Τρίτη 16 Ιουνίου 2015

155.ΠΑΝΑΓΙΑΣ ΤΗΣ ΤΡΙΧΕΡΟΥΣΣΗΣ.



Ἀκολουθία ΠΑΝΑΓΙΑΣ ΤΗΣ ΤΡΙΧΕΡΟΥΣΣΗΣ.
Ψαλλομένη τῇ 12η Ἰουλίου
Ποίημα Γερασίμου Μοναχοῦ Μικραγιαννανίτου


ΕΝ ΤΩ ΜΙΚΡΩ ΕΣΠΕΡΙΝΩ
Ἱστῶμεν στίχους δ´ καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια.
Ἦχος α´. Πανεύφημοι Μάρτυρες.
Εἰκόνα τὴν θείαν Σου Ἁγνή, ἣν πάλαι ἐκέκτητο, ὁ Ἰωάννης ὁ Ὅσιος, ὡς πλοῦτον ἄσυλον, ἥνπερ Τριχεροῦσαν, παραδόξῳ θαύματι, καλοῦμεν εὐλαβῶς ἀσπαζόμεθα, ἀναβοῶντές σοι, τὴν Μονήν Σου ταύτην φύλαττε, Θεοτόκε, πάσης περιστάσεως.

Ὡς θεῖον θησαύρισμα Ἁγνή, Σάββας ὁ θεσπέσιος, ἐκ Παλαιστίνης μετήνεγκε, τῇ εὐδοκίᾳ σου, τῇ Σερβίᾳ Κόρη, τὴν σεπτὴν Εἰκόνα Σου, πηγάζουσαν ἀεὶ χάριν ἄφθονον, καὶ ἁγιάζουσαν, Τριχεροῦσα τοὺς προσπίπτοντας, Θεοτόκε, ταύτῃ μετὰ πίστεως.

Χαρᾶς ἐπληρώθη ἀληθοῦς, Μοναστῶν ὁ σύλλογος, ἡνίκα Κόρη τεθέαται, τῇ θείᾳ νεύσει σου, ὄνῳ ἀγομένην, τὴν σεπτὴν Εἰκόνα Σου, πρὸς Ἄθω ἐκ Σερβίας καὶ δέδεκται, ταύτην Πανύμνητε, ὡς ἐχέγγυον ἀρίδηλον, τῆς πολλῆς Σου, εὐνοίας καὶ χάριτος.

Τρυγώσα Παρθένε δαψιλῶς, τῆς Σῆς ἀντιλήψεως, τὰς δωρεάς καὶ τὰς χάριτας, ἡ περιώνυμος, Χιλιανδαρίου, Μάνδρα μεγαλύνει Σε, καὶ πίστει προσκυνεῖ τὴν Εἰκόνα Σου, θερμῶς βοῶσα Σοι, Τριχεροῦσα Χαριτόβρυτε, μὴ ἐλλείπης, ἡμᾶς περιέπουσα.
Δόξα. Καὶ νῦν. Ἦχος α´.
Ἀσματικῶς Θεοτόκε, τῶν ὑπὲρ νοῦν μεγαλείων Σου, τὰς ἐκφάνσεις μακαρίζομεν, εὐσήμῳ στόματι κηρύττοντες, τὴν πρὸς ἡμᾶς προστασίαν Σου πολλαχῶς γὰρ ἡμᾶς εὐεργετεῖς, καὶ ὡς δῶρον οὐράνιον, καὶ ἁγίασμα ἔνθεον, καὶ νοητὸν ἱλαστήριον, τῆς ἁγίας δόξης Σου, τὴν Σὴν Εἰκόνα ἡμῖν δέδωκας. Ἀλλ᾿ ᾧ Πανύμνητε Τριχεροῦσα, σκέπε ἀεὶ καὶ φύλαττε, τοὺς πιστῶς Σε μεγαλύνοντας.
Ἀπόστιχα. Ἦχος β´. Οἶκος τοῦ Ἐφραθᾶ.
Χαίρει ἡ Σὴ Μονή, Χιλανδαρίου Κόρη, κατέχουσα ἐν κόλποις, Παρθένε Τριχεροῦσα, τὴν θαυμαστὴν εἰκόνα Σου.

Στίχ. Τὸ πρόσωπόν Σου λιτανεύσουσιν οἱ πλούσιοι...
Βρύει ἡ Σὴ Εἰκών, ὡς ὕδωρ ἀφθαρσίας, χαρίτων Σου τὰ ῥεῖθρα, καὶ ἄρδει Θεοτόκε, τὰς αὔλακας τῆς ποίμνης Σου.

Στίχ. Μνησθήσομαι τοῦ ὀνόματός Σου ἐν πάσῃ γενεᾷ, …
Σάββας ὁ ἱερός, ἐκ τοῦ Ἡγιασμένου, Σάββα τῆς θείας Λαύρας, μετήνεγκε Παρθένε, τὴν ἱερὰν Εἰκόνα Σου.
Δόξα. Τριαδικόν.
Τέτοκας ἐν σαρκί, τὸν Λόγον Θεοτόκε, Πατρὸς τῇ εὐδοκίᾳ, καὶ Πνεύματος Ἁγίου, τῇ συνεργείᾳ, Ἄχραντε.
Καὶ νῦν. Θεοτοκίον.
Δίδου διὰ παντός, τῇ ποίμνῃ Σου Παρθένε, τὰς ἀγαθάς Σου δόσεις, ἐκτρέπουσα ἐκ ταύτης, ἐχθροῦ τὰ μηχανήματα.

Νῦν ἀπολύεις, Τρισάγιον, Ἀπολυτίκιον.Ἦχος δ´. Ταχὺ προκατάλαβε.
Τὴν θείαν Εἰκόνα Σου, ἐκ Παλαιστίνης ἡμῖν, ὁ Σάββας ὁ ἔνθεος, ἣν Τριχεροῦσαν Ἁγνή, καλοῦμεν μετήνεγκεν, ἥνπερ Χιλανδαρίου, ἡ Μονὴ κεκτημένη, ὕμνον Σοι Θεοτόκε, ἀναμέλπει βοῶσα· Χαῖρε Κεχαριτωμένη, ὁ Κύριος μετὰ Σοῦ. (γ´).
          Ἀπόλυσις.

ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ
Μετὰ τὸν Προοιμιακόν τὸ Μακάριος ἀνήρ. Εἰς δὲ τὸ Κύριε ἐκέκραξα ἱστῶμεν στίχους στ´ καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια. Ἦχος α´. Ὢ τοῦ παραδόξου θαύματος!
Ὤ τοὺ παραδόξου θαύματος! ἡ Παρθένος Ἁγνή, ὡς σεπτὸν ἁγίασμα, Εἰκόνα τὴν ἱεράν, Αὐτῆς ἀνέδειξεν, ἣν θαύματι τῷ σοφῷ, Δαμασκηνῷ Τριχεροῦσα ὠνόμασται, καὶ Σάββας ὁ εὐκλεής, πανευλαβῶς ἐκ Σιὼν μετεκόμισεν. Ἀλλ᾿ ᾧ Κεχαριτωμένη, Θεοτόκε Δέσποινα, ἡμῖν δίδου ἀπαύστως, τὴν ταχεῖαν Σου βοήθειαν.
Βαβαὶ τῶν σῶν θαυμασίων Ἁγνή! σὺ γὰρ ἐκ Σερβίας, ἀχθῆναι ηὐδόκησας, Εἰκόνα σου τὴν σεπτήν, ταύτῃ τῇ Μάνδρα σου, ἧς ὤφθης ὡς ἀληθῶς, δι᾿ ἐνεργείας ἀῤῥήτου ὡς εὔσπλαγχνος, προστάτης καὶ κηδεμών, καὶ καθηγήτειρα θεία βοώσῃ σοι· Κεχαριτωμένη χαῖρε, Τριχεροῦσα Δέσποινα, καταφύγιον μέγα, καὶ θερμὴ ἡμῶν ἀντίληψις.

Τῆς Σῆς Εἰκόνος τὴν ἔλευσιν, ὧδε Θεοτόκε, ἱερῶς δοξάζομεν, ἐτήσιον ἑορτήν, πιστῶς Σοι ἄγοντες· εὐνοίᾳ Σου γὰρ πολλή, καθηγουμένη ἡμῶν ἀναδέδειξαι, καὶ πάντες μετὰ σπουδῆς, τῇ Σῇ Εἰκόνι προσπίπτομεν κράζοντες· Χιλιανδαρίου χαῖρε, Τριχεροῦσα Δέσποινα, ἀγαλλίαμα θεῖον, καὶ προπύργιον καὶ ἔφορος.
Προσόμοια ἕτερα. Ἦχος δ´. Ὡς γενναῖον ἐν Μάρτυσι.
Ὡς τῇ θείᾳ Εἰκόνι Σου, Ἰωάννης ὁ πάνσοφος, προσπεσὼν τὴν ἴασιν τάχος ἔλαβε, τῆς δεξιᾶς αὐτοῦ Δέσποινα, χειρὸς τῇ Σῇ χάριτι, ἐκκοπείσης δολερῶς, ἣν ἡμῖν πλοῦτον ἔνθεον, Κόρη δέδωκας, καὶ πηγὴν ἰαμάτων καὶ λιμένα, σωτηρίας τοῖς τοῦ βίου, χειμαζομένοις ταῖς θλίψεσι.

Ὁ θεόφρων θεράπων Σου, Σάββας Κόρη ὁ Ὅσιος, τῇ Σερβίᾳ ἤγαγε θεία νεύσει Σου, ὡς θησαυρὸν ἀναφαίρετον, τὴν θείαν Εἰκόνα Σου, τῶν χαρίτων Σου Ἁγνή, ἥ τῇ Λαύρᾳ ἀπέκειτο, πάλαι Δέσποινα, ὡς κειμήλιον ἅγιον καὶ γέρας, Σάββα τοῦ Ἡγιασμένου, καὶ φωτοφόρον διάδημα.

Τὴν ἀνάμνησιν ἄγουσα, τῆς ἐλεύσεως Ἄχραντε, ἡ Χιλιανδαρίου Μονὴ ἀγάλλεται, τῆς παναγίας Εἰκόνος Σου, ἥν ζῶον τὸ ἄλογον, ταύτην ἤγαγεν Ἁγνὴ, ἡμῖν χάριν παρέχουσαν, καὶ δεικνύουσαν, ὅτι Σὺ ἡμῶν πέλεις Θεοτόκε, ἀρωγὸς καὶ ἡγουμένη, καὶ ἀσφαλὲς καταφύγιον.
Δόξα. Καὶ νῦν. Ἦχος πλ. β´.
Σήμερον ἡ τοῦ ἀδύτου φωτὸς γεννήτρια, ἡ Θεοτόκος Παρθένος, συγκαλεῖται ἡμᾶς, πρὸς ἑόρτιον αἴνεσιν τῶν μεγαλείων Αὐτῆς· μεγάλου μυστηρίου γὰρ διάκονος φανεῖσα, μεγίσταις δωρεαῖς εὐεργετεῖ ἡμᾶς ἑκάστοτε· καὶ τὴν θείαν αὐτῆς Εἰκόνα, ἐκ Σιὼν δέδωκεν ἡμῖν, ὡς τεκμήριον ἐμφανές, καὶ ὀρατὴν στηλογραφίαν, τῆς ἀοράτου πρὸς ἡμᾶς, προστασίας Αὐτῆς καὶ ἀρωγῆς· δι᾿ αὐτῆς παρέχει, ἁγιασμὸν καὶ ἔλεος, καὶ ψυχῶν καὶ σωμάτων θεραπείαν, καὶ πᾶσαν δόσιν ἀγαθὴν· ἣν εὐλαβῶς προσκυνοῦντες, ἐκ ψυχῆς βοήσωμεν· ταύτην τὴν Μονήν Σου φύλαττε ἀεί, πιστῶς ἀνακειμένην Σοι, Τριχεροῦσα Πανύμνητε.

Εἴσοδος, Φῶς ἱλαρόν, τὸ Προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα.
Γενέσεως τὸ Ἀνάγνωσμα (Κβω. κη᾿ 10).
Ἐξῆλθεν Ἰακὼβ ἀπὸ τοῦ φρέατος τοῦ ὅρκου, καὶ ἐπορεύθη εἰς Χαῤῥάν, καὶ ἀπήντησε τόπῳ, καὶ ἐκοιμήθη ἐκεῖ᾿ ἔδυ γὰρ ὁ ἥλιος. Καὶ ἔλαβεν ἀπὸ τῶν λίθων τοῦ τόπου, καὶ ἔθηκε πρὸς κεφαλῆς αὐτοῦ καὶ ἐκοιμήθη ἐν τῷ τόπῳ ἐκείνῳ καὶ ἐνυπνιάσθη. Καὶ ἰδοὺ κλῖμαξ ἐστηριγμένη ἐν τῇ γῆ, ἧς ἡ κεφαλὴ ἀφικνεῖτο εἰς τὸν οὐρανὸν καὶ οἱ Ἄγγελοι τοῦ Θεοῦ ἀνέβαινον καὶ κατέβαινον ἐπ᾿ αὐτὴν· ὁ δὲ Κύριος ἐπεστήρικτο ἐπ᾿ αὐτῆς καὶ εἶπεν· Ἐγὼ ὁ Θεὸς Ἀβραὰμ τοῦ πατρός σου, καὶ ὁ Θεὸς Ἰσαάκ, μὴ φοβοῦ. Ἡ γῆ, ἐφ᾿ ἧς σὺ καθεύδεις ἐπ᾿ αὐτῆς, σοὶ δώσω αὐτὴν καὶ τῷ σπέρματι σου. Καὶ ἔσται τὸ σπέρμα σου ὡσεὶ ἄμμος τῆς γῆς, καὶ πλατυνθήσεται ἐπὶ Θάλασσαν, καὶ Λίβα, καὶ Βοῤῥᾶν, καὶ ἐπὶ Ἀνατολὰς καὶ ἐνευλογηθήσονται ἐν σοὶ πᾶσαι αἱ φυλαὶ τῆς γῆς, καὶ ἐν τῷ σπέρματι σου. Καὶ ἰδοὺ ἐγὼ μετὰ σοῦ, διαφυλάσσων σε ἐν τῇ ὁδῷ πάσῃ, οὑ ἐὰν πορευθῇς· καὶ ἀποστρέψω σε εἰς τὴν γῆν ταύτην ὅτι οὑ μὴ σὲ ἐγκαταλίπω, ἕως τοῦ ποίησαι με πάντα ὅσα ἐλάλησα σοι. Καὶ ἐξηγέρθη Ἰακὼβ ἀπὸ τοῦ ὕπνου αὐτοῦ καὶ εἶπεν· Ὡς φοβερὸς ὁ τόπος οὗτος! οὐκ ἐστὶ τοῦτο, ἀλλ᾿ ἡ οἶκος Θεοῦ· καὶ αὕτη ἡ πύλη τοῦ οὐρανοῦ.

Προφητείας Ἰεζεκιὴλ τὸ Ἀνάγνωσμα (Κεφ. μγ΄ 27-μδ᾿ 1).
Ἕσται ἀπὸ τῆς ἡμέρας τῆς ὀγδόης καὶ ἐπεκεῖνα, ποιήσουσιν οἱ ἱερεῖς ἐπὶ τὸ θυσιαστήριον τὰ ὁλοκαυτώματα ὑμῶν, καὶ τὰ τοῦ σωτηρίου ὑμῶν, καὶ προσδέξομαι ὑμᾶς, λέγει Κύριος Κύριος. Καὶ ἐπέστρεψέ με κατὰ τὴν ὁδὸν τῆς πύλης τῶν Ἁγίων τῆς ἐξωτέρας, τῆς βλεπούσης κατὰ ἀνατολὰς καὶ αὕτη ἢν κεκλεισμένη. Καὶ εἶπε Κύριος πρὸς με· Ἡ πύλη αὕτη κεκλησμένη ἔσται, οὐκ ἀνοιχθήσεται, καὶ οὐδεὶς οὑ μὴ διέλθῃ δι᾿ αὐτῆς ὅτι Κύριος ὁ Θεὸς Ἰσραὴλ εἰσελεύσεται δι᾿ αὐτῆς, καὶ ἔσται κεκλεισμένη. Διότι ὁ ἡγούμενος οὗτος κάθηται ἐπ᾿ αὐτήν, τοῦ φαγεῖν ἄρτον. Κατὰ τὴν ὁδὸν Αἰλὰμ τῆς πύλης εἰσελεύσεται, καὶ κατὰ τὴν ὁδὸν αὐτοῦ ἐξελεύσεται. Καὶ εἰσήγαγέ με κατὰ τὴν ὁδὸν τῆς πύλης τῆς πρὸς Βοῤῥᾶν, κατέναντι τοῦ οἴκου· καὶ εἶδον, καὶ ἰδοὺ πλήρης δόξης ὁ οἶκος Κυρίου.

Παροιμιῶν τὸ Ἀνάγνωσμα (Κεφ. Θ-1).
Ἡ Σοφία ᾠκοδόμησεν ἑαυτῇ οἶκον, καὶ ὑπήρεισε στύλους ἑπτά. Ἔσφαξε τὰ ἑαυτῆς θύματα, καὶ ἐκέρασεν εἰς κρατῆρα τὸν ἑαυτῆς οἶνον, καὶ ἡτοιμάσατο τὴν ἑαυτῆς τράπεζαν. Ἀπέστειλε τοὺς ἑαυτῆς δούλους, συγκαλοῦσα μετὰ ὑψηλοῦ κηρύγματος ἐπὶ κρατῆρα, λέγουσα. Ὅς ἐστιν ἄφρων, ἐκκλινάτω πρὸς με. Καὶ τοῖς ἐνδεέσι φρενῶν εἶπεν· Ἔλθετε, φάγετε τὸν ἐμὸν ἄρτον, καὶ πίετε οἶνον ὅν κεκέρακα ὑμῖν. Ἀπολείπετε ἀφροσύνην, καὶ ζήσεσθε· καὶ ζητήσετε φρόνησιν, ἵνα βιώσητε, καὶ κατορθώσητε σύνεσιν ἐν γνώσει. Ὁ παιδεύων κακούς, λήψεται ἑαυτῷ ἀτιμίαν. Ἐλέγχων δὲ τὸν ἀσεβῆ, μωμήσεται ἑαυτόν· οἱ γὰρ ἐλέγχοι τῷ ἀσεβεῖ μώλωπες αὐτῷ. Μὴ ἐλέγχε κακούς, ἵνα μὴ μισήσωσε σε· ἐλέγχε σοφόν, καὶ ἀγαπήσει σε. Δίδου σοφῷ ἀφορμήν, καὶ σοφώτερος ἔσται· γνωρίζε δικαίῳ, καὶ προσθήσει τοῦ δέχεσθαι. Ἀρχὴ σοφίας, φόβος Κυρίου καὶ βουλὴ Ἁγίων σύνεσις τὸ δὲ γνῶναι νόμον, διανοίας ἐστὶν ἀγαθῆς. Τούτῳ γὰρ τῷ τρόπῳ πολὺν ζήσεις χρόνον, καὶ προστεθήσεται σοι ἔτη ζωῆς.

Εἰς τὴν Λιτήν, Ἰδιόμελα. Ἦχος α´.
Πάλαι μὲν ἡ Σερβία, τὴν Σὴν Εἰκόνα κεκτημένη, ἣν ἐν ταύτῃ ἐθησαύρισεν ὁ θεῖος Σάββας, εὐφροσύνης ἐπληροῦτο, καὶ θείας ἰσχύος, ὑμνοῦσά σε Δέσποινα· νῦν δὲ ταύτην πλουτοῦσα, ἡ εὐαγὴς Χιλανδαρίου Μονή, ὡς λυχνίαν μυστικήν, καὶ ἐλαίαν κατάκαρπον, ἀπολαμβάνει Ἄχραντε, τῶν ἡδίστων καρπῶν, τῆς Σῆς λαμπρὰς ἐπισκιάσεως· ἧ πίστει προσπίπτουσα, ἐν κατανύξει βοᾶ σοι· ὡς πάλαι ἐθεράπευσας, τὸν ἱερὸν Ἰωάννην, οὕτως ἀεὶ δίδου Κόρη, ψυχῶν καὶ σωμάτων ἡμῖν θεραπείαν, πρεσβεύουσα τῷ Σῷ Υἱῷ, σῴζεσθαι τοὺς Σὲ μακαρίζοντας.
Ἦχος β´.
Ὡς θαυμαστὴ ἡ πρὸς ἡμᾶς Σου πρόνοια, καὶ τῆς χρηστότητος ὁ πλοῦτος, Θεοτόκε Παρθένε! Μητρικῇ γὰρ ἀγάπῃ, καὶ σπλάγχνοις οἰκτιρμῶν, ἡγουμένη ἡμῖν ὤφθης, καὶ ὁδηγὸς σωτήριος, καὶ πύργος ἰσχύος, καὶ πρὸς Θεὸν οἰκείωσις, καὶ μεσίτρια καὶ σκέπη· καὶ τρανῶς τοῦτο ἔδειξας, τῷ ὁσίῳ ἐπιφανεῖσα Ἀσκητῇ, καὶ τῇ τῆς θείας Εἰκόνος Σου, παραδόξῳ ἐνθρονίσει· ἀσφαλῶς γὰρ διέπεις ἡμᾶς, καὶ λυτροῦσαι πειρασμῶν, ἑνὶ ἑκάστῳ παρέχουσα, τά πρὸς σωτηρίαν αἰτήματα.
Ἦχος γ´.
Ὡς πηγὴ προφητικῶς, ἐκ Σιὼν προελήλυθεν ἡμῖν, ἡ παναγία Εἰκών Σου, Θεοτόκε Ἀειπάρθενε· τῇ ἐπομβρίᾳ γὰρ τῆς δόξης Σου, θείων χαρίτων ῥεῖθρα, καὶ ψυχοτρόφον γλυκασμόν, μυστικῶς βλυστάνει, τοῖς εὐλαβῶς αὐτῇ προστρέχουσι· και πικρίαν ξηραίνουσα παθῶν, τοῦ ἰοβόλου δράκοντος, τὴν καθ᾿ ἡμῶν ἀναστέλλει ἐπήρειαν· ταύτην γὰρ πάλαι καὶ νῦν, ἐθαυμάστωσας Δέσποινα, εἰς περιποίησιν ἡμῶν, καὶ σωτήριον λύτρωσιν πάσης θλίψεως. Διὸ πάντες κηρύττομεν, τῶν δωρεῶν Σου τὸ μέγεθος.
Ἦχος δ´.
Ὡς συμπαθείας θησαυρός, Θεοτόκε Παρθένε, συμπαθῶς τῶν δεήσεων εἰσήκουσας, Ἰωάννου τοῦ Σοῦ θεράποντος, καὶ τὴν ἐκκοπεῖσα αὐτοῦ χεῖρα, παραδόξως θεραπεύσασα, ἅπαντας ἐξέπληξας, τῷ παραδόξῳ θαύματι· νῦν δὲ ταύτην τὴν Μονήν Σου, εἰς ἣν ηὐδόκησας δοθῆναι, ἡ χαριτόβρυτος Εἰκών Σου, ἐκ πάσης ἀνάγκης ῥύῃ, καὶ πληροῖς τῶν ἀγαθῶν Σου, καὶ ἄλλον παράδεισον, τοῖς νάμασιν ἀρδεύεις, τῶν πολλῶν Σοῦ ἀντιλήψεων· διὸ χαριστήριον ᾄδομεν Σοι αἴνεσιν, τὴν τοῦ Ἀρχαγγέλου φωνὴν βοῶντές Σοι· χαῖρε Κεχαριτωμένη ὁ Κύριος μετὰ Σοῦ, ὁ παρέχων διὰ Σοῦ ἡμῖν τὸ μέγα ἔλεος.

Δόξα. Καὶ νῦν. Ὁ αὐτός.
Τὴν πρὸ τόκου καὶ ἐν τόκῳ, καὶ μετὰ τόκον Παρθένον, ὡς ὑπὲρ φύσιν τεκούσαν ἐν σαρκί, τὸν προαιώνιον Λόγον τοῦ Πατρός, τὴν Θεοτόκον Μαρίαν, τὴν ἐξαιρέτῳ τρόπῳ προστασίαν ἡμῶν, τῶν Μοναστῶν αἱ χορεῖαι, χρεωστικῶς μακαρίσωμεν πᾶσι γὰρ παρέχει σωτηριώδη χάριν, παντὸς κινδύνου ἡμᾶς ἀπαλλάττουσα, ὡς κηδεμὼν καὶ προϊσταμένη, καὶ ἔφορος ἡμῶν καὶ δέει πολλῷ, καὶ πίστει θερμῇ, τὴν σεπτὴν αὐτῆς Εἰκόνα προσκυνήσωμεν λέγοντες· Τριχεροῦσα Πανύμνητε, μὴ διαλίπῃς περιεποῦσα ταύτην τὴν Μονήν Σου, ταῖς μητρικαῖς Σου ἀντιλήψεσι.

Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια.
Ἦχος πλ.α´. Χαίροις ἀσκητικῶν.
Χαίροις Παρθενομῆτορ Ἁγνή, ἀΰλου ἄνθρακος λαβὶς ἡ πυρίμορφος, καθέδρα ἡ φωτοφόρος, τοῦ βασιλέως Χριστοῦ, τῆς ἁγίας δόξης οἶκος πάμφωτος, πηγὴ ἡ ζωήῤῥυτος, ἡ πηγάζουσα πάντοτε, ζωῆς τὸ νᾶμα, καὶ ξηραίνουσα βόρβορον, πάσης θλίψεως, ἐπομβρίᾳ τῆς χάριτος· κρήνη ἡ ἀναβλύζουσα, χρηστότητος πέλαγος, Χιλανδαρίου τῆς Μάνδρας, τὸ ἀκατάσειστον στήριγμα, Ἁγνὴ Τριχεροῦσα, ἡ τοῖς πᾶσιν αἰτουμένη, τὸ θεῖον ἔλεος.

Στίχ. Τὸ πρόσωπόν Σου λιτανεύσουσιν οἱ πλούσιοι...
Πίστει καὶ εὐλαβείᾳ πολλῇ, τῆς Δαμασκοῦ ὁ Ἰωάννης τὸ βλάστημα, προσπέσας τῇ Σῇ Εἰκόνι, τὴν ἐκκοπείσαν αὐτοῦ, δεξιὰν ἰάθη τῇ Σῇ χάριτι· διὸ καὶ ἀντίτυπον, τῆς χειρὸς αὐτοῦ Ἄχραντε, τοῦ ἐξαισίου, εἰς ἀνάμνησιν θαύματος, ἀφιέρωσεν, ὡς θεράπων πιστότατος· ἔνθεν ἐκ τούτου κέκληται, προσφόρως Πανύμνητε, ἐκ τῶν πιστῶν Τριχεροῦσα, χάριν καὶ ἔλεος βλύζουσα, τοῖς σπεύδουσι ταύτῃ, καὶ ὑμνοῦσι Θεοτόκε, τὰ μεγαλεῖα Σου.
      
        Στίχ. Μνησθήσομαι τοῦ ὀνόματός Σου ἐν πάσῃ γενεᾷ...     
Σάββας ὁ θεηγόρος ποιμήν, Πνεύματα θείῳ Θεοτόκε κινούμενος, μετήνεγκεν ἐκ τῆς Λαύρας, τὴν Σὴν Εἰκόνα Ἁγνή, τήν Ἡγιασμένου Σάββα Δέσποινα, ὡς δῶρον οὐράνιον, τῇ Σερβίᾳ γηθόμενος, ἐξ ἧς Παρθένε, παραδόξως μετήνεκται, εὐδοκίᾳ Σου, εἰς τὸ Ὄρος τοῦ Ἄθωνος, πάλαι καὶ τεθησαύρισται, ὡς θεῖον κειμήλιον, Χιλανδαρίου τῇ Μάνδρᾳ, αἶνον ᾀδούσῃ Σοι ἄπαυστον, ἧ δίδου ἀπαύστως, εὐφροσύνην καὶ εἰρήνην, καὶ θεῖον ἔλεος.
Δόξα. Καὶ νῦν. Ἦχος πλ. δ´.
Τίς ἐπαξίως ὑμνήσει, τῆς πρὸς ἡμᾶς Σου προνοίας τὸ μέγεθος, Θεοτόκε Ἀειπάρθενε· ὅτι δέδωκας ἡμῖν θησαυρὸν ἀνελλιπῆ, καὶ ταμεῖον ἀκένωτον, τῶν ψυχοτροφῶν ἀγαθῶν, τὴν ὑπέρτιμον Εἰκόνα Σου· ᾗ πίστει προσπίπτοντες, ἐκτενῶς βοῶμέν Σοι· ὡς πάλαι τῷ θείῳ Ἰωάννῃ, τὴν Σὴν χάριν ἐβράβευσας, οὕτω καὶ ἡμῖν μὴ παύσῃ παρέχουσα, τὰς δωρεὰς τῆς προστασίας Σου, πρὸς εὐφροσύνην τῶν ψυχῶν ἡμῶν.

Νῦν ἀπολύεις, Τρισάγιον, Ἀπολυτίκιον.
Ἦχος δ´. Ταχὺ προκατάλαβε.
Τὴν θείαν Εἰκόνα Σου, ἐκ Παλαιστίνης ἡμῖν, ὁ Σάββας ὁ ἔνθεος, ἣν Τριχερούσαν Ἁγνή, καλοῦμεν μετήνεγκεν· ἥνπερ Χιλανδαρίου, ἡ Μονὴ κεκτημένη, ὕμνον Σοι Θεοτόκε, ἀναμέλπει βοῶσα· Χαῖρε Κεχαριτωμένη, ὁ Κύριος μετὰ Σοῦ. (γ´).
          Ἀπόλυσις.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν α´ Στιχολογίαν, Κάθισμα.
Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Τὴν θείαν Σου μορφήν, Ἰωάννης ὁ θεῖος, ὡς χάριτος πολλῆς, κεκτημένος ταμεῖον, πιστῶς αὐτῇ προσέπεσε, καὶ τὴν ἴασιν ἔλαβεν· ἣν Πανάχραντε, πανευλαβῶς προσκυνοῦντες, κομιζόμεθα, τὴν ἐξ αὐτῆς προϊοῦσαν, οὐράνιον δύναμιν. (Δίς).

Μετὰ τὴν β´ Στιχολογίαν, Κάθισμα.
Ἦχος γ’. Τὴν ὡραιότητα.
Σάββας ὁ ὅσιος, Ἁγνὴ θεράπων Σου, ὡς δῶρον τίμιον, τὸ Σὸν ἐκτύπωμα, ἐκ Παλαιστίνης εὐλαβῶς, μετήγαγε Θεοτόκε, ὑπερφαῖνον ἅπασι, τῆς λαμπρὰς προμηθείας Σου, χάριν τὴν ἀέναον, τῇ σεπτῇ κληρουχία Σου, ὁ πίστει προσκυνοῦντες βοῶμεν· χαῖρε Παρθένε Τριχεροῦσα. (Δίς).

Μετὰ τὸν Πολυέλεον, Κάθισμα.
Ἦχος πλ. δ´. Τὸ προσταχθὲν μυστικῶς.
Τὴν ἰαθείσαν δεξιὰν ὁ Ἰωάννης, τυπώσας Κόρη, τῇ ἁγίᾳ Σου Εἰκόνι, εὐλαβῶς ἀνέθετο ἀνυμνολογών Σε, ἐντεῦθεν κλῆσιν λαβοῦσα τὴν προσφυῆ, παρέχει πᾶσι βοήθειαν ταχινήν, Τριχεροῦσα τοῖς σπεύδουσι, τῇ Σῇ θερμῇ ἐπισκοπῇ, καὶ πόθῳ ἐκβοῶσι Σοι· Χαῖρε Νύμφη Ἀνύμφευτε. (Δίς).

Οἱ Ἀναβαθμοί. Τὸ α´ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Ἐκ νεότητός μου πολλὰ πολεμεῖ με πάθη· ἀλλ’ αὐτὸς ἀντιλαβοῦ καὶ σῶσον, Σωτήρ μου (δίς).
Οἱ μισοῦντες Σιῶν, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου· ὡς χόρτος γὰρ πυρὶ ἒσεσθε ἀπεξηραμμένοι (δὶς).
Δόξα Πατρί.
Ἁγίω Πνεύματι πᾶσα ψυχὴ ζωοῦται καὶ καθάρσει ὑψοῦται, λαμπρύνεται τῇ τριαδικῇ μονάδι ἱεροκρυφίως.
Καὶ νῦν.
Ἁγίῳ Πνεύματι ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα ἅπασαν τὴν κτίσιν πρὸς ζωογονίαν.

Προκείμενον. Τὸ πρόσωπόν Σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ.
Στίχ. Μνησθήσομαι τοῦ ὀνόματός Σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.
Εὐαγγέλιον ἐκ τοῦ κατὰ Λουκᾶν. Ἐν ταῖς ἡμέραις ἐκείναις, ἀναστᾶσα Μαριάμ... (Ζήτει τῇ κα´. Νοεμβρίου).

Ὁ Ν´  Ψαλμός.
λέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἐπὶ πλεῖον πλῦνον μὲ ἀπὸ τῆς ἀνομίας μου, καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με.
Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διὰ παντός.
Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα· ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.
Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.
Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας· τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι.
Ῥαντιεῖς μὲ ὑσσώπω καὶ καθαρισθήσομαι· πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι.
Ἀκουτιείς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.
Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τάς ἀνομίας μου ἐξάλειψον.
Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου.
Μὴ ἀπορρίψης με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ ἐμοῦ.
Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με.
Διδάξω ἀνόμους τάς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι.
Ῥῦσαὶ μὲ ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου.
Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.
Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ, πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.
Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ.
Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα.
Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Δόξα. Ταῖς τῆς Θεοτόκου...
Καὶ νῦν. Ταῖς τῆς Παναχράντου...

Ἰδιόμελον. Ἦχος πλ. β´.
Στίχ.: Ἐλέησόν με ὁ Θεὸς, κατὰ τὸ μέγα ἔλεός Σου...
Ἡ τὸν Σωτῆρα τοῦ παντός, ἀνερμηνεύτως τεκοῦσα, καὶ σωτηρίαν πᾶσιν αἰτουμένη, ψυχῆς καὶ σώματος, Θεοτόκε Πανάμωμε, τὴν Σὴν κραταιὰν ἀρωγὴν ἀεὶ πρυτανεῦε, τῇ παρούσῃ Μονῇ Σου· ὡς γὰρ θεμέλιον ἄσειστον, καὶ ἄγκυραν ἐλπίδος, τὴν ἁγίαν κέκτηται Εἰκόνα Σου, καὶ ἐν αὐτῇ καυχᾶται καὶ στηρίζεται, καὶ χεῖρας ἱκέτιδας αἵρει βοῶσα· τὸν Σὸν Υἱὸν καὶ Θεὸν ἱκέτευε, σῴζεσθαι Παρθένε, τοὺς Σὲ μεγαλύνοντας.

Εἶτα οἱ Κανόνες. Κανὼν πρῶτος οὑ ἡ ἀκροστιχίς: Τῇ Τριχερούση Παρθένῳ αἶνος. Γερασίμου.
ᾨδὴ α´. Ἦχος δ´. Ὁ Εἱρμός. Ἀνοίξω τὸ στόμα μου.
Ταῖς θείαις ἐλλάμψεσι, τῆς ἀγλαΐας Σου Ἄχραντε, τὸ σκότος ἀπέλασον, τῆς διανοίας μου, ἵνα μέλψω Σου, τὰ θεία μεγαλεῖα, καὶ ᾄσω προσφόρως Σοι, ὕμνον ἑόρτιον.

Ἡλίου λαμπρότερον, ἐναποστράπτει Πανάμωμε, τῆς θείας Εἰκόνος Σου, ἡ κεκρυμμένη ἰσχύς, πᾶσι νέμουσα, βοήθειαν ταχεῖαν, διὸ χαριστήριον, αἶνόν Σοι ᾄδομεν.

Τῇ θείᾳ Εἰκόνι Σου, ὁ Ἰωάννης ὁ πάνσοφος, προσπέσας ἀπέλαβε, χειρὸς τὴν ἴασιν· νῦν δὲ Πάναγνε, ταύτην ἡμεῖς τιμῶντες, λαμβάνομεν δύναμιν, ὑμνολογοῦντές Σε.

Ῥοαῖς τῶν χαρίτων Σου, Θεοχαρίτωτε Δέσποινα, ψυχήν μου τὴν ἄκαρπον, ἄρδευσον δέομαι, ὡς ἂν στάχυας, βλαστήσῃ μετανοίας, καὶ βίον ἐνάρετον, τῇ ἀντιλήψει Σου.

Κανὼν δεύτερος, οὑ ἡ ἀκροστιχίς: Χιλανδαρίου σὺ εἰ προστάτις. Γερασίμου.
Ἦχος πλ. δ´. Ὑγρὰν διοδεύσας.
Χριστὸν τετοκυῖα ὑπερφυῶς, ἐθέωσας Κόρη, τὴν οὐσίαν τῶν γηγενῶν, νῦν δὲ τῇ ἁγίᾳ Σου Εἰκόνι, καθαγιάζεις ἡμῶν τὰ νοήματα.

Ἰθύνουσα Κόρη τὴν Σὴν Μονήν, Χιλανδαρίου, τῷ θελήματι τοῦ Θεοῦ, μὴ παύσῃ Παρθένε Τριχεροῦσα, τὴν ἀφορῶσαν ἀεὶ πρὸς τὴν σκέπην Σου.

Λυχνία καθάπερ χρυσοφαής, Κεχαριτωμένη, ἠ Εἰκών Σου ἡ θαυμαστή, ὤφθη τῇ Σῇ χάριτι Παρθένε, φῶς νοητὸν Τριχεροῦσα ἐκλάμπουσα.

Ἀγγέλων κυκλοῦσι θεῖοι χοροί, Κεχαριτωμένη, τὴν Εἰκόνα Σου τὴν σεπτήν, ἡμεῖς δὲ ἐν πίστει Θεοτόκε, ταύτῃ προσπίπτοντες χάριν δρεπόμεθα.
Καταβασία. Ἀνοίξω τὸ στόμα μου...

ᾨδὴ γ´. Ὁ Εἱρμός. Τοὺς Σοὺς ὑμνολόγους Θεοτόκε.
Ἰδόντες τῷ θρόνῳ Ἡγουμένου, τὴν θείαν Εἰκόνα Σου Ἁγνή, καὶ τὸ σεπτόν Σου βούλημα, οἱ Μονασταὶ ὡς ἔμαθον, Σὲ ὁδηγὸν καὶ ἔφορον, διὰ παντὸς ἔσχον, Δέσποινα.

Χριστὸν ἐν ἀγκάλαις Σου ὡς βρέφος, κρατοῦσαν ὁρῶντες Σε Ἁγνή, ἐν τῇ σεπτῇ Εἰκόνι Σου, βοῶμέν Σοι Πανύμνητε· τούτῳ ὡς Μήτηρ λάλησον, ὑπὲρ ἡμῶν λόγον κρείττονα.

Ἐπλήσθη χαρᾶς ὁ Ἰωάννης, τυχῶν θεραπείας τῆς χειρός, Παρθένε τῇ Σῇ χάριτι, καὶ τὴν σεπτὴν Εἰκόνα Σου, ὡς ἱερὸν θησαύρισμα, διαφερόντως τετίμηκε.

Ῥεόντων ἀνύψωσον τὸν νοῦν μου, πρὸς κάλλος τῶν ἄνω ἀγαθῶν, καὶ τὴν ψυχήν μου λάμπρυνον, φωτὶ τῷ θείῳ Ἄχραντε, ὡς ἂν παθῶν τὴν ζόφωσιν, ὁλοσχερῶς ἀποκρούσωμαι.

Δεύτερος. Σὺ εἰ τὸ στερέωμα.
Νόμοις τῆς ἀσκήσεως, ταύτην τὴν ποίμνην Σου ἄνωθεν, τῆς ἐν Χριστῷ, ποίμανον Παρθένε, τὴν πιστῶς ἀνυμνοῦσάν Σε.

Δῶρον θεοδώρητον, τὴν παναγίαν Εἰκόνα σου, ἔχει Μονὴ Χιλανδαρίου, Θεοτόκε ὑμνοῦσά σε.

Ἅπαντες ἐν θλίψεσι, τῇ Σῇ Εἰκόνι προσπίπτοντες· λύσιν δεινῶν, λαμβάνομεν θᾶττον, Τριχεροῦσα ὑμνοῦντές Σε.

Ῥάβδος ἡ βλαστήσασα, τὸν φυτουργὸν πάσης κτίσεως, δίδου ἰσχύν, ἡμῖν Θεοτόκε, ἐναντίον τοῦ χείρονος.
Καταβασία. Τοὺς Σοὺς ὑμνολόγους...

Κάθισμα. Ἦχος δ´. Ταχὺ προκατάλαβε.
Ταχεῖαν βοήθειαν, ἐν πειρασμοῖς χαλεποῖς, προσπίπτοντες Ἄχραντε, τῇ Σῇ θερμῇ ἀρωγῇ, εὑρίσκοντες πάντοτε, ὕμνον εὐχαριστίας, Σοί προσάδομεν πόθῳ, πίστει παρεστηκότες, τῇ σεπτῇ Σου Εἰκόνι, Παρθένε Τριχερούσα, ἡμῶν καταφύγιον. (Δίς).

ᾨδὴ δ´. Ὁ Εἱρμός. Ὁ καθήμενος ἐν δόξῃ.
Ὄνῳ Κόρη ὀχουμένη, ἡ Εἰκών Σου τῇ νεύσει Σου, ἧκεν ἐκ Σερβίας, Ὄρει παραδόξως τοῦ Ἀθωνος, Χιλανδαρίου Μονὴν δὲ ἠρετίσατο, εἰς κατάπαυσιν, καὶ Μοναστῶν περιποίησιν.

Ὕμνησαν Θεογεννῆτορ, τὴν πολλὴν Σου χρηστότητα, ὅτε εἶδον Κόρη, οἱ Χιλανδαρίου Μονάζοντες, πρὸς τὴν Μονὴν αὐτῶν ἤκουσαν ἐν θαύματι, τὴν Εἰκόνα Σου, ἣν εὐλαβῶς ὑπεδέξαντο.

Σκέπη ἔσο καὶ προστάτις, ἰατρός τε καὶ ἔφορος, καὶ Καθηγουμένη, ὥσπερ Θεοτόκε ηὐδόκησας, ταύτῃ τῇ Μάνδρᾳ πιστῶς ἀνακειμένῃ Σοι, ἄχρι πέρατος, τοῦδε τοῦ βίου δεόμεθα.

Ἡλιόμορφος ὡς θρόνος, ἐν ἀγκάλαις βαστάζουσα, τῆς δικαιοσύνης, Κόρη τὸν ἀνέσπερον Ἥλιον, φέγγει ἀΰλῳ τὸ θεῖον Σου ἐκτύπωμα, ἐχαρίτωσας, καὶ θαυμαστῶς ἐμεγάλυνας, ὁδηγὸν καὶ ἔφορον, διὰ παντὸς ἔσχον Δέσποινα.

Πάσης βλάβης καὶ ἀνάγκης, καὶ ἐχθρῶν ἐπιθέσεως, Κεχαριτωμένη, ἀσινῆ φυλάττοις ἑκάστοτε, Χιλανδαρίου Μονὴν τὴν κεκτημένην Σε, μέγα καύχημα, καὶ ἀσφαλὲς καταφύγιον.

Δεύτερος. Εἰσακήκοα Κύριε.
Ἱλαστήριον ἔχοντες, τὴν Σὴν παναγίαν Εἰκόνα Ἄχραντε, ἐξ αὐτῆς ἀεὶ καρπούμεθα, τῆς Σῆς εὐλογίας τὰ δωρήματα.

Ὅρος τοῦτο τοῦ Ἀθωνος, ὁ κληρονομίαν ἔσχες ἀπόλεκτον, σκέπε Κόρη καὶ διάσῳζε, πάσης ἐναντίας ἐπιθέσεως.

Ὕμνοις θείοις καὶ ᾄσμασιν, ἔνδον τῆς Μονῆς Σου ταύτης εἰσήγαγον, τὴν Εἰκόνα Σου Πανάμωμε, τὴν ἐνταῦθα ξένῳ τρόπῳ ἥξασαν.

Σάββας πάλαι ὁ Ὅσιος, ἐκ τῆς Παλαιστίνης ὡς θεῖον δώρημα, τὴν Εἰκόνα Σου μετήγαγεν, ἥτις Τριχεροῦσα Κόρη κέκληται.
Καταβασία. Τὴν ἀνεξιχνίαστον θείαν βουλήν.

ᾨδὴ ε´ . Ὁ Εἱρμός. Ἐξέστη τὰ σύμπαντα.
Ἀφράστως κυήσασα, τὸν Ποιητὴν τῆς κτίσεως, Κεχαριτωμένη Θεοτόκε, ἀῤῥήτῳ τρόπῳ δίδως τὴν χάριν τὴν Σήν, τῷ τῆς ἐμφερείας Σου Ἁγνή, θείῳ ἐκτυπώματι, ὡς Θεοῦ Μήτηρ ἄχραντος.

Ῥημάτων εἱσήκουσας, δεήσεων Πανάμωμε, τοῦ θεράποντός Σου Ἰωάννου, καὶ ἐπιστᾶσα τούτῳ ἰάτρευσας, τὴν ἀποκοπεῖσαν δολερῶς, δεξιὰν κηρύττοντος, πανευσήμως τὸ θαῦμα Σου.

Θεώμενοι ἥκοντα, ἀπὸ Σερβίας Δέσποινα, πάλαι οἱ Μονάζοντες τὸν ὄνον, φέροντα ὤμοις τῇ θείᾳ νεύσει Σου, Κόρη τὴν Εἰκόνα Σου φρικτῶς, ἐν ἐκπλήξει ᾔνεσαν, τὰ πολλὰ μεγαλεῖα Σου.

Ἐν πίστει ἀνέθεντο, ἔνδον τοῦ θείου Βήματος, Κόρη τὴν ἁγίαν Σου Εἰκόνα, ἀλλὰ δυνάμει τῇ Σῇ μετήνεκται, ἔνθα νῦν ὁρᾶται θαυμαστῶς, ὡς ἐξάρχων Ἄχραντε, τῆς Μονῆς καὶ Ἡγούμενος.

Δεύτερος. Φώτισον ἡμᾶς.
Ὑπερθὲν Ἁγνή, ἐποπτεύοις ἡμᾶς ἵλεως, ἀπαλλάττουσα δεινῶν ἐπιφορῶν, διὰ τοῦτο κατὰ χρέος Σέ δοξάζομεν.

Ἔχει ἀληθῶς, καταφύγιον καὶ στήριγμα, ἡ Μονὴ Χιλανδαρίου Σὴν Μορφὴν, διὰ τοῦτο μεγαλύνει Σοῦ τὰ θαύματα.

Ἴδε συμπαθῶς, Τριχεροῦσα Ὑπερύμνητε, τοὺς ἐν πίστει προσιόντας Σοι θερμῇ, καὶ τὴν αἴτησιν αὐτῶν πλήρωσον Δέσποινα.

Πλήρης οἰκτιρμῶν, ἡ μορφή Σου τῇ Εἰκόνι Σου, καθοράται καὶ πληροῖ ἡμᾶς χαρᾶς, Θεοτόκε τοὺς ἐλπίζοντας τῇ σκέπῃ Σου.
Καταβασία. Ἐξέστη τὰ σύμπαντα.

ᾨδὴ στ´. Ὁ Εἱρμός. Τὴν θείαν ταύτην καὶ πάντιμον.
Ναὸς Θεοῦ οὖσα πάμφωτος, ἐν ναῷ Σου τῷ ἁγίῳ ηὐδόκησας, τεθῆναι Ἄχραντε, τὴν Σὴν Εἰκόνα τὴν πάνσεπτον, ἐληλυθυῖαν ὧδε, ἐν ξένῳ θαὺματι.

Ὡς κηδεμόνα καὶ ἔφορον, ἡγούμενον ἐν πᾶσι καὶ πρύτανιν, Χιλανδαρίου Σε, Μονὴ γεραίρει δοξάζουσα, τὴν θείαν Τριχεροῦσα, πιστῶς Εἰκόνα Σου.

Ἀπὸ τῆς Λαύρας μετήνεκται, τοῦ ἐν Ὁσίοις Σάββα ἐξάρχοντος, Εἰκὼν ἡ θεία Σου, πρὸς τὴν Σερβίαν ἐκεῖθεν δέ, Παρθένε ἡμῖν ἧκε, ὡς μέγα δώρημα.

Ἰδοὺ τῇ θείᾳ Εἰκόνι Σου, Μονῆς Σου ἡ συγκρότησις ἵσταται, καὶ πίστει κράζει Σοι· μὴ παραβλέψῃς τὰ τέκνα Σου, ὦ Τριχεροῦσα Κόρη, τὰ πεποιθότα Σοι.

Δεύτερος. Ἰλάσθητί μοι Σωτήρ.
Ῥόδον καθάπερ τερπνόν, ἀρωματίζει ἑκάστοτε, ἐπιφοιτήσει τῆς Σῆς, προνοίας Πανάχραντε, Εἰκών Σου ἡ πάντιμος, ἡμῖν καθ᾿ ἑκάστην, μυστικῶς τὴν θείαν χάριν Σου.

Ὁ Σάββας ὁ ἱερός, ὁ τῆς Σερβίας διδάσκαλος, ὁσίαις Κόρη χερσίν, ἐκ Σιὼν μετήγαγεν, ἡμῖν τὴν Εἰκόνα Σου, πάντας Τριχερούσα, ἁγιάζουσαν τῇ δόξῃ Σου.

Σκέπην καὶ τεῖχος στεῤῥόν, Χιλανδαρίου ἡ Μάνδρα Σε, κατέχουσα ἀληθῶς, αἶνον χαριστήριον, Κόρη ἀναμέλπει Σοι, ἀεὶ καρπουμένῃ, τῆς προνοίας Σου τὰς χάριτας.

Τῆς Σῆς Εἰκόνος Ἁγνή, ἡ Τριχεροῦσα ὀνόματι, τὴν ἔλευσιν ἐν χαρά, ὧδε ἑορτάζομεν, εὐχαρίστοις ᾄσμασιν, ἑορτὴν Παρθένε, ἐτησίαν συγκροτοῦντές Σοι.
Καταβασία. Τὴν θείαν ταύτην.

Κοντάκιον. Ἦχος πλ. δ´. Τῇ Ὑπερμάχῳ.
Τῆς Θεοτόκου τὴν εἰκόνα τὴν πανσέβαστον, ἥ Τριχερούσα ξένῳ θαύματι ὠνόμασται, προσκυνήσωμεν ἐν πίστει καὶ εὐλαβείᾳ. Ἀλλ᾿ ὦ Κόρη τὴν Μονήν Σου ταύτην φύλαττε, ἀπὸ πάσης συμφορᾶς καὶ περιστάσεως, ἐκβοώσαν Σοι· χαῖρε πάντων ἀντίληψις.
Ὁ Οἶκος.
Ἄνωθεν ἡ Εἰκών Σου, λαμπρυνθεῖσα Σῇ δόξῃ, δεδώρηται ἡμῖν Θεοτόκε· ᾗ προσιόντες πίστει πολλῇ, τῶν πολλῶν Σου τρυφῶμεν ἀντιλήψεων, καὶ ὕμνον χαριστήριον, προσφέρομεν Σοὶ ἐκβοῶντες·
Χαῖρε, Ἀγγέλων ἡ θυμηδία·
χαῖρε,  ἀνθρώπων ἡ προστασία.
Χαῖρε, τοῦ Σωτῆρος καθέδρα περίδοξος·
χαῖρε,  τῆς Μονῆς Σου προστάτις καὶ ἔφορος.
Χαῖρε, ὅτι ἡμῖν δέδωκας τὴν Εἰκόνα Σου, Ἁγνὴ·
χαῖρε,  ὅτι βλύζεις ἅπασιν εὐσπλαγχνίας τὴν πηγὴν.
Χαῖρε, Χιλανδαρίου πολυτίμητον γέρας·
χαῖρε,  παντὸς τοῦ Ἄθω φύλαξ σκέπη καὶ κέρας.
Χαῖρε, Θεὸν αῤῥήτως κυήσασα·
χαῖρε,  χαρᾶς τὰ πάντα ἐμπλήσασα.
Χαῖρε, ἡμᾶς ἀσφαλῶς ὁδηγοῦσα·
χαῖρε,  τοῦ Σοῦ κλήρου ἡ προνοοῦσα.
Χαῖρε πάντων ἀντίληψις.

Συναξάριον.
Τῇ ΙΒ´ τοῦ αὐτοῦ μηνός, ἐτήσιον σύναξιν ἐπιτελοῦμεν εἰς τιμὴν καὶ μνήμην τῆς Ὑπεραγίας Δεσποίνης ἡμῶν Θεοτόκου καὶ Ἀειπαρθένου Μαρίας, τῆς ἐπονομαζομένης Τριχερούσης, ἧς ἡ ἁγία καὶ θαυματουργὸς Εἰκὼν τεθησαύρισται ἐν τῇ ἱερᾷ καὶ σεβασμίᾳ Μονὴ τοῦ Χιλιανδαρίου.

Στίχ.
Εἰκών Σου Ἁγνὴ ὡς θεία μυροθήκη,
δέδοται ἡμῖν ἐκ Παλαιστίνης πάλαι.
Τριχερούσης δυοκαιδεκάτη ἧξιν ὧδε ἀείδω.
Ταῖς τῆς Πανάγνου Σου Μητρός πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ΄. Ὁ Εἱρμός. Οὐκ ἐλάτρευσαν.
Νοῦν ἀλάστορα, ἀεὶ τὸν φρυαττόμενον, καθ᾿ ἡμῶν Ἄχραντε, θραῦσον τῇ Σῇ ἀρωγῇ, τὰ τούτου βουλεύματα, κατὰ τῆς ποίμνης Σου, ἐναπείργουσα, τῇ κραταιῷ δυνάμει Σου, ἵνα πόθῳ Σὲ ὑμνῶμεν.

Ὅμβριος Ἄχραντε, τῆς θείας προστασίας Σου, σβέσον τοὺς ἄνθρακας, τῶν καθ᾿ ἡμῶν πειρασμῶν, καὶ ἀνάψον Δέσποινα, ἐν ταῖς ψυχαῖς ἡμῶν, πῦρ τὸ ἄυλον, τῆς θείας ἀγαπήσεως, ἐν ἐφέσει τῶν κρειττόνων.

Σὲ προστάτιδα, ἡγούμενον καὶ ἔφορον, καὶ ἀντιλήπτορα, Χιλανδαρίου Μονή, πλουτοῦσα Πανύμνητε, τῇ εὐδοκίᾳ Σου, μεγαλύνει Σου, Εἰκόνα τὴν πανσέβαστον, Τριχεροῦσα Παναγία.

Γνῶσιν κρείττονα, ἐνθεῖσα ταῖς ψυχαῖς ἡμῶν, Θεοχαρίτωτε, πρὸς ἀρετῶν τὴν ὁδόν, προθύμους ἀπέργασαι, ἡμᾶς δεόμεθα, τοὺς προσπίπτοντας, τῇ ἱερῷ Εἰκόνι Σου, Τριχεροῦσα μετὰ δέους.

Δεύτερος. Παῖδες Ἑβραίων.
Ἅπας προσπίπτων Θεοτόκε, τῇ Εἰκόνι Σου λαμβάνει τὰς αἰτήσεις, καὶ πληροῦται χαρᾶς, καὶ θείας εὐφροσύνης, δοξολογὼν Πανύμνητε, τὰ πολλὰ Σου μεγαλεῖα.

Τέτοκας ὕλη βροτησίᾳ, τὸν ἀσώματον Θεὸν δι᾿ εὐσπλαγχνίαν, νῦν δὲ χάριν πολλήν, παρέχεις Θεοτόκε, τῇ θαυμαστῇ Εἰκόνι Σου, εἰς χαρὰν τῶν ἱκετῶν Σου.

Ἴασαι Κόρη τὴν ψυχήν μου, καὶ θεράπευσον τὸ ἀσθενές μου σῶμα, καὶ παθῶν μου δεινῶν, κατεύνασον τὸν σάλον, εἰρήνην τῇ καρδίᾳ μου, καὶ φῶς θεῖον χορηγοῦσα.

Σάββας ὁ θεῖος Σου θεράπων, τὴν ἁγίαν Σου Εἰκόνα Θεοτόκε, ὡς πηγὴν φωτισμοῦ, ἐκόμισε Σοῖς δούλοις· οὑ ταῖς πρεσβείαις Ἄχραντε, σκέπε ταύτην τὴν Μονήν Σου.

Γέφυρα ὤφθης Θεοτόκε, μεταφέρουσα ἡμᾶς εἰς θείαν δόξαν, τὸν τῶν ὅλων Θεόν, τεκοῦσα ἀπειράνδρως· ὅθεν κάμε ἀνάγαγε, ἐκ φθορᾶς πρὸς ἀφθαρσίαν.
Καταβασία. Οὐκ ἐλάτρευσαν.

ᾨδὴ η´. Ὁ Εἱρμός. Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ.
Εἶδον εὐπρεπῆ Σε ὡς γυναῖκα, τοῖς τείχεσι τῆς Μονῆς Σου Παντευλόγητε, Ἄγαρ οἱ ἀπόγονοι, καὶ τῇ Σῇ ἐξέστησαν, ἐπιφανείᾳ Ἄχραντε οἱ πολεμήτορες· ἐκ τούτων ἀφανὴς γὰρ ἐγένου, ἔνδον τῆς Σῆς Μάνδρας, χωροῦσα παραδόξως.

Ῥῦσαι ἐκ σκανδάλων πολυπλόκων, καὶ πάσης ἐπιβουλῆς τοῦ παναλάστορος, Ἄχραντε τὴν ποίμνην Σου, τὴν προσατενίζουσαν τῇ θείᾳ ἀντιλήψει Σου καὶ ἀνακράζουσαν· Σὺ εἰ καταφυγὴ ἐν ἀνάγκαις, ἡμῶν Θεοτόκε, τῶν Σὲ ὑμνολογούντων.

Ἄρτῳ οὐρανίων νοημάτων, Παρθένε οἷα τροφὸς ἡμῶν καὶ ἔφορος, θρέψον τὰς ψυχὰς ἡμῶν, καὶ τὸν νοῦν καταύγασον, φωτὶ φόβου τοῦ κρείττονος ὡς ἂν βιώσωμεν, τῆς κλήσεως ἡμῶν ἐπαξίως, ἐνάρετον βίον, οἱ ὧδε ἐνοικοῦντες.
Στόματι κηρύττομεν καὶ γλώσσῃ, Πανύμνητε Τριχεροῦσα ὧν τυγχάνομεν, παρὰ τῆς Σῆς χάριτος, ἐπιδαψιλεύσεων, κατὰ ψυχὴν ἑκάστοτε καὶ σῶμα Δέσποινα, πλουσίας χορηγίας ὑμνοῦντες, καὶ ὑπερυψοῦντες τὸν ἄφραστον Σου τόκον.

Δεύτερος. Τὸν Βασιλέα.
Ἔῤῥει Παρθένε, τῇ ἱερᾷ Σου Εἰκόνι, χάρις ἄφθονος δροσίζουσα ὡς δρόσος, ταύτην Σου τὴν ποίμνην, καιρῷ τῆς ἀθυμίας.

Ῥάβδῳ Παρθένε, τῆς κραταιᾶς Σου πρεσβείας, κατασύντριψον τοὺς κατὰ τῆς Σῆς ποίμνης, οἷα δεινοὺς θήρας, πικρῶς ὠρυομένους.

Ἀγγέλων δόξα, καὶ τῶν βροτῶν σωτηρία, σῷζε Πάναγνε ἐκ πάσης ἐπηρείας, τοὺς πιστῶς τιμῶντας, τὴν θείαν Σου Εἰκόνα.

Σερβία πάλαι, τῇ Σῇ Εἰκόνι ἐσκίρτα, νῦν δὲ γάνυται Μονῇ Χιλανδαρίου, ταύτην ἐν τοῖς κόλποις, κατέχουσα Παρθένε.
Καταβασία. Παῖδας εὐαγεῖς.

ᾨδὴ θ. Ὁ Εἱρμός. Ἅπας γηγενής.
Ἴαμα ἄρας, τῆς πάλαι γεγένησαι, Χριστὸν κυήσασα, τὸν ἐπανορθώσαντα, βροτῶν τὴν φύσιν ἐξολισθήσασαν, ἀπάτῃ τῇ τοῦ ὄφεως Θεογεννήτρια· νῦν δὲ Κόρη, ἴασαι δεόμεθα, ἀσθενοῦσαν ἡμῶν τὴν διάνοιαν.

Μνήμην ἱεράν, τῆς θείας Εἰκόνος Σου, Παρθένε ἄγοντες, ἥτις ξένῳ θαύματι, ἐκ τῆς Σερβίας ὧδε ἐλήλυθε, τὴν πρὸς ἡμᾶς κηρύττομεν πολλὴν Σου εὔνοιαν, καὶ βοῶμεν· χαίροις Παμμακάριστε, Τριχεροῦσα ἡμῶν ἡ βοήθεια.

Ὅρμημα ἐχθρῶν, ὡς πάλαι ἀνέστειλας, κατὰ τῆς ποίμνης Σου, οὕτω καὶ νῦν Πάναγνε, τῇ ἀοράτῳ ἐπιφανείᾳ Σου, τὴν καθ᾿ ἡμῶν κατάργησον ἐχθροῦ ἐπήρειαν, καὶ εἰρήνην βράβευε ἑκάστοτε, Τριχεροῦσα ἡμῖν δυσωποῦμέν Σε.

Ὕδατι καινῷ, τῆς Σῆς ἐπισκέψεως, ἡμᾶς κατάρδευσον, τηκομένους Ἄχραντε, πυρὶ κινδύνων καὶ περιστάσεων, τῇ γὰρ σεπτῇ Εἰκόνι Σου πιστῶς προσπίπτομεν, καὶ βοῶμεν· Χαῖρε Ἀειπάρθενε, Τριχεροῦσα ἡμῶν ἡ βοήθεια.

Δεύτερος. Κυρίως Θεοτόκον.
Ἱλέῳ ὄμματί Σου, βλέψον Θεοτόκε, τοὺς παρεστῶτας τῇ θείᾳ Εἰκόνι Σου, καὶ πᾶσι δίδου τὴν χάριν Σου τὴν σωτήριον.

Μὴ παύσῃ Θεοτόκε, σκέπουσα ἀπαύστως, Χιλανδαρίου Μονὴν τὴν τιμῶσάν Σε, καὶ σὺν αὐτὴ τὸν Σὸν κλῆρον Κόρη τὸν Ἄθωνα.

Ὁλόφωτε νεφέλη, τοῦ ἀδύτου φάους, τὴν Σὴν ἐκπέτασον σκέπην καὶ σκέπασον, τοὺς ἀνυμνοῦντας Παρθένε τὰ Σά, θαυμάσια.

Ὑμνεῖ ἀδιαλείπτως, τὴν Σὴν προστασίαν, Χιλιανδαρίου Μονὴ καὶ κραυγάζει Σοι· Σύ μου Παρθένε τὸ τεῖχος ὄντως τὸ ἄσειστον.
Καταβασία. Ἅπας γηγενής.

Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.
Ἀγγέλων ἀγαλλίαμα, καὶ τῶν βροτῶν διάσωσμα, Σὺ εἰ Παρθένε Μαρία, ὡς τὸν Χριστὸν τετοκυῖα, διὸ ἡμῖν ηὐδόκησας, δοθῆναι τὴν Εἰκόνα Σου, ἧ Τριχεροῦσα κέκληται, ὥσπερ ἁγίασμα θεῖον, καὶ φυλακτήριον μέγα. (Δίς).

Εἰς τοὺς Αἲνους, ἱστῶμεν στίχους δ´ καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια.
Ἦχος α´. Τῶν οὐρανίων ταγμάτων.
Τῆς Σῆς ἁγίας Εἰκόνος πανηγυρίζομεν, τὴν ἔλευσιν Παρθένε, καὶ θαυμάτων τὴν χάριν, ἐλήλυθε γὰρ ὧδε νεύσει τῇ Σῇ, καὶ χαρᾶς πολλῆς ἔπλησε, Χιλιανδαρίου τὴν Μάνδραν τὴν παρὰ Σοῦ, ἐκλεγεῖσαν εἰς κατάπαυσιν.

Ὁ Ἰωάννης ὁ θεῖος τῆς Δαμασκοὺ ὁ φωστήρ, τὴν ἐκκοπεῖσαν χεῖρα, ἰαθεὶς παραδόξως, παρὰ τῆς Σῆς Εἰκόνος Μῆτερ Ἁγνή, εὐλαβῶς ἐναπέθετο, ταύτην τῇ Λαύρᾳ τοῦ Σάββα τοῦ θαυμαστοῦ, ὡς κειμήλιον οὐράνιον.

Ὁ Ἱεράρχης Κυρίου Σάββας ὁ ἔνθεος, τὴν Σὴν σεπτὴν Εἰκόνα, τῇ Σερβίᾳ κομίσας, ἐνέπλησε τοὺς πάντας Κόρη χαρᾶς, καὶ ἐκεῖθεν ἐλήλυθε, Χιλανδαρίου τῇ Μάνδρᾳ τρόπῳ καινῷ, Μοναστῶν εἰς περιποίησιν.

Ὥσπερ γυνὴ τίς ὀφθεῖσα τοῖς ἐπελθούσιν ἐχθροῖς, καὶ ἀφανὴς ἐκ τούτων, γεγονυῖα Παρθένε, ἐδήλωσας τοῖς πᾶσι τὴν πρὸς ἡμᾶς, θαυμαστὴν προστασίαν Σου, ἣν μηδαμῶς ἀντανέλῃς ὡς συμπαθής, ἐκ τῆς ποίμνης Σου δεόμεθα.
Δόξα. Καὶ νῦν. Ἦχος πλ. α´.
Τὴν ἀνάπλασιν ἡμῶν, τῷ σῷ τόκῳ εἰργάσω, ἐκ τῆς πάλαι φθορᾶς, Θεοτόκε Παρθένε· τὸν γὰρ Χριστὸν τεκοῦσα, ξένων ἀληθῶς μυστηρίων, ἐργαστήριον ὤφθης, ὡς τῷ Θεῷ ἐκλελεγμένη· νῦν δὲ καινῶν πραγμάτων, ἠξίωσας ἡμᾶς, διὰ τῆς θείας σοῦ Εἰκόνος, χαριτωθείσης τῇ ἐπισκιάσει σου ἐναργεστέραν γὰρ δι᾿ αὐτῆς, τὴν σὴν προστασίαν πεποίηκας, σωτηρίους δόσεις ἡμῖν παρέχουσα. Ἀλλ᾿ ᾧ Παντευλόγητε, Κεχαριτωμένη Κόρη, ἀπαύστως ἱκέτευε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

Εἰς τὴν Λειτουργίαν

Τὰ Τυπικά, οἱ Μακαρισμοί καὶ ἐκ τῶν Κανόνων ἡ γ´ καὶ στ᾿ ᾠδή.
Ἀπόστολον καὶ Εὐαγγέλιον ζήτει τῇ κα´ Νοεμβρίου.
Κοινωνικόν: Τὸ πρόσωπόν σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ. Ἀλληλούϊα.

Μεγαλυνάριον.
Ἡ Χιλανδαρίου χαίρει Μονή, ἔχουσα ἐν κόλποις, τὴν Εἰκόνα Σου τὴν σεπτήν, ἥτις Τριχεροῦσα, Παρθένε ἐπεκλήθη, ἣν πίστει προσκυνοῦντες, Σὲ μεγαλύνομεν.

Δίστιχον.
Τριχερούσα πρόσδεξαι τόνδε τὸν ὕμνον·
Ὃν Σοι Γεράσιμος ἐξύφανε πόθῳ.



Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου