὸν στέφανον τῆς ζωῆς, ὃν ἐπηγγείλατο ὁ Κύριος τοῖς ἀγαπῶσιν αὐτόν. Μηδεὶς πειραζόμενος λεγέτω, ὅτι ἀπὸ Θεοῦ πειράζομαι, ὁ γὰρ Θεὸς ἀπείραστός ἐστι κακῶν, πειράζει δὲ αὐτὸς οὐδένα, ἕκαστος δὲ πειράζεται ὑπὸ τῆς ἰδίας ἐπιθυμίας ἐξελκόμενοι καὶ δελεαζόμενος. Εἶτα ἡ ἐπιθυμία συλλαβοῦσα τίκτει ἁμαρτίαν, ἡ δὲ ἁμαρτία ἀποτελεσθεῖσα ἀποκύει θάνατον. Μὴ πλανᾶσθε, ἀδελφοί μου ἀγαπητοί, πᾶσα δόσις ἀγαθὴ καὶ πᾶν δώρημα τέλειον ἄνωθέν ἐστι καταβαῖνον ἀπὸ τοῦ πατρὸς τῶν φώτων, παρ’ ᾧ οὐκ ἔνι παραλλαγὴ ἢ τροπῆς ἀποσκίασμα. Βουληθεὶς ἀπεκύησεν ἡμᾶς λόγῳ ἀληθείας, εἰς τὸ εἶναι ἡμᾶς ἀπαρχήν τινα τῶν αὐτοῦ κτισμάτων.

Καθολικῆς Ἐπιστολῆς Ἰακώβου τὸ Ἀνάγνωσμα.
Ἀδελφοί, μὴ ἐν προσωποληψίαις ἔχετε τὴν πίστιν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τῆς δόξης· ἐὰν γὰρ εἰσέλθῃ εἰς τὴν συναγωγὴν ἡμῶν ἀνὴρ χρυσσοδακτύλιος ἐν ἐσθῆτι λαμπρᾷ, εἰσέλθῃ δὲ καὶ πτωχὸς ἐν ῥυπαρᾷ ἐσθῆτο. Καὶ ἐπιβλέψητε ἐπὶ τὸν φοροῦντα τὴν ἐσθῆτα τὴν λαμπράν, καὶ εἴπητε αὐτῷ· σὺ κάθου ὦδε καλῶς. καὶ τῷ πτωχῷ εἴπητε σὺ στῆθι ἐκεῖ ἢ κάθου ὦδε ὑπὸ τὸ ὑποπόδιόν μου. Καὶ οὐ διεκρίθητε ἐν ἑαυτοῖς καὶ ἐγένεσθε κριταὶ διαλογισμῶν πονηρῶν; Ἀκούσατε, ἀδελφοί μου ἀγαπητοί· οὐχ ὁ Θεὸς ἐξελέξατο τοὺς πτωχοὺς τοῦ κόσμου τούτου πλουσίους ἐν πίστει καὶ κληρονόμους τῆς βασιλείας, ἧς ἐπηγγείλατο τοῖς ἀγαπῶσιν αὐτόν; ὑμεῖς δὲ ἠτιμήσατε τὸν πτωχόν, οὐχ οἱ πλούσιοι καταδυναστεύουσιν ὑμῶν, καὶ αὐτοὶ ἕλκουσιν ὑμᾶς εἰς κριτήρια; Οὐκ αὐτοὶ βλασφημοῦσι τὸ καλὸν ὄνομα τὸ ἐπικληθὲν ἐφ’ ὑμᾶς; εἰ μέν τοι νόμον τελεῖτε βασιλικὸν κατὰ τὴν Γραφήν. Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν, καλῶς ποιεῖτε· εἰ δὲ προσωποληπτῆτε, ἁμαρτίαν ἐργάζεσθε, ἐλεγχόμενοι ὑπὸ τοῦ νόμου ὡς παραβάται. Ὅς τι ὅλον τὸν νόμον τηρήσει, πταίσει δὲ ἐν ἑνί, γέγονε πάντων ἔνοχος, ὁ γὰρ εἰπὼν μὴ μοιχεύσῃς, εἶπε καί, μὴ φονεύσῃς, εἰ δὲ οὐ μοιχεύσῃς, φονεύσῃς δέ, γέγονας παραβάτης νόμου. Οὕτω λαλεῖτε, καὶ οὕτω ποιεῖτε, ὡς διὰ νόμου ἐλευθερίας μέλλοντες κρίνεσθαι, ἡ γὰρ κρίσις ἀνίλεως τῷ μὴ ποιήσαντι ἔλεος, καὶ κατακαυχᾶται ἔλεος κρίσεως.

Καθολικῆς Ἐπιστολῆς Ἰακώβου τὸ Ἀνάγνωσμα.
Ἀδελφοί, μήτι ἡ πηγὴ ἐκ τῆς αὐτῆς ὀπῆς βρύει τὸ γλυκὺ καὶ τὸ πικρόν; Μὴ δύναται, ἀδελφοί μου, σύκη ἐλαίας ποιῆσαι, ἢ ἄμπελος σῦκα; Οὕτως οὐδεμία πηγὴ ἁλικὸν καὶ γλυκὺ ποιῆσαι ὕδωρ. Τίς σοφὸς καὶ ἐπιστήμων ἐν ὑμῖν; δειξάτω ἐκ τῆς καλῆς ἀναστροφῆς τὰ ἔργα αὐτοῦ ἐν πραοότητι σοφίας. Εἰ δὲ ζῆλον πικρὸν ἔχετε καὶ ἐρίθειαν ἐν τῇ καρδίᾳ ὑμῶν, μὴ κατακαυχᾶσθε καὶ ψεύδησθε κατὰ τῆς ἀληθείας, οὐκ ἔστιν αὕτη ἡ σοφία ἄνωθεν κατερχομένη, ἀλλ’ ἐπίγειος, ψυχική, δαιμονιώδης. Ὅπου γὰρ ζῆλος καὶ ἐρίθεια, ἐκεῖ ἀκαταστασία, καὶ πᾶν φαῦλον πράγμα· ἡ δὲ ἄνωθεν σοφία πρῶτον μὲ ἁγνή ἐστιν, ἔπειτα εἰρηνική, ἐπιεικής, εὐπειεθής, μεστὴ ἐλέους, καὶ καρπῶν ἀγαθῶν, ἀδιάκριτος καὶ ἀνυπόκριτος. Καρπὸς δὲ τῆς δικαιοσύνης ἐν εἰρήνῃ σπείρεται τοῖς ποιοῦσιν εἰρήνην. Πόθεν πόλεμοι καὶ μάχαι ἐν ὑμῖν; οὐκ ἐντεῦθεν ἐκ τῶν ἡδονῶν ὑμῶν τῶν στρατευομένων ἐν τοῖς μέλεσιν ὑμῶν; Ἐπιθυμεῖτε, καὶ οὐκ ἔχετε· φονεύεται καὶ ζηλοῦτε, καὶ οὐ δύνασθε ἐπιτυχεῖν· μάχεσθε καὶ πολεμεῖτε, οὐκ ἔχετε δέ, διὰ τὸ μὴ αἰτεῖσθαι ὑμᾶς· αἰτεῖτε, καὶ οὐ λαμβάνετε, διότι κακῶς αἰτεῖσθε, ἵνα ἐν ταῖς ἡδοναῖς ὑμῶν δαπανήσετε. Μοιχοὶ καὶ μοιχαλίδες, οὐκ οἴδατε ὅτι ἡ φιλία τοῦ κόσμου ἔχθρα τοῦ Θεοῦ ἐστιν; Ὃς ἂν οὐν βουληθῇ φίλος εἶναι τοῦ κόσμου, ἐχθρὸς τοῦ Θεοῦ καθίσταται. Ἢ δοκεῖτε ὅτι κενῶς ἡ Γραφὴ λέγει, πρὸς φθόνον ἐπιποθεῖ τὸ πνεῦμα, ὃ κατώκησεν ἐν ὑμῖν; μείζονα δὲ δίδωσι χάριν. Διὸ λέγει, ὁ Θεὸς ὑπερηφάνοις ἀντιτάσσεται, ταπεινοῖς δὲ δίδωσι χάριν.

Εἰς τήν Λιτήν. Ἦχος α΄.
Εὐφραίνοι πόλις Ἱερουσαλήμ, καὶ ἀγάλλου Χριστὸν δοξάζουσα, ὅτι ἐκ σοῦ ἀνεβλάστησε καὶ ἐν σοὶ ἐχρημάτισε πρῶτος Ἱεράρχης Ἰάκωβος ὁ σοφός, ὁ σήμερον ἡμῖν εἰς εὐφημίαν προκείμενος. Χαίρεις, ὁ τὴν χάριν παρ’ Αὐτοῦ τοῦ Κυρίου λαβὼν καὶ Χριστὸν τὸν Θεὸν ὁλοψύχως σαυτῷ ἐνστερνησάμενος, Ὃν ἐκτενῶς ἱκέτευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Ὁ αὐτός.
Γέγονας Ἰάκωβε, θεόπνευστον ὄργανον, δι’ οὗ ἡμῖν τὸ Πνεῦμα τὸ Ἅγιον ἐλάλησε. Τῇ εὐσήμῳ γὰρ ῥοῇ διέδραμε τὰ πέρατα, ὁ φθόγγος τῆς διδασκαλίας σου. Καὶ μιμητὴς γενόμενος τοῦ πάθους τοῦ Σωτῆρος Χριστοῦ, τὸν χῶρον κατέλαβες ἐκεῖνον Ὃν ἐπόθησας, πρέσβευε τῷ Κυρίῳ Ἀδελφόθεε, εἰρηνεῦσαι τὸν κόσμον, καὶ σῶσαι τὰς ψυχὰς ἡμῶν.
Ἦχος γ΄.
Στολήν σε τῆς νομικῆς ἐξέδυσε κρείττονα, καὶ Ἱεράρχην δεικνύει Ἀαρὼν τοῦ πάλαι τιμιωτέραν, ὁ δι’ οἶκτον, εἰς ἀδελφότητά σε δεξάμενος. Διὸ  ὃ καὶ μετὰ τὸ μαρτύριον θρόνῳ παριστάμενος μάκαρ, στεφανηφόρος τῆς Τριάδος πίστει τοὺς τιμῶντάς σε πόθῳ τῶν ἀκηράτων κατατρυφῆσαι γερῶν, Ἀρχιερεῦ Ἰάκωβε, πρέσβευε τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Ἦχος δ΄.
Ἐφώτισε τοῖς πέρασι σήμερον, ὡς ἀστὴρ φαεινὸς ὁ πρῶτος Ἱεράρχης Ἰάκωβος ὁ σοφός. Πάντων τῶν ἀπίστων φωτίζων τὰς διανοίας καὶ τῶν πιστῶν τοὺς δισταγμούς, ἀποδιώκων καὶ τῶν ἐν πίστει καὶ πόθῳ τελοῦντων τὴν σεβάσμιον μνήμην αὐτοῦ. Παῤῥησίαν γὰρ πρὸς Θεὸν εὗρεν, ἀναμέλπων εὐχὰς ᾧ καὶ πρεσβεύει ἀπαύστως ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Δόξα. Ἦχος πλ. δ΄.
Πάντες πιστοὶ συνελθόντες εὐθέως, πενυματικὴν χορείαν συστησώμεθα. Δεῦτε τὸν πρωτόθρονον πάντες, τῆς Ἐκκλησίας τὸν φωστήρα, ἱεροῖς Ἰάκωβον ὕμνοις, ὡς Ἱεράρχην καὶ θεῖον κήρυκα, τὸν ἐπαξίως Δίκαιον ὀνομασθέντα. Μυσταγωγὸς γὰρ γενόμενος τῶν ἀῤῥήτων καὶ ἀνεκφράστων μυστηρίων καὶ πρὸς εὐσέβειαν λαοὺς μέλπων διήγειρεν. Δι’ ὃ Χριστὸν ἀπαύστως ἐν οὐρανοῖς δοξολογεῖ μετ’ Ἀγγέλων καὶ Ἱεραρχῶν χοροβατῶν καὶ πάντων τῶν Δικαίων, οὗ ταῖς πρεσβείαις Χριστέ, σῶσον ἡμᾶς ὡς ἀγαθὸς καὶ φιλάνθρωπος.
Καὶ νῦν. Θεοτοκίον.
Δεῦτε ἅπαντα τὰ ἔθνη, ἐν φωνῇ ἀγαλλιάσεως, τὴν παναγίαν Παρθένον καὶ Θεοτόκον εὐφημήσωμεν, τῆς ἀνθρωπίνης οὐσίας τὸ χωνευτήριον, τῶν ἀποῤῥήτων θαυμάτων τὸ ἐργαστήριον, ἐν αὐτῇ γὰρ γέγονε καινά, ὁ ἄναρχος ἄρχεται, ὁ Λόγος παχύνεται, ὁ Θεὸς ἄνθρωπος γίνεται, ἵνα Θεὸν τὸν ἄνθρωπον ἀπεργάσηται, οὐ τροπῇ τῶν φύσεων, ἀλλ’ ἑνώσει τῇ καθ’ ὑπόστασιν. Προέρχεται γὰρ εἷς ἐκ δύο τῶν ἐναντίων, ἐν δυσὶ τελείαις ταῖς φύσεσιν, ἀδιαιρέτως γνωρίζομενος, θελητικῶς τε καὶ ἐνεργητικῶς, καθ’ ἑκατέραν οὐσίαν, ὁ αὐτὸς τὸ ἀληθὲς πιστούμενος τῆς σωτηρίου οἰκονομίας, Χριστὸς ὁ Θεὸς ἡμῶν, ὁ παρέχων τῷ κόσμῳ ἱλασμόν, εἰρήνην καὶ τὸ μέγα ἔλεος.

Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια.
Ἦχος πλ. δ'. Κύριε, εἰ καὶ κριτηρίῳ.
Κύριε, εἰ καὶ πτερυγίῳ παρέστη, τοῦ Ἱεροῦ ὁ Ἰάκωβος, ἀλλὰ παῤῥησίᾳ λαλήσας, Θεὸν Λόγον σε ἐκήρυξε, Δημιουργὸν τοῦ παντός, κόσμῳ ἐπιδημήσαντα· οὗ ταῖς πρεσβείαις καὶ νῦν παράσχου, τὸν φωτισμὸν ταῖς ψυχαῖς ἡμῶν.

Στίχ. Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν.
Κύριε, εἰ καὶ ἐν τῷ ξύλῳ ἡ κάρα, τοῦ Ἀποστόλου συντέτριπται, ἀλλ' ἐν Παραδείσῳ τῷ ξύλω, τῷ τῆς ζωῆς σοι προσήνεκται· τῶν γὰρ προσκαίρων λυθείς, αἰωνίως ἀγάλλεται, οὗ ταῖς πρεσβείαις ταῖς Ἐκκλησίαις, τὴν εἰρήνην Σου κατάπεμψον.

Στίχ. Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δὲ χειρῶν Αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα.
Κύριε, Σὲ ὁμολογήσας γενναίως, ὁ Ἀδελφόθεος γέγηθεν, Υἱὸν τοῦ Θεοῦ τοῦ Ὑψίστου, εἰλικρινῶς ὁ ἀοίδιμος· τοὺς δὲ δυσφήμους ἐχθρούς, κατῄσχυνε καὶ ἔπαυσε· διὰ τοῦτο καὶ ἐναθλήσας, Σοὶ παρέστη ἀγαλλόμενος.
Δόξα. Ἦχος πλ. δ'.
Τοῦ ἀρχιποίμενος Χριστοῦ, ἀδελφὸς χρηματίσας καὶ διάδοχος, καὶ ἐν Ἀποστόλοις ἐπίσημος, τὸν ὑπὲρ Αὐτοῦ θάνατον ἠγάπησας, καὶ τὸ μαρτύριον οὐκ ἐπῃσχύνθης, Ἰάκωβε ἔνδοξε· Αὐτὸν ἱκέτευε ἀδιαλείπτως, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον.
Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ Ὑψίστου, Σῶν οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.

Νῦν ἀπολύεις, Τρισάγιον, Ἀπολυτίκιον. Ἦχος δ'.
Ὡς τοῦ Κυρίου μαθητής, ἀνεδέξω Δίκαιε τὸ Εὐαγγέλιον, ὡς Μάρτυς ἔχεις τὸ ἀπαράτρεπτον, τὴν παῤῥησίαν ὡς Ἀδελφόθεος, τὸ πρεσβεύειν ὡς Ἱεράρχης· πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
 Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον, διὰ Σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, δι' οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

Ἀπόλυσις.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν α΄ Στιχολογίαν, Κάθισμα.
Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Ἀπόστολε Χριστοῦ, καὶ αὐτόπτα καὶ Μάρτυς, Ἰάκωβε σοφέ, Ἀδελφόθεε μάκαρ, τοὺς πίστει ἑορτάζοντας, τὸ σεπτόν σου μνημόσυνον, ἐλευθέρωσον, τῶν συνεχόντων πταισμάτων, ταῖς πρεσβείαις σου, τοὺς οὐρανοὺς ἐμβατεύων, δυνάμει τοῦ Πνεύματος.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Μαρία ἡ τὰ τρεῖς, ἀνηκούστους ἑνώσεις, ἑνώσασα φρικτῶς, παρθενίαν καί τόκον, Θεόν τε καὶ ἄνθρωπον, πίστιν τε καὶ πιστεύουσαν, τοῖς ξενίζουσι, τούτοις κρδίαν ἀνθρώπου, ἡμᾶς ἕνωσον, τῇ τοῦ Υἱοῦ Σου ἀγάπῃ, καὶ σῶσον Πανύμνητε.

Μετὰ τὴν β΄ Στιχολογίαν, Κάθισμα.
Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Ὡς στῦλος ὑπάρχων τῆς Ἐκκλησίας Χριστοῦ, τὰ τείχη κατέῤῥιψας τῆς ἀπιστίας σοφέ, Ἱερομάρτυς Ἰάκωβε· ὅθεν πρὸ τοῦ θανάτου, τῶν Μαρτύρων τὰ ἆθλα, χαίρων ἐνυπομείνας, τὸν Χριστὸν προτιμήσας, δι’ ὃ πρέσβευε Αὐτῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ἐπάκουσον Δέσποινα ἐκ κατωδύνου ψυχῆς, βοῶντος τοῦ δούλου Σου καὶ τῶν πολλῶν μοι κακῶν, παράσχου μοι ἄφεσιν· Σὲ γὰρ ἔχω προστάτην, ἐν νυκτὶ καὶ ἡμέρᾳ, λύτρωσαι Θεοτόκε, τοῦ πυρὸς τῆς γεέννης, καὶ στῆσον ἐκ δεξιῶν με, τοῦ Σοῦ Υἱοῦ καὶ Θεοῦ.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα.
Ἦχος γ΄. Τὴν ὡραιότητα.
Τοῦ θείου Πνεύματος, τὴν ἐπιφοίτησιν, μάκαρ δεξάμενος, τέμενος γέγονας, τῶν χαρισμάτων τῶν Αὐτοῦ, καὶ τύπον πλάτος ἔχοντα, μυστικὸν συνέγραψας, πανιέροις νοήμασι, καὶ σοφαῖς ἐν φράσεσι, θεοφόρε Ἰάκωβε, φρικτῆς ἱερουργίας καὶ τοῦτον, παρέδωκας τῇ Ἐκκλησίᾳ.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ἐν τῇ κοιμήσει Σου, Παρθένε ἄχραντε, καὶ ὁ Ἰάκωβος, ὁ Ἀδελφόθεος, μετὰ τῶν ἄλλων Μαθητῶν, παρῆν ὡς θεασόμενος, τὸ ζωαρχικώτατον, καὶ πανάχραντον σκῆνός Σου, καὶ τὸ ἀνερμήνευτον, ἀνυμνήσων μυστήριον, τῆς θείας καὶ φρικτῆς Σου λοχεῖας, ὃ προσκυνοῦντας ἡμᾶς σῶσον.

Οἱ Ἀναβαθμοί. Τὸ α´ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Ἐκ νεότητός μου πολλὰ πολεμεῖ με πάθη· ἀλλ’ αὐτὸς ἀντιλαβοῦ καὶ σῶσον, Σωτήρ μου (δίς).
Οἱ μισοῦντες Σιῶν, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου· ὡς χόρτος γὰρ πυρὶ ἒσεσθε ἀπεξηραμμένοι (δὶς).
Δόξα Πατρί.
Ἁγίω Πνεύματι πᾶσα ψυχὴ ζωοῦται καὶ καθάρσει ὑψοῦται, λαμπρύνεται τῇ τριαδικῇ μονάδι ἱεροκρυφίως.
Καὶ νῦν.
Ἁγίῳ Πνεύματι ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα ἅπασαν τὴν κτίσιν πρὸς ζωογονίαν.

Προκείμενον. Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν.
Στίχ. Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα.
Εὐαγγέλιον, ἐκ τοῦ κατὰ Ἰωάννην: Ἐγὼ εἰμὶ ἡ θύρα, δι’ ἐμοῦ...
Ὁ Ν´  Ψαλμός.
λέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἐπὶ πλεῖον πλῦνον μὲ ἀπὸ τῆς ἀνομίας μου, καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με.
Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διὰ παντός.
Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα· ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.
Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.
Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας· τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι.
Ῥαντιεῖς μὲ ὑσσώπω καὶ καθαρισθήσομαι· πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι.
Ἀκουτιείς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.
Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τάς ἀνομίας μου ἐξάλειψον.
Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου.
Μὴ ἀπορρίψης με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ ἐμοῦ.
Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με.
Διδάξω ἀνόμους τάς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι.
Ῥῦσαὶ μὲ ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου.
Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.
Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ, πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.
Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ.
Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα.
Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Δόξα. Ταῖς τοῦ Ἀποστόλου...
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ. Ἐλέησόν με ὁ Θεός...
Σήμερον, ἡ Ἱερουσαλὴμ ἅπασα, ταῖς τοῦ Ἱεράρχου αὐγάζεται ἀκτῖσι, καὶ ἡ τοῦ Χριστοῦ Ἐκκλησία, τοῖς ἄνθεσι κοσμουμένη εὐφραίνεται ἐν τῇ ἐνδόξῳ μνήμῃ τοῦ θεοφόρου Πατρός. Καὶ τοῦτον προσκυνοῦντες κραυγάζομεν· σῶσον ἡμᾶς Κύριε, ταῖς αὐτοῦ ἱκεσίαις.

Εἶτα οἱ Κανόνες· τῆς Θεοτόκου καὶ τοῦ Ἀποστόλου β΄.
Ὁ α΄, ποίημα Θεοφάνους.
ᾨδὴ α'. Ἦχος δ'. Θαλάσσης τὸ ἑρυθραῖον.
Τὴν δόσιν, τὴν ἀγαθὴν Ἰάκωβε, καὶ δῶρον τέλειον, ἐκ τοῦ Πατρὸς τῶν φώτων τοῖς βροτοῖς, χορηγεῖσθαι διδάσκεις σαφῶς, ἧς μετασχεῖν Ἀπόστολε, τοὺς σὲ ὑμνοῦντας καθικέτευε.

Τῇ αἴγλῃ, σὺ φωτισθεὶς Ἰάκωβε, τοῦ θείου Πνεύματος, καὶ σὺν Αὐτῷ τοὺς νόμους ἐκτιθείς, Ἐκκλησίας ῥυθμίζεις ἐθνῶν, ὡς τοῦ Χριστοῦ Ἀπόστολος, ἱεροφάντορ παμμακάριστε.

Χορείαν, τῶν Ἀποστόλων πάνσοφε, σαφῶς ἐκόσμησας, Ἀρχιερεὺς ὡς πρῶτος γεγονώς, αὐτουργίᾳ τοῦ Λόγου χρισθείς, ὡς μαθητὴς θεάδελφος, ἱεροκήρυξ μυστικώτατος.
Θεοτοκίον.
Πηγήν Σε, τῶν ἰαμάτων ἔχοντες, ἀπαρυόμεθα, ὡς τὴν πηγὴν τεκοῦσαν τῆς ζωῆς, Θεοτόκε πανύμνητε, καὶ τῶν ψυχῶν τὴν ἴασιν, καὶ τῶν σωμάτων τὴν ἀνάκτησιν.

Ὁ β΄Κανών, οὗ ἡ ἀκροστιχίς: Χριστοῦ ἀδελφῷ ᾆσμα δεύτερον πλέκω. Β. Υ.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ἁρματηλάτην Φαραώ.
Χριστοῦ ταῖς θείαις ἀστραπαῖς λαμπόμενος, μάκαρ Ἰάκωβε, τὸν νοητὸν ζόφον, τῆς ψυχῆς μου δίωξον, καὶ κόρας τῆς καρδίας μου, καταλάμπρυνον ὅπως, ἐν ὑμνῳδίαις δοξάσω σου, τὴν σεπτὴν καὶ θείαν πανήγυριν.

Ῥήτωρ πυρίπνους τῆς Χριστοῦ θεότητος, ἐδείχθης πάνσοφε, μίαν τῶν πυρίνων, γλωσσῶν εἰσδεξάμενος, τοῦ Παναγίου Πνεύματος, καὶ ἐκήρυξας πᾶσι, τοῖς Ἰουδαίοις τὸν Κύριον, Υἱὸν τοῦ Θεοῦ γνησιώτατον.

Ἰσχὺν ἐξ ὕψους ἐνδυθεὶς τὴν ἄμαχον, μάκαρ Ἰάκωβε, παρεμβολὰς πάσας, Ἰουδαίων ἔκλινας, καὶ τούτων καταβέβληκας, τὰ φρυάγματα πάντα, κατὰ Χριστοῦ ἐπερόμενα, ἀγχεμάχοις ὅπλοις τῆς χάριτος.
Θεοτοκίον.
Σύγχυσις λόγων λογισμῶν τε σκότωσιν, περικαλύπτουσι, τοὺς τὸν τοκετόν Σου, Κόρη ἑρμηνεύοντας, ὃν γὰρ Μωσῆς ἑώρακεν ἐν θυέλλῃ, καὶ γνόφῳ, κεκαλυμμένον ἐγέννησας, καὶ ταῖς Σαῖς ἀγκάλαις ἐβάστασας.

ᾨδὴ γ'. Εὐφραίνεται ἐπὶ Σοὶ.
Εὐφραίνεται ἡ φυλή, ἡ τοῦ Ἰούδα ἐπὶ σοὶ σήμερον, ταῖς τοῦ Χριστοῦ βλέπουσα, σὲ μαρμαρυγαῖς ἀπαστράπτοντα.

Ἀστέρα θεολαμπῆ, σὲ ἡ Ἐκκλησία τῶν ἐθνῶν ἔχουσα, τὸν εὐκλεῆ κήρυκα, θείαις δᾳδουχίαις λαμπρύνεται.

Τὸν νόμον τὸν τῆς ζωῆς, τῇ Ἐκκλησίᾳ τοῦ Χριστοῦ τέθεικας, ζωοποιῷ Πνεύματι, σὺ νομοθετῶν καὶ φθεγγόμενος.
Θεοτοκίον.
Ὃν ἔτεκες ἐν σαρκί, Παρθενομῆτορ ἐκ Πατρὸς λάμψαντα, τοῦτον Ἁγνή, Ἰάκωβος, ὡς Θεὸν τῶν ὅλων ἐκήρυττε.

Ἕτερος. Οὐρανίας ἁψῖδος.
Τὴν πηγὴν τῆς σοφίας σὺ ἐσχηκὼς ἔνδοξε, διδάσκαλον ζῶντα, ποταμοὺς διδαγμάτων ἀνέβλυσας, ἐκ τῆς κοιλίας σου, διηνεκῶς ἁλομένους, καὶ κόσμου κατήρδευσας πάντα τὰ πέρατα.

Ὁλικῶς ἀγαπήσας τὸ ὀρεκτῶν ἔσχατον, ἐγκρατείᾳ ἄκρᾳ, καὶ ἀσκήσει συντόνῳ ἐκέχρησο, ὑπὲρ τοὺς ἄλλους σου, συναποστόλους θεόφρον, καὶ τοῦτο κατείληφας, νοῦ καθαρότητι.

Ὑπερβὰς τὴν δυάδα τὴν ἐμπαθῆ ἔνδοξε, καὶ λυθεὶς τετράδος, στοιχειώδους νῦν, ὤφθης Ἰάκωβε, ἐπόπτης ἄμεσος, τῆς ἀνωτάτης Τριάδος, καὶ Θεὸς γεγένησαι, θέσει θεούμενος.
Θεοτοκίον.
Ἀκατάληπτον ὄντως θαῦμα τὸ Σὸν πέφυκεν, ὁ γὰρ ἐν τοῖς κόλποις, τοῖς πατρώοις καθήμενος Ἄχραντε, ἐπὶ τῶν κόλπων Σου, ὡς ἐπὶ θρόνου ἁγίου, σαρκοφόρος κάθηται, τίς οὐ θαυμάσεται;

Κάθισμα. Ἦχος α'. Τὸν τάφον Σου Σωτὴρ.
Ἀπόστολε Χριστοῦ, καὶ αὐτόπτα καὶ Μάρτυς, Ἰάκωβε σοφέ, Ἀδελφόθεε μάκαρ, τοὺς πίστει ἑορτάζοντας, τὸ σεπτόν σου μνημόσυνον, ἐλευθέρωσον, τῶν συνεχόντων πταισμάτων, ταῖς πρεσβείαις σου, τοὺς οὐρανοὺς ἐμβατεύων, δυνάμει τοῦ Πνεύματος.

Δόξα. Ἦχος πλ. δ'. Τὴν Σοφίαν καὶ Λόγον.
Συγγενὴς κατὰ σάρκα τοῦ Ἰησοῦ, χρηματίσας πρὸς Τούτου χάριν πολλήν, Ἀπόστολε εἴληφας, καὶ τοῖς πᾶσι μετέδωκας, φωτισμοῦ καὶ γνώσεως, πανσόφου, Ἰάκωβε, καὶ εἰδώλων πλάνην, ῥιζόθεν ἀνέσπασας· ὅθεν οἱ τοῦ σκότους, προϊστάμενοι πλάνοι, ἀδίκως σε κτείνουσι, τὸν Σωτῆρα κηρύττοντα· διὰ τοῦτο βοῶμέν σοι· πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
Καὶ νῦν. Θεοτοκίον.
Ὡς πανάμωμος νύμφη τοῦ Ποιητοῦ, ὡς ἀπείρανδρος Μήτηρ τοῦ Λυτρωτοῦ, δοχεῖον ὡς ὑπάρχουσα, τοῦ Παρακλήτου Πανύμνητε, ἀνομίας με ὄντα, αἰσχρὸν καταγώγιον, καὶ δαιμόνων παίγνιον, ἐν γνώσει γενόμενον, σπεῦσον καὶ τῆς τούτων, κακουργίας με ῥῦσαι, λαμπρὸν οἰκητήριον, ἀρετῆς ἀπαρτίσασα, φωτοδόχε ἀκήρατε· δίωξον τὸ νέφος τῶν παθῶν, καὶ τῆς ἄνω μεθέξεως ἀξίωσον, καὶ φωτὸς ἀνεσπέρου, πρεσβείαις Σου Ἄχραντε.

ᾨδὴ δ'. Δι' ἀγάπησιν, Οἰκτίρμον.
Ἐπεβίβασας εἰς θάλασσαν σοῦ τοὺς ἵππους, τοὺς Ἀποστόλους Σῶτερ, καὶ ἐφώτισαν τὰ ἔθνη, πρὸς τὴν Σὴν ἐπίγνωσιν, ἑλκύσαντες Κύριε.

Ἀκηλίδωτον ὡς ἔσοπτρον δεδειγμένος, καὶ πρωτουργοὺς ἀκτῖνας, τῆς ἀκτίστου Τριάδος, ἀκριβῶς δεξάμενος, τοῖς πᾶσιν ἐξέλαμψας.

Κυλιόμενόν σε λίθον ἡ προφητεία, ἡγιασμένον βλέπει, καὶ συντρίβοντα πλάνης, σαθρὰν ματαιότητα, ἰσχὺῒ τοῦ Πνεύματος.
Θεοτοκίον.
Ὑποδὺς Παρθενομῆτορ τὴν Σὴν γαστέρα, ὁ πρὸ αἰώνων Λόγος, γεννηθεὶς ἀποῤῥήτως, ἐκ Πατρός, Ἰάκωβον, Ἀπόστολον δείκνυσι.

Ἕτερος. Σύ μου ἰσχὺς Κύριε.
Δεῦτε πιστοί, Ἀδελφοθέου τὴν ἄθλησιν, ὑμνῳδίαις ἱεραῖς τιμήσωμεν, καὶ τὸν αὐτόν, Χριστὸν τὸν Θεόν, ἐν γῇ καὶ ἐν πόλῳ, δοξάσαντα μεγαλύνωμεν, ὡς αἵματος ἐκχύσει, καὶ ἐν ἔργοις καὶ λόγοις, διὰ βίου παντὸς προδοξάσαντα.

Εὖγε τῆς σῆς, νουνεχεστάτης φρονήσεως, τοῦ Κυρίου ἀδελφὲ Ἰάκωβε, πραγματειῶν καὶ γὰρ ἁπασῶν τὴν μεγίστην ὄντως, ἐπραγματεύσω θεόσοφε, ζωῆς γὰρ ἐπικήρου, καὶ αἱμάτων ὀλίγων, Βασιλείαν ὠνήσω αἰώνιον.

Λόγῳ ἡμᾶς, τῆς ἀληθείας ἐν Πνεύματι, κυηθέντας, Θεὸς ᾑρετίσατο, εἶναι σαφῶς, ὥσπερ ἀπαρχήν, τῶν αὐτοῦ κτισμάτων, κατὰ τοὺς σοὺς λόγους πάνσοφε, θεόθεν διδαχθέντος, οὐρανίῳ μυήσει, τὰ τοιαῦτα θεόσοφα πράγματα.
 Θεοτοκίον.
Φῶς ἐκ φωτός, ἐκ τοῦ Πατρὸς τὸν ἐκλάμψαντα, πρὸ αἰώνων ἐπ’ ἐσχάτων Δέσποινα, ὥσπερ λυχνία φωτοφανής, ἐγέννησας Κόρη, φῶς ἀληθὲς καὶ ἀπρόσιτον, ὃ πάντα καταλάμπει, νοερῶς καὶ φωτίζει, εἰς τὸν κόσμον ἐρχόμενον ἄνθρωπον.

ᾨδὴ ε'. Σὺ Κύριέ μου φῶς.
Σὺ Κύριε φωτός, ἀστραπὴν τὸν Ἰάκωβον, ἀνέδειξας φρυκτωροῦσαν, καὶ βροτοὺς τῆς ἀγνοίας, καὶ πλάνης ἀπαλλάττουσαν.

Σὲ Κύριε φωνή, ἐλευθέρα ἐκήρυξεν, ὁ δίκαιος ἀδελφός Σου, μιμητής τε τοῦ πάθους, ἐγένετο κτεινόμενος.

Τὶς βρότειός σοι νοῦς, ἐγκωμίων ἐφύμνιον, δυνήσεται προσκομίζειν, ἀρετῆς λαμπρυνθέντι, ταῖς χάρισιν Ἰάκωβε;
Θεοτοκίον.
Σὲ θεῖον ἀληθῶς, εὑρηκὼς ἐνδιαίτημα, κατῴκησεν ὦ Παρθένε, τὴν ἡμῶν σωτηρίαν, ὁ Λόγος προμηθούμενος.

Ἔτερος. Ἵνα τί με ἀπώσω.
Ὡς ἀστὴρ ἑωσφώρος, ἐξανέτειλε κόσμῳ ἡ θεία μνήμῃ σου, φωτίζουσα πάντας, τοὺς αὐτὴν ἐτησίως γεραίροντας, καὶ ἐξαιτουμένους, τὰς δραστικάς σου ἱκεσίας, πτερνιστὰ τῆς ἀπάτης Ἰάκωβε.

Ἁρπαγεὶς θεωρίας, εἰς ὑπέρφωτον γνόφον ἐθεολόγησας, ἐκ Πατρὸς τῶν φώτων, καταβαίνειν πᾶν δώρημα τέλειον, ἅπασιν ἀνθρώποις, ὦ στόματος θεοφορήτου!  ὢ νοὸς ὑπὲρ ἥλιον λάμποντος!

Σοφίας οὐρανίου, Βασιλείας τε θείας φρικτὰ μυστήρια, γνῶναί σοι ἐδόθη, παρ’ αὐτῆς θεοφόρε Ἰάκωβε, τῆς ἐνυποστάτου, Θεοῦ σοφίας τε καὶ Λόγου, ἐπὶ γῆς δι’ ἡμᾶς χρηματίσαντος.
Θεοτοκίον.
Μακαρία ἐγένου, παμμακάριστε Κόρη ὡς τὸν μακάριον, Θεὸν συλλαβοῦσα, καὶ μακάριοι πάντες ὑπάρχουσιν, οἱ Σὲ κατιδόντες, μακάριοι οἱ Σὲ τεκόντες καὶ οἱ Σὲ ἐπαινοῦντες μακάριοι.

ᾨδὴ ς'. Θύσω Σοι, μετὰ φωνῆς.
Στολὴν σε, τῆς νομικῆς ἐνέδυσε κρείττονα, καί.Ἱεράρχην δεικνύει, Ἀαρὼν τοῦ πάλαι τιμιωτέραν, ὁ δι' οἶκτον, εἰς ἀδελφότητά σε δεξάμενος.

Ὄργανον, ἐνεργείαις κρουόμενον Πνεύματος, πᾶσαν διάνοιαν θέλγον, καὶ Θεῷ προσάγον τοὺς σῳζομένους, ἐκ δουλείας, χαλεπωτάτης γέγονας ἄριστον.

Διψήσας, τοῦ τῆς ζωῆς ἐξέπιες νάματος, καὶ ποταμοὺς ἀναβλύζεις, θεοῤῥημοσύνης τῆς σῆς κοιλίας, ἁλλομένους, τῇ οἰκουμένῃ τῷ θείῳ Πνεύματι.
Θεοτοκίον.
Εὔα μέν, παρακοῇ τὸν θάνατον ἔτεκεν, ἡ Θεοτόκος ζωὴν δέ, συλλαβοῦσα τέτοκε τὴν ἀγήρω, καὶ τὸ πάλαι, ὑπὲρ πάντων ἀπέτισεν ὄφλημα.

Ἕτερος. Ἱλάσθητί μοι Σωτήρ.
Ἀκτῖσι καταστεφθείς, τῆς ἀρχιφώτου Θεότητος, καὶ φῶς τὸ αὐτολαμπές, ἐποπτεύσας ἔνδοξε, παρ’ ᾧ ἀνεβόησας, ἀλλαγὴ οὐκ ἔστιν, ἤ τροπῆς τι ἀποσκίασμα.

Δίκαιος κατ’ ἐξοχήν, ἐκλήθης θεῖε ἰάκωβε, δικαιοσύνης θεσμούς, καλῶς γὰρ ἐτήρησας, νόμου τε καὶ φύσεως, ἐκ νεότητός σου, ὦ Δικαίων σεμνολόγημα.

Εἰς πᾶσαν ὡς ἀληθῶς, τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος σου, καὶ φῶς τῆς ἐπιστολῆς, τῆς σῆς περιήστραψεν, Ἐκκλησίαν ἅπασαν, τοῦ Χριστοῦ καὶ σώζει, τοὺς αὐτὴν ἀναγινώσκοντας.
Θεοτοκίον.
Ὑπέρτερος οὐρανός, τοῦ οὐρανοῦ ὤφθης Δέσποινα, ὃν γὰρ ἐκεῖνος Ἁγνή, χωρῆσαι οὐ δύναται, Σὺ ἐν τῇ κοιλίᾳ Σου, ἀστενοχωρήτως, ὑπὲρ ἔννοιαν ἐχώρησας.

Κοντάκιον. Ἦχος δ'. Ὁ ὑψωθεὶς.
Ὁ τοῦ Πατρὸς μονογενὴς Θεὸς Λόγος, ἐπιδημήσας πρὸς ἡμᾶς ἐπ' ἐσχάτων, τῶν ἡμερῶν Ἰάκωβε θεσπέσιε, πρῶτόν σε ἀνέδειξε τῶν Ἱεροσολύμων, Ποιμένα καὶ Διδάσκαλον, καὶ πιστὸν οἰκονόμον, τῶν μυστηρίων τῶν πνευματικῶν· ὅθεν σε πάντες τιμῶμεν Ἀπόστολε.
Ὁ Οἶκος.
Τὸν γόνον σε τοῦ Ἰωσήφ, καὶ Ἱεροσολύμων τὸν πρῶτον Ἱεράρχην, Ἰάκωβε θεόπτα, καὶ τοῦ Κυρίου ἀδελφὸν ὕμνοις ἐγκωμίων ἀνυμνοῦμεν εὐσεβῶς, καὶ πίστει ἀνακράζομεν· δώρησαι ἡμῖν δώρημα τέλειον ἐκ τοῦ Πατρὸς τῶν φώτων, καὶ ἀπέλασον τὴν θλίψιν τὴν ἐπερχομένην καὶ ἐνεστῶσαν ἐκ πλήθους πταισμάτων· ἐπῆραν γὰρ οἱ ἐχθροὶ καθ' ἡμῶν τὴν πτέρναν, καὶ ἐκύκλωσαν ἡμᾶς Ἰσμαηλῖται· ὧν θραῦσον ταχὺ τὰ τόξα ἱεροφάντορ, ἵνα σε πάντες τιμῶμεν Ἀπόστολε.

Συναξάριον.
Τῇ ΚΓ' τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος καὶ Ἀποστόλου Ἰακώβου τοῦ Ἀδελφοθέου.
Κληθεὶς ἀδελφὸς τοῦ Κατακρίτου ξύλῳ
Θνῄσκεις δι' αὐτόν, παμμάκαρ, κρουσθεὶς ξύλῳ.
Ἐσθλὸν Ἀδελφόθεον τριτάτῃ ξύλῳεἰκάδι πλῆξαν.
Ταῖς αὐτοῦ ἁγίαις πρεσβείαις, Χριστέ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ'. Ἐν τῇ καμίνῳ.
Ὡς ἐν καμίνῳ τῷ ὑπερώῳ πυρσευόμενος, Θείου παρουσίᾳ Πνεύματος μυστικῶς, ὁ Ἰάκωβος ἐβόησεν· εὐλογημένος εἶ, ἐν τῷ ναῷ τῆς δόξης Σου Κύριε.

Ἡ ἐκ τοῦ ὕψους, πνοὴ βιαία τὸν Ἰάκωβον, γλώσσῃ πυριμόρφῳ φθέγγεσθαι τοῦ Θεοῦ, μεγαλεῖα παρεσκεύασεν· εὐλογημένος εἶ, ἐν τῷ ναῷ τῆς δόξης Σου Κύριε.

Τῆς θεωρίας, τῆς πρακτικῆς σὺ ἐκτιθέμενος, δέλτον ἐκ πυξίδος ὥσπερ πνευματικῆς, τοὺς ἀνθρώπους ἐβελτίωσας· εὐλογημένος εἶ, ὁ Θεός μου κραυγάζων καὶ Κύριος.
Θεοτοκίον.
Ὁ ἀναπλάσας, κόσμον ἐν μήτρᾳ Σου Θεόνυμφε, θείας Λειτουργίας δείκνυσι τελεστήν, τὸν Ἰάκωβον κραυγάζοντα· εὐλογημένη Σύ, ἐν γυναιξὶν ὑπάρχεις Πανάμωμε.

Ἕτερος. Οἱ ἐκ τῆς Ἰουδαίας.
Τίς μή σε ἐπαινέσει;  Τίς μὴ μακαρίσει σε θεῖε Ἰάκωβε; Μητρὸς γὰρ τοῦ Κυρίου, υἱὸς κατὰ τὸν νόμον, ἐλογίσθης παμφίλτατος, καὶ ἐλειτούργεις αὐτῇ, ἐν καθαρᾷ καρδίᾳ.

Ἐτεθνήκεις τῷ κόσμῳ καὶ τὴν Ἰησοῦ περιέφερες νέκρωσιν, ᾀεὶ ἐν τῇ σαρκί σου, ὡς ἂν καὶ ζωὴ Τούτου, ἐν αὐτῇ φανῇ ἔνδοξε, ᾧ καὶ ἐβόας θερμῶς, Θεὸς εὐλογητὸς εἶ.

Ῥητορεύουσα γλῶσσα ῥυθμῷ καὶ μεθόδοις τῆς τέχνης βρενθύουσα, οὐδόλως ἐξισχύει, ἐγκώμιόν σοι πλέξαι, θεοφόρε Ἰάκωβε, σὺ γὰρ Χριστοῦ ἀδελφός, ἐκλήθης ἐπαξίως.
Θεοτοκίον.
Ὅλος πλήρης ὑπάρχων ἀκενώτως Πάναγνε ἐν Σοὶ κεκένωται, Θεοῦ ὁ Θεὸς Λόγος, πληρώματός τε τούτου, ἡμεῖς πάντες μετέσχομεν, καὶ ἐκβοῶμεν Αὐτῷ· Θεὸς εὐλογητὸς εἶ. 

ᾨδὴ η'. Χεῖρας ἐκπετάσας Δανιὴλ.
Χεῖρας ἐκπετάσας κραταιάς, τοὺς Ἀποστόλους Σου Σῶτερ εὐλόγησας, ἐπανερχόμενος Δέσποτα, πρὸς τὸν ἄναρχον Πατέρα Σου, καὶ παρεσκεύασας αὐτοὺς μέτ' εὐφροσύνης βοᾶν· εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

Ὥσπερ ἐπηγγείλω ἀψευδῶς, τοῖς Ἀποστόλοις σου Πνεῦμα ἀπέστειλας, τούτου Ἰάκωβος Δέσποτα, τῇ λαμπρότητι λαμπόμενος, τὴν οἰκουμένην ἀστραπαῖς, καταγλαΐζει φαιδρῶς, καὶ κραυγάζει· πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.

Σοφίαν Ἰάκωβε σοφέ, τὴν ἐνυπόστατον ἔσχες διδάσκαλον, μυσταγωγοῦσάν σε ἄῤῥητα, καὶ ἀνέκφραστα μυστήρια, καὶ πρὸς εὐσέβειαν λαούς, μέλπων διήγειρας· εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.
Θεοτοκίον.
Ὄρος ἐκφανθεῖσαν νοητόν, Παρθένε ἄχραντε, Προφήτης βλέπει Σε· ἐκ Σοῦ ὑπέρτιμος λίθος γάρ, ἐκτμηθεὶς περιεσώσατο, τὴν οἰκουμένην ἀληθῶς, ἐνθέως ψάλλουσαν· εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

Ἕτερος. Ἐπταπλασίως κάμινον.
Νοῦν τοῦ Χριστοῦ πεπελούτηκας, Ἱεράρχα Ἰάκωβε οὐ τοῦ νοῦ ἐκείνου, μεταβάντος ἔνδοξε, εἰς τὸν σὸν νοῦν καθ’ ὕπαρξιν, οἷά περ ἔφη Μάξιμος οὐδὲ τοῦ σοῦ νοῦ, εἰς τὸν Χριστοῦ ἀμοιβαίως, κατὰ Χριστὸν δὲ πάντα, καὶ νοῶν τε καὶ λέγων, καὶ μετ’ αὐτοῦ ἓν πνεῦμα, ὑπάρχων θεοφόρε.

Παμπόλλοις σε χαρίσμασιν, ὁ Χριστὸς ἐστεφάνωσεν, ἅλας γὰρ τῆς γῆς σε, καὶ φῶς βροτοῖς ἔδειξεν, Ἀπόστολον μέγιστον, καὶ Ἱεράρχην πρώτιστον, πόλιν ὑψηλήν, καὶ διαυγέστατον λύχνον, φωτίζοντα τὸ σκότος, οἰκουμένης ἁπάσης, καὶ τευλευταῖον πάντων, μάρτυρα ἀληθείας.

Λαὸς ὁ σκληροτράχηλος, Ἰουδαίων Ἰάκωβε, ἀπὸ ὑψηλοῦ, τοῦ πτερυγίου βάλλει σε, εἰς γῆν προσευχόμενον, ὑπὲρ αὐτῶν καὶ λέγοντα· Κύριε αὐτοῖς, τὴν ἁμαρτίαν μὴ στήσῃς. καὶ οὕτω σε ἐκπέμπει, εἰς σκηνὰς οὐρανίους, μεθέξοντα τῆς δόξης, Θεοῦ τοῦ ἀοράτου.
Θεοτοκίον.
Ἐν γενεαῖς μὲν γέγονε, ταῖς ἀρχαίαις τεράστια, ἀλλ’ ἐκ τοῦ αἰῶνος οὐκ ἠκούσθη πώποτε, τοιοῦτον τεράστιον οἷον ἐν Σοὶ τετέλεσται, Δέσποινα ἁγνή, ἀσπόρως γὰρ συλλαμβάνεις, ἀφθόρως ἀποτίκτεις, καὶ παρθένος θηλάζεις, τὸν τροφοδότην πάντων, καὶ ποιητὴν τοῦ κόσμου.

ᾨδὴ θ'. Λίθος ἀχειρότμητος ὄρους
Δεῦτε τὸν πρωτόθρονον πάντες, τῆς Ἐκκλησίας τὸν φωστῆρα, ἱεροῖς Ἰάκωβον ὕμνοις, ὡς Ἱεράρχην καὶ θεῖον κήρυκα, τὸν φερωνύμως Δίκαιον, ὀνομασθέντα μεγαλύνωμεν.

Θείας κοινωνὸν ὡς φανέντα, ἀτελευτήτου βασιλείας, καὶ Θεοῦ κληρωθέντα ἀδελφόν, καὶ πολιτείαν ἐπαληθεύουσαν, προσηγορίᾳ δείξαντα, σὲ μεγαλύνομεν Ἰάκωβε.

Θρόνῳ παριστάμενος Μάκαρ, στεφανηφόρος τῆς Τριάδος, πίστει τοὺς τιμῶντάς σε πόθῳ, τῶν ἀκηράτων κατατρυφῆσαι γερῶν, Ἀρχιερεῦ Ἰάκωβε, τὸν σὸν Δεσπότην καθικέτευε.
Θεοτοκίον.
Σὺ τὸν ἐκ Παρθένου τεχθέντα, ἀπειρογάμως Θεοφάντορ, ταῖς μυσταγωγίαις Σου σαφῶς Θεόν, διδάσκεις σεσαρκωμένον Λόγον, εἰς ὃνπερ καὶ πιστεύοντες, νῦν ἐπαξίως μεγαλύνομεν.

Ἕτερος. Ἐξέστη ἐπὶ τούτῳ ὁ οὐρανός.
Κατέλιπες τὰς κάτω διατριβάς, καὶ συνήφθης τοῖς ἄνω Ἰάκωβε, ὅπου χοροί, Ἀποστόλων θείων καὶ Προφητῶν, καὶ Ἀθλητῶν ὑπάρχουσι, καὶ πάντων Ἁγίων ὅπου ἡ σή, βασίλισσα καὶ Μήτηρ, σὺν τῷ Υἱῷ καὶ Κτίστῃ, εἰς τοὺς αἰῶνας βασιλεύουσιν.

Ὡς θῦμα καθαρόν τε καὶ ἱερόν, ὁ Χριστὸς τὸ σὸν αἷμα ἐδέξατο, ἐν οὐρανοῖς, προσφορὰν ὡς ἄμωμον ἐκλεκτήν, ὡς ἀρωματοσύνθετον μύρον, ὡς εὐπρόσδεκτον ἀπαρχήν, διὸ καὶ Βασιλείας, Αὐτοῦ τῆς αἰωνίου, συγκληρονόμον σε εἰργάσατο.

Ἐνώπιον Τριάδος τῆς ἀρχικῆς, παριστάμενος θεῖε Ἰάκωβε, καὶ τῆς σκηνής, λειτουργὸς ὑπάρχων τῆς ἀληθοῦς, θέσει Θεὸς γενόμενος, καὶ φωτὸς πληρούμενος τριλαμποῦς, πρεσβεύεις ὑπὲρ πάντων, τῶν σοὶ ὁμωνυμούντων, καὶ εὐφημούντων σου τὴν ἄθλησιν.
Θεοτοκίον.
Ὑμνῶ Σε τὴν πανύμνητον ἀληθῶς, μεγαλύνω Σε τὸν πολυΰμνητον, Ἣν ἀνυμνεῖ, ὕμνοις ἀσιγήτοις πᾶσα πνοή, τεκοῦσαν ὑπερύμνητον, Λόγον Ὅν ὑμνοῦσιν ἐν οὐρανοῖς, χίλιαι χιλιάδες, μύριαι μυριάδες, ἐν φλογεροῖς ἀΰλοις στόμασιν.

Ἐξαποστειλάριον. Τοῖς Μαθηταῖς.
Ὡς Ἱεράρχης πρώτιστος, τῆς καινῆς Διαθήκης, ὡς μέγιστος Ἀπόστολος, ὡς σοφὸς Ὑποφήτης, καὶ Μάρτυς ὢν ἀληθείας, παρὰ πάντας πλουτήσας, ἐξαίρετον ἀξίωμα, ἀδελφός τοῦ Κυρίου, νῦν πρὸς αὐτόν, λίθοις ἀναιρούμενος μετετέθης, παρ' οὗ ἡμῖν Ἰάκωβε, λύσιν αἴτει πταισμάτων.
Ἕτερον. Ὅμοιον.
Λάμπων φωτὶ τῶν ἔργων σου, παρεστὼς τῇ Τριάδι, ἐν παῤῥησίᾳ πρέσβευε, οἷα χάριτι πέλων, καὶ ἀδελφὸς τοῦ Κυρίου, νοητὸν φῶς ἀπαστράψαι, καρδίαις τῶν τελούντων σου, τὴν ὑπέρφωτον μνήμην, ἱερουργὲ ἐξ ὕψους τοῦ Παρακλήτου, Ἀπόστολε Ἰάκωβε, ὑπεδέξω τὴν αἴγλην.
Θεοτοκίον.
Ἡ φοβερὰ τῆς κρίσεως, καὶ μεγάλη ἡμέρα, νῦν ἐπὶ θύραις ἕστηκεν· ὅρα πρόσεχε νῆφε, ψυχή μου καὶ ἐκ καρδίας, πρόσπεσον τῇ Παρθένῳ, καὶ μόνῃ Θεομήτορι, δάκρυσιν ἐκβοῶσα· πάσης Ἁγνή, τιμωρίας ῥῦσαί με δυσωπῶ Σε, καὶ δεξιοῖς προβάτοις με, σύνταξον τοῦ Υἱοῦ Σου.

Αἶνοι. Ἦχος α'. Τῶν οὐρανίων ταγμάτων.
Τῶν εὐσεβούντων τὰ πλήθη, νῦν ἱερὰν ἑορτήν, χαρμονικῶς τελοῦντες, ἀλαλάξωμεν πάντες, πιστῶς ἀνευφημοῦντες, ψαλμοῖς καὶ ᾠδαῖς, τὸν θεάδελφον σήμερον, καὶ μαθητὴν τοῦ Κυρίου, ὅστις ἀεί, ἱκετεύει τοῦ σωθῆναι ἡμᾶς.

Τῆς κατὰ σάρκα Κυρίου, ἐπιδημίας Σοφέ, ἀδελφὸς ἀνεδείχθης, μαθητὴς καὶ αὐτόπτης, τῶν θείων μυστηρίων, φυγὰς σὺν Αὐτῷ, ἐν Αἰγύπτῳ γενόμενος, σὺν Ἰωσὴφ τῇ Μητρί τε τοῦ Ἰησοῦ, μεθ' ὧν πρέσβευε σωθῆναι ἡμᾶς.

Τῶν Ἀποστόλων ὁ δῆμος, σὲ ἐξελέξατο, ἱερατεύειν πρῶτον, ἐν Σιὼν τῇ ἁγίᾳ, Χριστῷ τῷ εὐεργέτῃ, ὡς ὄντα Αὐτοῦ, τῆς κατὰ σάρκα γεννήσεως, καὶ ἀδελφὸν συνοδίτην καὶ ὀπαδόν, τῶν ἰχνῶν αὐτοῦ, Ἰάκωβε.

Τὸν Ἀδελφόθεον πάντες ἀνευφημήσωμεν, ὡς Ἱεράρχην ὄντα, μαρτυρίῳ δὲ πάλιν, ἐμπρέψαντα γενναίως οὗ ταῖς εὐχαῖς, Ἰησοῦ ὁ Θεὸς ἡμῶν, ὁ δι’ ἡμᾶς ἀδελφὸς χρηματίσας αὐτοῦ, σῶσον πάντας τοὺς ὑμνοῦντάς σε.
Δόξα. Ἦχος α'. Βυζαντίου.
Ἐν τῇ πυρίνῃ αἴγλῃ τοῦ θείου Πνεύματος φωτισθείς, τῆς εὐσεβείας ὤφθης θεῖος ζηλωτής, Ἀδελφόθεε Ἰάκωβε· ὅθεν καὶ στολὴν σε νομικῆς ἱερωσύνης, ὡς Ἀαρὼν τοῦ πάλαι, τιμιωτέραν ἐνέδυσεν ὁ δι' οἶκτον εἰς ἀδελφότητα δεξάμενος· Αὐτὸν ἱκέτευε, Ἀποστόλων Ἔνδοξε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον.
Ἰδοὺ πεπλήρωται ἡ τοῦ Ἡσαΐου πρόῤῥησις· Παρθένος γὰρ ἐγέννησας, καὶ μετὰ τόκον, ὡς πρὸ τόκου διέμεινας. Θεὸς γὰρ ἦν ὁ τεχθείς· διὸ καὶ φύσις ἐκαινοτόμησεν. Ἀλλ’ ὦ Θεομῆτορ, ἱκεσίας Σῶν δούλων, Σῷ τεμένει προσφερομένας Σοι, μὴ παρίδῃς· ἀλλ’ ὡς τὸν Εὔσπλαγχνον Σαῖς ἀγκάλαις φέρουσα, Σοῖς οἰκέταις σπλαγχνίσθητι, καὶ πρέσβευε σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

Εἰς τὴν Λειτουργίαν

Τὰ Τυπικά καὶ ἐκ τοῦ Κανόνος τοῦ Ἀποστόλου ᾨδὴ γ' καὶ ς'.
Ἀπόστολος. Ἀδελφοί, γνωρίζῳ ὑμῖν... Ζήτει Κυριακὴ κ'.
Εὐαγγέλιον κατὰ Ματθαῖον: Τῷ καιρῷ ἐκείνῳ, ἦλθεν ὁ Ἰησοῦς εἰς τὴν πατρίδα αὐτοῦ... Ζήτει τῇ γ' τῆς ιε' Ἑβδομάδος τοῦ Ματθαίου.
Κοινωνικὸν: Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν. Ἀλληλούϊα.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου