Τρίτη 16 Ιουνίου 2015

129.Ὁσίων ΠΟΛΥΞΕΝΗΣ καί ΞΑΝΘΙΠΠΗΣ.



Ἀκολουθία Ὁσίων ΠΟΛΥΞΕΝΗΣ καί ΞΑΝΘΙΠΠΗΣ.
Ψαλλομένη τῇ 23η Σεπτεμβρίου
Ποίημα Δρ. Χαραλάμπους Μπούσια (1994)


ΕΝ ΤΩ ΜΙΚΡΩ ΕΣΠΕΡΙΝΩ
Εἰς τὸ Κύριε ἐκέκραξα ἱστῶμεν στίχους δ´ καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια.
Ἦχος α΄. Πανεύφημοι Μάρτυρες.
Λαμπόμεναι θείαις ἀρεταῖς, τὸ ζοφῶδες ἔρεβος, τῆς ἀγνωσίας ἠλάσατε, καὶ θείᾳ χάριτι, Πολυξένη μάκαρ, καὶ Ξανθίππη πάνσεμνε, ὁδὸν τὴν φωταυγῆ καὶ σωτήριον, πρὸς τὸν Παντάνακτα, τὴν ἀπάγουσαν ἐδείξατε, θεοφόροι, σωθῆναι τοῖς θέλουσι.

Δυὰς αὐταδέλφων γυναικῶν, εὐκλεεῖς μαθήτριαι, τῶν Ἀποστόλων γηθόμεναι, αὐτῶν τοῖς ἴχνεσιν, ἐν τῇ Ἰσπανίᾳ, εὖ ἠκολουθήσατε, καὶ ὄνομα Κυρίου τὸ πάντιμον, στεῤῥῷ φρονήματι, Πολυξένη ἐκηρύξατε, καὶ Ξανθίππη, λαμπάδες τῆς πίστεως.

Ξανθίππην τιμήσωμεν πιστοί, τὸν πυρσὸν τῆς πίστεως, καὶ Πολυξένην τὴν πάνσεπτον, αὐτῆς ὁμαίμονα, ἐκβοῶντες πόθῳ· τοῦ Χριστοῦ ἀσκήτριαι, δυὰς πανευκλεής ὁσιότητος, μητέρες ἔνθεοι, μὴ ἐλλίπητε τὸν Κύριον, δυσωποῦσαι, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Τοῦ ἄρχοντος Πρόβου τὴν σεμνὴν, καὶ ὁσίαν σύνευνον, Ξανθίππην ὕμνοις τιμήσωμεν, ὡς ἰσαπόστολον, καὶ αὐτῆς τὴν θείαν, καὶ λαμπρὰν ὁμαίμονα, τιμίαν Πολυξένην κραυγάζοντες· Χριστοῦ ἀσκήτριαι, ὁδηγήσατε πρὸς κρείττονα, βίον πάντας, ὑμᾶς τοὺς γεραίροντας.

Δόξα. Ἦχος δ’.
Τῷ θείῳ θελήματι ἑαυτοὺς ὑποτάξασαι, καὶ τῆς σαρκὸς νεκρώσασαι τὸ φρόνημα, τῆς ἀϊδίου ζωῆς τὴν χάριν ἐδέξασθε, αὐτάδελφοι Ξανθίππη καὶ Πολυξένη· ἀσκητικῇ οὖν πολιτείᾳ διαλάμψασαι, καὶ φωτίσασαι Ἰσπανίας τὴν χώραν τὴν ἔνδοξον, μετέστητε πρὸς τὸν Νυμφίον Ἰησοῦν, πρεσβευούσαι ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καί νῦν. Θεοτοκίον.
Ἐκ παντοίων κινδύνων τοὺς δούλους Σου...

Εἰς τόν Στίχον, Στιχηρά Προσόμοια. Ἦχος β’. Οἶκος τοῦ Εὐφραθᾶ.
Βίον θεοτερπή, ἀνύσασαι ὡς φάροι, ηὐγάσατε τὸν κόσμον, Ξανθίππη θεοφόρε, καὶ Πολυξένη πάναγνε.

Στίχος: Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου.
Πᾶσαν τὴν χοϊκήν, συνάφειαν λιποῦσαι, ὁμαίμονες φωσφόροι, ὡς Ἄγγελοι ἐν κόσμῳ, σοφῶς ἐπολιτεύσασθε.

Στίχος: Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου..
Πνεύματι θεϊκῷ, αἱ γλῶσσαι πληρωθῆσαι, ὑμῶν Εὐαγγελίου, αὐτάδελφοι Ὁσίαι, τὰς ἐντολὰς ἐλάλησαν.

Δόξα. Τριαδικόν.
Ἔρωτι πανσθενές, Τριὰς ὑπεραγία, σῷ ἱερῶ τρωθεῖσαι, διέπρεψαν ὁσίως, αἱ ἀδελφαὶ ἀσκήτριαι.

Καί νῦν. Θεοτοκίον.
Λόγον τὸν τοῦ Θεοῦ, τὸν ἄχρονον ἐν χρόνῳ, ἐγέννησας Παρθένε, ὑπερφυῶς διό Σε, ἀπαύστως μεγαλύνομεν.

Νῦν ἀπολύεις, Τρισάγιον, Ἀπολυτίκιον ἐκ τοῦ Μεγάλου Ἑσπερινοῦ καὶ Ἀπόλυσις.

ΕΝ ΤΩ ΜΕΓΑΛΩ ΕΣΠΕΡΙΝΩ
Μετὰ τὸν Προοιμιακόν τὸ Μακάριος ἀνήρ. Εἰς δὲ τὸ Κύριε ἐκέκραξα ἱστῶμεν στίχους στ᾿ καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια. Ἦχος δ´. Ὡς γενναῖον ἐν Μάρτυσιν.
Ὡς ἐπλήσθητε χάριτος, τοῦ Ἁγίου τοῦ Πνεύματος, πάντιμοι αὐτάδελφοι θεοκήρυκες, διεληλύθατε βίωσιν, ἐν γῇ οἷα πάροικοι, ἐπειγόμεναι ζωήν, πρὸς τὴν ὄντως ἀΐδιον, ἧς ἐπέβητε, ἐν χαρᾷ Πολυξένη καὶ Ξανθίππη, ἐπομβρίζουσαι ἰάσεις, ὑμῶν τὴν μνήμην τοῖς σέβουσιν.

Ἰσπανίας κλεΐσματα, ἡ σαγήνη ἐζώγρησε, ἀποστόλων θείων ὑμᾶς καὶ ἔδειξε, κηρύκων θείων ἀκρότητας, θηλέων κυάθιον, Πολυξένη ἀρετῶν, καὶ Ξανθίππη θεόφιλε· ὅθεν σήμερον, τὴν ὑμῶν ἐκτελοῦντες θείαν μνήμην, καταστέφομεν τοὺς πόνους, ὑμῶν ᾠδαῖς πανευσχήμοσι.

Πολυξένην τιμήσωμεν, τὸ πολύτιμον μάργαρον, τῶν Χριστοῦ ἀμνάδων καὶ τὴν αὐτάδελφον, αὐτῆς Ξανθίππην τὸ ἔκπαγλον, τῆς πίστεως μέλαθρον, ἐκβοῶντες ἐν πολλῇ, κατανύξει· πρεσβεύσατε, τῷ Παντάνακτι, εἰρηναῖον δωρῆσαι πᾶσι βίον, τοῖς ὑμᾶς ἀνευφημοῦσιν, ὡς εὐλαβεῖς θεοκήρυκας.

Ἀποστόλων μαθήτριαι, θεοσοφῶν γενόμενοι, παρ᾿ αὐτῶν τὰ πρόσφορα ἐδιδάχθητε, καὶ ὡς κηρὸν κατετήξατε, σαυτοὺς παναοίδιμοι, τῇ ἀγάπῃ τοῦ Χριστοῦ, καὶ πλησίον ἀσκήτριαι, θεοφόρητοι, Πολυξένη ὁμοῦ τε καὶ Ξανθίππη, αἱ κιρνώσαι πᾶσι νέκταρ, σωτηριῶδες τῆς πίστεως.

Ξυνωρίδα πανθαύμαστον, γυναικῶν εὐφημήσωμεν, αὐταδέλφων μνήμην αὐτῶν ἐν ᾄσμασιν, ἐπιτελοῦντες τὴν πάντιμον, καὶ πόθῳ βοήσωμεν· Πολυξένη διαυγές, τοῦ Δεσπότου παλάτιον, καθικέτευε, σὺν Ξανθίππῃ τῇ γλώσσῃ τῇ εὐλάλῳ, καὶ ἀγάπης ἐκμαγείῳ, Χριστοῦ ἡμῖν πέμψαι ἔλεος.

Μαργαρῖται τῆς πίστεως, ἀρετῶν λύχνοι πάμφωτοι, δένδρα εὐθαλέστατα θείου Πνεύματος, Ξανθίππη νύμφη τοῦ Κτίσαντος, λαμπρὰ καὶ ἀπαύγασμα, οὐρανίων ἀρετῶν, Πολυξένη τὰ σύμπαντα, ἠγλαϊσατε, πολιτείᾳ ὑμῶν τῇ ἰσαγγέλῳ, καὶ ἀσκήσει ἀσιγήτῳ, δι᾿ ἧς στεφάνους ἐδέχθητε.

Δόξα. Ἦχος πλ. α’.
Σήμερον αἱ ὁμαίμονες ἀσκήτριαι Ξανθίππη καὶ Πολυξένη, ὡς φαεινοὶ φωστῆρες ἀνέτειλαν τῷ κόσμῳ, διὰ τῆς αὐτῶν πανσεβάστου μνήμης, καταλαμπρύνουσαι πιστῶν τὰ συστήματα· ἰσαγγελως γὰρ ἐν γῇ πολιτευσάμεναι, καὶ τέκνα φωτὸς ὀφθεῖσαι τοῦ ἀστέκτου, ἀρετῶν παντοίων ταῖς νοηταῖς ἀκτῖσι, κατεπύρσευσαν Ἰσπανίας τὴν χώραν τὴν ἔνδοξον· ὅθεν ὁλοσχερῶς ἀνατεθεῖσαι τῷ Κυρίῳ, καὶ Αὐτοῦ, ἀκολουθήσασαι τοῖς ἴχνεσι, μέτοχοι φωτὸς ἀϊδίου γεγόνασι, καὶ πρέσβειραι ἡμῶν ἔνθερμοι, πρὸς Θεὸν τὸν φιλεύσπλαγχνον.

Καί νῦν. Θεοτοκίον.
Μακαρίζομέν Σε, Θεοτόκε Παρθένε, ...

Εἴσοδος, Φῶς ἱλαρόν, τὸ Προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα.
Παροιμιῶν τὰ Ἀνάγνωσμα ( Κεφ. η´ 1-11 ).
Σὺ τὴν σοφίαν κηρύξεις, ἵνα φρόνησίς σοι ὑπακούση· ἐπὶ γὰρ τῶν ὑψηλῶν ἄκρων ἐστιν, ἀνὰ μέσον δέ τῶν τρίβων ἕστηκε· παρὰ γὰρ πύλαις δυναστῶν παρεδρεύει, ἐν δὲ εἰσόδοις ὑμνεῖται. Ὑμᾶς, ὦ ἄνθρωποι, παρακαλῶ καὶ προΐεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων· νοήσατε, ἄκακοι, πανουργίαν, οἱ δὲ ἀπαίδευτοι ἔνθεσθε καρδίαν. Εἰσακούσατέ μου, σεμνὰ γὰρ ἐρῶ καὶ ἀνοίσω ἀπὸ χειλέων ὀρθά· ὅτι ἀλήθειαν μελετήσει ὁ φάρυγξ μου, ἐβδελυγμένα δὲ ἐναντίον ἐμοῦ χείλη ψευδῆ. Μετὰ δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στόματός μου, οὐδὲν ἐν αὐτοῖς σκολιὸν οὐδὲ στραγγαλιῶδες· πάντα ἐνώπια τοῖς συνιοῦσι καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν. Λάβετε παιδείαν καὶ μὴ ἀργύριον καὶ γνῶσιν ὑπὲρ χρυσίον δεδοκιμασμένον· κρείσσων γὰρ σοφία λίθων πολυτελῶν, πᾶν δὲ τίμιον οὐκ ἄξιον αὐτῆς ἐστιν.

Παροιμιῶν τὸ Ἀνάγνωσμα (Κεφ. Λα΄, 10-31).
Γυναῖκα ἀνδρείαν τίς εὑρήσει; Τιμιωτέρα δέ ἐστι λίθων πολυτελῶν ἡ τοιαύτη, θαρσεῖ ἐπ᾿ αὐτῇ ἡ καρδία τοῦ ἀνδρὸς αὐτῆς, ἡ τοιαύτη καλῶν σκύλων οὐκ ἀπορήσει· ἐνεργεῖ γὰρ τῷ ἀνδρὶ ἀγαθὰ πάντα τὸν βίον. Μηρυομένη ἔρια καὶ λίνον ἐποίησεν εὔχρηστον ταῖς χερσὶν αὐτῆς. Ἐγένετο ὡσεὶ ναῦς ἐμπορευόμενη μακρόθεν, συνάγει δὲ αὐτῆς τὸν πλοῦτον. Καὶ ἀνίσταται ἐκ νυκτῶν καὶ ἔδωκε βρώματα τῷ οἴκῳ καὶ ἔργα ταῖς θεραπαίναις, θεωρήσασα γεώργιον ἐπρίατο, ἀπὸ δὲ καρπῶν χειρῶν κατεφύτευσε κτῆμα. Ἀναζωσαμένη ἰσχυρῶς τὴν ὀσφὺν αὐτῆς ἤρεισε τοὺς βραχίονας αὐτῆς εἰς ἔργον. Ἐγεύσατο ὅτι καλόν ἐστι τὸ ἐργάζεσθαι καὶ οὐκ ἀποσβέννυται ὁ λύχνος αὐτῆς ὅλην τὴν νύκτα. Τοὺς πήχεις αὐτῆς ἐκτείνει ἐπὶ τὰ συμφέροντα, τὰς δὲ χεῖρας αὐτῆς ἐρείδει εἰς ἄτρακτον. Χεῖρας δὲ αὐτῆς διήνοιξε πένητι, καρπὸν δὲ ἐξέτεινε πτωχῷ. Οὐ φροντίζει τῶν ἐν οἴκῳ ὁ ἀνὴρ αὐτῆς. Ὅταν που χρονίζη· πάντες γὰρ οἱ παρ᾿ αὐτῆς ἐνδεδυμένοι εἰσί. Δισσὰς χλαίνας ἐποίησε τῷ ἀνδρὶ αὐτῆς, ἐκ δὲ βύσσου καὶ πορφύρας ἑαυτῇ ἐνδύματα. Περίβλεπτος δὲ γίνεται ὁ ἀνὴρ αὐτῆς ἐν πύλαις, ἡνίκα ἂν καθίσῃ ἐν συνεδρίῳ μετὰ τῶν γερόντων κατοίκων τῆς γῆς. Σινδόνας ἐποίησε καὶ ἀπέδοτο τοῖς Φοίνιξι, περιζώματα δὲ τοῖς Χαναναίοις. Ἰσχὺν καὶ εὐπρέπειαν ἐνεδύσατο καὶ εὐφράνθη ἐν ἡμέραις ἐσχάταις. Στόμα αὐτῆς διήνοιξε προσεχόντως καὶ ἐννόμως καὶ τάξιν ἐστείλατο τῇ γλώσσῃ αὐτῆς. Στεγναὶ διατριβαὶ οἰκῶν αὐτῆς, σῖτα δὲ ὀκνηρὰ οὐκ ἔφαγε. Τὸ στόμα δὲ ἀνοίγει σοφῶς καὶ νομοθέσμως, ἡ δὲ ἐλεημοσύνη αὐτῆς ἀνέστησε τὰ τέκνα αὐτῆς καὶ ἐπλούτησαν καὶ ὁ ἀνὴρ αὐτῆς ᾔνεσεν αὐτήν. Πολλαὶ θυγατέρες ἐκτήσαντο πλοῦτον, πολλαὶ ἐποίησαν δύναμιν, σὺ δὲ ὑπέρκεισαι καὶ ὑπερῆρας πάσας. Ψευδεῖς ἀρέσκειαι καὶ μάταιον κάλλον γυναικός· γυνὴ γὰρ συνετῆς εὐλογεῖται, φόβον δὲ Κυρίου αὕτη αἰνείτω. Δότε αὐτὴ ἀπὸ καρπῶν χειλέων αὐτῆς καὶ αἰνείσθω ἐν πύλαις ὁ ἀνὴρ αὐτῆς.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. Ε΄. 15-23 & ΣΤ΄, 1-3).
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν· ἐνδύσεται θώρακα δικαιοσύνης, καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον· λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαῖαν· συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας. Πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ᾿ αὐτῶν ὕδωρ θαλάσσης, ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαίλαψ ἐκλικμήσει αὐτούς. Καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέξει θρόνους δυναστῶν. Ἀκούσατε οὖν βασιλεῖς, καὶ συνέτε· μάθετε, δικασταὶ περάτων γῆς. Ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν. Ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.

Εἰς τήν Λιτήν, Ἰδιόμελα. Ἦχος α’.
Εὐφραίνου ἐν Κυρίῳ γυναικῶν θεοσεβῶν ἡ ὁμήγυρις, ἐπὶ τῇ μνήμῃ τῶν ἀσκητριῶν Ξανθίππης καὶ Πολυξένης· αὖται γὰρ ἐν ἀληθεῖ ὁσιότητι καὶ ἀρετῶν ταῖς πράξεσι, Χριστὸν ἐδόξασαν εὐαγγελικῶς πολιτευσάμεναι· καὶ νῦν ἐν ἀγκάλαις Ἀβραὰμ ἀναπαυόμεναι, πρεσβεύουσιν ἀπαύστως διδόναι ἡμῖν τὸ μέγα, καὶ πλούσιον ἔλεος.

Ἦχος β’.
Ὑπεριπτάμεναι τῶν γηΐνων οὐρανίῳ φρονήματι, πρὸς ἀσκητικοὺς ἐχωρήσατε ἀγῶνας, Ξανθίππη καὶ Πολυξένη· νεκρώσασαι γὰρ τὴν σάρκα συντόνῳ ἀσκήσει, τὸν νοῦν ἐπτερώσατε γεγηθυῖαι πρὸς τὸν Κύριον, τῶν ἐφετῶν τὸ ἀκρότατον· Αὐτὸν οὖν καὶ ἡμᾶς ἀξιώσατε ἰδεῖν ἐν πόλῳ, τὸν δοξάζοντα τοὺς ἑπομένους Αὐτῷ, ἐν ἀγάπῃ καὶ δικαιοσύνῃ.

Ἦχος γ’.
Τὰ κρείττονα ζηλοῦσαι χαρίσματα, τρυφὰς καὶ δέοντα πάντα, ὥσπερ σκύβαλα ἠρνήσασθε, ὁμαίμονες ὁσίαι Πολυξένη καὶ Ξανθίππη· ἀσκητικῆς ὅθεν τελειότητος, πρακτικοὶ ὑφηγήτριαι γενόμενοι, πολλοὺς εἱλκύσατε πρὸς μίμησιν, τῶν θεοφιλῶν ὑμῶν καμάτων· καὶ νῦν ἐν τῇ οὐρανίῳ παστάδι, σὺν τῷ Νυμφίῳ Χριστῷ εὐφραινόμεναι, ἱκετεύσατε σωθῆναι τοὺς πόθῳ, ὑμᾶς τιμῶντας ἐν ᾄσμασιν.

Ἦχος δ’.
Ἐξέπληξαν βροτοὺς τὰ λαμπρὰ ὑμῶν κατορθώματα, ἀσκήτριαι Ξανθίππη καὶ Πολυξένη· ὡς ἄσαρκοι γὰρ προσεπαλαίσατε ἐχθροῖς τοῖς ἀοράτοις, καὶ Κυρίῳ εὐηρεστήσατε· ἀναδραμοῦσαι οὖν πρὸς πόλον, χάριν εὕρατε πρεσβεύειν τῷ Κτίσαντι, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Δόξα. Ὁ αὐτός.
Τὰς ἐν ὁσίαις θαυμαστὸς Ξανθίππην καὶ Πολυξένην, τὰς ἐν Ἰσπανίᾳ καμάτοις ἀόκνοις διαλαμψάσας, ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς οἱ πιστοὶ εὐφημήσωμεν, ἀποῤῥίψασαι γὰρ πᾶν σαρκικὸν φρόνημα, καὶ ἀρνηθεῖσαι κόσμου ματαιότητα, ὅλῃ ψυχῆς ἐφέσει Χριστῷ ἠκολούθησαν, καὶ κατὰ μέθεξιν ἐθεώθησαν· καὶ νῦν ἀγγέλοις ἐν Ἐδὲμ συναγαλλόμεναι, καὶ τὸν ποθεινὸν Νυμφίον θεώμεναι, αἰτοῦνται ἡμῖν ἱλασμὸν ἁμαρτιῶν παρὰ Κυρίου, καὶ τὸ μέγα ἔλεος.

Καί νῦν. Θεοτοκίον.
Ἐκ παντοίων κινδύνων τοὺς δούλους Σου....

Εἰς τόν Στίχον, Στιχηρά Προσόμοια. Ἦχος πλ. α’. Χαίροις ἀσκητικῶν.
Χαίροις, τῶν γυναικῶν ξυνωρίς, ἀσκητριῶν συγγόνων θεῖον καλλώπισμα, ἀγάπης Χριστοῦ οἱ λύχνοι, τῆς ἐγκρατείας πυρσοί, καὶ θεοκηρύκων χείλη πάνσεπτα· ἀμνάδες περίβλεπτοι, τοῦ σοφοῦ Ἀρχιποίμενος, τῆς ἀπαθείας, μυροθῆκαι πολύτιμοι, θείου Πνεύματος, φωτεινὰ οἰκητήρια· φοίνικες ἀγλαόκαρποι, στεῤῥᾶς ἐνασκήσεως, καρποφοροῦντες ἀφθόνως, τοῦ Παρακλήτου τὰς χάριτας, ἡμῖν πέμψαι Κτίστην, Πολυξένη καὶ Ξανθίππη, αἰτεῖσθε ἔλεος.

Στ. Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου.
Χαίροις, ἡ τῶν ὁσίων δυάς, Ἱσπανικῆς τῆς γῆς βλαστήματα ἔνθεα, αἱ πρῶται πηχθεῖσαι βάσεις, τῆς Ἐκκλησίας Χριστοῦ, καὶ τῶν Ἀποστόλων ἰσοστάσιοι· Ξανθίππη θεόπνευστε, ταπεινώσεως ἄγαλμα, καὶ Πολυξένη, ὁδηγὲ ἀσφαλέστατε, πρὸς τὸν Κύριον, τοῦ λαοῦ τοῦ καθεύδοντος, χαῦνον αἱ ἀπελάσασαι, τοῦ θήλεος σπεύσατε, ὑπὲρ ἡμῶν ἱκετεύειν, Θεῷ ἡμῶν τῷ Οἰκτίρμονι, αὐτάδελφοι θείας, Ὀρθοδόξου πολιτείας, στηλογραφήματα.

Στ. Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου, καὶ κατηύθυνε τὰ διαβήματά μου.
Δεῦτε, τῶν φιλεόρτων χοροί, τὰς τετρωμένας τῇ ἀγάπῃ τοῦ Κτίσαντος, καὶ πάντα καταλιπούσας, τὰ ἐν τῷ βίῳ τερπνὰ, καὶ ἡδέα ὕμνοις καταστέψωμεν, σεμνῶς ἀνακράζοντες· Πολυξένη πανεύφημε, ἡ τοῦ Βελίαρ, τὰς βουλὰς καταισχύνασα, ἐγκρατείᾳ σου, καὶ παννύχοις σου στάσεσι, δοῦναι ἡμῖν μετάνοιαν, Χριστὸν καθικέτευε, σὺν τῇ Ξανθίππῃ τῇ θείᾳ, καὶ γεραρᾷ αὐταδέλφῳ σου, μεθ᾿ ἧς πολιτείαν, ἐπὶ γῆς διῆλθες ὄντως, ἀξιοθαύμαστον.

Δόξα. Ἦχος πλ. α’.
Τῶν Ἀποστόλων τρόπους, καὶ Ἀγγέλων βίον μιμησάμεναι, ἀποστολικῆς εὐκλείας, καὶ ἀγγελικῆς δόξης ἠξιώθητε, ὁμαίμονες Ξανθίππη καὶ Πολυξένη· μὴ παύσητε οὖν πρεσβεύουσαι Κυρίῳ, ἀξίωσαι καὶ ἡμᾶς τῆς ἀλήκτου εὐφροσύνης, ἐν τῇ ἄνω πόλει, τοὺς τιμῶντας ἐν ᾄσμασι, ὑμῶν μνήμην τὴν παγγέραστον.

Καί νῦν. Θεοτοκίον.
Δέσποινα, πρόσδεξαι....

Νῦν ἀπολύεις, Τρισάγιον, Ἀπολυτίκιον. Ἦχος πλ. α´. Τὸν συνάναρχον Λόγον.
Ἀποστόλων ταῖς τρίβοις ἀκολουθήσασαι, ὑμῶν τὸν βίον ἐν ἔργοις, φιλαδελφείας καλῶς, καὶ ἀγάπης ἀκραιφνοῦς ἐδαπανήσατε, σῶφρον Ξανθίππη θαυμαστή, καὶ ὁσίων παμφαὲς, ὡράϊσμα Πολυξένη· καὶ νῦν Χριστὸν δυσωπεῖτε, ὑπὲρ ἡμῶν σεμναὶ αὐτάδελφοι.

Θεοτοκίον.
Χαῖρε, πύλη Κυρίου ἡ ἀδιόδευτος.. .

Ἀπόλυσις.

ΕΝ ΤΩ ΟΡΘΡΩ
Μετὰ τὴν α´ Στιχολογίαν Κάθισμα. Ἦχος α´. Τὸν τάφον σου Σωτήρ.
Ὡς ἄστρα φωτεινὰ, τῆς Χριστοῦ Ἐκκλησίας, ἀσκήσεως φωτὶ, καὶ κηρύγματος αἴγλη, πυρσεύσατε ἅπαντας, τοὺς πιστούς· ὅθεν σήμερον, ἑορταζοντες, ὑμῶν τὴν πάντιμον μνήμην ἀνακράζομεν· Ξανθίππη καὶ Πολυξένη, ἀσκήτριαι χαίρετε.
Δόξα. Τὸ αὐτό.
Καὶ νῦν. Θεοτοκίον.
Ἀγγέλων στρατιαί, ἣν ὑμνοῦσιν ἀπαύστως, καὶ γένος τῶν βροτῶν, ἣν προστάτιν κατέχει, ἐν βίου ταῖς θλίψεσιν, ἀνυμνήσωμεν Δέσποιναν, τὴν πανάμωμον, ἡμῶν καὶ Λόγου μητέρα, τοῦ Παντάνακτος, Θεοῦ ᾠδαῖς μελιῤῥύτοις, καὶ θείοις μελίσμασι.

Μετά τήν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος δ’. Ὁ ὑψωθείς ἐν τῷ Σταυρῷ.
Ἐν Ἰσπανίᾳ ὑπὲρ βρότειον φύσιν, ἀγωνισάμεναι Ὁσίων τοὺς δήμους, ηὐφράνατε καὶ τάγματα σεπτῶν γυναικῶν, Πολυξένη ἔνθεε καὶ Ξανθίππη ὀλβία, ὄντως ὡραΐσατε, καὶ πρὸς δώματα δόξης, τοὺς γηγενεῖς ἰθύνατε σοφῶς, αὐτοῖς τὰ θεῖα κηρύξασαι γράμματα.
Δόξα. Τό αὐτό.
Καί νῦν. Θεοτοκίον.
Ὡς τῆς ἀρχαίας τῆς ἀρᾶς καθαιρέτιν, καὶ σωτηρίας τῆς μερόπων χορείας, γεραίρομέν Σε πρόξενον Παρθένε ἁγνή· Σὺ γὰρ τὸν Παντάνακτα συλλαβοῦσα ἀφράστως, καὶ Αὐτῷ δανείσασα σάρκα βρότειον γένος, τὸ πεπτωκὸς ἐθέωσας ἡμῶν, τὸ ἐξυφαῖνόν Σοι νῦν ὕμνον πρέποντα.

Μετά τόν Πολυέλεον, Κάθισμα. Ἦχος γ’. Τήν ὡραιότητα.
Ἰχνηλατήσασαι, κλειναὶ ἀσκήτριαι, τὰ κατορθώματα, καὶ τὰ παλαίσματα, τῶν ἀποστόλων ἀρετῆς ἐδείχθητε μυροθῆκαι, καὶ αὐτῶν ἐφάμιλλοι, ἐν τοῖς τρόποις γενόμενοι, Πολυξένη πάντιμε καὶ Ξανθίππη εἰλήφατε, στεφάνους οὐρανόθεν καὶ χάριν, θεῖαι ὑπὲρ ἡμῶν πρεσβεύειν.
Δόξα. Τό αὐτό.
Καί νῦν. Θεοτοκίον.
Τὴν σκοτισθεῖσάν μου, ψυχὴν καταύγασον, φωτὶ τῆς χάριτος, τοῦ θείου Τόκου Σου, ἁγνὴ Παρθένε Μαριάμ, ἐλπὶς τῶν ἀπηλπισμένων, καὶ ἀχλὺν ἀπέλασον, τῶν ἀπείρων πταισμάτων μου, ὅπως εὕρω ἔλεος, ἐν τῇ ὥρᾳ τῆς Κρίσεως, καὶ πόθῳ ἀσιγήτως βοῶ Σοι· Χαῖρε ἡ Κεχαριτωμένη.

Εἶτα οἱ Ἀναβαθμοί. Τὸ α´ Ἀντίφωνον τοῦ δ´ ἤχου
Προκείμενον. Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι… Στίχος. Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου....
Εὐαγγέλιον Ὁσιακόν.  Ζήτει τὴν Κυριακὴν μετὰ τὴν Ὕψωσιν τοῦ Τιμίου Σταυροῦ).
Ὁ Ν’ (50) Ψαλμός.
Δόξα. Ταῖς τῶν Σῶν Ὁσίων πρεσβείαις, Ἐλεῆμον…
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον...
Ἰδιόμελον. Ἦχος πλ. β’. Στίχος. Ἐλεήμον, ἐλεησόν με ὁ Θεός,…
Αὐτάδελφοι ἀσκήτριαι, τοῦ Εὐαγγελίου βαδίσασαι τὴν τρίβον, συνετρίψατε τοῦ μισοκάλου τὰ ἔνεδρα, ἀντιτυπία τῆς ὑμῶν ἀσκήσεως· καὶ πρὸς τὸν ἄπονον χωρήσασαι βίον, κληρονόμοι ἐγένεσθε τῆς ἀφθίτου εὐφροσύνης, Ξανθίππη καὶ Πολυξένη, στῦλοι εὐσεβείας ἀκράδαντοι· πρεσβεύσατε οὖν τῷ πανευϊλάτῳ Δεσπότῃ τῆς κτίσεως, εἰρήνην δωρήσασθαι πάσῃ τῇ οἰκουμένῃ, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ ἀμέτρητον ἔλεος.

Ὁ Κανών τῶν Ὁσίων, οὗ ἡ ἀκροστιχίς· Πολυξένην καί Ξανθίππην συμψάλλω. Χ. Μ. Μ.
Ὠδή α’. Ἦχος δ’. Ἀνοίξω τό στόμα μου.
Παντάναξ καὶ Κύριε, τῆς ὑφηλίου ἱκάνωσον, κἀμὲ στέψαι ᾄσμασι, τὴν Πολυξένην φαιδροῖς, καὶ ὁμαίμονα, αὐτῆς τὴν θεοφόρον, Ξανθίππην ἀνοίγων μου, στόμα τὸ ἄμουσον.

Ὁσίων ἀρχέτυπα, τοῦ παμβεβήλου τὰ ἔνεδρα, καὶ σκῶλα συντρίψασαι, τῶν ἐντολῶν τοῦ Θεοῦ, ἐβαδίσατε, τὰς τρίβους ἀπροσκόπτως, καὶ τῆς ὑπέρ ἔννοιαν, δόξης ἐτύχετε.

Λαμπρότητος ὤφθητε, τῆς ἐν τῷ πόλῳ συμμέτοχοι, ψυχὴν ἐκκαθάρασαι, θεοφιλεῖ ἀγωγῇ, παμμακάριστοι, αὐτάδελφοι γυναῖκες, δυὰς ὑπερθαύμαστε, πίστεως πρόβολοι.

Θεοτοκίον.
Ὑπέραγνε Δέσποινα, ὡς πανευώδης παράδεισος, ζωῆς ἀνεβλάστησας, τὸ Ξύλον ὑπερφυῶς, τὸ τὴν λύτρωσιν, παρέχον τοῖς ὑμνοῦσι, τὴν ἄῤῥητον δόξαν Σου, Θεογεννήτρια.

Ὠδή γ’. Τούς Σούς ὑμνολόγους.
Ξανθίππη θεόφιλε τοῦ Παύλου, αὐτήκοος θείων διδαχῶν, τοῦ ἀποστόλου πέφηνας, καὶ πάνσεπτος συνέκδημος, αὐτοῦ Χριστοῦ κηρύττοντος, τὸ ἱερὸν Εὐαγγέλιον.

Ἐν χώρᾳ καλῶς τῆς Ἰσπανίας, βιώσασα καὶ Ἑλλαδικῇ, ἐπλήσθης θείου Πνεύματος, καὶ ἅπασιν ὑπέδειξας, τὴν δύναμιν τῆς πίστεως, ὦ Πολυξένη πανεύφημε.

Ναμάτων πλησθεῖσα Πολυξένη, τῆς πίστεως πᾶσι γλυκασμόν, ἐπήγαζες τῆς χάριτος, ὁσίων ἐγκαλλώπισμα, καὶ φιλανθρώπου δράσεως, χειμάῤῥους ὤφθης ἀείῤῥοος.

Θεοτοκίον.
Ἡ σκέπη ἁπάντων τῶν μερόπων, ἐν βίῳ καὶ θεία βοηθός, Παρθένε παντευλόγητε, τὴν λύπην τῆς καρδίας μου, ἀπέλασον καὶ βράβευσον, χαράν μοι ἄληκτον Δέσποινα.

Κάθισμα. Ἦχος δ’. Ταχύ προκατάλαβε.
Ἀσκήσεως νάμασιν, ἀνακαθάρασαι νοῦν, δοχεῖα γεγόνατε, ὡραία καὶ διαυγῆ, τοῦ Πνεύματος πάνσεμναι· ὅθεν ὑμᾶς τιμῶντες, Πολυξένη θεόφρον, καὶ γεραρὰ Ξανθίππη, ἑορτάζομεν πόθῳ, ὑμῶν μελισταγέσιν ᾠδαῖς, μνήμην τὴν πάμφωτον.
Δόξα. Τό αὐτό.
Καί νῦν. Θεοτοκίον.
Πιστοὺς περιτείχισον, θεογεννῆτορ Ἁγνή, καὶ λύτρωσαι ἅπαντας ἐκ τῶν ἐχθροῦ προσβολῶν, ἀεὶ τοὺς τιμῶντάς Σε· Σοῦ γὰρ τῇ θείᾳ σκέπῃ, καταφεύγομεν πάντες, ὅλη ψυχῆς ἐφέσει, εὐφροσύνης ἀλήκτου, δεόμενοι ἐλπὶς ἀληθῶς, ἡμῶν ἀκαταίσχυντε.

Ὠδή δ’. Ὁ καθήμενος ἐν δόξῃ.
Νόμῳ θείῳ Πολυξένη, πειθομένη τῷ Κτίσαντι, πράξεσιν ὁσίαις, καὶ ἀσκητικαῖς ἠκολούθησας· διὸ χαρᾶς τῆς ἀφθίτου κατηξίωσαι, ἐν τοῖς δώμασι, τῆς οὐρανίας λαμπρότητος.

Κόσμου εὔκλειαν λιποῦσα, τὰς τρυφὰς καὶ εὐμάρειαν, σῷ ὑπερκοσμίῳ πόθῳ, τὸν Σταυρὸν ἦρας χαίρουσα, Ξανθίππη θεία Χριστοῦ ἐπωμαΐδιον, καὶ πᾶν φρύαγμα, τοῦ πονηροῦ κατεπάτησας.

Ἀληθείας θείῳ φέγγει, τὰς ψυχὰς κατηυγάσατε, τῶν ἐν τῇ σκοτείᾳ, καθευδόντων Εὐαγγελιστρίαι, σὺν Πολυξένῃ Ξανθίππη ζεῦγος ἔνθεον, ὡς τῆς πίστεως, ἡμῶν φωστῆρες τρισμέγιστοι.

Θεοτοκίον.
Ἱλαστήριον τοῦ κόσμου, τρυχομένων ἀνάψυξις, καὶ παραμυθία πάντων τῶν ἐν λύπαις καὶ θλίψεσι, τὸν Σὸν Υἱὸν ἐκδυσώπει Ἀπειρόγαμε, δοῦναι ἅπασι, τοῖς Σοῖς ἱκέταις τὰ πρόσφορα.

Ὠδή ε’. Ἐξέστη τά σύμπαντα.
Ξανθίππην τὴν πάντιμον, καὶ Πολυξένην σήμερον, ὕμνοις καταστέφωμεν ἐνθέοις, ὡς πανασπίλους, ἀμνάδας τοῦ Λυτρωτοῦ, καὶ νύμφας Αὐτοῦ περικλεεῖς, πόθῳ ἀνακράζοντες· Ξυνωρίς χαῖρε πάνσεπτος.

Ἀγγέλων ἐφάμιλλοι, μητέρες ἀνεδείχθητε, θεῖαι Πολυξένη καὶ Ξανθίππη, ὡς πολιτείαν, ἐπὶ τῆς γῆς ἀληθῶς, ἰσάγγελον ἔχουσα σεμναί, καὶ Χριστοῦ τὸ ὄνομα, ἀσιγήτως ψελλίζουσαι.

Ναοὶ θείας χάριτος, Ξανθίππη τρισμακάριστε, σὺν τῇ ἀδελφῇ σου Πολυξένη, ὀφθεῖσαι πᾶσι, τοῖς προσιοῦσιν ὑμῖν, κατ᾿ ἄμφω πορίζετε ψυχῶν, καὶ σωμάτων ἴασιν, θεοφόροι ἀσκήτριαι.

Θεοτοκίον.
Θεὸν τὸν ἀσώματον, σωματικῶς ἐκύησας, Μῆτερ καὶ τὸν ἄχρονον ἐν χρόνῳ, εὐεργετοῦσα, τοὺς χοϊκοὺς καὶ ἀράν, τῆς Εὔας διώκουσα Ἁγνή· ὅθεν Σὲ γεραίρομεν, ὡς χαρᾶς κόσμου αἴτιον.

Ὠδή στ’. Τήν θείαν ταύτην.
Ἰδού, ὑμῶν τὸν παμφίλτατον, Νυμφίον καθορᾶτε καὶ Κύριον, ἐν τοῖς σκηνώμασι, τῶν οὐρανῶν κατατήξασαι, ἐν γῇ ὑμῶν τὴν σάρκα, κλειναὶ ὁμαίμονες.

Πιστῶν, τοὺς δήμους διηύρυνας, ὁσία Πολυξένη κηρύγμασι, τοῖς ἀσιγήτοις σου, καὶ σῷ σεπτῷ παραδείγματι, δι᾿ ὧν ἐδείχθης βάθρον, στεῤῥὸν τῆς πίστεως.

Πολλάς, στερήσεις ὑπέμεινας, Ξανθίππη ἀνδρικῷ τῷ φρονήματι, καὶ τὸ δηνάριον, τῆς βασιλείας ἀπείληφας, τῶν οὐρανῶν ἀξίως, παρὰ τοῦ Κτίσαντος.

Θεοτοκίον.
Ἡμᾶς, πικρᾶς ἐλευθέρωσον, παθῶν τῆς δεσποτείας Μητρόθεε, καὶ νόμοις Πνεύματος, τὸν νοῦν ἡμῶν καθυπόταξον, ὡς ἂν ζωῆς ἀγήρω, ἐν πόλῳ τύχωμεν.

Κοντάκιον. Ἦχος πλ. δ’. Τῇ ὑπερμάχῳ.
Διαδραμοῦσαι πολιτείαν ὑπερθαύμαστον, ἐπὶ τῆς γῆς Ὁσίων σύμμορφαι ἐδείχθητε γυναικῶν, Ξανθίππη θεία καὶ Πολυξένη· ὅθεν στέφανον δεξάμεναι ἀμάραντον ἐκ χειρῶν τοῦ Ἰησοῦ ἡμῶν ἀκούετε τῶν βοώντων νῦν· Χαίροις, ζεῦγος θειότατον.
Ὁ Οἶκος.
Ἄϋλον πολιτείαν, ἐπεδείξατε, θεῖαι αὐτάδελφοι ἀσκήτριαι ὄντως· ἀρνησάμεναι γὰρ πᾶν φθαρτὸν τῆς ἀφθάρτου δόξης κοινωνοί, ὤφθητε· διὸ ὑμᾶς γεραίροντες φωνοῦμεν εὐθαρσῶς τοιαῦτα·
Χαίρετε, λαμπροὶ σοφίας φάροι·
χαίρετε, στεῤῥοὶ ἀνδρείας στῦλοι.
Χαῖρε, Πολυξένη, συνέσεως μέλαθρον·
χαῖρε, ὦ Ξανθίππη, φρονήσεως μάργαρον.
Χαῖρε, κῆρυξ θείας χάριτος, Πολυξένη θαυμαστή·
χαῖρε, σάλπιγξ θείας γνώσεως, ὦ Ξανθίππη ἀγλαή.
Χαῖρε, γλῶσσα ὑμνοῦσα, Πολυξένη, τὸν Κτίστην·
χαῖρε, στόμα, Ξανθίππη, τὸ αἰνοῦν τὸν Δεσπότην.
Χαῖρε, λειμών, Ξανθίππη, σεμνότητος·
χαῖρε, εἰκών, Ὁσία, χρηστότητος.
Χαῖρε, λαμπάς, Πολυξένη, τιμία·
χαῖρε, δυὰς ὁμαιμόνων ἁγία.
Χαίροις, ζεῦγος θειότατον.

Συναξάριον.
Τῇ ΚΓ΄ τοῦ αὐτοῦ μηνός, μνήμη τῶν Ὁσίων καὶ θεοφόρων αὐταδέλφων γυναικῶν Πολυξένης καὶ Ξανθίππης.
Στίχοι·
Ἀξίως εἰλήφατε θεόθεν γέρα,
ὁμαίμονες, Ξανθίππη καὶ Πολυξένη.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ΄. Οὐκ ἐλάτρευσαν.
Νοῦν ἀνάπλεων, κτησάμεναι τοῦ Πνεύματος, Ξανθίππη πάνσοφε, καὶ Πολυξένη λαμπρά, ὁρμὰς κατεστείλατε, ἀπαύστως ψάλλουσα· θεοδόξαστοι, τὰς καθ᾿ ὑμῶν αὐτάδελφοι, κινουμένας τοῦ Βελίαρ.

Σθένει Πνεύματος, τοῦ θείου δυναμούμεναι, κατηγωνίσασθε, τὸν λαοπλάνον ἐχθρὸν, ὑμᾶς τὸν προσβάλλοντα, καὶ διηνύσατε, τῆς ἀσκήσεως, τὸ στάδιον γηθόμεναι, Πολυξένη καὶ Ξανθίππη.

Ὕμνοις πρέπουσιν, ὑμᾶς ἀεὶ γεραίρομεν, ὡς θυμιάματα, προσενεχθέντα Χριστῷ, καὶ μύρα πανεύοσμα, εὐχῆς καὶ νήψεως, πανσεβάσμιαι, Ξανθίππη καὶ ἀκρώρεια, ἐγκρατείας Πολυξένη.

Θεοτοκίον.
Μῆτερ ἄφθορε, ὡς κλῖμαξ ὑπερκόσμιος, ἡμᾶς ἀνήγαγες, πρὸς σωτηρίους νομάς, κυήσασα Κύριον, τὸν Πολυεύσπλαγχνον, ὅν ἱκέτευε, ῥυσθῆναι πάσης θλίψεως, τοὺς ἀεί σοι προσιόντας.

ᾨδὴ η΄. Παῖδας εὐαγεῖς.
Ψάλλοντες ᾠδαῖς μελισταγέσιν, ὑμῖν Πολυξένη θαυματόβρυτε, καὶ Ξανθίππη πάγκαλε, ἄσκησιν μιμούμεθα, ὑμῶν καὶ τὴν θεόφιλον, ὁσίαι βίωσιν, δι᾿ ἧσπερ ἐγνωρίσατε πᾶσι, ὄνομα τὸ θεῖον, Χριστοῦ τοῦ Ζωοδότου.

Ἄνωθεν μητέρες θεοφόροι, τὴν χθόνα τῆς Ἰσπανίας περισκέπετε, τὴν ὑμᾶς βλαστήσασαν, καὶ πιστῶν τὸν σύλλογον, τὸν νῦν ὑμᾶς γεραίροντα, φρουρεῖτε πάντοτε, Ξανθίππη καὶ σεμνὴ Πολυξένη, αὐταδέλφων θείων, λαμπάδες φωτοφόροι.

Λάμψεσι πανσόφων κηρυγμάτων, καὶ πράξεων εὐποιΐας ἠγλαΐσατε, Ἐκκλησίαν πάντιμοι, τοῦ Κυρίου ζόφωσιν, τοῦ δυσσεβοῦς φρονήματος, ἀποδιώξασαι, Ξανθίππη φῶς Χριστοῦ καὶ πυρφόρε, Πολυξένη ἄστρα, φρονήσεως ἐνθέου.

Θεοτοκίον.
Λόγον τὸν συνάναρχον Κυρίου, Σωτῆρα ἡμῶν Θεόν τε τὸν παντέλειον, καὶ Δεσπότην κτίσεως, πάσης ἀπεκύησας, τὴν ἀλογίαν λύσαντα, τοῦ κόσμου Δέσποινα, καὶ σώσαντα ἡμᾶς ἐκ θανάτου, τοὺς ὑπερυψοῦντας, σὲ Μῆτερ εἰς αἰῶνας.

Ὠδή θ’. Ἅπας γηγενής.
Ὡς τὸ θεῖον πῦρ, Ξανθίππη πανάριστε. ἐν τῇ καρδίᾳ σου, δεξαμένη ἔλιπες, ἀπάτην κόσμου, τερπνὰ καὶ ῥέοντα καὶ παῤῥησίᾳ Ὄνομα, Χριστοῦ τὸ πάντιμον, καὶ Σωτῆρος, σὺν τῇ αὐταδέλφῃ σου, Πολυξένη τοῦ κόσμου ἐκήρυττες.

Χαῖρε ξυνωρίς, Ὁσίων κραυγάζομεν, Χριστοῦ τῆς πίστεως, γυναικῶν ἡ κάλλεσιν, ὡραϊσθεῖσα, ἐνθέων πράξεων, καὶ χαῦνον ἀποῤῥίψασα, θηλείας φύσεως, Πολυξένη, ἀρετῶν ἐντρύφημα, καὶ Ξανθίππη χρηστότητος θέμεθλε.

Μνήμην τὴν σεπτήν, ὑμῶν τῆς κοιμήσεως, πανηγυρίζοντες, οἱ πιστοὶ γανύμεθα, καὶ πολιτείας ὑμῶν γεραίρομεν, τὰ σκάμματα θεόφιλε, Ξανθίππη ἄριστε, καὶ πυξίον, Πολυξένη πάγχρυσον, σωφροσύνης καὶ βίου σεμνότητος.

Θεοτοκίον.
Μέμνησο ἡμῶν, ἐν ὥρᾳ τῆς Κρίσεως, Θεογεννήτρια, καὶ φωνῆς ἀξίωσον, ἡμᾶς ἀκοῦσαι, τοῦ θείου Τόκου Σου· εὖ δοῦλοί μου πανάριστοι, ταχὺ εἰσέλθετε, εἰς τὴν δόξαν, καὶ χαρὰν ἀέναον, τοῦ Κυρίου ὑμῶν καὶ Παντάνακτος.

Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.
Τρισόλβιαι ἀσκήτριαι, ἐν ἀνδρικῷ φρονήματι, καὶ ἀρετῶν ἐργασίᾳ, πολυτιμώτατα σκεύη, ἐδείχθητε τοῦ Πνεύματος, Ξανθίππη τρισμακάριστε καὶ Πολυξένη πάνσοφε· διὸ ὑμᾶς ἀνυμνοῦμεν, ὡς ὁσιότητος λύχνους.
Θεοτοκίον.
Δικαιοσύνης ἥλιος, Χριστὸς ὁ ὑπεράναρχος, ἐκ τῆς ἁγνῆς σου νηδύος, βροτῶν ἀνέλαβε φύσιν, ἁγνὴ θεογεννήτρια, Παρθένε ἀπειρόγαμε, ἵνα φωτίσῃ ἅπαντας, τοὺς ἐν σκοτείᾳ κειμένους, καὶ ζόφῳ τῆς ἁμαρτίας.

Εἰς τοὺς Αἴνους. Ἦχος δ´. Ἔδωκας σημείωσιν.
Πόνοις τῆς ἀσκήσεως, χρηστοηθείας ταῖς χάρισι, καὶ σοφίας διδάγμασι, λαμπρῶς σεμνυνόμεναι, ἐν τῇ Ἰσπανίᾳ, ὤφθητε ἐν πόλῳ, τῶν ἀποστόλων κοινωνοί, καὶ τῶν ὁσίων ἁπάντων σύσκηνοι, Ξανθίππη θεοτίμητε, καὶ Πολυξένη ὑπέρτιμε, πολυτίμητα μάργαρα, ἀπαθείας καὶ νήψεως.

Βίωσιν ἰσάγγελον ἐπὶ τῆς γῆς ἐπεδείξατε, Πολυξένη θεόνυμφε, ἀσκήτρια πάνσοφε, καὶ σεμνὴ Ξανθίππη, γεηρὰς φροντίδας, ἀποτινάξασαι καλῶς, καὶ ἀληθείας, Χριστοῦ κηρύξασαι· διὸ καὶ ἐπιλάμψεων, ἀΰλων θεῖαι ἐπλήσθητε, καὶ τῆς ἄνω λαμπρότητος, ἐπαξίως ἐτύχητε.

Χαίρουσι καὶ γάνυνται, οἱ ἐπουράνιοι σύλλογοι, καὶ βροτῶν τὰ συστήματα, πανήγυριν ἄγοντες, τῆς ὑμῶν φωσφόρου, μνήμης καὶ καμάτους, οὓς διὰ δόξαν τοῦ Χριστοῦ, ἀστασιάστως, καθυπεμείνατε, Ξανθίππη τρισμακάριστε, καὶ Πολυξένη τρισένδοξε, ἀνυμνοῦντες αὐτάδελφοι, εὐποιΐας κειμήλια.

Ἴχνεσι βαδίσασαι, τῶν Ἀποστόλων ἐπλήσθητε, δωρεῶν θείου Πνεύματος, Ξανθίππη λευκάνθεμον, δράσεως ὁσίας, καὶ λειμὼν εὐώδης, ὦ Πολυξένη ἀρετῶν· διὸ Κυρίου τὸ θεῖον πρόσωπον, ἰδεῖν κατηξιώθητε, ἐν οὐρανίοις σκηνώμασι, καὶ τῆς δόξης συμμέτοχοι, τῆς ἀγήρω γεγόνατε.

Δόξα. Ἦχος πλ. α’.
Θεόκλητον ζεῦγος γυναικῶν ὁμαιμόνων, Ξανθίππη καὶ Πολυξένη πανεύφημοι, τὴν ἀγαθὴν μερίδα ἐξελέξασθε, καὶ Θεῷ εὐηρεστήσατε· ἐν ἀληθεῖ γὰρ ὁσιότητι σεαυτὰς κοσμήσασαι, καὶ ἀποστόλων ὁδεύσασαι ἀξίως τρίβους, πλοῦτον ἄσυλον ἐν οὐρανοῖς ἐθησαυρίσατε· ἀξιώσατε οὖν καὶ ἡμᾶς, τοὺς τὴν ὑμῶν τιμῶντας μνήμην, τυχεῖν τῆς ἄνω δόξης, καὶ σὺν ὑμῖν γεραίρειν ἀείποτε Κυρίου, τὸ πάντιμον ὄνομα.

Καί νῦν. Θεοτοκίον.
Μακαρίζομέν Σε, Θεοτόκε Παρθένε, ..

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.
 
ΕΝ ΤΗ ΛΕΙΤΟΥΡΓΙΑ

Τὰ Τυπικά, οἱ Μακαρισμοὶ καὶ ἐκ τοῦ Κανόνος ἡ γ΄ καὶ ἡ στ΄ ᾠδή.
Ἀπόστολος καὶ Εὐαγγέλιον Ὁσιακά ( Γαλατ. Γ΄ 23- Δ´ 1 καὶ Ματθ. Κε΄ 1-13).
Μεγαλυνάριον.
Χαίροις, αὐταδέλφων ἡ ξυνωρίς, γυναικῶν ὁσίων, Ἀποστόλων μαθητριῶν, χαίροις Πολυξένη, καὶ πάνσεμνε Ξανθίππη, αἱ νουνεχῶς τὸν βίον, ἐκδαπανήσασαι.
Κοινωνικόν. Εἰς μνημόσυνον αἰώνιον…

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου