Ἀκολουθία Ὁσίων ΒΑΡΣΑΝΟΥΦΙΟΥ καί ΙΩΑΝΝΟΥ.
Ψαλλομένη τῇ 6η Φεβρουαρίου
Ποίημα Γερασίμου Μοναχοῦ Μικραγιαννανίτου
ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ
Εἰς τό Κύριε ἐκέκραξα ἱστῶμεν
στίχους στ΄ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια.
Ἦχος α΄. Τῶν οὐρανίων Ταγμάτων.
Τὴν θαυμαστὴν ξυνωρίδα τῶν ἀσκητῶν τοῦ Χριστοῦ, τοὺς παμφαεῖς ἀστέρας,
ἀρετῶν τῶν Ὁσίων, τὸν μέγαν Βαρσανούφιον ἐν ᾠδαῖς, ἱεραῖς εὐφημήσωμεν, σὺν
Ἰωάννῃ τῷ χάριν προφητικήν, δεξαμένῳ θείῳ Πνεύματι.
Ὁ φωταυγέστατος λύχνος θείας ἀσκήσεως, ὁ κεκτημένος χάριν, οὐρανόθεν
πλουσίαν, ὁ μέγας Βαρσανούφιος μοναστῶν, τὰς χορείας προτρέπεται, ζηλοῦν τὰ
κρείττονα λόγῳ ὑπαρκτικῷ· δεῦτε πάντες οὖν προσέλθωμεν.
Τοῦ Παρακλήτου δοχεῖον τὸ καθαρώτατον, προφητικῶς ὁ βλέπων, καὶ σαφῶς
προαγγέλων, τὰ μελλόντα συμβαίνειν πάντας ἡμᾶς, τοῖς οἰκείοις παλαίσμασιν, ὁ
Ἰωάννης ὁ Ὅσιος πρὸς ζωήν, ἐπαλείφει τὴν οὐράνιον.
Ὡς μιμητὴς τῶν Ἀγγέλων βίου λαμπρότητι, εἰκόνα τε καὶ στήλην, καὶ ὁμοίωμα
θεῖον, παμμάκαρ Βαρσανούφιε ἀληθῶς, Ἰωάννην τὸν Ὅσιον, ὡς μαθητὴν θεῖον ἔσχες·
ὅθεν ὑμᾶς, ὁμοφώνως μακαρίζομεν.
Δόξα. Ἦχος δ΄.
Ἀσκητικοῖς ἀγῶσιν ἐν σοφίᾳ, ἅπαν ἄχθος ὑλικὸν ἀποῤῥίψαντες, τῶν ἀΰλων
χαρίτων ταμεῖα γεγόνατε, Ὅσιοι Πατέρες· ὑπὲρ φύσιν γὰρ ἐπολιτεύσασθε, καὶ
ὑπερφυῶς ἐδοξάσθητε, ἐν τῇ ἀφθόνῳ δωρεᾷ τοῦ Παρακλήτου· ἀλλ’ ὦ Βαρσανούφιε καὶ
Ἰωάννη, Ἀγγέλων ἰσότιμοι, καὶ Ὁσίων ἀκροθίνια, σὺν αὐτοῖς πρεσβεύσατε, ὑπὲρ τῶν
ψυχῶν ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον.
Σήμερον ἡ ἱερὰ Μήτηρ, καὶ τοῦ Ἱεροῦ ὑψηλοτέρα, ἐπὶ τὸ Ἱερὸν παραγέγονεν,
ἐμφανίζουσα τῷ κόσμῳ, τὸν τοῦ κόσμου Ποιητήν, καὶ νόμου πάροχον, Ὅν καὶ ἐν
ἀγκάλαις ὑποδεξάμενος, ὁ πρεσβύτης Συμεών, γεραίρων ἐκραύγαζε. Νῦν ἀπολύεις τὸν
δοῦλόν Σου, ὅτι εἶδόν Σε τὸν Σωτῆρα τῶν ψυχῶν ἡμῶν.
Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Χαίροις τῶν Ἀσκητῶν, δυὰς ἐνθεωτάτη, σὺν τῷ Βαρσανουφίῳ, ὁ θεῖος Ἰωάννης,
Τριάδος οἱ θεράποντες.
Στ. Καυχήσονται Ὅσιοι ἐν δόξῃ καὶ ἀγαλλιάσονται ἐπὶ τῶν κοιτῶν αὐτῶν.
Στόμα ὄντως Θεοῦ, προφητικῶς ἐδείχθης, ἀφθόνως ἀναβλύζων, διδασκαλίαν
θείαν, παμμάκαρ Βαρσανούφιε.
Στ. ᾌσατε τῷ Κυρίῳ ᾆσμα καινόν, ἡ αἴνεσις Αὐτοῦ μένει εἰς τὸν αἰῶνα.
Μύστης θεοειδής, Βαρσανουφίου ὤφθης, θεόφρον Ἰωάννη, καὶ μοναζόντων τύπος,
ἔργῳ καὶ λόγῳ Ὅσιε.
Δόξα. Τριαδικόν.
Ἔλλαμψιν παρὰ Σοῦ, Τρισήλιε Θεότης, δυὰς ἡ τῶν Ὁσίων, λαμπρῶς εἰσδεδεγμένη,
φωστῆρες κόσμου ὤφθησαν.
Καὶ νῦν. Θεοτοκίον.
Μόνη ἡ τὸν Θεόν, ἀφράστως τετοκυῖα, ἁγνὴ Παρθενομῆτορ, τὴν τοῦ Ἀδὰμ
κατάραν, διέλυσας τῷ τόκῳ Σου.
Νῦν ἀπολύεις, Τρισάγιον, Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν
συνάναρχον Λόγον.
Τὸν ἰσάγγελον βίον πολιτευσάμενοι, Βαρσανούφιε Πάτερ σὺν Ἰωάννῃ ὁμοῦ, τῆς
ἀσκήσεως λαμπροὶ ἀστέρες ὤφθητε, καὶ μοναζόντων ὁδηγοί, πρὸς τὴν κρείττονα
ὁδόν, ὡς πλήρεις φωτὸς τοῦ θείου, ἐκδυσωποῦντες ἀπαύστως, ἐλεηθῆναι τὰς ψυχὰς
ἡμῶν.
Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς. Ἦχος α’.
Χαῖρε Κεχαριτωμένη Θεοτόκε Παρθένε, ἐκ Σοῦ γὰρ ἀνέτειλεν ὁ Ἥλιος τῆς
δικαιοσύνης, Χριστὸς ὁ Θεὸς ἡμῶν, φωτίζων τοὺς ἐν σκότει. Εὐφραίνου καὶ σὺ
Πρεσβῦτα δίκαιε, δεξάμενος ἐν ἀγκάλαις τὸν ἐλευθερωτὴν τῶν ψυχῶν ἡμῶν,
χαριζόμενον ἡμῖν καὶ τὴν Ἀνάστασιν.
Ἀπόλυσις.
ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ
Εὐλογήσαντος τοῦ Ἱερέως ὁ Προοιμιακός καὶ τό Μακάριος ἀνήρ. Εἰς δὲ τό
Κύριε ἐκέκραξα ἱστῶμεν στίχους στ΄ καὶ ψάλλομεν
Στιχηρὰ Προσόμοια. Ἦχος β΄. Ποίοις εὐφημιῶν στέμμασιν.
Ποίοις, εὐφημιῶν στέμμασιν, ἀναδήσωμεν τοὺς θεοφόρους; Τοὺς δυσὶν ἐν σώμασι
πέλοντας, καὶ ἑνὶ φρονήματι λάμψαντας, ἐν τῇ ἰσαγγέλῳ πολιτεία· τὸν μέγαν καὶ
θεηγόρον Βαρσανούφιον, σὺν τούτῳ, τὸν Ἰωάννην τὸν θεόληπτον, τοὺς ἐν σαρκὶ
ἀσωμάτους, καὶ ἐν πλούτῳ θείων, χαρισμάτων περιφανεῖς· τοὺς πᾶσι πρεσβεύοντας,
πρὸς Χριστοῦ τὸ μέγα ἔλεος.
Ποίοις, ᾀσματικοῖς μέλεσιν, εὐφημήσωμεν τοὺς θεοφόρους; Τὸν θεοειδῆ
Βαρσανούφιον, καὶ τὸν Ἰωάννην τὸν Ὅσιον, τὰς τοῦ Παρακλήτου δᾳδουχίας; τὸν μέν,
ὡς ἐν διδαχαῖς κρήνην θεόβρυτον· τὸν δέ, ὡς ἐν προφητείᾳ στόμα ἔνθεον· τὰ τῆς
ζωῆς τῆς ἁγίας, κλήματα ἀνθοῦντα, κατακάρπως τῶν ἀρετῶν, τῶν θείων τοὺς
βότρυας, πρὸς εὐφροσύνην τῶν ψυχῶν ἡμῶν.
Ποίοις, μελῳδικοῖς ᾄσμασιν, ἐπαινέσωμεν τοὺς θεοφόρους; Τοὺς ἡμᾶς ἐνθέως
παιδεύοντας, λόγοις θεοσόφοις καὶ πράξεσι, πρὸς σωτηριώδεις ἐπιδόσεις; τοὺς
ἔξω, σαρκὸς καὶ κόσμου βιοτεύσαντας, καὶ θείας, ἀναπλησθέντας ἐπιλάμψεως, ἐκ
τῆς πηγῆς τῆς Τριφώτου, σὺν Βαρσανουφίῳ, Ἰωάννην τὸν θαυμαστόν, τοὺς θείους
θεράποντας, τοῦ Σωτῆρος τῶν ψυχῶν ἡμῶν.
Ἕτερα. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Ὅλος ἐνθεώτατος, καὶ θεοφόρος ἐδείχθης, Πάτερ Βαρσανούφιε, σεαυτὸν τῷ
Κτίστῃ σου ἀναθέμενος, καὶ πολλῶν μέτοχος, θείων χαρισμάτων, σαρκικὸν νεκρώσας
φρόνημα, καὶ ὥσπερ Ἄγγελος, ζήσας ἐν τῷ κόσμῳ μακάριε· ἐντεῦθεν μοναζόντων σε,
δῆμοι ὑποφήτην θεόσοφον, βίου ἀνωτέρου, κτησάμενοι καὶ τύπον ἀπλανῆ, χρεωστικῶς
ἑορτάζουσι, τὴν ἁγίαν μνήμην σου.
Κλήσει ὑπετύπωσας, ἥνπερ ἐπλούτησας χάριν, Ἰωάννη Ὅσιε, βίου ὁσιότητι
λαμπρυνόμενος· ἀρετῶν θείων γάρ, τοῦ Βαρσανουφίου, μιμητὴς ὤφθης θεόληπτος, καὶ
μύστης ἔνθεος, τούτῳ συνοικήσας μακάριε, καὶ σὺν αὐτῷ ἠγώνισαι, Πάτερ τὸν ἀγῶνα
τὸν κάλλιστον· καὶ νῦν ἄμφω τρυφῶντες, τῆς δόξης τῆς ἀλήκτου ἐν χαρᾷ, ἡμῖν
αἰτεῖσθε δεόμεθα, φωτισμὸν οὐράνιον.
Σκεύη πολυτίμητα, τῆς θεϊκῆς ἐπιπνοίας, καὶ γλῶσσαι θεόσοφοι, θείων
ἀναβάσεων ἀνεδείχθητε, ἀσκητῶν στήριγμα, μοναζόντων λύχνοι, ταπεινώσεως
κειμήλια, καὶ διακρίσεως, ἀπλανεῖς φωστῆρες καὶ ἄδυτοι, παμμάκαρ Βαρσανούφιε,
σὺν τῷ Ἰωάννῃ τῷ μάκαρι· ὅθεν τοὺς τιμῶντας, ὑμῶν τὴν φωτοφόρον ἑορτήν, τοῦ
φωτισμοῦ ἀξιώσατε, τοῦ Ἁγίου Πνεύματος.
Δόξα. Ἦχος πλ. β΄.
Σήμερον, ὡς δίφωτος λυχνία ἐξέλαμψαν, ἐν τῇ ἁγίᾳ αὐτῶν μνήμῃ, Βαρσανούφιος
καὶ Ἰωάννης, οἱ θεοφόροι Πατέρες· τοῦ Τρισηλίου γὰρ φωτός, δι’ ἐναρέτου
πολιτείας, τὰς αὐγὰς πλουτήσαντες, μυστικῶς καταυγάζουσι, τοὺς βοῶντας αὐτοῖς·
χαίρετε, οἱ ἀγγελικῶς ἐν κόσμῳ βιωσάμενοι, καὶ ἰσαγγέλου τιμῆς καὶ δόξης,
λαμπρῶς ἀξιωθέντες· χαίρετε, τῶν μοναζόντων ἀλεῖπται, πρὸς πλείους ἐπιδόσεις,
καὶ ὁδηγοὶ σωτήριοι, ἐν πολλῇ διακρίσει· χαίρετε, οἱ τῆς μελλούσης ζωῆς τὰς
ἀξίας, ἐν προοιμίοις ἐκφαίνοντες, δι’ ἧς ἡμᾶς μεταρσιοῦτε, πρὸς ζῆλον ἔνθεον.
Ἀλλ’ ὦ Πατέρες Ὅσιοι, τῇ Παναγίᾳ Τριάδι πρεσβεύσατε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν. Τῆς ἑορτῆς.
Ἀνοιγέσθω ἡ πύλη τοῦ οὐρανοῦ σήμερον· ὁ γὰρ ἄναρχος Λόγος τοῦ Πατρός,
ἀρχὴν λαβὼν χρονικήν, μὴ ἐκστὰς τῆς αὐτοῦ Θεότητος, ὑπὸ Παρθένου ὡς βρέφος
τεσσαρακονθήμερον, Μητρὸς ἑκὼν προσφέρεται, ἐν Ναῷ τῷ νομικῷ καὶ τοῦτον
ἀγκάλαις εἰσδέχεται ὁ Πρέσβυς, ἀπόλυσον κράζων, ὁ δοῦλος τῷ Δεσπότῃ· οἱ γὰρ
ὀφθαλμοί μου εἶδον τὸ σωτήριόν σου, ὁ ἐλθὼν εἰς τὸν κόσμον, σῶσαι γένος
ἀνθρώπων· Κύριε, δόξα Σοι.
Εἴσοδος, Φῶς ἱλαρόν, Προκείμενον τῆς ἡμέρας,
Ἀναγνώσματα.
Σοφίας
Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. γ' 1).
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν
βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος
αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καί γὰρ ἐν ὄψει
ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα
παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν
αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς
ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι,
καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν,
καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ αὐτόν,
συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καί
ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας
Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. ζ′.7).
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται.
Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι
φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος,
ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν
αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά,
καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους
μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου
πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ
τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς
ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας Σολομῶντος
τὸ Ἀνάγνωσμα (Κεφ. ε' 15).
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς
αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς
εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὐτοῦ
σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον
αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα,
δικαιοσύνην· καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα
ἀκαταμάχητον ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν. Συνεκπολεμήσει
αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας· πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ
ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται· καὶ ἐκ πετροβόλου θυμοῦ
πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ’ αὐτῶν ὕδωρ θαλάσσης· ποταμοὶ δὲ συγκλύσουσιν
ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς,
καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους
δυναστῶν. Ἀκούσατε οὖν βασιλεῖς, καὶ σύνετε· μάθετε δικασταὶ περάτων γῆς.
Ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν· ὅτι ἐδόθη
παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.
Εἰς τήν Λιτήν. Ἦχος α΄.
Τὴν κοσμικὴν ἀρνησάμενοι σχέσιν, τῷ Χριστῷ ᾠκειώθητε, δι’ ἀσκητικῆς
πολιτείας, Ὅσιοι Πατέρες· καὶ σύμφρονες ὄντες ἐν πᾶσι, καὶ τῶν ἴσων καμάτων
ζηλωταὶ καὶ ἐργάται, τῶν ἴσων χαρίτων ἠξιώθητε, ἰσοτίμως δοξασθέντες· πλουσίᾳ
γὰρ ἀμφοτέροις, ἡ χάρις δέδοται, περιουσίᾳ θείας ἀγάπης. Ἀλλ’ ὦ Βαρσανούφιε
θεόσοφε, καὶ Ἰωάννη θεόφρον, ἐν τῷ συνδέσμῳ τῆς ἀγάπης, καὶ ἡμᾶς τηρήσατε,
αἰτούμενοι ἡμῖν τὸ μέγα ἔλεος.
Ἦχος β΄.
Ἐξ Αἰγύπτου ὡς ἄστρον πάμφωτον, Βαρσανούφιε Πάτερ ἀνέτειλας, καὶ ἐν
Παλαιστίνῃ ἐξέλαμψας, τῇ καθαρᾷ πολιτείᾳ σου, πάντας καταυγάζων, τῇ τοῦ λόγου
λαμπρότητι, καὶ τοὺς θεόφρονας ἐκπλήττων, τῇ ἀφθονίᾳ τῶν ἐν σοὶ θείων δόσεων·
θησαυρὸς γὰρ τοῦ Πνεύματος, ἐχρημάτισας Ὅσιε, καὶ μοναστῶν σοφὸς διδάσκαλος, ὡς
ἐν πᾶσι πρακτικός· ἔνθεν τοῦ βίου σου ἔσχηκας, Ἰωάννην τὸν Ὅσιον, μιμητὴν
ἐνθεώτατον, καὶ κοινωνὸν τῆς χάριτος· μεθ’ οὗ ἀεὶ πρέσβευε, ὑπὲρ τῶν ψυχῶν
ἡμῶν.
Ἦχος γ΄.
Τὴν τῶν Ὁσίων Πατέρων, θεοειδῆ ξυνωρίδα, Βαρσανούφιον τὸν μέγαν Γέροντα,
καὶ Ἰωάννην τὸν ἄλλον Γέροντα, συμφώνως τιμήσωμεν· δι’ ἀσκητικῆς γὰρ ζωῆς,
Ἄγγελοι ἐν σώματι ὤφθησαν, ὡς μετάρσιοι τῷ πνεύματι, καὶ τῆς θεοποιοῦ δωρεᾶς,
πλουσίως ἠξιώθησαν· καὶ ὁ μὲν τῷ λόγῳ τῆς χάριτος, ἀποστολικὴν ἐκφαίνει
ἐξουσίαν· ὁ δὲ προγνωστικῷ ὄμματι, προβλέπει τὰ μέλλοντα, ὡς Προφήτης ἔνθεος·
καὶ ἀμφότεροι θαυματουργοῦντες ἐν Χριστῷ, πρεσβεύουσιν ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Ἦχος δ΄.
Ὡς ξένοι καὶ πάροικοι, ἐν τῷ κόσμῳ ὡράθητε, εὐαγγελικῶς σαυτοὺς
ἀπαρνησάμενοι, Πατέρες Ὅσιοι· καὶ διὰ τελείας καθάρσεως, καὶ σιωπῆς καὶ
ἡσυχίας, μυστικῶν θεωριῶν, καὶ ἀλαλήτων μυστηρίων, ἀληθῶς ἠξιώθητε· τὸν γὰρ
ἄδυτον γνόφον, ὑπελθόντες ἐν Πνεύματι, Θεῷ συνανεκράθητε, θεουργικῶς θεωθέντες·
καὶ τῆς θείας δόξης τεκμήρια, πᾶσιν ἐκφαίνοντες, φῶς τοῖς ἐν σκότει ὤφθητε, καὶ
πεπλανημένων ὁδηγοὶ πρὸς σωτηρίαν. Ἀλλ’ ὦ Βαρσανούφιε καὶ Ἰωάννη,
ἀνακεκαλυμμένως ὁρῶντες, ὧν τὰς ἐμφάσεις πρώην ἐκέκτησθε, πρεσβεύσατε τυχεῖν
καὶ ἡμᾶς, τῆς θείας μακαριότητος.
Δόξα. Ὁ αὐτός.
Ἀγγελικῶς πολιτευσάμενοι, ἀσκητικῆς πολιτείας, ὑποφῆται καὶ ἐκφάντορες
ὤφθητε, Πατέρες θεόσοφοι· ὡς γὰρ πράξαντες καλῶς, σοφῶς διδάσκετε, τὰ τῆς
σωτηρίας ἐχόμενα, ἐν ἀληθεῖ διακρίσει, καὶ τῷ φωτὶ τῆς χάριτος, Βαρσανούφιε
Ὅσιε σὺν Ἰωάννῃ, αἰτούμενοι πᾶσι φωτισμόν, καὶ πταισμάτων ἄφεσιν.
Καὶ νῦν. Τῆς ἑορτῆς.
Ὁ Κτίστης οὐρανοῦ καὶ γῆς, ἐν ἀγκάλαις ἐβαστάζετο, ὑπὸ ἁγίου Συμεὼν τοῦ
πρεσβύτου σήμερον· αὐτὸς γὰρ ἐν Πνεύματι Ἁγίῳ ἔλεγε· νῦν ἠλευθέρωμαι,
εἶδον γάρ τὸν Σωτῆρά μου.
Εἰς τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Χαίροις, ἡ τῶν Ὁσίων δυάς, τῶν ἀρετῶν τὰ καθαρὰ καταγώγια, ἀστέρες οἱ
φωταυγοῦντες, τῆς ἀπαθείας τὸ φῶς, καὶ ζωῆς τῆς θείας τὴν λαμπρότητα, σοφὲ
Βαρσανούφιε, ἀσκητῶν ἀκροθίνιον, καὶ Ἰωάννη, προφητείας ὁ ἔμπλεως, θείου
Πνεύματος, τὰ εὐάρμοστα ὄργανα, λύχνοι τῆς διακρίσεως, σοφίας κειμήλια,
ἀσκητικῆς πολιτείας, οἱ θεοφόροι διδάσκαλοι, Χριστὸν δυσωπεῖτε, ταῖς ψυχαῖς
ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.
Στ. Καυχήσονται Ὅσιοι ἐν δόξῃ καὶ ἀγαλλιάσονται ἐπὶ τῶν κοιτῶν αὐτῶν.
Χαίροις, ἡ τῶν Ὁσίων δυάς, οἱ τῶν Ἀγγέλων μιμηταὶ καὶ ὁμότροποι, οἱ
ζήσαντες ἐν τῷ κόσμῳ, ἐν θεολήπτῳ ψυχῇ, συντονίᾳ θείων ἀναβάσεων, οἱ ἴσοι τὴν
ἄσκησιν, καὶ τῷ βίῳ ἰσάμιλλοι, οἱ πληρωθέντες, οὐρανίου ἐλλάμψεως, ὡς
καθάραντες, καὶ ψυχὴν καὶ διάνοιαν, Ὅσιε Βαρσανούφιε, Χριστοῦ φίλε γνήσιε, καὶ
Ἰωάννη θεόφρον, μύστα τῆς χάριτος ἔνθεε, ἀεὶ δυσωπεῖτε, ταῖς ψυχαῖς ἡμῶν
δοθῆναι, τὸ μέγα ἔλεος.
Στ. ᾌσατε τῷ Κυρίῳ ᾆσμα καινόν, ἡ αἴνεσις αὐτοῦ μένει εἰς τὸν αἰῶνα.
Χαίροις, ἡ τῶν Ὁσίων δυάς, ὑφηγηταὶ τῶν μοναστῶν πρακτικώτατοι, οἱ πᾶσιν ἐν
ἀκριβείᾳ, καὶ διανοίᾳ σοφῇ, τῆς ζωῆς τῆς θείας ἀναπτύσσοντες, τὸν τρόπον τὸν
ἔνθεον, καὶ ἐπίδοσιν ἅπασαν, δι’ ἧς ὑψοῦται, ἡ ψυχὴ πρὸς τὰ κρείττονα, καὶ
ἐκτρέπεται, ἡ τῆς πλάνης ἐπίφασις· Ὅσιε Βαρσανούφιε, Πατέρων ἀγλάϊσμα, καὶ
Ἰωάννη παμμάκαρ, τῶν μοναζόντων ὑπόδειγμα· Χριστὸν δυσωπεῖτε, ταῖς ψυχαῖς ἡμῶν
δοθῆναι, τὸ μέγα ἔλεος.
Δόξα. Ἦχος πλ. δ΄.
Τίς ἐπαξίως ὑμνήσει, τὴν ἐν ἀσκήσει πολιτείαν ὑμῶν, καὶ τὸν πλοῦτον τῶν ἐν
ὑμῖν χαρισμάτων, Βαρσανούφιε καὶ Ἰωάννη μακάριοι; ὡς γὰρ ἄγγελοι ἐν γῇ, μετὰ
σαρκὸς ὡράθητε, νεκρώσαντες τὰ τῆς ὕλης, σὺν τοῖς παθήμασι καὶ ταῖς ἐπιθυμίαις·
καὶ ζωοποιοῦ ἐνεργείας, γεωργήσαντες τὰ ἄνθη, τὴν εὐωδίαν διαπνέετε, τῆς
ἀφθαρσίας ταῖς ψυχαῖς ἡμῶν· καὶ νῦν Ἀγγέλοις συνόντες, πρεσβεύσατε δοθῆναι πᾶσι
τὸ θεῖον ἔλεος.
Καὶ νῦν. Τῆς ἑορτῆς.
Ὁ τοῖς Χερουβὶμ ἐποχούμενος, καὶ ὑμνούμενος ὑπὸ τῶν Σεραφίμ, σήμερον
τῷ θείῳ Ἱερῷ κατὰ νόμον προσφερόμενος, πρεσβυτικαῖς ἐνθρονίζεται ἀγκάλαις, καὶ
ὑπὸ Ἰωσὴφ εἰσδέχεται δῶρα θεοπρεπῶς, ὡς ζεῦγος τρυγόνων τὴν ἀμίαντον Ἐκκλησίαν,
καὶ τῶν ἐθνῶν τὸν νεόλεκτον λαόν, περιστερῶν δὲ δύο νεοσσούς, ὡς ἀρχηγὸς
Παλαιᾶς τε καὶ Καινῆς. Τοῦ πρὸς αὐτὸν χρησμοῦ δὲ Συμεών, τὸ πέρας δεξάμενος,
εὐλογῶν τὴν Παρθένον, Θεοτόκον Μαρίαν, τὰ τοῦ πάθους σύμβολα τοῦ ἐξ αὐτῆς
προηγόρευσε, καὶ παρ' αὐτοῦ ἐξαιτεῖται τὴν ἀπόλυσιν βοῶν· Νῦν ἀπολύεις με
Δέσποτα, καθὼς προεπηγγείλω μοι, ὅτι εἶδόν σε τὸ προαιώνιον φῶς, καὶ Σωτῆρα
Κύριον τοῦ Χριστωνύμου λαοῦ.
Νῦν ἀπολύεις, Τρισάγιον, Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν
συνάναρχον Λόγον.
Τὸν ἰσάγγελον βίον πολιτευσάμενοι, Βαρσανούφιε Πάτερ σὺν Ἰωάννῃ ὁμοῦ, τῆς
ἀσκήσεως λαμπροὶ ἀστέρες ὤφθητε, καὶ μοναζόντων ὁδηγοί, πρὸς τὴν κρείττονα
ὁδόν, ὡς πλήρεις φωτὸς τοῦ θείου, ἐκδυσωποῦντες ἀπαύστως, ἐλεηθῆναι τὰς ψυχὰς
ἡμῶν.
Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς. Ἦχος α’.
Χαῖρε Κεχαριτωμένη Θεοτόκε Παρθένε, ἐκ Σοῦ γὰρ ἀνέτειλεν ὁ Ἥλιος τῆς
δικαιοσύνης, Χριστὸς ὁ Θεὸς ἡμῶν, φωτίζων τοὺς ἐν σκότει. Εὐφραίνου καὶ σὺ
Πρεσβῦτα δίκαιε, δεξάμενος ἐν ἀγκάλαις τὸν ἐλευθερωτὴν τῶν ψυχῶν ἡμῶν,
χαριζόμενον ἡμῖν καὶ τὴν Ἀνάστασιν.
Ἀπόλυσις.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον
Σου, Σωτήρ.
Ὠς δύο νοητά, οὐρανόφωτα ἄστρα, ἐκλάμπετε ἡμῖν, μυστικαῖς φωταυγίαις,
θεόφρον Βαρσανούφιε, Ἰωάννη τε Ὅσιε, καὶ πυρσεύετε, τῆς Τρισηλίου λαμπάδος, φῶς
τὸ ἄδυτον, τοῖς τὴν λαμπρὰν ὑμῶν μνήμην,
φαιδρῶς ἑορτάζουσι.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ἀγκάλαις Συμεών, βασταχθῆναι ἠνέσχου, ὁ πάντων Ποιητής, νηπιάσας θελήσει,
καὶ φέρων σε ἠγάλλετο, ὁ Πρεσβύτης καὶ ἔκραζε· νῦν ἀπόλυσον, τὸν Σὸν ἱκέτην
Οἰκτίρμον, ὅτι εἶδόν Σε, σωματωθέντα ἀτρέπτως, εἰς κόσμου ἀνάπλασιν.
Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος γ΄. Θείας
πίστεως.
Μέγας πέφηνας, ἐν τῇ ἀσκήσει, καὶ περίβλεπτος, ἔργῳ καὶ λόγῳ, Βαρσανούφιε
Πατέρων ἀγλάϊσμα· καὶ προφητείας ἐδέξω τὸ χάρισμα, ὦ Ἰωάννη καθάρας τὴν
ἔννοιαν· ἀλλ’ αἰτήσασθε, Πατέρες θεομακάριστοι, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Χαίρων ἔλαβεν, ἐν ταῖς ἀγκάλαις, ὥσπερ νήπιον, τὸν πάντων Κτίστην, Συμεὼν
ὡς εὐλαβῶς ἐξεδέχετο· καὶ ἡ θεόληπτος Ἄννα προσήγαγεν, ἀνθομολόγησιν τούτῳ καὶ
αἴνεσιν· Ὧν δεήσεσιν, Οἰκτίρμον ἡμῖν κατάπεμψον, τὰ ῥεῖθρα τοῦ ἐλέους Σου ὡς
εὔσπλαγχνος.
Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος δ΄. Ὁ ὑψωθείς.
Ἡ ξυνωρὶς τῶν θεοφόρων Πατέρων, ὁ Βαρσανούφιος Χριστοῦ ὁ θεράπων, καὶ
Ἰωάννης τούτῳ ὁ ὁμόψυχος, πᾶσι παρατίθενται, τὴν σεπτὴν αὐτῶν βίβλον, ὡς τρυφὴν
οὐράνιον, καὶ ζωῆς θείας μάννα· ἐμφορηθῶμεν πάντες ἐξ αὐτῆς, ὡς ἂν παθῶν τὴν
πικρίαν ἐμέσωμεν.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ὁ ἐν τῷ Νόμῳ καὶ Προφήταις λαλήσας, τοῖς νομικοῖς ἑκὼν θεσμοῖς καθυπείκει,
καὶ τῷ Ναῷ προσφέρεται ὡς νήπιος· τοῦτον δὲ εἰσδέχεται, Συμεὼν ἐν ἀγκάλαις, καὶ
τὴν λύσιν ἔλαβε, παρ’ Αὐτοῦ τοῦ σαρκίου· ᾯ προσκυνοῦντες εἴπωμεν πιστῶς· δόξα
οἰκτίρμον, τῇ Σῇ ἀγαθότητι.
Οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον. Καυχήσονται Ὅσιοι ἐν δόξῃ καὶ ἀγαλλιάσονται ἐπὶ τῶν κοιτῶν αὐτῶν.
Στ. ᾌσατε τῷ Κυρίῳ ᾆσμα καινόν, ἡ αἴνεσις Αὐτοῦ μένει εἰς τὸν αἰῶνα.
Εὐαγγέλιον Ὁσιακόν.
Ὁ Ν’ Ψαλμός.
Δόξα. Ταῖς τῶν Σῶν Ὁσίων...
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ. Ἐλέησόν με ὁ Θεός...
Τοῖς ἐν κόσμῳ τερπνοῖς νεκρωθέντες, ὅλῃ ψυχῇ ἠκολουθήσατε, τῷ Ζωοδότῃ Λόγῳ,
Πατέρες πανόλβιοι· καὶ τῆς ἐν Αὐτῷ ζωῆς, θησαυρίσαντες τὰ ἀγαθά, πρὸς μετοχὴν
αὐτῶν προτρέπετε, ἡμῶν τὰς καρδίας, ἐν Ἁγίῳ Πνεύματι φθεγγόμενοι, διδασκαλίας
θείας ῥήματα· ἐν αὐτοῖς οὖν δεόμεθα, τὰς καρδίας ἡμῶν στηρίξατε, Βαρσανούφιε
καὶ Ἰωάννη, ὡς ἂν τῆς αἰωνίου ζωῆς τύχωμεν.
Εἶτα, οἱ Κανόνες· τῆς Ἑορτῆς καὶ τῶν Ὁσίων.
Ὁ Κανὼν τῆς Ὑπαπαντῆς, οὗ ἡ ἀκροστιχίς: Χριστὸν γεγηθὼς Πρέσβυς ἀγκαλίζεται. Ποίημα Κοσμᾶ Μοναχοῦ.
ᾨδὴ α'. Ἦχος γ'. Ὁ Εἱρμός.
Χέρσον ἀβυσσοτόκον πέδον ἥλιος, ἐπεπόλευσέ ποτε· ὡσεὶ τεῖχος γὰρ
ἐπάγη, ἑκατέρωθεν ὕδωρ, λαῷ πεζοποντοποροῦντι, καὶ θεαρέστως μέλποντι. ᾌσωμεν
τῷ Κυρίῳ, ἐνδόξως γὰρ δεδόξασται.
Ῥανάτωσαν ὕδωρ νεφέλαι· Ἥλιος ἐν νεφέλῃ γὰρ κούφη, ἐποχούμενος ἐπέστη,
ἀκηράτοις ὠλέναις, Χριστὸς ἐν τῷ Ναῷ ὡς βρέφος· διὸ πιστοὶ βοήσωμεν. ᾌσωμεν
τῷ Κυρίῳ· ἐνδόξως γὰρ δεδόξασται.
Ἰσχύσατε χεῖρες Συμεών, τῷ γήρᾳ ἀνειμέναι, καὶ κνῆμαι παρειμέναι δὲ
Πρεσβύτου, αὐθυβόλως κινεῖσθε Χριστοῦ πρὸς ὑπαντήν. Χορείαν σὺν Ἀσωμάτοις
στήσαντες, ᾄσωμεν τῷ Κυρίῳ· ἐνδόξως γὰρ δεδόξασται.
Συνέσει ταθέντες οὐρανοὶ εὐφράνθητε, ἀγάλλου δὲ ἡ γῆ· ὑπερθέων γὰρ ἐκ
κόλπων, ὁ τεχνίτης φοιτήσας, Χριστὸς ὑπὸ Μητρὸς Παρθένου, Θεῷ Πατρὶ προσάγεται,
νήπιος ὁ πρὸ πάντων· ἐνδόξως γὰρ δεδόξασται.
Καὶ τῶν Ὁσίων, οὗ ἡ ἀκροστιχίς: Βαρσανουφίῳ καὶ Ἰωάννῃ, αἶνος. Γερασίμου.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ἁρματηλάτην Φαραώ.
Βαρσανουφίου τοῦ Ὁσίου Κύριε, καὶ Ἰωάννου λιταῖς, τῶν Σὲ δοξασάντων, βίου
καθαρότητι, τὸν νοῦν μου φωταγώγησον, καὶ παράσχου μοι λόγον, Λόγε Θεοῦ
Ὑπεράγαθε, τούτων ἀνυμνῆσαι τὴν ἄσκησιν.
Ἀνατεθεὶς ὁλοσχερῶς μακάριε, τῷ παντεπότῃ Θεῷ, καὶ Αὐτοῦ τῷ θείῳ, πόθῳ
τιτρωσκόμενος, Αὐτῷ κατηκολούθησας, ἀνενδότῳ καρδίᾳ, ἀσκητικοῖς ἀγωνίσμασι,
Πάτερ ἱερὲ Βαρσανούφιε.
Ῥώμῃ τῇ θείᾳ κραταιῶς ῥωννύμενος, ἐναπεδύσω στεῤῥῶς, Πάτερ Ἰωάννη, πρὸς
τοὺς τῆς ἀσκήσεως, ἀγῶνας καὶ τὰ σκάμματα, καὶ ἐν τούτοις καθεῖλες, ταπεινωθεὶς
διὰ Κύριον, ὄμμα τοῦ ἐχθροῦ τὸ μετέωρον.
Θεοτοκίον.
Σεσαρκωμένον ἐξ ἁγνῶν αἱμάτων Σου, τὸν πρὶν ἀσώματον, Θεαρχικὸν Λόγον, τοῦ
Πατρὸς καὶ σύνθρονον, ἀκαταλήπτως τέτοκας, Θεοτόκε Παρθένε, διπλοῦν τὴν φύσιν
ὑπάρχοντα, μίαν δὲ ὑπόστασιν φέροντα.
ᾨδὴ γ'. Ὁ Εἱρμός.
Τὸ στερέωμα, τῶν ἐπὶ Σοὶ πεποιθότων, στερέωσον Κύριε τὴν Ἐκκλησίαν, ἣν
ἐκτήσω, τῷ τιμίῳ Σου αἵματι.
Ὁ πρωτότοκος ἐκ Πατρὸς πρὸ αἰώνων, πρωτότοκος νήπιος, Κόρης ἀφθόρου, τῷ
Ἀδὰμ χεῖρας προτείνων ἐπέφανε.
Νηπιόφρονα, τὸν γεγονότα ἀπάτῃ, πρωτόπλαστον ἔμπαλιν ἐπανορθώσων, Θεὸς
Λόγος, νηπιάσας ἐπέφανε.
Γῆς ἀπόγονον, παλινδρομήσασαν ταύτῃ, Θεότητος σύμμορφον φύσιν ὁ Πλάστης, ὡς
ἀτρέπτως νηπιάσας ἀνέδειξε.
Τῶν Ὁσίων. Ὁ στερεώσας κατ’ ἀρχάς.
Ἀπεριτρέπτῳ λογισμῷ, τὴν Αἴγυπτον καταλείψας, τὴν βλαστήσασάν σε χώραν
ἐμφρόνως, Βαρσανούφιε σοφέ, πρὸς Παλαιστίνην ἔδραμες, πρὸς τὴν Σιὼν τὴν ἄνω,
ἀσκητικῶς σπεύδων Ὅσιε.
Νόμοις ὑπείκων θεϊκοῖς, ἠρνήσω πᾶσαν φροντίδα, τῶν ἐν κόσμῳ Ἰωάννη
πραγμάτων, καὶ ἡσύχως τῷ Χριστῷ, δουλεῦσαι προελόμενος, ἐκ συναυλίας πάσης, τῆς
τῶν ἀνθρώπων ἐμάκρυνας.
Οἱ τῶν ὁσίων ἀρετῶν, μυσταγωγοὶ καὶ ἀλεῖπται, καὶ σοφοὶ τῶν μοναστῶν
ποδηγέται, ἀνυμνείσθωσαν ὁμοῦ, ὁ μέγας Βαρσανούφιος, καὶ Ἰωάννης ἅμα, ὁ τούτου
μύστης καὶ σύσκηνος.
Θεοτοκίον.
Ὑπερφυῶς τὸν Ποιητήν, καὶ Βασιλέα τῶν ὅλων, συλλαβοῦσα καὶ τεκοῦσα Παρθένε,
τὴν κατάραν τοῦ Ἀδάμ, εἰς τέλος ἐξηφάνισας, καὶ εὐλογίαν πᾶσι, καὶ ἀφθαρσίαν
ἐπήγασας.
Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Τῷ βίῳ ὁμόσκηνοι ἐν συμφωνίᾳ ψυχῆς, σοφὲ Βαρσανούφιε καὶ Ἰωάννη κλεινέ,
τελοῦντες ἐν ἅπασι, ὤφθητε μοναζόντων, οὐρανόφωτοι στῦλοι, τούτους
καθοδηγοῦντες, πρὸς τὴν γῆν τῶν πραέων· διὸ ὑμῶν τὴν μνήμην, φαιδρῶς
ἑορτάζομεν.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ναῷ προσενήνεκται ὑπὸ Παρθένου Μητρός, ὡς βρέφος ὁ Κύριος ὁ δοὺς τὸν Νόμον
Μωσεῖ, καινίζων τὸν ἄνθρωπον· Τοῦτον δὲ ἐν ἀγκάλαις, Συμεὼν ὡς ἐδέχθη, νεύματι
τούτου χαίρων, τοῦ σαρκίου ἐλύθη, καὶ ἔδραμε τοῖς ἐν Ἅδου, τοῦ λύτρου
προάγγελος.
ᾨδὴ δ'. Ὁ Εἱρμός.
Ἐκάλυψεν οὐρανούς, ἡ ἀρετή Σου Χριστέ· τῆς κιβωτοῦ γὰρ προελθών,τοῦ
ἁγιάσματός Σου, τῆς ἀφθόρου Μητρός, ἐν τῷ ναῷ τῆς δόξης Σου, ὤφθης ὡς βρέφος,
ἀγκαλοφορούμενος, καὶ ἐπληρώθη τὰ πάντα τῆς Σῆς αἰνέσεως.
Γηθόμενος Συμεών, τῶν ἀποῤῥήτων μύστα, ἡ Θεοτόκος ἐβόα, ὃν ὑφ' ἁγίου πάλαι
κεχρημάτισαι Πνεύματος, νηπιάσαντα Λόγον, Χριστὸν ἐναγκαλίζου, κράζων Αὐτῷ·
ἐπλήσθη τὰ πάντα τῆς Σῆς αἰνέσεως.
Ἣν ἤλπισας Συμεὼν ἡλικιώτην βρεφῶν, χαίρων ὑπόδεξαι Χριστόν,
τοῦ Ἰσραὴλ τοῦ θείου τὴν παράκλησιν, τὸν νόμου Ποιητὴν καὶ Δεσπότην,
πληροῦντα νόμου τάξιν, κράζων Αὐτῷ· ἐπλήσθη τὰ πάντα τῆς Σῆς αἰνέσεως.
Θεώμενος Συμεὼν Λόγον τὸν ἄναρχον, μετὰ σαρκός, ὡς ἐν θρόνῳ Χερουβικῷ,
Παρθένῳ ἐποχούμενον, τὸν αἴτιον τοῦ εἶναι τὰ πάντα, ὡς βρέφος, ἐκπλαγεὶς ἐβόα
αὐτῷ· ἐπλήσθη τὰ πάντα τῆς Σῆς αἰνέσεως.
Τῶν Ὁσίων. Σύ μου ἰσχύς.
Φόβῳ Θεοῦ, ἀπὸ παιδὸς στοιχειούμενος, ὑπετάγης, τῷ Μαρκέλλῳ Ὅσιε, καὶ
καθυπέταξας τῆς σαρκός, εὐπάθειαν πᾶσαν, τῇ τῆς ψυχῆς καθαρότητι· ἐντεῦθεν τοῦ
Βελίαρ, ἀπεκρούσω τὴν ῥύμην, Βαρσανούφιε ὅπλοις τῆς πίστεως.
Ἴσην ζωῆς, ψυχῆς θερμότητι ἤνυσας, τῷ μεγάλῳ, Ἰωάννῃ Γέροντι, Βαρσανουφίῳ
τῷ ἱερῷ· ὅθεν ἄλλος Γέρων, σοφὸς ἐν ἅπασι πέφηνας, καὶ ἔνθους ὑποφήτης, θεϊκῇ
ἐπιπνοίᾳ, προαγγέλων σαφῶς τὰ ἐσόμενα.
Ὢ τῆς ὑμῖν, δοθείσης πλουσίας χάριτος! ἀκριβείᾳ, πολιτείας Ὅσιοι· θαύματα
βλύζετε γὰρ πιστοῖς, καὶ πληροῦτε πάντων, σωτηριώδη αἰτήματα, ὡς θεῖοι
ὑποφῆται, Βαρσανούφιε Πάτερ, καὶ σοφὲ Ἰωάννη μακάριε.
Κόσμου παντός, ἀποχωρῶν Βαρσανούφιε, ἐπληρώθης, θεϊκῶν ἐλλάμψεων, καὶ
ἀπαυγάζεις φῶς διδαχῶν· ἔνθεν μοναζόντων, καὶ Ἱερέων συστήματα, τῶν σοὶ
προσερχομένων, ὡς σοφὸς παιδοτρίβης, κατευθύνεις προς τρίβον σωτήριον.
Θεοτοκίον.
Ἄνευ σπορᾶς, δίχα φθορᾶς ὑπὲρ ἔννοιαν, ἀλλὰ θείῳ, Πνεύματι ἐκύησας, τὸν τοῦ
Πατρὸς Λόγον συμφυῆ, ἐκ τῶν Σῶν αἱμάτων, σάρκα λαβόντα καὶ λύσαντα, φθορὰν τὴν
τοῦ θανάτου, καὶ πηγὴν ἀφθαρσίας, τοῖς ὑμνοῦσί Σε Κόρη πηγάζοντα.
ᾨδὴ ε'. Ὁ Εἱρμός.
Ὡς εἶδεν Ἡσαΐας συμβολικῶς, ἐν θρόνῳ ἐπηρμένῳ Θεόν, ὑπ' Ἀγγέλων δόξης
δορυφορούμενον, ὦ τάλας! ἐβόα, ἐγώ· πρὸ γὰρ εἶδον σωματούμενον Θεόν, φωτὸς
ἀνεσπέρου, καὶ εἰρήνης δεσπόζοντα.
Συνεὶς ὁ θεῖος Πρέσβυς, τὴν προφανεῖσαν, πάλαι τῷ Προφήτῃ δόξαν, χερσὶ
Λόγον βλέπων Μητρὸς κρατούμενον, ᾧ χαίροις, ἐβόα Σεμνή· ὡς γὰρ θρόνος
περιέχεις τόν Θεόν, φωτὸς ἀνεσπέρου, καὶ εἰρήνης δεσπόζοντα.
Προκύψας ὁ Πρεσβύτης, καὶ τῶν ἰχνῶν ἐνθέως ἐφαψάμενος, τῆς ἀπειρογάμου καὶ
Θεομήτορος, πῦρ, ἔφη, βαστάζεις Ἁγνή, βρέφος φρίττω ἀγκαλίσασθαι Θεόν, φωτός
ἀνεσπέρου, καὶ εἰρήνης δεσπόζοντα.
Ῥύπτεται Ἡσαΐας, τοῦ Σεραφεὶμ τὸν ἄνθρακα δεξάμενος, ὁ Πρέσβυς ἐβόα
τῇ Θεομήτορι· Σὺ ὥσπερ λαβίδι χερσὶ λαμπρύνεις με, ἐπιδοῦσα ὃν
φέρεις, φωτὸς ἀνεσπέρου, καὶ εἰρήνης δεσπόζοντα.
Τῶν Ὁσίων. Ἵνα τί με ἀπώσω;
Ἱλαρὸς μὲν τοῖς τρόποις, καὶ θεοειδὴς ἐν τῷ βίῳ γενόμενος, λόγον σωτηρίας,
καὶ ζωῆς παραινέσεις ἐπήγαζες, ἐκ τοῦ στόματός σου, ἐν τῇ δοθείσῃ σοι σοφίᾳ,
Βαρσανούφιε Πάτερ μακάριε.
Ἴχνεσι τοῖς Ὁσίοις, τοῦ Βαρσανουφίου θεόφρον ἑπόμενος, τούτου Ἰωάννη,
μιμητὴς καὶ ὁμότροπος πέφηνας· ὅθεν τῆς ἀγήρω, ὁμοῦ ζωῆς ἀξιωθέντες, καθορᾶτε
τὸ κάλλος τὸ ἄῤῥητον.
Ὡς θεράποντας θείους, καὶ μετὰ σαρκὸς Ἀγγέλους ἐδέξατο, ἐκ Θεοῦ πεμφθέντας,
θεοφόροι ὁ Ὅσιος Σέριδος, καὶ θερμῇ καρδίᾳ, ὑμῖν ἐν πᾶσι διηκόνει, τῇ συνέσει
ὑμῶν παιδευόμενος.
Θεοτοκίον.
Ἀπειράνδρως τεκοῦσα, τὸν Δημιουργὸν τῶν ὅλων καὶ Κύριον, ὤφθης ἀνωτέρα, τῶν
Ἀγγέλων καὶ πάσης τῆς κτίσεως, Κεχαριτωμένη, μόνη Παρθένε Θεοτόκε, καὶ Ἀδὰμ τὸν
πεσόντα ἀνύψωσας.
ᾨδὴ ς'. Ὁ Ειρμὸς.
Ἐβόησέ Σοι, ἰδὼν ὁ Πρέσβυς, τοῖς ὀφθαλμοῖς τὸ σωτήριον, ὃ λαοῖς
ἐπέστη· ἐκ Θεοῦ Χριστὲ Σὺ Θεός μου.
Σιὼν σὺ λίθος, ἐναπετέθης, τοῖς ἀπειθοῦσι προσκόμματος, καὶ σκανδάλου
πέτρα, ἀῤῥαγὴς πιστῶν σωτηρία.
Βεβαίως φέρων, τὸν χαρακτῆρα, τοῦ πρὸ αἰώνων σε φύσαντος, τὴν βροτῶν δι'
οἶκτον, νῦν ἀσθένειαν περιέθου.
Υἱὸν Ὑψίστου, Υἱὸν Παρθένου, Θεὸν παιδίον γενόμενον, προσκυνήσαντά σε, νῦν
ἀπόλυσον ἐν εἰρήνῃ.
Τῶν Ὁσίων. Ἱλάσθητί μοι Σωτήρ.
Νεκρώσαντες τῆς σαρκός, τῆς φθειρομένης τὸ φρόνημα, τῆς αἰωνίου ζωῆς, τὴν
θείαν ἐνέργειαν, σοφὲ Βαρσανούφιε, σὺν τῷ Ἰωάννῃ, δαψιλῶς ἐγεωργήσατε.
Ναμάτων τῶν μυστικῶν, ὄντες ἀνάπλεοι Ὅσιοι, βλυστάνετε δαψιλῶς, διδάγματα
ἔνθεα, σοφὲ Βαρσανούφιε, σὺν τῷ Ἰωάννῃ, τὰς ψυχὰς ἡμῶν ἀρδεύοντα.
Ἡ ἔνθεος ξυνωρίς, τῶν μοναστῶν οἱ διδάσκαλοι, ὁ μέγας ἐν ἀσκηταῖς, θεῖος
Βαρσανούφιος, καὶ ὁ τούτου σύσκηνος, Ἰωάννης ἅμα, εὐφημείσθωσαν ἐν ᾄσμασι.
Θεοτοκίον.
Ἀγγέλων ἡ χαρμονή, καὶ τῶν βροτῶν ἡ βοήθεια, Σὺ εἶ Παρθένε ἁγνή, Θεὸν
σωματώσασα· διὸ δυσωποῦμέν Σε, βοήθει ἐν πᾶσι, τοῖς προστρέχουσι τῇ σκέπῃ Σου.
Κοντάκιον. Τῆς Ἑορτῆς. Ἦχος α'
Ὁ μήτραν παρθενικὴν ἁγιάσας τῷ τόκῳ Σου, καὶ χεῖρας τοῦ Συμεὼν εὐλογήσας ὡς
ἔπρεπε, προφθάσας καὶ νῦν ἔσωσας ἡμᾶς Χριστὲ ὁ Θεός. Ἀλλ' εἰρήνευσον ἐν
πολέμοις τὸ πολίτευμα, καὶ κραταίωσον Βασιλεῖς οὓς ἠγάπησας, ὁ μόνος
Φιλάνθρωπος.
Κοντάκιον. Τῶν Ὁσίων. Ἦχος γ΄. Ἡ Παρθένος σήμερον.
Ἡ δυὰς ἡ ἔνθεος, τῶν θεοφόρων Πατέρων, ἀρετῶν τὰς χάριτας, μυσταγωγοῦσι
τοὺς πάντας, μέγας μέν, ὁ Βαρσανούφιος πέλων Γέρων, ἄλλος δέ, ὁ Ἰωάννης Ὅσιος
Γέρων· οὓς αἰνέσωμεν συμφώνως, ὡς τῆς Τριάδος θείους θεράποντας.
Ὁ Οἶκος.
Ἐξ Αἰγύπτου σοφὲ Βαρσανούφιε, ὥσπερ ἥλιος μέγας ἀνέτειλας, καὶ ἀκτῖσι
φαειναῖς, τῶν θαυμαστῶν σου ἀρετῶν, φωταγωγεῖς διὰ παντός, τῶν μοναζόντων τοὺς
χορούς· ἐν Παλαιστίνῃ δέ, βίῳ ἀσκητικῷ, ἐν συντονίᾳ θείων ἀναβάσεων, ἄγγελος
μετὰ σώματος, καὶ ὄργανον περιφανὲς της ἄνωθεν σοφίας ὤφθης, καὶ μιμητὴν τῆς
πολιτείας σου, ἔρωτι θείῳ, καὶ εἰκόνα θεόγραφον τῶν καλῶν σου, τὸν Ὅσιον
Ἰωάννην ἔσχηκας, τὸν ὡς ἄλλον Προφήτην θαυμαστωθέντα, προγνωστικῇ τοῦ
Παρακλήτου δωρεᾷ· ὅθεν, ἄμφω ὑμᾶς τιμῶμεν, ὡς ὑποφήτας τῆς ἐναρέτου ζωῆς, καὶ
παιδευτὰς ὁσίων πράξεων, καὶ ἀπλανεῖς ἡμῶν ὁδηγοὺς καὶ διδασκάλους, καὶ τῆς
Τριάδος θείους θεράποντας.
Συναξάριον.
Τῇ ΣΤ΄ τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ὁσίου Βαρσανουφίου τοῦ μεγάλου Γέροντος
καὶ τοῦ Ὁσίου Ἰωάννου τοῦ ἐπικαλουμένου Προφήτου, μαθητοῦ αὐτοῦ.
Ἐκ γῆς συνέστη σῶμα Βαρσανουφίου.
Καὶ γῆν ὑπῆλθε, τὴν ἑαυτοῦ μητέρα.
Δίκαιόν ἐστιν, ὦ Ἰωάννη, ἅμα
Τάττειν σε ᾧδε, τῷ φίλῳ διδασκάλῳ.
Βαρσανουφίοιο ἕκτῃ γῆθεν θυμὸς θέσκελος ἤρθη.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις Χριστὲ ὁ Θεός, ἐλέησον
καὶ σῶσον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ.' Ὁ Εἱρμός.
Σὲ τὸν ἐν πυρὶ δροσίσαντα, Παῖδας θεολογήσαντας, καὶ Παρθένῳ, ἀκηράτῳ,
ἐνοικήσαντα, Θεὸν Λόγον ὑμνοῦμεν, εὐσεβῶς μελῳδοῦντες· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν
Πατέρων ἡμῶν.
Ἀδὰμ ἐμφανίσων ἄπειμι, εἰς ᾍδου διατρίβοντι, καὶ τῇ Εὔᾳ προσκομίσων
εὐαγγέλια, Συμεὼν ἀνεβόα, σὺν Προφήταις χορεύων· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν
Πατέρων ἡμῶν.
Γένος χοϊκὸν ῥυσόμενος Θεός, ἕως τοῦ ᾍδου ἥξει, αἰχμαλώτοις δὲ παρέξει
πᾶσιν ἄφεσιν, καὶ ἀνάβλεψιν πονηροῖς, ὡς ἀλάλοις βοῆσαι· Εὐλογητός, ὁ Θεὸς ὁ τῶν
Πατέρων ἡμῶν.
Καὶ σοῦ τὴν καρδίαν ἄφθορε, ῥομφαία διελεύσεται, Συμεὼν τῇ Θεοτόκῳ
προηγόρευσεν, ἐν Σταυρῷ καθορώσης, τὸν Υἱὸν ᾧ βοῶμεν· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν
Πατέρων ἡμῶν.
Τῶν Ὁσίων. Θεοῦ συγκατάβασιν.
Ἰσχύν τε καὶ δύναμιν, καὶ φωτισμόν τε καὶ θείαν σύνεσιν, ἡμῖν πᾶσι παρέχει,
διδασκαλίας ὑμῶν μακάριοι, ἡ θεοτύπωτος βίβλος τοῖς κράζουσιν· Εὐλογητὸς ὁ
Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Νοός σου τὰ ὄμματα, ἀποκαθάρας ὦ Βαρσανούφιε, ἀποῤῥήτως κατεῖδες, καὶ
ἐθεάσω θεῖα θεάματα, καὶ ὅλος φῶς γεγονὼς ἀνεκραύγαζες· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν
Πατέρων ἡμῶν.
Ὀ νοῦς σου λαμπόμενος, τοῦ Παρακλήτου ταῖς ἐπιλάμψεσι, προορᾶν καὶ
προλέγειν, κατηξιώθη τὰ πόῤῥω Ὅσιε, καὶ ὡς Προφήτης θεόληπτος ἔψαλλες·
Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Θεοτοκίον.
Σαρκὸς ὁμοιώματι, ἀπεριγράπτως Κόρη γεγέννηκας, τὸν Ὑπέρθεον Λόγον,
θεοποιοῦντα ἡμᾶς δι’ ἔλεος· διὸ σαρκός μου τὰ πάθη θεράπευσον, καὶ ἀπαθείας
φωτί, καταύγασόν μου τὸν νοῦν.
ᾨδὴ η'. Ὁ Εἱρμός.
Ἀστέκτῳ πυρὶ ἑνωθέντες, οἱ θεοσεβείας προεστῶτες Νεανίαι, τῇ φλογὶ δὲ
μὴ λωβηθέντες, θεῖον ὕμνον ἔμελπον· Εὐλογεῖτε πάντα τὰ ἔργα τὸν Κύριον, καὶ
ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Λαὸς Ἰσραὴλ τὴν σὴν δόξαν, τὸν Ἐμμανουὴλ ὁρῶν παιδίον ἐκ Παρθένου, πρὸ
προσώπου τῆς θείας κιβωτοῦ νῦν χόρευε· Εὐλογεῖτε πάντα τὰ ἔργα τὸν Κύριον, καὶ
ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Ἰδού, Συμεὼν ἀνεβόα, τὸ ἀντιλεγόμενον σημεῖον οὗτος ἔσται, Θεὸς ὢν καὶ
παιδίον, τούτῳ πίστει μέλψωμεν· Εὐλογεῖτε πάντα τὰ ἔργα τὸν Κύριον, καὶ
ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Ζωὴ πεφυκὼς οὗτος ἔσται, πτῶσις ἀπειθοῦσι, νηπιάσας Θεὸς Λόγος, ὡς
ἀνάστασις πᾶσι, τοῖς πίστει μέλπουσιν· Εὐλογεῖτε πάντα τὰ ἔργα τὸν Κύριον,
καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Τῶν Ὁσίων. Ἑπταπλασίως κάμινον.
Γνώσει τελείᾳ Ὅσιε, καὶ φωτὶ τῷ τοῦ Πνεύματος, τῇ συντονωτάτῃ λαμπρυνθεὶς
ἀσκήσει σου, φωστὴρ οὐρανόφωτος, καὶ μοναστῶν διδάσκαλος, καὶ ὑφηγητής, ὦ
Βαρσανούφιε ὤφθης, τοῖς πίστει ἐκβοῶσιν· ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε,
Χριστὸν εἰς τοὺς αἰῶνας.
Ἐν τῇ ἀσκήσει σύμφρονες, καὶ τῇ δόξῃ ἰσότιμοι, καὶ τοῖς θαυμασίοις καὶ
πολλῖς χαρίσμασιν, ἐπίσης συμμέτοχοι, παμμάκαρ Βαρσανούφιε, σὺν τῷ Ἰωάννῃ,
ἀνεδείχθητε πᾶσιν, ὁμοῦ συνεκβοῶντες· ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε,
Χριστὸν εἰς τοὺς αἰῶνας.
Ῥῶσιν ψυχαῖς παρέχετε, ἐν τῷ λόγῳ τῆς χάριτος, ταῖς ἠσθενημέναις προσβολαῖς
τοῦ ὄφεως, ἀλλὰ καὶ τοῖς πάσχουσι, σωματικῶς μακάριοι, δίδοσθε ταχεῖαν, ἀληθῶς
θεραπείαν· ἁφῇ δὲ τῶν σωμάτων, ὑμῶν καὶ ἐνδυμάτων, ἰσχὺν καὶ εὐλογίαν, οἱ
εὐσεβεῖς καρποῦνται.
Θεοτοκίον.
Ἀγγελικοὶ διάκοσμοι, τὴν Σὴν δόξαν γεραίρουσι, καὶ ἄϋλοι δῆμοι τὴν
μεγαλοπρέπειαν, τὴν Σὴν μεγαλύνουσιν, ἁγνὴ θεομεγάλυντε, πάντες δὲ βροτοί, τὴν
διὰ Σοῦ γενομένην, τῷ κόσμῳ σωτηρίαν, ἀνυμνοῦσι Παρθένε· ἀρᾶς γὰρ τῷ Σῷ τόκῳ,
Ἀδὰμ ἡμᾶς ἐῤῥύσω.
ᾨδὴ θ'.
ΜΕΓΑΛΥΝΑΡΙΑ. Ψαλλόμενα ἐν τῇ ᾨδῇ ταύτῃ. Ἦχος γ'.
Ἀκατάληπτόν ἐστι, τὸ τελούμενον ἐν Σοί, καὶ Ἀγγέλοις καὶ βροτοῖς,
Μητροπάρθενε ἁγνή.
Ἀγκαλίζεται χερσίν, ὁ Πρεσβύτης Συμεών, τὸν τοῦ νόμου Ποιητήν, καὶ Δεσπότην
τοῦ παντός.
Βουληθεὶς ὁ Πλαστουργός, ἵνα σώσῃ τὸν Ἀδάμ, μήτραν ᾤκησε τὴν Σήν, τῆς
Παρθένου καὶ ἁγνῆς.
Γένος ἅπαν τῶν βροτῶν, μακαρίζει σε Ἁγνή, καὶ δοξάζει σε πιστῶς, ὡς Μητέρα
τοῦ Θεοῦ.
Δεῦτε, ἴδετε Χριστόν, τὸν Δεσπότην τοῦ παντός, ὃν βαστάζει Συμεών, σήμερον
ἐν τῷ ναῷ.
Ἐπιβλέπεις πρὸς τὴν γῆν, καὶ ποιεῖς τρέμειν αὐτήν, καὶ πῶς γέρων κεκμηκώς,
Σὲ κατέχει ἐν χερσὶ;
Ζήσας ἔτη Συμεών, ἕως εἶδε τὸν Χριστόν, καὶ ἐβόα πρὸς αὐτόν. Νῦν ἀπόλυσιν
ζητῶ.
Ἡ λαβὶς ἡ μυστική, ἡ τὸν ἄνθρακα Χριστόν, συλλαβοῦσα ἐν γαστρί, Σὺ
ὑπάρχεις Μαριάμ.
Θέλων ἐνηνθρώπησας, ὁ προάναρχος Θεός, καὶ ναῷ προσφέρεσαι,
τεσσαρακονθήμερος.
Κατελθόντ' ἐξ οὐρανοῦ, τὸν Δεσπότην τοῦ παντός, ὑπεδέξατο αὐτόν, Συμεὼν ὁ
Ἱερεύς.
Λάμπρυνόν μου τὴν ψυχήν, καὶ τὸ φῶς τὸ αἰσθητόν, ὅπως ἴδω καθαρῶς, καὶ
κηρύξω Σε Θεόν.
Μητροπάρθενε ἁγνή, τί προσφέρεις τῷ ναῷ, νέον βρέφος ἀποδούς, ἐν ἀγκάλαις
Συμεών;
Νῦν ἀπόλυσιν ζητῶ, ἀπὸ σοῦ τοῦ Πλαστουργοῦ, ὅτι εἶδόν Σε Χριστέ, τὸ
σωτήριόν μου φῶς.
Ὃν οἱ ἄνω λειτουργοί, τρόμῳ λιτανεύουσι, κάτω νῦν ὁ Συμεών,
ἀγκαλίζεται χερσί.
Δόξα.
Ἡ τῇ φύσει μὲν Μονάς, τοῖς προσώποις δὲ Τριάς, φύλαττε τοὺς
δούλους σου, τοὺς πιστεύοντας εἰς σέ.
Καὶ νῦν.
Θεοτόκε ἡ ἐλπίς, πάντων τῶν Χριστιανῶν, σκέπε φρούρει φύλαττε,
τοὺς ἐλπίζοντας εἰς σέ.
Ὁ Εἱρμός.
Ἐν νόμῳ, σκιᾷ καὶ γράμματι, τύπον κατίδωμεν οἱ πιστοί, πᾶν ἄρσεν τὸ τὴν
μήτραν διανοῖγον, ἅγιον Θεῷ· διὸ πρωτότοκον Λόγον, Πατρὸς ἀνάρχου Υἱόν,
πρωτοτοκούμενον Μητρί, ἀπειράνδρῳ, μεγαλύνομεν.
Τοῖς πρὶν νεογνῶν τρυγόνων ζεῦγος, δυάς τε ἦν νεοσσῶν, ἀνθ'
ὧν ὁ θεῖος Πρέσβυς, καὶ σώφρων Ἄννα προφῆτις, τῷ
ἐκ Παρθένου τεχθέντι, καὶ οἵῳ γόνῳ Πατρός, ἐν
τῷ ναῷ προσιόντι, λειτουργοῦντεςἐμεγάλυνον.
Ἀπέδωκάς μοι ἐβόα Συμεών, τοῦ σωτηρίου σου Χριστὲ
ἀγαλλίασιν, ἀπόλαβέ σου τὸν λάτριν, τὸν
τῇ σκιᾷ κεκμηκότα, νέον τῆς χάριτος, ἱεροκήρυκα μύστην, ἐν
αἰνέσει μεγαλύνοντα.
Ἱεροπρεπῶς ἀνθωμολογεῖτο, Ἄννα ὑποφητεύουσα, ἡ σώφρων καὶ
Ὁσία, καὶ Πρέσβυρα τῷ Δεσπότῃ, ἐν
τῷ ναῷ διαῤῥήδην, τὴν Θεοτόκον δὲ ἀνακηρύττουσα, πᾶσι τοῖς
παροῦσιν ἐμεγάλυνεν.
Τῶν Ὁσίων. Ἐξέστη ἐπὶ τούτῳ.
Σοφίᾳ διαλάμπων πνευματικῇ, καὶ πολλῇ διακρίσει κοσμούμενος, περιφανῶς,
Πάτερ Βαρσανούφιε ἱερέ, πᾶσι παρέχεις Ὅσιε, τὰς σωτηριώδεις δόσεις ἀεί· οἱ σοὶ
γὰρ θεῖοι λόγοι, ὡς μάννα ψυχοτρόφον, τὰς διανοίας ἡμῶν τρέφουσιν.
Ἰλὺν ἀποτινάξας τὴν γεηράν, οὐρανίῳ φρονήματι Ὅσιε, ἀγγελικήν, ἔζησας ἐν
κόσμῳ διαγωγήν, καὶ φοιτητὴς καὶ σύσκηνος, τοῦ Βαρσανουφίου τοῦ ἱεροῦ, ἐγένου
Ἰωάννη· μεθ’ οὗ τῆς ἄνω δόξης, κατεκληρώσω τὴν λαμπρότητα.
Μεγάλων ἠξιώθητε ἀμοιβῶν, ὡς μεγίστοις ἐν γῇ ἀγωνίσμασι, γνώμῃ στεῤῥᾷ,
διηγωνισμένοι ἀσκητικῶς, θεόφρον Βαρσανούφιε, σὺν τῷ Ἰωάννῃ τῷ εὐκλεεῖ· διὸ
ἡμᾶς μεγάλων, λυτρώσασθε κινδύνων, καὶ ἐπηρείας τοῦ ἀλάστορος.
Οἱ λύχνοι τῆς ἀϋλου ἀνατολῆς, οἱ παθῶν τὴν ὁμίχλην διώκοντες, φωτιστικαῖς,
ὑμῶν ἱκεσίαις πρὸς τὸν Θεόν, ὁ μέγας Βαρσανούφιος, σὺν τῷ Ἰωάννῃ τῷ θαυμαστῷ,
πρὸς κτῆσιν τῶν κρειττόνων, ἡμῶν τὰς διανοίας, φόβῳ τῷ θείῳ διεγείρατε.
Θεοτοκίον.
Ὑπέρτερον τὸν νοῦν μου χαμαιπετοῦς, Θεοτόκε κυβείας ἀνάδειξον, πόθῳ θερμῷ,
καὶ πρὸς ἐργασίαν τῶν ἀρετῶν, τὴν ῥαθυμοῦσαν πάντοτε, ἔγειρον καρδίαν μου
δυσωπῶ, καὶ σῶσόν με Παρθένε, ἐκ τῆς ἐπικρατείας, τῆς ἐν ἐμοὶ ῥοπῆς τοῦ
χείρονος.
Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.
Δυάδα τὴν ὑπέρτιμον, τῶν ἀσκητῶν τιμήσωμεν, τῶν ἐναρέτων καμάτων, τοὺς
παιδευτὰς καὶ φωστῆρας, τὸν μέγαν Βαρσανούφιον, τῶν μοναστῶν τὸν πρόκριτον, καὶ
Ἰωάννην Ὅσιον, τὸν τούτου ἄριστον μύστην, καὶ σύμπονον ἐν ἀγῶσι.
Καὶ τὸ τῆς Ἑορτῆς.
Ἐν ταῖς ἀγκάλαις δέχεται, ὁ Συμεὼν ὁ δίκαιος, ἐν τῷ Ναῷ τὸν Σωτῆρα, ὡς
νήπιον ἑκουσίως, καὶ τοῦτον ὡμολόγησε, Θεὸν καὶ πάντων Κύριον, τὴν λύσιν
ἐξαιτούμενος, τὴν τοῦ σαρκίου δοξάζων, τὸν νηπιάσαντα Λόγον.
Αἶνοι. Ἦχος πλ. δ΄. Ὢ τοῦ παραδόξου θαύματος.
Πάτερ, σοφὲ Βαρσανούφιε, τῶν ἐν τῷ κόσμῳ καλῶν, παριδὼν τὸ ἐπίκηρον, ὅλην
σου τὴν ἔφεσιν, πρὸς τὰ μόνιμα ἔτρεψας, καὶ πολιτείαν ζήσας ἰσάγγελον, τοῦ
Παρακλήτου ὤφθης θησαύρισμα· ὢ τῶν ἀγώνων σου, καὶ τῶν ὑπὲρ ἔννοιαν, παρὰ Θεοῦ,
χαρισμάτων Ἅγιε! Δι’ ὧν δεδόξασαι.
Πάτερ, Ἰωάννη Ὅσιε, χαριτωθεὶς τὴν ψυχήν, τῇ ἐνθέῳ ἀσκήσει σου, σκεῦος πολυτίμητον,
ἀνεδείχθης τῆς χάριτος, καὶ ἠξιώθης βλέπειν τὰ μέλλοντα, καὶ προαγγέλλειν τὰ
συμβησόμενα· ὅθεν Προφήτην σε, ἄλλον ὀνομάζομεν, ὡς τοῦ Χριστοῦ, ἔνθεον
θεράποντα, καὶ φίλον γνήσιον.
Στόμα, ἱερὸν πλουτήσαντες, ἀσκητικῆς ἀγωγῆς, ὑποφῆται θεόσοφοι, καὶ ἠθῶν
σεμνότητος, καὶ τῆς θείας ἑνώσεως, τῆς γενομένης κτήσει τοῦ κρείττονος, ψυχῆς
καὶ Κτίστου, ἀλεῖπται ὤφθητε, ὦ Βαρσανούφιε, μοναστῶν διδάσκαλε, καὶ ἱερέ,
Ἰωάννη Ὅσιε, ἔνσαρκοι ἄγγελοι.
Δέλτον, ἀληθῶς θεόγραφον, ὑμῶν τὴν βίβλον σοφοί, ζωῆς ῥήματα ἔχουσαν, καὶ
λόγια ἔνθεα, θησαυρίσαντες Ἅγιοι, ἐκ ταύτης χάριν καὶ πᾶσαν ὄνησιν, ἀεὶ
ἀντλοῦμεν, πίστει ἐγκύπτοντες· ὅθεν γεραίρομεν, ὑμᾶς Βαρσανούφιε, σὺν τῷ
κλεινῷ, Ἰωάννῃ μέλποντες, ὑμῶν τὴν ἄσκησιν.
Δόξα. Ἦχος πλ. δ΄.
Δυὰς Ὁσίων θαυμαστῶν, δίκην ἀστερῶν σελασφόρων, τῇ οἰκουμένῃ ἐκλάμπουσι,
Βαρσανούφιος ὁ μέγας, καὶ Ἰωάννης ὁ θεόληπτος· τοῦ γὰρ ἀδύτου φωτός, τὰς
ἀποῤῥοίας δεξάμενοι, τῶν παθῶν τὸν ζόφον σκεδάζουσιν, ἔργῳ καὶ λόγῳ
διδάσκοντες, ἐν τῷ φωτὶ Κυρίου, πολιτεύεσθαι ἀπλανῶς, τοὺς αἱρουμένους δουλεῦσαι
Χριστῷ, ἐν ὁσιότητι καὶ δικαιοσύνῃ· καὶ πρεσβεύουσιν ἀπαύστως, ὑπὲρ τῶν ψυχῶν
ἡμῶν.
Καὶ νῦν. Τῆς Ἑορτῆς.
Ὁ τοῖς Χερουβὶμ ἐποχούμενος, καὶ ὑμνούμενος ὑπὸ τῶν Σεραφίμ, σήμερον
τῷ θείῳ Ἱερῷ κατὰ νόμον προσφερόμενος, πρεσβυτικαῖς ἐνθρονίζεται ἀγκάλαις, καὶ
ὑπὸ Ἰωσὴφ εἰσδέχεται δῶρα θεοπρεπῶς, ὡς ζεῦγος τρυγόνων τὴν ἀμίαντον Ἐκκλησίαν,
καὶ τῶν ἐθνῶν τὸν νεόλεκτον λαόν, περιστερῶν δὲ δύο νεοσσούς, ὡς ἀρχηγὸς
Παλαιᾶς τε καὶ Καινῆς. Τοῦ πρὸς αὐτὸν χρησμοῦ δὲ Συμεών, τὸ πέρας δεξάμενος,
εὐλογῶν τὴν Παρθένον, Θεοτόκον Μαρίαν, τὰ τοῦ πάθους σύμβολα τοῦ ἐξ αὐτῆς
προηγόρευσε, καὶ παρ' αὐτοῦ ἐξαιτεῖται τὴν ἀπόλυσιν βοῶν· Νῦν ἀπολύεις με
Δέσποτα, καθὼς προεπηγγείλω μοι, ὅτι εἶδόν σε τὸ προαιώνιον φῶς, καὶ Σωτῆρα
Κύριον τοῦ Χριστωνύμου λαοῦ.
Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.
Μεγαλυνάριον.
Χαίροις Βαρσανούφιε ἱερέ, ζωῆς τῆς ὁσίας, θεοφόρε ὑφηγητά· χαίροις Ἰωάννη,
τῆς χάριτος ταμεῖον, οἱ ὁδηγοὶ οἱ θεῖοι, ἡμῶν καὶ ἔφοροι.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου