Ἀκολουθία Μάρτυρος ΘΑΛΛΕΛΑΙΟΥ τοῦ Ἀναργύρου.
Ποίημα κατά τό πλεῖστον ἁγ. Νικοδήμου τοῦ Ἁγιορείτου
ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ
Σημείωσις: Τροπάρια ἐρανισθέντα παρὰ Ἠλιοὺ τοὐπίκλην Βουτσινᾶ, ἀπὸ τῶν ἐν τῷ Μηναίῳ
Ἀκολουθιῶν τῶν Ἁγίων Μαρτύρων Χριστοφόρου καὶ Ἰσιδώρου.
Εἰς τὸ Κύριε, ἐκέκραξα ἱστῶμεν στίχους δ´ καὶ ψάλλομεν
Στιχηρὰ Προσόμοια.
Ἦχος α´. Των οὐρανίων ταγμάτων.
Τοῦ Θαλλελαίου τοὺς ἄθλους, δεῦτε τιμήσωμεν, δι᾿ ὧν ἡμῖν πηγάζει ἡ ἀέναος
χάρις, Χριστοῦ τοῦ Ζωοδότου· καὶ γὰρ κραταιῶς, τοὺς ἐχθροὺς τροπωσάμενος, κατὰ
παθῶν καὶ δαιμόνων καὶ ὀδυνῶν, τὴν ἐξουσίαν ἐκομίσατο. (Δίς).
Ἡ τῶν λειψάνων σου κόνις, θαυμάτων βλύζει πηγάς, τῶν κεραυνῶν τὴν λύσιν,
καὶ λοιμῶν καὶ κινδύνων, τὴν λύτρωσιν παρέχει· διό σε καὶ νῦν, Θαλλέλαιε
πολύαθλε, ὁ σὸς λαὸς ἱκετεύει, ὅπως ἀεί, διασώζηται τῆς βλάβης αὐτῶν.
Σοῦ τὸ μνημόσυνον Μάρτυς, εὐωδιάζει τρανῶς, ἐαρινὰ ὡς ῥόδα, τὰ πολύαθλα
πάθη, τῶν σῶν ἀγωνισμάτων, δι᾿ ὧν ἀσθενεῖς, ἐμπαθεῖς τε καὶ ἄρρωστοι, τὴν
εὐρωστίαν πλουτοῦντες, ταῖς σαῖς εὐχαῖς, ἀνυμνοῦσι τὸν δοτῆρα Χριστόν.
Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς.
Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια. Ἦχος δ´. Ἔδωκας
σημείωσιν.
Ζήλῳ πυρπολούμενος, τῆς εὐσεβείας Θαλλέλαιε, ὑπεισῆλθες τὸ στάδιον, θερμῶς
τῆς ἀθλήσεως, καὶ βραβεῖον νίκης, Μάρτυς ἀπηνέγκω, κατὰ τῆς πλάνης διδαχαῖς,
θεοφιλέσιν ὡραϊζόμενος, Σταυροῦ δὲ κρατυνόμενος, τῇ πανοπλίᾳ κατέβαλες, τὸν
ἀλάστορα τύραννον, νικηφόρος δεικνύμενος.
Μάστιξι ξεόμενος, τῆς δερματίνης νεκρώσεως, τοὺς χιτῶνας ἐνδέδυσαι, στολὴν
ἀφθαρσίας δέ, καὶ λαμπρὰν ἐσθῆτα, περιβεβλημένος, θᾶττον τῷ ξύλῳ τῆς ζωῆς,
ἀποκατέστης ζωὴν δρεψάμενος, τὴν ὄντως ἀκατάλυτον, καὶ ἀτελεύτητον Ἔνδοξε, ἧς
περ νῦν ἐμφορούμενος, τοὺς ὑμνοῦντάς σε εὔφρανον.
Ὄντως ὑπερβέβηκε, τὰ τῶν Μαρτύρων παλαίσματα, τῶν ἐπαίνων τὴν σύνθεσιν, καὶ
λόγον καὶ ἔννοιαν· οἱ στεῤῥοὶ γὰρ πύργοι, τῆς θεοσεβείας, σῶμα θνητὸν καὶ
παθητόν, ὡς τὸ ἡμέτερον περικείμενοι, πυρός τε κατετόλμησαν, καὶ τῶν πληγῶν
κατεφρόνησαν, ὡς ἐν σώματι πάσχοντες, ἀλλοτρίῳ οἱ ἔνδοξοι.
Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς.
Νῦν ἀπολύεις, Τρισάγιον, τὸ Ἀπολυτίκιον ἐκ τοῦ Μεγάλου
Ἑσπερινοῦ καὶ Ἀπόλυσις.
Μετὰ τὸν Προοιμιακόν τὸ Μακάριος ἀνήρ. Εἰς δέ τὸ Κύριε,
ἐκέκραξα ἱστῶμεν στίχους στ´ καὶ ψάλλομεν Στιχηρὰ
Προσόμοια.
Ἦχος δ´. Ἔδωκας σημείωσιν.
Ἦχος δ´. Ἔδωκας σημείωσιν.
Ὄμβροις τῶν αἱμάτων σου, μεγαλομάρτυς Θαλλέλαιε, ἀθεΐας τὴν κάμινον, ἐνθέως
κατέσβεσας· νῦν δὲ τῶν θαυμάτων, ῥείθροις ἀπελαύνεις, πάθη ποικίλα καὶ πιστοῖς,
ῥῶσιν παρέχεις ἐν θείᾳ χάριτι· διὸ τὴν θείαν μνήμην σου, περιχαρῶς ἑορτάζομεν,
καὶ τὴν κόνιν τοῦ σώματος, ἱερῶς προσπτυσσόμεθα.
Θαλλόν σε κατάκαρπον, θείας ἐλαίας γνωρίσαντες, ἀθλοφόρε Θαλλέλαιε, ἐλαίῳ
τῶν πόνων σου, καὶ τῶν ὑπὲρ φύσιν, θαυματουργημάτων, ἱλαρυνόμεθα σαφῶς, τὸν ἐπὶ
πάντων Θεὸν δοξάζοντες, μεγάλως σε δοξάσαντα, ὑπὲρ Αὐτοῦ ὡς ἀθλήσαντα, καὶ τῆς
πλάνης τὸ φρύαγμα, παντελῶς ἀφανίσαντα.
Πελάγει ῥιπτούμενος, καὶ ταῖς σανίσιν εἱλούμενος, καὶ εὐτόνως ξεόμενος,
μένεις ἀταπείνωτος, τοῦ Χριστοῦ σε μάκαρ, ἐπενδυναμοῦντος, ἀνδρειοτάτῳ λογισμῷ,
πονηροτάτῳ φθόνῳ μαχόμενος, Θαλλέλαιε μακάριε, τῶν ἀσωμάτων ὁμότιμε, ἀθλοφόρων
συνόμιλε, πρεσβευτὰ τῶν ψυχῶν ἡμῶν.
Δεῦτε τὴν χαρμόσυνον, τοῦ Θαλλελαίου πανήγυριν ἑορτάσατε σήμερον, ἐκ πόθου
ἡ σύμπασα, χορεῖα Ἁγίων, Ἀγγέλων τὰ πλήθη, καὶ τῶν Μαρτύρων ὁ χορός, τῶν
Ἀναργύρων τὸ θεῖον ἄθροισμα, Προφῆται καὶ Ἀπόστολοι, καὶ τῶν Δικαίων τὰ
πνεύματα, ὡς Χριστὸν καταγγείλαντος, καὶ στεῤῥῶς ἐναθλήσαντος.
Ἕτερα Στιχηρὰ Προσόμοια.Ἦχος δ´. Ὡς γενναῖον ἐν
Μάρτυσιν.
Οὐδὲ θῆρες ἀτίθασοι, οὐδὲ πόντου κατάῤῥιψις, οὐδ᾿ ἄλλη τις βάσανός σε
κατίσχυσε, τῆς πρὸς Χριστὸν ἀγαπήσεως χωρίσαι Θαλλέλαιε, οὐ τὸ πῦρ τῶν
πειρασμῶν, οὐ λιμὸς, οὐδὲ μάχαιρα, οὐδὲ θάνατος· διὰ τοῦτο τῆς νίκης τὸ
βραβεῖον, ἀνεδήσω καὶ τὴν χάριν, τῶν ἰαμάτων ἀπείληφας.
Πιανθεῖσα σοῖς αἴμασιν, ἡ γῆ Μάρτυς Θαλλέλαιε, φυτὸν ἀνεβλάστησε
ἀμαράντινον, ὅπερ ποικίλα νοσήματα, καὶ πάθη ἀνίατα, ἰατρεύει θαυμαστῶς, τῶν
πιστῶς προστρεχόντων σοι, ἀξιάγαστε, καὶ τὴν θείαν σου μνήμην καὶ φωσφόρον,
ἐκτελούντων ἐτησίως, μετ᾿ εὐλαβείας καὶ πίστεως.
Θεοδώρου ὠμότητα, τὴν δεινὴν καὶ ἀπάνθρωπον, λογισμῷ θεόφρονι ἐμυκτήρισας
καὶ ἀνδρικῶς ἀνεκήρυξας, Χριστὸν ἕνα Κύριον, καταλλήλως ταῖς δυσί, φύσεσι
γνωριζόμενον, Ὅν ἱκέτευε, ἐκ φθορᾶς καὶ κινδύνων λυτρωθῆναι, τοὺς ἐν πίστει
ἐκτελοῦντας τὴν ἀεισέβαστον μνήμην σου.
Τῶν πιστῶν ἡ ὁμήγυρις, πανταχόθεν συνέδραμεν, ἐν τῇ θείᾳ μνήμῃ σου, ὦ
Θαλλέλαιε, τῶν τῆς ψυχῆς καὶ τοῦ σώματος, παθῶν ἀπολύτρωσιν ἱκετεύουσα λαβεῖν,
καὶ πταισμάτων καὶ θλίψεων, ὅθεν Ἅγιε, τῷ συνήθει σου χρώμενος ἐλέει ἀποπλήρου
τὰς αἰτήσεις, τῶν εὐσεβῶς προσιόντων σοι.
Δόξα. Ἦχος πλ. β´.
Δεῦτε φιλομαρτύρων συστήματα, πανταχόθεν συνδραμόντα, τὴν σεβάσμιον
πανήγυριν, τοῦ Ἀναργύρου ἑορτάσωμεν· σήμερον γὰρ Ἄγγελοι πανηγυρίζουσι τήν
σεπτήν αὐτοῦ ἄθλησιν, καὶ ἡμᾶς συγκαλοῦσι πρὸς εὐωχίαν τῶν λαμπρῶν ἀγώνων
αὐτοῦ, ᾀσματικοῖς ἐγκωμίοις βοῆσαι πρὸς αὐτόν· Χαίροις Θαλλέλαιε πάνσοφε, τὴς
εὐσεβείας λαμπρότατε ὑπέρμαχε, καὶ τῆς ἀσεβείας καθαιρέτα ἀκρότατε· Χαίροις ὁ
δοξάσας Χριστὸν τοῖς ἀθλητικοῖς σου καμάτοις, καὶ τὴν χάριν τῶν ἰάσεων, παρ᾿
Αὐτοῦ κομισάμενος· Χαίροις τῶν ἀσθενούντων ὁ ἰατρός, καὶ τῶν ἐν ἀνάγκαις
θερμότατος προστάτης· πάρεσο μέσον ἡμῶν ἀοράτως, καὶ πρέσβευε πρὸς Κύριον, ἐλεηθῆναι
τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν. Τῆς Ἑορτῆς. Ἢ τὸ Θεοτοκίον.
Τίς μὴ μακαρίσει Σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει Σου, τὸν ἀλόχευτον
τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρός, ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτὸς ἐκ Σοῦ τῆς
ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος
ἄνθρωπος δι᾿ ἡμᾶς· οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ᾿ ἐν δυάδι φύσεων,
ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς
ἡμῶν.
Εἴσοδος, Φῶς ἱλαρόν, τὸ Προκείμενον τῆς ἡμέρας καὶ τὰ
Ἀναγνώσματα. (Ζήτει τῇ κγ´ Ἀπριλίου, τοῦ Ἁγίου Γεωργίου τοῦ Τροπαιοφόρου).
Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα (μγ´ 9-14).
Τάδε λέγει Κύριος. Πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες
ἐξ αὐτῶν. Τίς ἀναγγελεῖ ταῦτα ἐν αὐτοῖς; ἢ τὰ ἐξ ἀρχῆς, τίς ἀκουστὰ ποιήσει
ὑμῖν; Ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν, καὶ εἰπάτωσαν ἀληθῆ.
Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς Κύριος ὁ Θεός, καὶ ὁ παῖς, ὃν ἐξελεξάμην·
ἵνα γνῶτε, καὶ πιστεύσητε, καὶ συνῆτε, ὅτι ἐγώ εἰμι. Ἔμπροσθέν μου οὐκ ἐγένετο
ἄλλος Θεός, καὶ μετ᾿ ἐμὲ οὐκ ἔσται. Ἐγώ εἰμι ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ
σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα, καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος. Ὑμεῖς
ἐμοὶ μάρτυρες, καὶ ἐγὼ Κύριος ὁ Θεός· ὅτι ἀπ᾿ ἀρχῆς ἐγώ εἰμι, καὶ οὐκ ἔστιν ὁ
ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος. Ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό; Οὕτω λέγει
Κύριος ὁ Θεός, ὁ λυτρούμενος ἡμᾶς, ὁ Ἅγιος Ἰσραήλ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (γ´ 1-9).
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν
ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ᾿ ἡμῶν
πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν
κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα
εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ.
Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο
αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ
διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος
εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ᾿ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν
ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ
ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (ε´ 15-23, στ´ 1-3).
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς
αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ
διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὑτοῦ σκεπάσει αὐτούς, καὶ
τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ καὶ ὁπλοποιήσει
τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα δικαιοσύνην καὶ περιθήσεται
κόρυθα κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα· ὀξυνεῖ δὲ
ἀπότομον ὀργὴν εἰς ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας·
πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν,
ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι.
Ἀγανακτήσει κατ᾿ αὐτῶν ὕδωρ θαλάσσης· ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως.
Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ
ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν.
Ἀκούσατε οὖν, Βασιλεῖς, καὶ σύνετε· μάθετε Δικασταὶ περάτων γῆς· ἐνωτίσασθε οἱ
κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν· ὅτι ἐδόθη παρὰ Κυρίου ἡ
κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.
Εἰς τὴν Λιτήν, Ἰδιόμελα.Ἦχος α´.
Σήμερον ἔαρ νοητόν, τῷ αἰσθητῷ ἔαρι, συνεξέλαμψεν ἡμῖν, τοῦ Ἀθλοφόρου ἡ
ἐτήσιος μνήμη, τῇ τῶν πολυχρόων ἀνθέων εὐώδει φυῇ, τὰ κροκκοβαφῆ καὶ εὐωδέστατα
ῥόδα, τῆς ὑπὲρ Χριστοῦ ἀθλήσεως, τήν τῶν μουσικῶν ὀρνίθων γλυκείᾳ ᾠδήν, τὰ τῆς
πανηγύρεως αὐτοῦ μελισταγῆ καὶ θεοκράτητα ᾄσματα· τῇ τῆς ἡλιακῆς ἀκτῖνος
χρυσοειδεῖ προσβολῇ, ἡ τῶν θαυμάτων αὐτοῦ λαμπρότητος, καὶ τῇ τοῦ καθαροῦ ἀέρος
ἡσύχῳ πνοῇ, αἱ ζεφύριαι αὖραι τῶν αὐτοῦ ἰαμάτων, ἀναψύχουσαι τοὺς ἐν νόσοις
λιποθυμοῦντας. Διὸ τοῦ διπλοῦ ἔαρος ταῖς χάρισι, τὰς τοῦ σώματος καὶ ψυχῆς
αἰσθήσεις ἑστιώμενοι, συμφώνως βοήσωμεν. Ἀναργύρων κλέος Θαλλέλαιε, ἀξίωσον
ἡμᾶς καὶ τοῦ ἐν οὐρανοῖς ἔαρος ἀπολαῦσαι, ταῖς πρὸς Κύριον πρεσβείαις σου.
Ὁ αὐτός.
Στρατιώτης ἀήττητος, καὶ Ἀθλητὴς γενναιότατος ἀνεδείχθης τοῦ Χριστοῦ
μακάριε, τὸν ἀγῶνα τὸν καλὸν ἀγωνισάμενος, καὶ τὸν δρόμον τοῦ μαρτυρίου καλῶς
ἐκτελέσας· ὅθεν καὶ τὸν στέφανον τῆς δικαιοσύνης Χριστὸς σοι ἡτοίμασεν, ὁ σῴζων
τὰς ψυχὰς ἡμῶν.
Ἦχος β´.
Τὴν χάριν εἰληφότα σε τῶν ἰαμάτων, γνωρίσαι θέλων τοῖς ἀνθρώποις, ὁ Κύριος,
φυτὸν ἀναβλαστῆσαι πεποίηκεν, ἐν ᾧ τόπῳ ἡ ἱερά σου ἐτμήθη κεφαλή, Θαλλέλαιε
ἀήττητε, παντοίων νοσημάτων ἀλεξίκακον φάρμακον· δι᾿ οὗ τυφλοῖς τὸ βλέπειν,
κωφοῖς τὸ ἀκούειν, καὶ χωλοῖς τὸ βηματίζειν, παραδόξως χαρίζῃ· δαίμονας
ἀπελαύνεις, καὶ πάθη ποικίλα θεραπεύεις, τῇ ἐπικλήσει τοῦ ὀνόματος Χριστοῦ τοῦ
Θεοῦ, ᾧ καὶ πρεσβεύεις ἀδιαλείπτως σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Ἦχος δ´.
Τὴν πανοπλίαν τοῦ Σταυροῦ σεαυτῷ περιβαλλόμενος, καὶ ὡς θώρακα τὴν πίστιν
ἀνδρικῶς περιφραξάμενος, χαίρων πρὸς τὴν ἄθλησιν ἀπεδύσω. Ἐν ᾗ τῶν εἰδώλων
καταργήσας τὴν δύναμιν, τῶν τυράννων κατέβαλες τὸ φρύαγμα, καὶ τὸν Χριστὸν Θεὸν
ἀληθῇ, καὶ δημιουργὸν τοῦ παντὸς ἀνεκήρυξας· ὅθεν καὶ πρὸς αἰωνίους μονὰς
στεφηφόρος ἀνέδραμες, πρεσβεύων πάντοτε σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Δόξα. Ἦχος πλ. α´.
Κρουνὸς ἰαμάτων ἄφθονος, τὸ σὸν ἀνεδείχθη ἀνακτόριον, καὶ Σιλωὰμ δεύτερος,
τοῖς πᾶσιν ὁ ναός σου γνωρίζεται, πλημμυρῶν ἀεννάως τοῖς πιστοῖς τὰ ἰάματα· τίς
γὰρ προστρέχων τούτῳ ἐκ πίστεως, οὐ λαμβάνει ταχέως τὴν ἴασιν; Ἢ τίς προσπίπτων
μετὰ δακρύων τὴν λύσιν τῶν παθημάτων οὐ κομίζεται; Διὰ τοῦτο ἰατῆρα καὶ σωτῆρα
πάντων ἡμῶν, καταχρέως ἐπιγραφόμενοι, συμφώνως βοῶμέν σοι· Θαλλέλαιε μακάριε,
ὡς τῇ Ἁγίᾳ Τριάδι παριστάμενος, πρέσβευε ὑπὲρ ἡμῶν, τῶν γηθοσύνως ἑορταζόντων,
τὴν ἱεράν σου πανήγυριν.
Καὶ νῦν. Τῆς ἑορτῆς.Ἢ τὸ Θεοτοκίον.
Μακαρίζομέν Σε Θεοτόκε Παρθένε, καὶ δοξάζομέν Σε οἱ πιστοὶ κατὰ χρέος, τὴν
πόλιν τὴν ἄσειστον, τὸ τεῖχος τὸ ἄῤῥηκτον, τὴν ἀῤῥαγῆ προστασίαν, καὶ καταφυγὴν
τῶν ψυχῶν ἡμῶν.
Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια. Ἦχος πλ. α´.
Χαίροις ἀσκητικῶν.
Χαίροις, τῶν Ἀναργύρων Χριστοῦ, ἄστρον λαμπρότατον Θαλέλλαιε ἔνδοξε,
θαυμάτων ἡδὺς χειμάῤῥους, ὁ χειρουργὸς τῶν παθῶν, ψυχῶν καὶ σωμάτων
ἐμπειρότατος· ἡ κρήνη ἡ βρύουσα, ἰαμάτων γλυκύῤῥοα, ῥεῖθρα τοῖς πίστει, τῷ ναῷ
σου προσφεύγουσι, καὶ γεραίρουσι, μετὰ πόθου τὴν μνήμην σου· θαλλὸς ὁ
εὐθαλλέστατος, ἐλαίας τῆς χάριτος, ἄνθος ἀμάραντον πνέον, τὴν εὐωδίαν τὴν
ἄῤῥητον· Χριστὸν ἐκδυσώπει ταῖς ψυχαῖς ἡμῶν δοθῆναι τὸ μέγα ἔλεος.
Στίχ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Χαίροις, ὁ μαργαρίτης Χριστοῦ, ὁ ποθεινὸς καὶ διαυγὴς καὶ πολύτιμος· τὸ
ῥόδον τὸ βεβαμμένον, τῶν σῶν αἱμάτων ῥοαῖς, ἀνθῆσαν ἐν κήπῳ τῆς ἀθλήσεως·
ἀκέστωρ πανάριστος, ἰατρὸς μυστικώτατος, τὰς ἀνηκέστους, ἀλγηδόνας ἰώμενος, θείου
Πνεύματος, ἐπιστήμῃ καὶ χάριτι· ὄρπηξ ἀειθαλέστατος, Μαρτύρων Θαλλέλαιε, νήσου
τῆς Νάξου προστάτης, τῆς Ἐκκλησίας ἀγλάϊσμα· Χριστὸν ἐκδυσώπει ταῖς ψυχαῖς ἡμῶν
δοθῆναι τὸ μέγα ἔλεος.
Στίχ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.
Χαίροις, ὁ στρατιώτης Χριστοῦ, τοῦ οὐρανίου Βασιλέως Θαλλέλαιε, ὁ πύργος
τῆς εὐσεβείας, τῶν ἐν ἀνάγκαις φρουρός, ὁ στεῤῥὸς ὁπλίτης καὶ ἀήττητος· τῆς
πίστεως πρόβολος, καὶ πιστῶν φύλαξ ἄριστος, ὁ τὰς ἰάσεις ἀναργύρως ποιούμενος,
τοῖς προστρέχουσι, τῷ τεμένει σου πάντοτε. Πρέσβυς ὁ προθυμότατος, τῶν πίστει
τιμώντων σου, τὴν παναοίδιμον μνήμην, ἡ χαρμονὴ τῶν ἐν θλίψεσι· Χριστὸν
ἐκδυσώπει ταῖς ψυχαῖς ἡμῶν δοθῆναι τὸ μέγα ἔλεος.
Δόξα. Ἦχος πλ. β´.
Σήμερον ἡμῖν, ἡ λαμπρὰ πανήγυρις ἐπεδήμησε τοῦ Ἀναργύρου Θαλλελαίου· εὐωχηθῶμεν
οὖν φιλέορτοι πνευματικῶς ἐν αὐτῇ, ὡς ἐν θεοπρεπεῖ πανδαισίᾳ, κατατρυφῶντες τῶν
ἀγώνων αὐτοῦ, ὑπὲρ ὧν ἐν οὐρανοῖς μετ᾿ Ἀγγέλων ἀγάλλεται, τῇ ἀπροσίτῳ δόξῃ τοῦ
Θεοῦ ἡμῶν ἐλλαμπόμενος, καὶ τὴν χάριν τῶν ἰαμάτων δαψιλῶς ἀρυόμενοι, ἣν ἄνωθεν
ἀντικαταπέμπει πλουσίαν, τοῖς ἐκ πόθου αὐτὸν γεραίρουσι καὶ πρεσβεύει ἐκτενῶς
τῷ Κυρίῳ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν. Τῆς ἑορτῆς.Ἢ τὸ Θεοτοκίον.
Θεοτόκε, Σὺ εἶ ἡ ἄμπελος ἡ ἀληθινή, ἡ βλαστήσασα τὸν καρπὸν τῆς ζωῆς· Σὲ
ἱκετεύομεν, πρέσβευε Δέσποινα, μετὰ τῶν Ἀποστόλων, καὶ πάντων τῶν Ἁγίων,
ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Νῦν ἀπολύεις, Τρισάγιον καὶ τὸ Ἀπολυτίκιον.Ἦχος γ´.
Ἀθλοφόρε Ἅγιε καὶ ἰαματικὲ Θαλλέλαιε, πρέσβευε τῷ ἐλεήμονι Θεῷ, ἵνα
πταισμάτων ἄφεσιν παράσχῃ ταῖς ψυχαῖς ἡμῶν.
Ἕτερον. Ἦχος α´. Τῆς ἐρήμου πολίτης.
Μαρτυρίου ἀνύσας τὸν ἀγώνα Θαλλέλαιε, ἤσχυνας εἰδώλων τὴν πλάνην, τῇ
γενναίᾳ ἀθλήσει σου· καὶ ὤφθης ἰαμάτων θησαυρός, παρέχων τὰς ἰάσεις δωρεάν,
τοῖς προστρέχουσιν ἐν πίστει τῷ σῷ ναῷ, καὶ πόθῳ ἀνακράζουσι· δόξα τῷ δεδωκότι
σοὶ ἰσχύν, δόξα τῷ σὲ θαυμαστώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ πᾶσιν ἰάματα.
Ἀπόλυσις.
Μετὰ τὴν α´ Στιχολογίαν, Κάθισμα. Ἦχος α´. Τὸν τάφον
Σου, Σωτήρ.
Τυράννου τὰς ὁρμάς, καταισχύνας γενναίως, εἰς βάθη ψαλμικῶς, τῆς θαλάσσης
ἐῤῥίφης, κακεῖθεν θείᾳ χάριτι, λευκοφόρως ἀνέδραμες, θαῦμα ἅπασι τοῖς ἀπιστοῦσι
δεικνύων, τὴν δὲ ἴασιν, τῶν νοσημάτων παρέχων, ἡμῖν τοῖς τιμῶσί σε.
Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Τῆς ἑορτῆς. Ἢ τὸ Θεοτοκίον.
Μαρία ἡ τὰς τρεῖς ἀνηκούστους ἑνώσεις, ἑνώσασα φρικτῶς, παρθενίαν καὶ
τόκον, Θεὸν καὶ τὸν ἄνθρωπον, πίστιν τε καὶ πιστεύουσαν, τοῖς ξενίζουσι τούτοις
καρδίαν ἀνθρώπου· ἡμᾶς ἕνωσον, τῇ τοῦ Υἱοῦ Σου ἀγάπῃ, καὶ σῶσον Πανύμνητε.
Μετὰ τὴν β´ Στιχολογίαν, Κάθισμα. Ἦχος δ´. Κατεπλάγη
Ἰωσήφ.
Τὸν ἀστέρα τὸν λαμπρὸν, τῆς Ἐκκλησίας τοῦ Χριστοῦ, τὸν αὐγάζοντα ἡμᾶς, ταῖς
τῶν θαυμάτων ἀστραπαῖς, μελωδικῶς εὐφημήσωμεν γεγηθότες· ὑπάρχων γὰρ ἀεί,
θαυματουργὸς ἰατρός, τὰς νόσους τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν, ἀποδιώκει
χάριτι θείᾳ, καί ἀγλαΐζει τοὺς κράζοντας· πάρεσο Μάρτυς, τοῖς ἐν ἀνάγκαις,
βοηθὸς ἀπροσμάχητος.
Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Τῆς ἑορτῆς. Ἢ τὸ Θεοτοκίον.
Τὸ μυστήριον Ἁγνή, τῆς Σῆς λοχείας τὸ φρικτόν, οἱ Προφῆται τοῦ Θεοῦ,
πόῤῥωθεν βλέποντες σαφῶς, προφητικοῖς ὀφθαλμοῖς ἀνεκήρυττον, Σὲ ῥάβδον Ἀαρών τε
καὶ τράπεζαν· καὶ ὄρος νοητόν τε καὶ κλίμακα· καὶ θυγατέρα κράζουσι τοῦ
Βασιλέως· καὶ κιβωτὸν ἁγιάσματος, καὶ πύλην ἄλλος, Σὲ ὀνομάζει, καὶ σκηνὴν
θεοκόσμητον.
Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος πλ. δ´. Τὴν Σοφίαν
καὶ Λόγον.
Εὐσεβείᾳ τῷ ζήλῳ πυρακτωθείς, ὡς Ἠλίας τῷ πάλαι τῶν δυσεβῶν, ἔθραυσας
φρυάγματα, καὶ Χριστὸν ἀνεκήρυξας, δημιουργὸν τῶν ὅλων, καὶ κτίστην καὶ Κύριον,
σὺν τῷ Πατρί τε ὄντα καὶ Πνεύματι σύνθρονον· ὅθεν ἐπαξίως ἀμοιβὴν ἐκομίσω,
ἰᾶσθαι νοσήματα, τῶν πιστῶς προστρεχόντων σοι, Ἀθλοφόρε Θαλλέλαιε· πρέσβευε
Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν
ἁγίαν μνήμην σου.
Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Τῆς ἑορτῆς.Ἢ τὸ Θεοτοκίον.
Ἀμελῶς τὴν ζωήν μου διαγαγών, καὶ ἐλέους ἐλπίδα μὴ ἐσχηκώς, εἰς βυθὸν ὁ
ἄθλιος, ἀπογνώσεως ἤγγισα, ἀλλὰ τῷ Σῷ ἐλέει, θαῤῥήσας προσέρχομαι, προφθάσασά
με ῥῦσαι, ἐκ πάσης κολάσεως· ἵνα κατὰ χρέος, προσκυνῶν ἀνυμνῶ Σε, καὶ πόθῳ
δοξάζω Σου, τὸ ἀμέτρητον ἔλεος καὶ τὴν χάριν Πανάμωμε, τὴν πολλὴν καὶ
ἀμέτρητον· πρέσβευε τῷ Σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς
προσκυνοῦσιν ἐν πίστει τὸν πανάγιον Τόκον Σου.
Οἱ Ἀναβαθμοί· τὸ α´ Ἀντίφωνον τοῦ δ´ ἤχου.
Προκείμενον. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Στίχ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.
Εὐαγγέλιον, ἐκ
τοῦ κατὰ Λουκᾶν (κα´ 12-20).
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· Προσέχετε ἀπὸ τῶν ἀνθρώπων· ἐπιβαλοῦσι
γὰρ ἐφ᾿ ὑμᾶς τὰς χεῖρας αὐτῶν, καὶ διώξουσι, παραδιδόντες εἰς συναγωγὰς καὶ
φυλακάς, ἀγομένους ἐπὶ βασιλεῖς καὶ ἡγεμόνας, ἕνεκεν τοῦ ὀνόματός μου.
Ἀποβήσεται δὲ ὑμῖν εἰς μαρτύριον. Θέσθε οὖν εἰς τὰς καρδίας ὑμῶν, μὴ προμελετᾶν
ἀπολογηθῆναι· ἐγὼ γὰρ δώσω ὑμῖν στόμα καὶ σοφίαν, ᾗ οὐ δυνήσονται ἀντειπεῖν,
οὐδὲ ἀντιστῆναι πάντες οἱ ἀντικείμενοι ὑμῖν. Παραδοθήσεσθε δὲ καὶ ὑπὸ γονέων,
καὶ ἀδελφῶν, καὶ συγγενῶν, καὶ φίλων, καὶ θανατώσουσιν ἐξ ὑμῶν. Καὶ ἔσεσθε
μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου· καὶ θρὶξ ἐκ τῆς κεφαλῆς ὑμῶν οὐ μὴ
ἀπόλλυται. Ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσασθε τὰς ψυχὰς ὑμῶν.
Ὁ Ν´ Ψαλμός.
Δόξα. Ταῖς τοῦ Ἀθληφόρου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν
ἐγκλημάτων.
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν
ἐγκλημάτων.
Ἰδιόμελον. Ἦχος πλ. β´. Στίχ. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου, καὶ κατὰ
τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Ὁ βάσιμος κύβος τῆς πίστεως, ὁ πολυχωρότατος κύκλος τῶν χαρίτων, καὶ τῶν
θαυμάτων, Θαλλέλαιος ὁ ἀήττητος· μεταβὰς σήμερον ἀπὸ γῆς εἰς οὐρανόν, διὰ τοῦ
μαρτυρίου, τῷ θρόνῳ τῆς Ἁγίας Τριάδος παρίσταται καὶ πρεσβεύει ἐκτενῶς ὑπὲρ
ἡμῶν, τῶν ἐν πίστει τελούντων, τὴν πανσέβαστον αὐτοῦ ἄθλησιν.
Οἱ Κανόνες· πρῶτον τῆς Ἑορτῆς, εἰ τύχοι, εἰδ᾿ οὐ, ὁ
τῆς Θεοτόκου, ποίημα Βασιλέως Θεοδώρου τοῦ Λασκάρεως («Χαρὰν ἡ κυήσασα») καὶ
τοῦ Ἁγίου οἱ ἑξῆς δύο.
Ὁ α´ Κανὼν τοῦ Ἁγίου, οὗ ἡ ἀκροστιχίς· Τὸν Θαλλέλαιον εὐφημεῖν θέμις. Ποίημα Ἰωσήφ.
ᾨδὴ α´. Ἦχος δ´. Τῷ ὁδηγήσαντι.
Ταῖς ὑπερφώτοις ἀκτῖσι, τοῦ παντουργοῦ Πνεύματος καταλαμπόμενος ἀεί, τοὺς
τὴν φωσφόρον σου πάντοτε, ἐπιτελοῦντας πανήγυριν φώτισον, τοῦ μεγαλύνειν σε
πιστῶς, Μάρτυς Θαλλέλαιε.
Ὀχυρωθεὶς εὐσεβείᾳ, καὶ κρατυνθεὶς χάριτι, τοῦ πανοικτίρμονος Θεοῦ,
γενναιοφρόνως Θαλλέλαιε πρὸς τοὺς ἀγῶνας ἐχώρησας, καὶ ἔλυσας τὰ ὀχυρώματα
ἐχθροῦ, νίκην ἀράμενος.
Νέος τὸ σῶμα ὑπάρχων, ταῖς δὲ φρεσὶ τέλειος, θεογνωσίαν ἀληθῆ, καθάπερ
ἥλιος ἔλαμψας, εἰδωλικῆς ματαιότητος ζόφωσιν, ἀποσεισάμενος σαφῶς, Μάρτυς
Θαλλέλαιε.
Θεοτοκίον.
Κυριοτόκε Παρθένε, τῶν εὐσεβῶν καύχημα, ἡ τῶν Ἀγγέλων χαρμονή, Χριστιανῶν
τὸ διάσωσμα, ἁμαρτανόντων ἐξίλασμα, γέφυρα ἐκ γῆς μετάγουσα τοὺς πιστούς, σῷζε
τοὺς δούλους Σου.
Ἕτερος, οὗ ἡ ἀκροστοιχίς· Χριστοῦ ὁ Μάρτυς τὸν δὲ αἶνον προσδέχου. Ποίημα ἁγ. Νικοδήμου τοῦ Ἁγιορείτου.
ᾨδὴ α´. Ἦχος δ´. Ἀνοίξω τὸ στόμα μου.
Χαρίτωσον δέομαι, ἐν τῇ ἀνοίξει τοῦ στόματος τὸν λόγον μου Ἅγιε, καὶ
φωταγώγησον, τὴν διάνοιαν, ἀκτῖσι τῆς σοφίας· ὅπως ἐπαξίως σου μέλψω τὴν
ἄθλησιν.
Ῥητόρων δεινότητες, γλῶσσαι καὶ τέχνοι καὶ μέθοδοι, πρὸς μίαν κινείσθωσαν,
πὰσαι ὑπόθεσιν, τὴν σεβάσμιον, τοῦ λαμπροῦ Θαλλελαίου, κροτοῦσαι πανήγυριν,
θείοις ἐν ᾄσμασιν.
Ἰδού σοι ἐπέφανε, λαὲ Κυρίου χριστώνυμε, ὡς κῆπος θεόφυτος, καὶ ὡς
παράδεισος, ζωομύριστος, ἡ μνήμη Θαλλελαίου, κατευωδιάζουσα πάντας ἐν χάριτι.
Θεοτοκίον.
Σοφίας Σε θάλαμον, ἐνυποστάτου γινώσκομεν, καὶ θεῖον ἀνάκτορον, Πατρὸς
Πανάχραντε, καὶ παλάτιον, Πνεύματος τοῦ Ἁγίου, ὅλης τῆς θεότητος ἔμψυχον
τέμενος.
ᾨδὴ γ´. Ὁ στερεῶν βροντήν.
Θαυματουργεῖς ἐξαίσια παμμάκαρ, καιρῷ τῷ τῆς ἀθλήσεως· τοῦ γὰρ τυράννου
ἀνηλεῶς, σὲ κολάζειν προθεμένου, αἱ τούτου χεῖρες ὤφθησαν, ξηραὶ καὶ
ἀνενέργητοι.
Ἀποσκοπῶν πρὸς μόνον τὸν Δεσπότην, τὸν νίκην σοι παρέχοντα, οὐ παρετράπης
τῆς ἀληθοῦς, Ἀθλητὰ ὁμολογίας, ἀλλ᾿ ἀκλινὴς διέμεινας, ἐκπλήττων καὶ τοὺς
ἄφρονας.
Λόγῳ ζωῆς καὶ ἔργων ἐπιδείξει, Ἀλέξανδρον ἐζώγρησας, καὶ τὸν Ἀστέριον
ἀθλητά, καὶ Θεῷ τῷ εὐεργέτῃ, πανευκλεεῖς παρέστησας, Θαλλέλαιε μάρτυρας.
Θεοτοκίον.
Λάμψον μοι φῶς Παρθένε μετανοίας· ἐν σκότει γὰρ κατάκειμαι, τῆς ἁμαρτίας
φρενοβλαβῶς· καὶ παράσχου μοι τὴν λύσιν, τῶν ἐπταισμένων ὅπως Σε, δοξάζω
Πανάμωμε.
Ἕτερος. Τοὺς Σοὺς ὑμνολόγους.
Τὸ πάντων ἐντρύφημα Ναξίων, Μαρτύρων ὡράϊσμα φαιδρόν, τῶν Ἀναργύρων
καύχημα, καὶ ἰατρὸν ἀδάπανον, Θαλλέλαιον τὸν ἔνδοξον, μελῳδικῶς εὐφημήσωμεν.
Ὁ θεῖος ναός σου καθορᾶται, κοινὸν ἰατρεῖον τῶν ψυχῶν, καὶ τῶν σωμάτων
ἅπαντα, ἰώμενον παθήματα· διὸ οἱ κακῶς ἔχοντες, ἐ τούτῳ πάντες προσφεύγομεν.
Ὑπέστης γενναίως τὸν ἀγῶνα, ἀθλήσεως ἔνδοξε τῆς σῆς, καὶ νίκης διαδήματι,
τὴν κορυφὴν κατέστεψαι, καὶ ἀπό Χριστοῦ ἀπείληφας, χάριν ἰᾶσθαι νοσήματα.
Θεοτοκίον.
Ὁ νοῦς τῶν βροτῶν τε καὶ Ἀγγέλων, νοῆσαι οὐ δύναται Ἁγνή, τὸ ὑπὲρ νοῦν
μυστήριον, τοῦ τοκετοῦ Σου Δέσποινα· τοῦτο καὶ γὰρ νοούμενον, μένει ἀεὶ
ἀννενόητον.
Κάθισμα.Ἦχος δ´. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Φωτοειδὴς ἀναδειχθεὶς ἀθλοφόρος, τῆς ἀθεΐας σκοτασμὸν ἀπεκρούσω, καὶ πρὸς
ποινὰς καὶ θάνατον ἐχώρησας· ὅθεν διανύσας σου, τοὺς γενναίους ἀγῶνας, μέγιστον
ἀντέλαβες, κληρουχίαν καὶ δόξαν, τὴν μηδαμῶς γενναῖε ἀθλητά, παρερχομένην,
Θαλλέλαιε ἔνδοξε.
Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Τῆς ἑορτῆς. Ἢ τὸ Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε, Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι· εἰμὴ γὰρ
Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο, ἐκ τοσούτων κινδύνων; τίς δὲ
διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ· Σοὺς γὰρ δούλους
σῴζεις ἀεί, ἐκ παντοίων δεινῶν.
ᾨδὴ δ´. Εἰσακήκοα, Κύριε.
Ἐν θαλάσσῃ ἀποῤῥιφείς, δυνάμει θείᾳ οὐκ ἐβυθίσθης, ἀσεβεῖς δὲ κατεπόντισας,
τῷ βυθῷ Θαλλέλαιε, τῶν ἱερῶν αἱμάτων σου Μάρτυς σοφέ.
Λαμπροφόρος ταῖς θεϊκαῖς Μάρτυς ἀστράπτων φωτοχυσίαις, ἐπεφάνης τῷ
δικάζοντι, διελέγχων ἔνδοξε, τὴν ζοφερὰν δυσσέβειαν τούτου τρανῶς.
Ἁγιώτατόν σε ναόν, καὶ οἶκον τῆς τρισηλίου δόξης, γεγονότα μάκαρ ἔγνωμεν,
ναούς τε καὶ ξόανα, τῶν πονηρῶν δαιμόνων συντρίψαντα.
Θεοτοκίον.
Ἱεροὶ Προφῆται, τὴν Σὴν λοχείαν πάλαι προανεφώνουν, ὄρος μέγα καὶ κατάσκιον,
πύλην τε καλοῦντές Σε, δι᾿ ἧς Κύριος μόνος Ἁγνὴ διώδευσεν.
Ἕτερος. Ὁ καθήμενος ἐν δόξῃ.
Μαρτυρίου τοῦ σεπτοῦ σου, λαμπρὰ πέλει τὰ τρόπαια, λαμπροὶ οἱ ἀγῶνες, οὓς
ὑπὲρ Χριστοῦ ἐξετέλεσας, λαμπρὰ δὲ πάντα ὑπάρχει σου τὰ θαύματα, ὦ Θαλλέλαιε,
διὸ λαμπρῶς σε γεραίρομεν.
Ἄστρον ἄδυτον καθάπερ, καὶ σελήνη ὁλόφωτος, ὡς ἡλίου δίσκος, ἡ σεπτὴ εἰκών
σου Θαλλέλαιε, καταφωτίζει τοὺς πόθῳ σοι προσπίπτοντας, καὶ ἐκ πίστεως
ἀσπαζομένους πανένδοξε.
Ῥείτω μοι χρυσίον ἅπαν, ῥείτω μοι καὶ ἀργύριον, ῥείτω μοι καὶ πλοῦτος, ἐμοὶ
πλοῦτος πέλει ἐπέραστος, τὸ τοῦ Χριστοῦ μου γλυκὺ καὶ θεῖον ὄνομα, ὁ Θαλλέλαιος
τῷ τυραννοῦντι ἀνέκραζεν.
Θεοτοκίον.
Τὸ μὲν βρέφος Σου ὑπάρχει, ἀληθὴς Θεός, Πάναγνε, Σὺ δ᾿ ἡ Τούτου Μήτηρ
ἀληθὴς παρθένος διέμεινας, μετὰ τὸν τόκον τί μεῖζον τούτου ἕτερον, κτίσις
ἅπασα, θαῦμα ἑώρακε πώποτε.
ᾨδὴ ε´. Ἀνάτειλόν μοι Κύριε.
Οἱ πόνοι σου μακάριε, εὐῶδες ὡς θυμίαμα, τῷ Εὐεργέτῃ προσηνέχθησαν· τὴν
ἄπονον ἐντεῦθεν, βασιλείαν Ἅγιε, καὶ ζωὴν κεκλήρωσαι, μετὰ πάντων ἐκλεκτῶν.
Ναμάτων θείων ἔμπλεως, ὑπάρχων τῶν τοῦ Πνεύματος, ψυχὰς ἐζώγρησας
φλεχθείσας, φλογμῷ τῆς ἀσεβείας, καὶ πρὸς ὕδωρ ἔνδοξε, τὸ τῆς ἀναπαύσεως,
καθωδήγησας σαφῶς.
Ἐλαία ὡς κατάκαρπος, ἐν οἴκῳ τοῦ Θεοῦ ἡμῶν Μάρτυς Θαλλέλαιε πεφύτευσαι,
ἐλαίῳ εὐσεβείας, πάντων ἱλαρύνουσα, τὰς καρδίας πάνσοφε, καὶ τὰ πρόσωπα ἀεί.
Θεοτοκίον.
Υἱοὺς φωτὸς ἀπέδειξας, τοὺς σκοτισθέντας πάθεσι, Πατρὸς ἀπαύγασμα κυήσασα,
Χριστὸν τὸν φωτοδότην, Παναγία Δέσποινα· διὰ τοῦτο πόθῳ Σε, μακαρίζομεν ἀεί.
Ἕτερος. Ἐξέστη τὰ σύμπαντα.
Ὑπέδυς ἐν ὕδασιν, ἀλλ᾿ ὅμως ὑποβρύχιος, ἐν τούτοις οὐ γέγονας, ὦ Μάρτυς,
ἀλλ᾿ ἐκ θαλάσσης ὡς ἐκ νυμφῶνος λαμπρός, ἀνῆλθες Θαλλέλαιε φορῶν, ἐσθῆτα
διάλευκον, ὡς νυμφίος φαιδρότατος.
Σύ μοι Μάρτυς γένοιο, νοσοῦντι θεία ἴασις, ὄντι ἐν κινδύνοις προστασία,
ἐκλείποντί μοι χειραγωγὸς καὶ φρουρός καὶ παρισταμένῳ τῷ κριτῇ, πρεσβευτὴς
δραστικώτατος, τῆς γεένης ῥυόμενος.
Τίς ἐμὲ χωρίσειε, Χριστοῦ τῆς ἀγαπήσεως, Μάρτυς, τῷ τυράννῳ ἀνεβόας, οὐ πῦρ
οὐ ξίφος οὐδὲ κολάσεις φρικταί, λιμὸς οὐ θανάτου ἀπειλαί, διὸ σφάττε μάστιζε,
καὶ παντοίων με κόλαζε.
Θεοτοκίον.
Ὁ πᾶσιν ἀχώρητος, ἐν μήτρᾳ Σου Πανάμωμε, ὅλος χωρηθῆναι κατεδέχθη,
χωρητικόν με ἵν᾿ ἀπεργάσηται, χάριτος Αὐτοῦ τῆς παντουργοῦ, καὶ ὅλον θεώσῃ με,
κατὰ χάριν τὸν ἄνθρωπον.
ᾨδὴ ς´. Ζάλη με λογισμῶν.
Φάλαγγας δαιμόνων ἐτροπώσω, συνεργοὺς Θαλλέλαιε, ἁγίους ἔχων Ἀγγέλους, ἐν
καιρῷ τῶν ἀγώνων σου σοφέ, δι᾿ ὧν στεφανηφόρος, ἀναδειχθεὶς δόξης ἔτυχες.
Ἡ φύσις τῶν ἀλόγων ἐπιγνοῦσα, τοῦ Λόγου σε Μάρτυρα, ὁρμὴν τὴν ἄλογον
φεύγει, καὶ τιμᾷ σε ἐν λόγῳ εὐσεβεῖ, ἐν μέσῳ τοῦ σταδίου, ἀγωνιζόμενον ἔνδοξε.
Μέγιστα ἐπὶ σοὶ θαύματα βλέπων, ὄχλος ὁ παράνομος, τελούμενα παραδόξως,
καταβάλλεται νεύσει θεϊκῇ, Θαλλέλαιε καὶ φέγγος, θεογνωσίας εἰσδέχεται.
Θεοτοκίον.
Ἔλυσας τῶν δεσμῶν με τῆς ἁμαρτίας, τεκοῦσα τὸν Κύριον, τὸν λύσαντα τὰ τοῦ
ᾅδου Θεοτόκε, βασίλεια Ἁγνή, καὶ πάντας συνδεσμοῦντα, πρὸς τὴν οἰκείαν
ἐπίγνωσιν.
Ἕτερος. Τὴν θείαν ταύτην.
Ναοῦ ἐκ θείου τοῦ Μάρτυρος, προέρχεται πηγὴ τῶν ἰάσεων, δεῦτε ἀντλήσατε,
πάντες γλυκύῤῥοα νάματα, οἱ διαφόροις νόσοι κατατηκόμενοι.
Δικαιοσύνης ὁ πρύτανις, Χριστὸς τὴν δεξιὰν προετείνατο, καὶ ἐστεφάνωσεν,
ἀμαραντίνοις στεφάνοις σε, τῆς ἀκηράτου δόξης, Μάρτυς Θαλλέλαιε.
Ἐφλέχθης ζήλῳ τῆς πίστεως, καὶ πλάνης κατεμάρανας ἄνθρακας, Μάρτυς
Θαλλέλαιε, θεολογίας τὰ δόγματα τῆς ἀληθοῦς κηρύξας πᾶσι τρανότατα.
Θεοτοκίον.
Ἀσπόρως Κόρη συνέλαβες, ἀκόπως δὲ ἐν μήτρᾳ ἐβάστασας, Χριστὸν τὸν Κύριον,
ἀφθόρως δὲ ἀπεγέννησας, ὢ τεραστίων ξένων! τίς οὐ θαυμάσεται;
Κοντάκιον.Ἦχος γ´. Ἡ Παρθένος σήμερον.
Τῶν Μαρτύρων σύναθλος, ἀναδειχθεὶς καὶ ὁπλίτης, στρατιώτης ἄριστος, τοῦ
Βασιλέως τῆς δόξης, γέγονας διὰ βασάνων καὶ τιμωρίας, ἔπαρσιν εἰδωλολατρῶν
καταπατήσας· διὰ τοῦτο τὴν σεπτήν σου, ὑμνοῦμεν μνήμην σοφὲ Θαλλέλαιε.
Ὁ Οἶκος.
Τὸν εἰς βάθη κακίας κατολισθήσαντα, τὸν ποικίλαις ἡδοναῖς καταχρασθέντα,
καὶ ἐν τάφῳ δεινῆς ρᾳθυμίας κατακείμενον, ἔγειρόν με Ἅγιε τῇ ἐπιστασίᾳ σου,
ἀναπτέρωσόν μου τὸν νοῦν πρὸς τὴν θείαν ἀγάπησιν· σοὶ δίδου μοι λόγον, ἵνα κατ᾿
ἀξίαν ὑμνήσω τῶν σῶν θαυμάτων τὴν ἄβυσσον· ἐὰν γάρ μοι δῷς λόγον, κολληθήτω ἡ
γλῶσσα μου τῷ λάρυγγί μου, ἐάν μὴ σοῦ μνησθῶ καὶ πόθῳ ἀναβοήσω· διὰ τοῦτο τὴν
σεπτήν σου ὑμνοῦμεν μνήμην σοφὲ Θαλλέλαιε.
Συναξάριον.
Τῇ Κ´ τοῦ αὐτοῦ μηνὸς μνήμη τοῦ Ἁγίου Μάρτυρος Θαλλελαίου.
Στίχοι·
Ἀκέστορι τμηθέντι τῷ Θαλλελαίῳ,
Θεὸς βοτάνην πρὸς λύσιν πέμπει πάθους.
Εἰκοστῇ Θαλλέλαιος τὴν κεφαλὴν ἀπεκάρθη.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων Μαρτύρων Ἀλεξάνδρου καὶ Ἀστερίου, τῶν
διατελεσάντων βασανιστῶν τοῦ Ἁγίου Θαλλελαίου.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστέ ὁ Θεός, ἐλέησον
ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ´. Εὐλογητὸς εἶ ὁ Θεός.
Ἵστασο μέσον τῆς φλογός, τῶν πειρασμῶν ὡς οἱ Παῖδες, τὴν θείαν δρόσον ἐξ
ὕψους ἔνδοξε, δεχόμενος σαφῶς, καὶ τὸν ἐπὶ πάντων Θεὸν δοξολογῶν.
Νέος ὡς ἄλλος Δανιήλ, μέσον λεόντων ἐβλήθης, τῆς τούτων βλάβης οὐδόλως
χάριτι, τῇ θείᾳ μετασχών, Μάρτυς ἀθλοφόρε Θαλλέλαιε.
Θαυματουργίαις τοὺς πιστούς, νόσων παντοίων λυτροῦσαι, τὰς τῶν δαιμόνων
ἐλαύνων φάλαγγας, καὶ λύων πειρασμῶν, ταῖς σαῖς ἱκεσίαις Μαρτύρων καλλονή.
Θεοτοκίον.
Εἰς τὴν βοήθειαν ἡμῶν, θεοχαρίτωτε Κόρη, Σὲ δυσωποῦμεν θερμῶς, ἀνάστηθι καὶ
λύτρωσαι ἡμᾶς, πειρασμῶν αἰωνίων καὶ πάσης ἀπειλῆς.
Ἕτερος. Οὐκ ἐλάτρευσαν.
Ἱερατεύσας σαυτὸν τῷ Παντοκράτορι, ὡς ἐθελόθυτον θυσίαν καὶ ἱεράν, ζῶσαν
καὶ εὐπρόσδεκτον, Μάρτυς Θαλλέλαιε ἐκκενώσας σου, τὸ αἷμα προθυμότατα, ὑπὲρ
τοῦτου Ἀθλοφόρε.
Νομιμώτατα, τὸν δρόμον ἐξετέλεσας, τοῦ μαρτυρίου σου, γενναιοτάτῳ νοΐ, καὶ
πίστιν τὴν ἔνθεον, καλῶς ἐτήρησας· ὅθεν Ἅγιε, ἐν οὐρανοῖς ἀπόκειται, τὰ βραβεῖά
σοι τῆς νίκης.
Ὁ παλίμφημος, τῶν νόσων ἀπελαύνεται, ἑσμὸς Θαλλέλαιε, καὶ τῶν δαιμόνων
πληθύς, ἀποσκορακίζεται τῇ ἐπικλήσει σου, καὶ σῳζόμενοι, οἱ πάσχοντες βοῶσί
σοι· χαῖρε Μάρτυς τοῦ Κυρίου.
Θεοτοκίον.
Χαῖρε Μῆτερ, ἀπειρόγαμε τοῦ Κτίστου Σου Θεοχαρίτωτε· χαῖρε πιστῶν ἡ ἐλπίς·
χαῖρε ἡ πηγάσασα ὕδωρ ἁλλόμενον· χαῖρε καύχημα, καὶ θεῖον ἀγαλλίαμα, τῶν πιστῶς
Σε γεραιρόντων.
ᾨδὴ η´.Ἐν φλογὶ πυρός.
Μίαν φύσιν μίαν θέλησιν, καὶ βουλὴν καὶ ἰσχὺν ἔνδοξε, Τριάδος θείας
καταγγέλλων εὐσεβῶς, πολύθεον ἐμφρόνως, καθεῖλες βλασφημίαν, καὶ πόνους
ὑπομείνας πολλούς, μεγάλως ἐδοξάσθης.
Ἱερεῖον ὥσπερ ἄμωμον, τῷ τυθέντι Ἀμνῷ ἅγιον, σὺ προσηνέχθης τῇ τοῦ ξίφους
ἐκτομῇ, καὶ ἔκτεινας τὸν ὄφιν, τὸν πρὶν ἐν Παραδείσῳ παρακοῆς θανάτῳ Ἀδάμ, καὶ
Εὔαν ἀνελόντα.
Συγχορεύουσι τῇ μνήμῃ σου, τοῖς πιστοῖς ἀθληταὶ Ὅσιοι, Ἀγγέλων δῆμοι,
Ἀποστόλων Προφητῶν· μεθ᾿ ὧν οὐρανίους, κληρούμενος σκηνώσεις, μὴ παύσῃ ὑπὲρ
πάντων ἡμῶν, πρεσβεύων ἀθλοφόρε.
Θεοτοκίον.
Ἱλασμὸν τῶν ἐπταισμένων μοι, Παναγία ἁγνὴ αἴτησαι, καὶ δός μοι χεῖρα ἐν
πελάγει τῶν δεινῶν, δεῖ ὡς χειμαζομένῳ, ἵνα Σε μακαρίζω, καὶ πιστῶς κηρύττω τὴν
Σήν, βεβαίαν προστασίαν.
Ἕτερος. Παῖδας εὐαγεῖς.
Πηγὴ ἡ ἐκ θείων σου λειψάνων, ἀφθόνως προχεομένη τῶν ἰάσεων, κύματα
θαλάσσια, χάριτι ἐκάλυψε, καὶ Σιλωὰμ γνωρίζεται τοῖς πᾶσι δεύτερος· νειλῷα
ὑπερβαίνουσα ῥεῖθρα καὶ παθῶν παντοίων, ῥῶσιν χαριζόμενην.
Ῥόδον τε καὶ ἴων καρύας, καὶ πάντων τῶν ἀκροδρύων θεόφυτος, κῆπος καὶ
κυπρίζουσα, ἄμπελος γνωρίζεται, φυτὸν ὅπερ ὁ Κύριος εἰς τὸ σὸν ὄνομα, ἐβλάστησε
παθῶν δυσωδίαν, διῶκον καὶ χάριν ὑγείας ἀποπνέον.
Ὅλος τετρωμένος τῇ ἀγάπῃ Χριστοῦ τοῦ Θεοῦ, Μάρτυς Θαλλέλαιε, χαίρων
καθυπέμεινας, κακώσεις τοῦ σώματος, καὶ γεγηθὼς διήνυσας, σοῦ τὸ μαρτύριον, ὡς
ῥόδα τὰ ἐπίπονα βλέπων, καὶ ὡς τρυφὰς πάσας ἡγούμενος βασάνους.
Θεοτοκίον.
Σάρκα ὑλικὴν ἠμφιεσμένος, προῆλθεν ἐκ Σοῦ Παρθένε ὁ ἀσώματος, Λόγος καὶ
Συνάναρχος, τῷ Πατρὶ καὶ Πνεύματι καὶ τοὺς βροτοὺς διέσωσε, τοῦ πρώην
πτώματος,πρὸς ἄρευστον ζωὴν ἐπανάγων, καὶ πρὸς μετουσίαν, τρυφῆς τοῦ Παραδείσου.
ᾨδὴ θ´. Παρθένος μάρτυς πολύαθλος.
Ὡς καθαιρέτην τῆς πλάνης σε, ὡς θεῖον ναὸν τοῦ θείου Πνεύματος, σήμερον
ἀνευφημοῦμεν σοφέ, τοὺς μακαρίους σου πόνους, τὰ τίμια στίγματα, καὶ τὴν κόνιν
τῶν λειψάνων ἀσπαζόμενοι.
Σαρκὸς ἡμῶν, τὰ νοσήματα, ψυχῆς τε τὰ δυσίατα τραύματα, ἴασαι τῶν ἰαμάτων
χάριν πλουτήσας, Μάρτυς τοῦ Χριστοῦ, καὶ τῆς αἰωνίου ῥυσθῆναι κολάσεως, τοὺς
τιμῶντάς σε, δυσώπει τὸν Φιλάνθρωπον.
Ἡ γῆ χυθέν σου τὸ αἷμα, ἐδέξατο τὸ τίμιον Θαλλέλαιε, καὶ γέγονε πηγὴ
ἰάσεων, ἐν ᾗ προστρέχοντες πιστοί, τῶν δεινῶν λυτροῦνται, Χριστὸν μεγαλύνοντες,
καὶ συμφώνως σε τιμῶντες μακαρίζουσιν.
Θεοτοκίον.
Φωτὸς δοχεῖον γεγένησαι Παρθένε, καὶ θρόνος τοῦ Παντάνακτος Ἄχραντε, ἐν ᾧ
καθήσας τοῦ παλαιοῦ, πτώματος ἤγειρεν ἡμᾶς, καὶ τῇ συνεδρίᾳ τῇ θείᾳ ἐτίμησε,
τοὺς ἐν πίστει καὶ πόθῳ Σὲ μεγαλύνοντας.
Ἕτερος. Ἅπας γηγενής.
Δέχου τὸ ἐμόν, ἐφύμνιον δέομαι, Μάρτυς Θαλλέλαιε, ὤσπερ ἀξιόθεον, δῶρον
καθάπερ, νάρδον πολύτιμον, ὡς ἀρωματοσύνθετον μύρον πανόλβιε, καὶ τὴν λύσιν τῶν
κακῶν μοι δώρησαι, ὦν ἀφρόνως ἐν βίῳ ἐξήμαρτον.
Εὗρες ὀρεκτόν, τὸ ἔσχατον πάνσοφε, εὗρες πηγὴν νοεράν, πάσης ἀγαθότητος,
εὗρες τὸ ξύλον ζωῆς Θαλλέλαιε, εὗρες φῶς τὸ ἀνέσπερον τῆς τρισηλίου αὐγῆς, ἐν ᾧ
τέρπου, ἀγάλλου καὶ χόρευε, καὶ ἡμῶν τῶν τιμώντων σε μέμνησο.
Χαίροις νῦν χαράν, τὴν ὄντως ἀΐδιον καὶ ἀνεκλάλητον, σὺν Μαρτύρων τάγμασι,
καὶ Ἀναργύρων ἀγελαζόμενοςκαὶ πρόσωπον πρὸς πρόσωπον, ὁρᾷς τὸν Κτίστην σου,
θεαρχίῳ δόξῃ, ἀστραπτόμενος καὶ μεθέξει θεούμενος ἔνδοξε.
Θεοτοκίον.
Οὐρανοῦ Ἁγνή, ὕψος καὶ γῆς ἄπειρον βάθος τίς γνώσεται; Οὗτος Ἀειπάρθενε, ὕψος
τὸ μέγα τοῦ μυστηρίου Σου, πῶς νοῦς βραχὺς δυνήσεται καὶ περιπέζιος, ἐννοῆσαι
βάθος τε τὸ ἄπειρον, τῆς ἀσπόρου λοχείας Σου Ἄχραντε.
Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.
Ἀθλήσεως τὸν στέφανον, ἀπείληφας Θαλλέλαιε, καὶ τῇ Ἁγίᾳ Τριάδι, παρίστασαι
ἀενάως, θεώσεως πληρούμενος, καὶ τριφαοῦς λαμπρότητος· ἐν ᾗ ἡμῶν μνημόνευε, τῶν
ἐκτελούντων τὴν θείαν, καὶ φωσφόρον σου ἄθλησιν.
Ἕτερον, ὅμοιον.
Ἀνάργυρον κεκλήρωσαι, τὴν χάριν τῶν ἰάσεων, καὶ ἀναργύρως παρέχεις, τοῖς
ἀναργύρως αἰτοῦσιν, ἀνάργυρον τὴν ἴασιν, τῆς ψυχῆς καὶ τοῦ σώματος, Θαλλέλαιε
Ἀνάργυρε τῆς οἰκουμένης τὸ κλέος.
Καί τῆς Ἑορτῆς.
Εἰς τοὺς Αἴνους ἱστῶμεν στίχους δ´ καὶ ψάλλομεν
Στιχηρὰ Προσόμοια.
Ἦχος πλ. δ´. Ὢ τοῦ παραδόξου θαύματος.
Μάρτυς Ἀθλητὰ Θαλλέλαιε, τῇ ἀγαπήσει Χριστοῦ, ὁλοτρόπως πυρούμενος, χαίρων
πρὸς τήν ἄθλησιν, ὥσπερ λέων ἐχώρησας, καὶ τῶν τυράννων λύσας φρυάγματα, τὰς
τῶν βασάνων πληγὰς ὑπήνεγκας· ὢ τῆς ἀνδρείας σου, καὶ τῆς καρτερίας σου, δι᾿ ἧς
σαφῶς, χάριν κατεπλούτησας τῆς τῶν ἰάσεων.
Τίς σου κατ᾿ ἀξίαν Ἅγιε, τὴν τῶν θαυμάτων πληθύν, ἐπαινέσαι δυνήσεται καὶ
τοῦ μαρτυρίου σου, τὰ ἀνδρεῖα παλαίσματα; Εἰς ἃ ἐγκῦψαι, ποθοῦσιν Ἄγγελοι, καὶ
ἀσθενοῦσιν, ὑμνῆσαι ἀνθρωποι· ὢ τῶν ἀγώνων σου, τῶν ὑπὲρ κατάληψιν, δι᾿ ὧν
χοροῖς, ὄντως συνηρίθμησαι τῶν ἄνω τάξεων.
Χάριν ἰαμάτων ἄφθονον, παρὰ Χριστοῦ τοῦ Θεοῦ, εἰληφώς, ὦ Θαλλέλαιε,
ἐκδιώκεις πνεύματα, θεραπεύεις νοσήματα, καὶ ἰατρεύεις πάθη ἀνίατα, τῶν
προστρεχόντων τῇ θείᾳ σκέπῃ σου· ὅθεν τὴν μνήμην σου, ἐκτελοῦντες σήμερον
περιχαρῶς, πόθῳ εὐφημοῦμεν σε καὶ μακαρίζομεν.
Ἄλλονται χωλοί, ὡς γέγραπται, προφητικῶς διὰ σοῦ καὶ τυφλοὶ ἀναβλέπουσι καὶ
κωφοὶ ἀκούουσι καὶ λεπροὶ καθαρίζονται, καὶ πονηρίας πνεύματα ἅπαντα,
ἀποσοβοῦνται τῇ ἐπικλήσει σου· ὤ τῆς δυνάμεως, καὶ τῆς θείας χάριτος, τῇ ὑπὲρ
νοῦν! ἧσπερ κατηξίωσαι, Μάρτυς Θαλλέλαιε.
Δόξα. Ἦχος πλ. δ´.
Θαλλέλαιε μακάριε, τίς σε κατ᾿ ἀξίαν ἐπαινέσειε; Ἐν γὰρ τῇ ἀληθείᾳ σου
Μάρτυς, τύραννον ᾔσχυνας, στρατιώτας κολάζοντας ἀορασίᾳ, ξύλον γὰρ ἀντὶ σοῦ
τρυπήσαντες, ἔδοξαν σε τιμωρεῖν τὸν θεόληπτον· εἰς βάθη θαλάσσης ἀπεῤῥίφθης,
κακεῖθεν θείᾳ χάριτι λευκοφόρος ἀνέδραμες· τὴν κάραν δέ σου ἀποτμηθείς, τῶν
ἰαμάτων ἐκομίσω τὴν χάριν τὴν ἄφθονον, ἣν καὶ ἡμῖν ἐφαπλοῖς τοῖς τιμῶσί σε, καὶ
αἰτουμένοις διὰ σοῦ τὸ μέγα ἔλεος.
Καὶ νῦν. Τῆς ἑορτῆς.
Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.
Τὰ Τυπικὰ, οἱ Μακαρισμοί καὶ ἐκ τῶν Κανόνων τοῦ Ἁγίου
ἡ γ´ καὶ ἡ στ´ ᾠδή.
Ἀπόστολον καὶ Εὐαγγέλιον ζήτει τῇ α´ Νοεμβρίου, τῶν
Ἁγίων Ἀναργύρων Κοσμᾶ καὶ Δαμιανοῦ, τῶν ἐξ Ἀσίας.
Ἀπόστολος. Πρὸς Κορινθίους Α´ (ιβ´ 27-31, ιγ´ 1-8).
Εὐαγγέλιον. Ἐκ τοῦ κατὰ Ματθαῖον (ι´ 1, 5-8).
Κοινωνικόν. Εἰς μνημόσυνον αἰώνιον ἔσται δίκαιος. Ἀλληλούϊα.
Μεγαλυνάρια.
Ἔλαιον βλυστάνεις διηνεκῶς, θείων ἰαμάτων, ὡς τῆς χάριτος ἰατρός, ψυχῶν καὶ
σωμάτων, τὰ πάθη θεραπεύεις, Θαλλέλαιε θεόφρον, τῶν προσιόντων σοι.
Μάρτυρα Θαλλέλαιον ἰατρόν, Κῦρον Ἰωάννην, Παντελεήμονα καὶ Σαμψών,
Ἑρμόλαον, Διομήδην, σὺν Τρύφωνι, Ἀνικήτῳ, καὶ Μώκιον αἰνοῦμεν, τοὺς Ἀναργύρους
νῦν.
Τὴν τριπλῆν Δυάδα τῶν ἰατρῶν, Ἀναργύρων θείων, τοὺς Κοσμᾶν καὶ Δαμιανόν,
Ἰουλιανόν τε, σὺν Λεοντίῳ, Ἀνθίμῳ, Εὐπρέπιόν τε ἅμα, ὕμνοις τιμήσωμεν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου