Τρίτη 16 Ιουνίου 2015

160.Ἁγίου ΣΥΜΕΩΝ τοῦ Νέου Θεολόγου



Ἀκολουθία Ἁγίου ΣΥΜΕΩΝ τοῦ Νέου Θεολόγου.
Ψαλλομένη τῇ 12η Ὀκτωβρίου
Ποίημα ἁγ. Νικοδήμου τοῦ Ἁγιορείτου


ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ
Εἰς τό Κύριε ἐκέκραξα ἱστῶμεν στίχους δ΄ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια δ΄.
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Ὅτε, κατετρώθης τῷ γλυκεῖ, βέλει τῆς ἀγάπης τῆς θείας, Συμεὼν Ὅσιε, τότε κατεφρόνησας, σαρκὸς καὶ αἵματος, καὶ γονέων ἀπέῤῥιψας, τὴν σχέσιν θεόφρον, συγγενῶν προσπάθειαν, πλοῦτον καὶ δόξαν κενήν· ὅθεν, νεκρωθεὶς τοῖς ἐν κόσμῳ, τὴν ἐν τῷ Χριστῷ κεκρυμμένην, ἔζησας ζωὴν ἀξιοθαύμαστε.

Ὅτε, συνειδήσεως τῆς σῆς, Πάτερ ἐπιμέλειαν ἔσχες, καὶ πάντα ἔπραττες, ὅσα σοὶ ὑπέβαλλεν, αὕτη μακάριε· μελετῶν προσευχόμενος, πενθῶν καὶ νηστεύων· τότε φῶς οὐράνιον, σὲ περιέλαμψεν, ὅπερ, οὐρανοῦ εἰς τὸ ὕψος, ἔδειξε φωτός σοι νεφέλην, τὸν σὲ ὁδηγήσαντα μηνύοντα.

Ὅτε, τῷ πατρί σου Συμεών, τῷ πνευματικῷ ὑπετάγης, καὶ ἅπαν φρόνημα, σοῦ καὶ ἅπαν θέλημα, τούτῳ ὑπέταξας· τότε ἄκραν ταπείνωσιν, ἐπλούτησας Πάτερ, καὶ ἐκ ταπεινώσεως, θείαν διάκρισιν, εὗρες καὶ διόρασιν θείαν· τὴν τῶν φαινομένων κτισμάτων, λόγους ἀποκρύφους ἐξετάζουσαν.

Ὅτε, ἀναβάσεις ἱεράς, ἐν τῇ σῇ καρδίᾳ διέθου, καὶ ἐκ δυνάμεως, μείζονα εἰς δύναμιν Πάτερ προβέβηκας, τότε φῶς τὸ οὐράνιον, κατήστραψεν ὅλον, καὶ σοφίας χάρισμα, δέδωκε πλούσιον· ὅθεν, οἱ πολλοὶ ἀγνοοῦντες, πόθεν ἡ τοσαύτη σοφία, ἔλεγον τὸ θαῦμα ἐκπληττόμενοι.

Δόξα. Ἦχος δ΄.
Οὐρανοῦ καὶ γῆς πανήγυρις γίνεται, ἐπὶ τῇ σῇ μνήμῃ Συμεών θεοδόξαστε· σήμερον γὰρ Ἄγγελοι πανηγυρίζουσι, καὶ πᾶσα ἡ ἐν οὐρανοῖς θριαμβεύουσα Ἐκκλησία τῶν πρωτοτόκων, ἐν μέσῳ ἔχουσα τὸ πνεῦμά σου, ὁλολαμπὲς καὶ ὁλόφωτον, πανηγυρίζει δὲ καὶ ἡ ἐπὶ γῆς στρατευομένη Ἐκκλησία τῶν Ὀρθοδόξων, ὡς ἀναφαίρετον πλοῦτον, καὶ πολυτάλαντον θησαρὸν κεκτημένη, τὰ θεόπνευστά σου συγγράμματα, ὧν καὶ ἡμᾶς μετασχεῖν τοῦ καρποῦ· ὃς ἐστὶν ἡ ἐν ἡμῖν αὐτοῖς, κατ’ ἐνέργειαν κτῆσις τῆς θείας χάριτος· Χριστὸν ἐκδυσώπησον, τὸν Σωτῆρα τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον.
Ἐκ παντοίων κινδύνων τοὺς δούλους Σου φύλαττε εὐλογημένη Θεοτόκε, ἵνα Σὲ δοξάζομεν τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.

Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Ἅρμα τῶν ἀρετῶν, τέθριππον συσκευάσας, ἐπέβης τούτῳ Πάτερ, καὶ εἰς ἀποκάλυψεις, Κυρίου ἀνελήλυθας.

Στ. Τὸ στόμα μου λαλήσει σοφίαν, καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.
Κῆρυξ τῆς νεαρᾶς, σὺ προσευχῆς ἐδείχθης, κανὼν νήψεως θείας, ὄργανον τῆς σοφίας, καὶ σάλπιγξ τῆς θεώσεως.

Στ. Στόμα δικαίου μελετήσει σοφίαν...
Χάριν ὁμολογεῖ, σοὶ πᾶσα Ἐκκλησία, ὅτι διὰ σῶν λόγων, εἰς εὕρεσιν τῆς θείας, χάριτος διεγείρεται.

Δόξα. Τριαδικόν.
Δόξα Σοι ὦ Τριάς, Πάτερ Υἱὲ καὶ Πνεῦμα, ὅτι εἰς πάντα κόσμον, Συμεὼν τὸν Σὸν παῖδα, Σῇ χάριτι ἐδόξασας.

Καὶ νῦν. Θεοτοκίον.
Ὦ πρᾶγμα τὸ γλυκύ, καὶ ὄνομα Μαρία, πρέσβευε τῷ Υἱῷ Σου, μετὰ τοῦ Σοῦ Ὁσίου, ὑπὲρ ἡμῶν τῶν δούλων Σου.

Νῦν ἀπολύεις, Τρισάγιον, Ἀπολυτίκιον.
Ἦχος γ’. Θείας πίστεως.
Θείαν ἔλλαμψιν, Συμεὼν Πάτερ, εἰσδεξάμενος, ἐν τῇ ψυχῇ σου, φωστὴρ ἐν κόσμῳ ἐδείχθης λαμπρότατος, διασκεδάζων αὐτοῦ τὴν σκοτόμαιναν, καὶ πάντας πείθων ζητεῖν ἣν ἀπώλεσαν, χάριν Πνεύματος. Αὐτὸν ἐκτενῶς ἱκέτευε, δωρήσασθαι ἠμὶν τὸ μέγα ἔλεος.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Σὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε· ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ Σοῦ προσληφθείσῃ, ὁ Υἱός Σου καὶ Θεὸς ἡμῶν τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.

Ἀπόλυσις.

ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ
Εὐλογήσαντος τοῦ Ἱερέως ὁ Προοιμιακός καὶ τό Μακάριος ἀνήρ. Εἰς δὲ τό Κύριε ἐκέκραξα ἱστῶμεν στίχους στ΄ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια.
Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσιν.
Θεολόγων ὁ θίασος, καὶ Ὁσίων ὁ ὅμιλος, συνελθόντες σήμερον εὐφημήσωμεν, τὸν Συμεὼν τὸν πανόσιον, καὶ νέον ὑπάρχοντα, θεολόγον ἀληθῶς, οὗτος γὰρ εἰσδεξάμενος, αἴγλην ἅπασαν, τῆς Τριάδος ἐβρόντησε τῷ κόσμῳ, μυστικῆς θεολογίας, τὰ ὑπὲρ ἔννοιαν δόγματα.

Τοῦ Πατρὸς τὸ ψαλτήριον, τοῦ Υἱοῦ τερπνὸν κύμβαλον, τοῦ Ἁγίου Πνεύματος θεῖον ὄργανον, Τριάδος ὅλης τὸν κήρυκα, τῶν ἀποκαλύψεων, τὸ πυξίον τὸ σεπτόν, μυστογράφον τῆς χάριτος, θεοῤῥήμονα, εὐφημήσωμεν ᾄσμασιν ἐνθέοις, Συμεὼν τὸν θεοφόρον, τῶν θεολόγων τὸ καύχημα.

Μέγα θαῦμα τῆς χάριτος, ἐπὶ σοὶ καὶ παράδοξον, Συμεὼν θεσπέσιε ἐκτετέλεσται, σὺ γὰρ ὑπάρχων ἀμύητος, σοφίας τῆς ἔξωθεν, ἀνεδείχθης ἀληθῶς, θεολόγος θεόπνευστος, καὶ διδάσκαλος, ἐγνωρίσθης θεόσοφος τῷ κόσμῳ, καὶ λαμπτὴρ τῆς οἰκουμένης, τοῖς ἱεροῖς σου συγγράμμασιν.

Ἕτερα. Ἦχος πλ. δ΄. Ὢ τοῦ παραδόξου θαύματος.
Ὢ τοῦ παραδόξου θαύματος· πῶς σε τὸ πνεῦμα Θεοῦ, Συμεὼν παμμακάριστε, προγινῶσκον πόῤῥωθεν, ἐκ τοῦ κόσμου ἀφώρισεν, ἵνα πληρώσῃ, ἅπερ προώρισε, καὶ τοῖς πλουσίοις, αὐτοῦ χαρίσμασι, καταγλαΐσαν σε, κόσμου παντὸς ἔδειξε, θεολαμπῆ, λόγον ζωῆς ἔχοντα, φωστῆρα Ὅσιε.

Ὢ τοῦ παραδόξου θαύματος! Πῶς ἐν ὑστέροις καιροῖς, τὸ αὐτὸ Πνεῦμα Ἅγιον, ὃ πάλαι ἐφώτισεν, Ἀποστόλους ἐν χάριτι, καὶ διδασκάλους, κόσμου ἐποίησε, τοῦτο φωτίζει, καὶ σὲ τρισόλβιε, καὶ ἰσαπόστολον, δείκνυσι τοῖς πέρασι καὶ ὁδηγόν, πολλῶν καὶ διδάσκαλον, θεοσοφώτατον.

Πάτερ Συμεὼν μακάριε, σὺ τὸν ὡραῖον Χριστόν, ἀγαπήσας θερμότατα, ὀπίσω κατέδραμες, τῆς αὐτοῦ θείας χάριτος, ἕως οὗ ὅλον, αὐτὸν εἰσήγαγες, ἐν τῇ ψυχῇ σου, καὶ τῇ καρδίᾳ σου, εὖγε τοῦ πόθου σου, δι’ οὗ ἔζης πάντοτε σὺ ἐν Χριστῷ, καὶ ἐν σοὶ ἀντίστροφα, ἔζη ἐν σοὶ ὁ Αὐτός.

Δόξα. Ἦχος πλ. β΄.
Ἐπέλαμψε σήμερον τῇ Ἐκκλησίᾳ, ὡς ἀστὴρ ἑωθινός, τοῦ θεολόγου Συμεών, ἡ σεβάσμιος πανήγυρις· δεῦτε οὖν οἱ τῶν λόγων αὐτοῦ ἐρασταί, εἰς ἓν συνελθόντες, θεολογικοῖς ὕμνοις αὐτὸν προσείπωμεν, λέγοντες· χαίροις, ὁ μετὰ τὸν πρῶτον Ἰωάννην, καὶ τὸν δεύτερον θεολόγον Γρηγόριον, τρίτος ἀναφανεὶς θεολόγος, καὶ ἐπιστήθιος· χαίροις, ὁ τὸν νέον Ἰσραήλ, καθάπερ στύλος πυρός, διὰ τῆς πρακτικῆς ἐργασίας τῶν ἐντολῶν, εἰς τὴν γῆν τῆς ἀπαθείας ὁδηγῶν ἀσφαλέστατα· χαίροις, ὁ ὥσπερ στύλος νεφέλης, διὰ τῆς πνευματικῆς θεωρίας, εἰς τὴν τελειότητα τὴν ἐνδεχομένην ἀνθρώποις ἀναβιβάζων, πρέσβευε ὑπὲρ ἡμῶν τῶν ἐκ πόθου τελούντων τὴν μνήμην σου.

Καὶ νῦν. Θεοτοκίον.
Τίς μὴ μακαρίσει Σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει Σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτός ἐκ Σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἴσοδος, Φῶς ἱλαρόν, Προκείμενον τῆς ἡμέρας, Ἀναγνώσματα.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. γ' 1).
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καί γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καί ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα  (Κεφ. ζ′.7).
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.  

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. ε' 15).
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα, δικαιοσύνην· καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας· πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται· καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ’ αὐτῶν ὕδωρ θαλάσσης· ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν βασιλεῖς, καὶ σύνετε· μάθετε δικασταὶ περάτων γῆς. Ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν· ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.

Εἰς τήν Λιτήν. Ἦχος α΄.
Οὐρανίαν ὡς ἀληθῶς, ἔδει παρεῖναι γλῶσσαν, τοῖς ἐγκωμιάζειν βουλομένοις, Συμεὼν τὸν οὐράνιον ἄνθρωπον· οὗτος γὰρ διὰ τῆς ἐν Πνεύματι θεωρίας, ἀμέσως ἑνωθεὶς τῷ κατὰ φύσιν Ἁγίῳ, Ἅγιος κατὰ μέθεξιν γέγονε· τῷ πρώτῳ φωτὶ φῶς δεύτερον ἐχρημάτισε· καὶ τῷ κατ’ οὐσίαν Θεῷ, θεὸς κατὰ χάριν γεγένηται· ὅθεν ἁγιοπρεπεῖς, φωτολαμπεῖς καὶ θεοειδεῖς, ἀποδετέον αὐτῷ καὶ τοὺς ὕμνους, ἵνα πρεσβεύῃ ἐκτενῶς τῷ Κυρίῳ, ἁγιασθῆναι φωτισθῆναι καὶ θεωθῆναι τὰς ψυχὰς ἡμῶν.

Ἦχος β΄.
Θεόσοφε Πάτερ Συμεών, σὲ καθαρὸν εὑροῦσα δοχεῖον, ἡ παντουργὸς τοῦ Ἁγίου Πνεύματις χάρις, ὅλον ἑαυτῇ ἐπεσπάσατο, καὶ τοὺς πνευματικοὺς αὐτῆς νόμους, ὡς ἐν βίβλῳ, ἐν ταῖς πλαξὶ τῆς καρδίας σου, τῷ θείῳ φωτὶ διεχάραξεν· ὅθεν, τὴν μὲν σὴν διάνοιαν, πηγὴν ἀνέδειξε πολυχεύμονα, ἀναστομοῦσα τῆς ὑψηλῆς γνώσεως τὰ νοήματα· τῇ δὲ γλώσσῃ σου, ὡς καλάμῳ χρησαμένη, τὰ τῆς νηπτικῆς φιλοσοφίας καλλιεγράφησε δόγματα, καὶ παρακαταθήκην αὐτά, τῇ τοῦ Χριστοῦ Ἐκκλησίᾳ κατέλιπεν· Ὅσιε Πάτερ ἁγιώτατε.

Ἦχος γ΄.
Τίς μὴ δοξάσει, ἢ τίς μὴ ὡς Ἅγιόν σε τιμήσει, Συμεὼν θεοδίδακτε; Σὲ γὰρ ἡ Ἁγία Τριάς, διὰ τῆς ἁγιαστικῆς ἐδόξασέ σε χάριτος· σοῦ ὁ βίος ἅγιος, θαύμασι πολλοῖς θεόθεν κεκοσμημένος· τὸ τέλος σου ἅγιον, καὶ τὰ συγγράμματά σου λαμπρότερον σάλπιγγος, τὴν σὴν κηρύττουσιν ἁγιότητα.  Ἅγιος οὖν ἀληθῶς ὑπάρχων, καὶ πρὸς Θεὸν πολλὴν ἔχων τὴν παῤῥησίαν, πρέσβευε ὑπὲρ ἡμῶν, τῶν ἐκ πόθου δοξαζόντων, τὸ σὸν ἅγιον ὄνομα.

Ἦχος δ΄.
Κροτήσωμεν ἐν ᾄσμασι σήμερον πιστοί, ἐπὶ τὴν θείαν μνήμην, τοῦ νέου θεολόγου Συμεών· οὗτος γὰρ τῶν αἰσθητῶν ἀφιστάμενος, εἰς ἑαυτὸν νοερῶς συνανεστράφη, συστραφεὶς δέ, προσευχὴν νοερὰν ἐπλούτησε, πλουτήσας δὲ ταύτην, τὸ εἰδεχθὲς προσωπεῖον τῶν παθῶν ἀπεκάθηρε, καθαρθεὶς δὲ τὴν εἰρήνην τῶν λογισμῶν ἐκτήσατο· εἰρηνεύσας δέ, ἐταπεινώθη· ταπεινωθεὶς δέ, τῆς θείας ἀγάπης κατηξιώθη· ἀγαπήσας δέ, θείαν μὲν ἔλλαμψιν ἐν τῷ νοΐ, ἐν δὲ τῇ καρδίᾳ, τὸν ἐνυπόστατον ἔλαβε τῆς θείας χάριτος φωτισμόν· ὅθεν, ὡς παθῶν τὰ θεῖα, καὶ ἀσφαλῶς ταῦτα ἔμαθε, καὶ ὡς μαθών, ἀφθόνως ἐδίδαξε, καὶ τοῦ τῆς θεώσεως ὑπερφυοῦς δώρου ἡμῖν μετέδωκε, πρεσβεύων ἐκτενῶς τῷ Κυρίῳ, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Ὁ αὐτός.
Ἄνθρωπε τοῦ Θεοῦ, καὶ νέε θεολόγε, καὶ ἄνερ ἐπιθυμιῶν τῶν τοῦ Πνεύματος, σὺ τὸ ἀληθινὸν μάννα τὸ Χριστόν, ἀεννάως ἀναβλύζων, ἔχων ἐν καρδίᾳ σου, τὰς θεολογικὰς διδασκαλίας σου ἡμῖν παρέθηκας, ὡς μάννα πνευματικὸν καὶ οὐράνιον, τοῖς πᾶσι τὰ πάντα γινόμενον, κατὰ τὸ ἐν ἐρήμῳ πάλαι μάννα· δι’ ὧν φωτίζεις τὸν νοῦν, τὴν καρδίαν κατανύσσεις, ἡδύνεις τὴν ψυχήν· ἀκοὴν καταπλήττεις, διάνοιαν ἐξιστᾷς, καὶ τῆς γῆς καὶ τῶν γηΐνων ταύτης μετατίθης, κόρον οὐκ ἐπάγεις, ἀλλὰ καινὸς ἀεὶ τοῖς ἀναγινώσκουσιν εὑρίσκεται· ὄντως διὰ στόματός σου, Πνεῦμα τὸ Πανάγιον ἐλάλησε, τὸ φωτίζον καὶ ἁγίαζον τὰς ψυχὰς ἡμῶν.
Δόξα. Ἦχος πλ. α΄.
Τὸν ἄδυτον γνόφον τῆς ἐν Πνεύματι θεωρίας εἰσελθών, Συμεὼν θεοδίδακτε, τὸν δι’ ὑπερβολὴν φωτοχυσίας ὄντα ἀπρόσιτον, αὐτῷ τῷ μὴ ἰδεῖν μηδὲ γνῶναι, ἰδεῖν καὶ γνῶναι κατηξιώθης, τὸν ἐν αὐτῷ ὄντα ὑπεράγνωστον Θεὸν καὶ ἀόρατον· τοῦτο γὰρ ἐστὶ τὸ ὄντως ἰδεῖν καὶ γνῶναι· ὅθεν Αὐτόν, ὡς οὐδὲν ὄντα τῷ πάντων ὑπερουσίως, δι’ ἀφαιρέσεως καὶ ἀποφατικῆς θεολογίας ἐθεολόγησας, πάντων ἐξιστάμενος τῶν ὄντων, αἰσθητῶν καὶ νοητῶν,  ἤδη δὲ καὶ σεαυτοῦ,  καὶ ἐν μόνῳ τῷ Θεῷ ὤν· Ὃν καθικέτευε, σωθῆναι τοὺς τὴν μνήμην σου γεραίροντας.
Καὶ νῦν. Θεοτοκίον.
Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι' ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος, τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς ἔπλασε, κατ' εἰκόνα ἰδίαν χειρὶ τῇ Ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν πρὸς Αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἰς τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Χαίροις, ὁ θεοφώτιστος νοῦς, θεολογίας ὁ κανὼν ὁ εὐθύτατος, Τριάδος ὁ ἐννοήσας, βαθμοὺς καὶ μέτρα καλῶς, δεύτερον καὶ πρῶτον τῆς θεότητος. Πατὴρ μὲν γὰρ αἴτιος τοῦ Υἱοῦ, ἀλλ’ οὐ πρότερος· Υἱὸς δὲ πάλιν ἐκ Πατρὸς, ἀλλ’ οὐ δεύτερος· ὁμοούσιος, ἡ Τριὰς γὰρ καὶ σύνθρονος, ἄῤῥητος ἀκατάληπτος, συνάναρχος ἄτμητος, καὶ συναΐδιος ὅλη, Πατὴρ, Υἱὸς, Πνεῦμα Ἅγιον· Ἥν νῦν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι τὸ μέγα ἔλεος.

Στ. Τὸ στόμα μου λαλήσει σοφίαν, καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.
Χαίροις, ὁ ἱερὸς γραμματεύς, τῆς ὑψηλῆς θεοσοφίας τοῦ Πνεύματος, ταμεῖον τῶν θεαμάτων, τῶν μυστικῶν τοῦ Θεοῦ, γλῶσσα Ἐκκλησίας ἡ ἡδύλαλος, ὁ γνοὺς τὸ μυστήριον, ἀρπαγῆς τὸ ἀπόῤῥητον, μῆκος καὶ πλάτος, βάθος ὕψος τῆς γνώσεως, ἁγιότητος, ἐκμαγεῖον δυσμίμητον, ἄγαλμα τὸ τῆς χάριτος, εἰκὼν Χριστοῦ ἔμψυχος, φωτὸς ἀπαύγασμα πρώτου, γόνου βροντῆς ὁ ἀπόγονος, Χριστὸν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι τὸ μέγα ἔλεος.

Στ. Στόμα δικαίου μελετήσει σοφίαν...
Χαίροις, τῶν ἀσκητῶν καλλονή, τῶν Ἱερέων τὸ περίδοξον καύχημα, χαρίτων θείων ὁ οἶκος, τῶν ἀρετῶν θησαυρός, τῆς διπλῆς ἀγάπης ἐνδιαίτημα, πρᾳότητος σκήνωμα, προσευχῆς ἐργαστήριον, τῆς θεωρίας, καὶ τῆς πράξεως τέμενος, ταπεινώσεως, τὸ τερπνὸν καταγώγιον, λύχνε τῆς διακρίσεως, ἀστὴρ διοράσεως, καὶ προοράσεως μέγας, ἥλιος λάμπων τὰ πέρατα, Χριστὸν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι τὸ μέγα ἔλεος.
Δόξα. Ἦχος πλ. δ΄.
Δεῦτε ἅπαντα τὰ πλήθη τῶν πιστῶν, ἐπὶ τῇ μνήμῃ τοῦ θεολόγου Συμεὼν συνελθόντα, εὐχαριστήριον αἶνον τῷ Θεῷ προσάξωμεν λέγοντες· δόξα τῇ περὶ ἡμᾶς φιλανθρωπίᾳ Σου Κύριε, ὅτι τὸν αὐτόν Σου θεράποντα, τοῖς Σοῖς πλουσίοις χαρίσμασι καταγλάϊσας, καὶ νέον θεολόγον καταστήσας, ἡμῖν φωστῆρα τοῦτον δέδωκας, εἰς φωτισμὸν τῶν ἐκσοτισμένων, ὁδηγὸν τῶν πλανωμένων, ἀλείπτην τε τῶν μοναστῶν, καὶ κέντρον τῶν ἀμελούντων· δι’ οὗ διδασκόμεθα ζειτεῖν ᾀεί, διὰ νοερᾶς ἐπιστροφῆς, ἐν ἑαυτοῖς γνωστὼς κτήσασθαι, τὴν χάριν τοῦ Ἁγίου Πνεύματος, καὶ τὸν ἀῤῥαβῶνα ἐντεῦθεν λαβεῖν, τῆς τελείας ἐν οὐρανοῖς ἀπολαύσεως, ἧς καὶ ἡμᾶς ἀξίωσον ὁ Θεός, διὰ τὸ μέγα σου ἔλεος.
Θεοτοκίον.
Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ Ὑψίστου, Σῶν οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.

Νῦν ἀπολύεις, Τρισάγιον, Ἀπολυτίκιον.
Ἦχος γ’. Θείας πίστεως.
Θείαν ἔλλαμψιν, Συμεὼν Πάτερ, εἰσδεξάμενος, ἐν τῇ ψυχῇ σου, φωστὴρ ἐν κόσμῳ ἐδείχθης λαμπρότατος, διασκεδάζων αὐτοῦ τὴν σκοτόμαιναν, καὶ πάντας πείθων ζητεῖν ἣν ἀπώλεσαν, χάριν Πνεύματος. Αὐτὸν ἐκτενῶς ἱκέτευε, δωρήσασθαι ἠμὶν τὸ μέγα ἔλεος.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Σὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε· ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ Σοῦ προσληφθείσῃ, ὁ Υἱός Σου καὶ Θεὸς ἡμῶν τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.

Ἀπόλυσις.

ΟΡΘΡΟΣ
Μετὰ τὴν α’ Στιχολογία, Κάθισμα.
Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Ἡ μνήμη σου σοφέ, Συμεὼν τελουμένη, γνησίως παρ’ ἡμῶν, τῶν φιλούντων σε τέκνων, τὸν νοῦν ἡμῶν κατηύγασε, καὶ καρδίαν πρὸς πλείονα, πόθον ἤγειρε, τῶν θεοπνεύστων σου λόγων, καὶ ἐθέρμανε, πρὸς ἣν ἐν τούτοις διδάσκεις, σαφῶς τελειότητα.
Δόξα.
Ἐπέφανεν ἰδού, Θεολόγου τοῦ Νέου, ἡ εὔσημος ἡμῖν, καὶ σεβάσμιος μνήμη, ἐν ᾗ ἀναμιμνήσκουσα, τὴν αὐτοῦ ἁγιότητα, μεγαλύνεται, ὑπὸ πιστῶν φιλεόρτων, καὶ κηρύττεται, ἐπ’ Ἐκκλησίας ὡς οὖσα, τοῖς πᾶσι σωτήριος.
Καὶ νῦν. Θεοτοκίον.
Παρθένος ἀληθῶς, πρὸ τοῦ τόκου Παρθένε, παρθένος ἀληθῶς, ἐν τῷ τόκῳ Παρθένε, παρθένος ἀειπάρθενος, μετὰ τόκον διέμεινας· ὅθεν δέομαι, ὡς ἡγεμὼν τῶν παρθένων, παρθενεύειν με, νοΐ ψυχῇ σώματί τε, Παρθένε ἐνίσχυσον.

Μετὰ τὴν β’ Στιχολογία, Κάθισμα.
Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.
Καταπλήττει πάντα νοῦν, τὸ γεγονὸς θαῦμα ἐν σοί, θεολόε Συμεών, σύ γὰρ ὡράθης ὑπὲρ γῆς, ἐν τῷ προσεύχεσθαι Πάτερ τέσσαρας πήχεις, ἱστάμενος σοφέ, ὥσπερ τις ἄϋλος, μετέωρός ποτε, Θεοῦ ὡς Ἄγγελος, φορῶν εἰσέτι τὸ γεῶδες, καὶ κάτω βρίθον τοῦ σώματος, ὢ οἵας δόξης, ἧς ἠξιώθης, θεοφόρε μακάριε.
Δόξα.
Θεολόγε θεωρέ, τῶν οὐρανίων ἀγαθῶν, ὑμνητὰ τῆς τριφεγγοῦς, μιᾶς θεότητος καὶ νῦν, δοξάζομέν σε τὸν δόξης ἀξιωθέντα, παρὰ τοῦ Πατρός, Υἱοῦ καὶ Πνεύματος, οἶκος καὶ ναός, θεῖος γενόμενον· τῆς παναγίας Ὅσιε Τριάδος, ὁ μύστης ταύτης καὶ πρόμαχος χαίροις οὖν κλέος, τὸ τῶν Ὁσίων, Συμεὼν θεοδόξαστε.
Καὶ νῦν. Θεοτοκίον.
Ἀπειρόγαμε ἁγνή, πῶς συλλαμβάνεις ἐν γαστρί, τῶν ἁπάντων τὴν πνοήν, περιλαμβάνοντα χερσί, φράσον ἡμῖν τὸν λόγον τοῦ μυστηρίου σου· πανάληθές ἐστι, τοῦτο ὦ ἄνθρωπε, καὶ παῦσαι ἐρευνῶν, τὸ δυσθεώρητον, ὕψος καὶ βάθος, μῆκος καὶ πλάτος, τῆς ἀποῤῥήτου λοχείας μου· νικᾷ γὰρ ὄντως, ἔννοιαν πᾶσαν, τῶν βροτῶν καὶ Ἀγγέλων.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα.
Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Συγγραμμάτων ἡ βίβλος Πάτερ σοφέ, ἰατρεῖον ὑπάρχει πνευματικόν, ξύλον ζωῆς ἄφθαρτον, ἀμβροσία τοῦ νέκταρος, τὸ ἔλαιον καὶ μέλι ἐκ πέτρας τὰ ῥεύσαντα, τοῦ Ἁερμὼν ἡ δρόσος, τρυφῆς ὁ παράδεισος, τὸ ἀμαλθείας κέρας, τῶν ᾀσμάτων τὸ ᾆσμα, τὸ θησαυροφυλάκιον, τῆς σοφίας καὶ γνώσεως· διὰ τοῦτο βοῶμέν σοι· χάρισαι ἡμῖν νοητῶς θεολόγε, τούτων τὰς ποιότητας, τοῖς μετὰ πόθου τιμῶσι, τὴν ταύτην ἀνάγνωσιν.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
 Ἡλιόμορφον ἅρμα τὸ τοῦ Δαβίδ, πορφυρόστρωτος κλίνη τοῦ Σολομών, τόμος θεοχάρακτος, Ἡσαΐου καὶ ἔμψυχος, σκηνὴ τοῦ Μωϋσέως, καὶ τεῖχος ἀδάμαντον, σὺ τοῦ Ἀμμὼς ὑπάρχει, λυχνία χρυσήλατος, ἡ τοῦ Ζαχαρίου, Δανιήλ τε τὸ ὄρος, πυξίον κροκόλευκον, Ἀββακοὺμ καὶ τὸ ἔξοχον, Προφητῶν περιήχημα, πρέσβευε τῷ Σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς προσκυνοῦσιν ἐν πίστει, Παρθένε τὸν τόκον Σου.

Οἱ Ἀναβαθμοί. Τὸ α´ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Ἐκ νεότητός μου πολλὰ πολεμεῖ με πάθη· ἀλλ’ αὐτὸς ἀντιλαβοῦ καὶ σῶσον, Σωτήρ μου (δίς).
Οἱ μισοῦντες Σιῶν, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου· ὡς χόρτος γὰρ πυρὶ ἒσεσθε ἀπεξηραμμένοι (δὶς).
Δόξα Πατρί.
Ἁγίω Πνεύματι πᾶσα ψυχὴ ζωοῦται καὶ καθάρσει ὑψοῦται, λαμπρύνεται τῇ τριαδικῇ μονάδι ἱεροκρυφίως.
Καὶ νῦν.
Ἁγίῳ Πνεύματι ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα ἅπασαν τὴν κτίσιν πρὸς ζωογονίαν.

Προκείμενον. Τὸ στόμα μου λαλήσει σοφίαν καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.
Στ. Στόμα δικαίου μελετήσει σοφίαν...
Εὐαγγέλιον Ὁσιακόν.
Ὁ Ν´  Ψαλμός.
λέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἐπὶ πλεῖον πλῦνον μὲ ἀπὸ τῆς ἀνομίας μου, καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με.
Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διὰ παντός.
Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα· ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.
Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.
Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας· τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι.
Ῥαντιεῖς μὲ ὑσσώπω καὶ καθαρισθήσομαι· πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι.
Ἀκουτιείς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.
Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τάς ἀνομίας μου ἐξάλειψον.
Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου.
Μὴ ἀπορρίψης με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ ἐμοῦ.
Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με.
Διδάξω ἀνόμους τάς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι.
Ῥῦσαὶ μὲ ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου.
Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.
Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ, πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.
Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ.
Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα.
Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Δόξα. Ταῖς τοῦ Σοῦ Ὁσίου...
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ. Ἐλέησόν με ὁ Θεός...
Τὴν ἐτήσιον μνήμην σου σήμερον, θεολόγε Συμεὼν ἑορτάζομεν· σὺ γὰρ τὸ πῦρ, ὃ ἦλθεν ὁ Χριστὸς βαλεῖν ἐπὶ τῆς γῆς, ἐν σῇ καρδίᾳ δεξάμενος, ὁ πρώην πήλινος ἀνδριάς, πύρινος ὅλος γέγονας, ὡς πεπυρακτωμένος σίδηρος· ὅθεν καὶ τὸ βαρὺ τοῦ σώματός σου πάχος, μεταχαλκεύθη τῷ θείῳ πυρί, πρὸς τὸ λεπτότερον καὶ θειότερον· μετὰ δὲ τὸ θεῖον πῦρ, τῆς λεπτῆς αὔρας, τοῦ θείου φωτισμοῦ ὁ νοῦς σου ἀξιωθείς, πολλὰ διεπόρθμευσε τοῦ κάλλους τεκμήρια· ὅθεν καὶ τῷ ἱερουργεῖν, ὡς ἥλιος τοῖς ὁρῶσι ἐδείκνυσο· ὢ τοῦ θαύματος!  Οἵων δωρεῶν ἀξιοῦται ἡ χοϊκὴ βροτῶν φύσις· Χριστοῦ τῇ χάριτι, σοῦ σώζοντος τὰς ψυχὰς ἡμῶν.

Εἶτα οἱ Κανόνες· τῆς Θεοτόκου μετὰ τῶν Εἱρμῶν εἰς στ΄ καὶ τοῦ Ἁγίου β΄, εἰς η΄.
Ὀ Κανὼν τῆς Θεοτόκου, φέρων τὰ ὅσα πρὸς Αὐτὴν ὀνομαστήρια.
ᾨδὴ α΄. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.
Ὑμνῆσαι βουλόμενος, τὰ μεγαλεῖα Σου Ἄχραντε, τοῦ λόγου μοι δώρησαι, τὴν καλλιέπειαν, Μήτηρ πέλουσα, τοῦ μόνου Θεοῦ Λόγου, καὶ λῦσιν πρυτάνευσον, τῶν ἐπταισμένων μοι.

Μωσῆς ὁ θεόπνευστος, βάτον προεῖδέ Σε Δέσποινα, πυρὶ φλεγομένην μέν, μὴ καιομένην δέ, προπιστούμενος, τὸ ἐπὶ Σοὶ Παρθένε, χωρέσαν ἐν μήτρᾳ Σου, πῦρ τῆς θεότητος.

Προφήτης ὁ ἔνθεος, ῥάβδον καὶ ῥίζαν προέφη Σε, Μαρία θεόνυμφε, ὁ μεγαλόφωνος· ἡμεῖς δ’ ἔφορον, τοῦ Ὄρους Σε καλοῦμεν, οἱ τρόφιμοι Δέσποινα, νῦν καὶ προστάτιδα.

Ἐκ θείας ἀκήκοε, γῆς ὁ θεόπτης ἁγία Σε, φωνῆς ὀνομάζουσα, τὴν ὑπερένδοξον· διὸ Δέσποινα, πόλου καὶ γῆς ὡς οὖσα, συντήρει καὶ φύλαττε, τοὺς Σὲ δοξάζοντας.

Ὁ α’ Κανὼν τοῦ Ἁγίου, οὗ ἡ ἀκροστιχίς: Τὸν Συμεὼν γεραίρω τὸν θεολόγον.
ᾨδὴ α΄. Ἦχος καὶ Εἱρμός, ὁ αὐτός.
Τοῦ Πνεύματος ὄργανον, ἀναδειχθεὶς ἱερώτατε, Συμεὼν καὶ χάριτος, κιθάραν εὔηχον, κᾀμὲ ποίησον, τῆς χάριτος κιθάραν, ὅπως σου τὰς χάριτας, μέλψω ἐν χάριτι.

Ὁ νοῦς ὁ ὁλόφωτος, θεολογίας ἐπέφανε, βροντὴ ἡ οὐράνιος, σήμερον ἤχησε, τὰ βροντόφωνα, διδάγματα σοφίας, φωτίσθητε ἅπαντες, καὶ ἐνωτίσθητε.

Νοεῖν σου τίς δύναται, τῆς θείας γνώσεως πάνσοφε, ὕψος δυσανάβατον, βάθος ἀνέφικτον, δυσθεώρητον, πλάτος καὶ μῆκος ἅμα, ἧσπερ κατηξίωσαι, θεοειδέστατε.
Θεοτοκίον.
Στολὴ χρηματίσασα, τοῦ σαρκωθέντος βασίλειος, Θεοῦ Λόγου Πάναγνε, τὴν θεοκόσμητον, ἣν ἀπώλεσα, στολὴν χάριτος θείας, πάλιν με ἀμφίασον, τῇ μεσιτείᾳ Σου.

Ὁ β’  Κανὼν τοῦ Ἁγίου.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ἁρματηλάτην Φαραώ.
Τριὰς Ἁγία καὶ Μονὰς Τρισήλιε ἡ φωτουργαία πηγή, ἐξ ἧς πᾶσα δόσις, ἀγαθὴ κατέρχεται, φώτισον τὴν καρδίαν μου, ἵνα μέλψω ἀξίως, τὸν σὲ ὀρθῶς δογματίσαντα, καὶ θεολογήσαντα ἄριστα.

Πάντα τὰ βάθη τοῦ Ἁγίου Πνεύματος ἐν θείῳ Πνεύματι, ἐρεύνησας Πάτερ, τούτοις ὑποβρύχιος, οὐ γέγονας ἀοίδιμε, ἀλλ’ εὑρὼν μαργαρίτας, πολυτιμήτους ἐξήγαγες, τῆς θεολογίας τὰ δόγματα.

Ἔσοπτρον Πάτερ διαυγὲς νεόσμικτον ἀπεργασάμενος, νοῦν καὶ τὴν καρδίαν, δαψιλῶς εἰσδέδεξαι, τὰς ἀστραπὰς τοῦ Πνεύματος, καὶ μακάριος ὤφθης, ὅτι Θεὸν ἐν καρδίᾳ σου, εἶδες ὡς Αὐτὸς ἀπεφήνατο.

Θεοτοκίον.
Σὺ ὤφθης Κόρη ἀνδριὰς θεόγλυπτος ἄγαλμα κτίσεως, θαῦμα τῶν Ἀγγέλων, ἴνδαλμα παρόμοιον, ἀρχικῆς ὡραιότητος, παναρμόνιος ὕλη, τοῦ Λόγου τῆς σωματώσεως, καὶ Θεοῦ ἀμίμητον μίμημα.

ᾨδὴ γ΄. Τῆς Θεοτόκου. Τοὺς Σοὺς ὑμνολόγους.
Ἀλήθειαν κράζει Σε Παρθένε, καὶ γῆν τε ἐπίσης ποθητήν, ὁ ψαλμῳδὸς ἐν Πνεύματι, ἡμεῖς δέ Σου οἱ τρόφιμοι, προστάτιδα καὶ Δέσποινα, τοῦδε Σοῦ κλήρου κηρύττομεν.

Θαιμὰν ὁ Προφήτης Σε κηρύττει, Παρθένε ὁ θεῖος Ἀββακούμ, καὶ ὄρος αἰνιττόμενος, τὸν ἀπὸ Σοῦ τμηθέντα σε· λίθον ἀτμήτως Ἄχραντε, Ὅν Δανιὴλ προεώρακεν.

Ἐλαία κατάκαρπόν Σε ἔφη, ἑστῶσα ἐν οἴκῳ τοῦ Θεοῦ, καὶ κιβωτὸν Πανάχραντε, ὁ ψαλμῳδὸς ἐν Πνεύματι, ἡμεῖς δέ Σε τὴν ἔφορον, Σωτήρα πάντων κηρύττομεν.

Καλεῖ Σε τὴν μόνην Θεοτόκον, καὶ θρόνον Παρθένε ὑψηλόν, ὁ μεγαλοφωνότατος, ἄλλος πύλην λέγει Σε, ἡμεῖς δὲ τῶν θαυμάτων Σου, κατατρυφῶντες ὑμνοῦμέν Σε.

Ὁ α’ τοῦ Ἁγίου. Ὁ αὐτός.
Ὑπῆρξας ναὸς ἡγιασμένος, Θεοῦ ὥσπερ θύτην καθαρόν, τὸν νοῦν σου ἔχων Ἅγιε, τὴν προσευχὴν ὡς θῦμα δέ, καὶ ὡς θυσιαστήριον, τὴν εὐθυτάτην καρδίαν σου.

Μωσέως ὡς πάλαι ἐδοξάσθη, ἡ ὄψις συνόντως τῷ Θεῷ, οὕτω καὶ σοῦ τὸ πρόσωπον, ἐν τοῖς ἀδύτοις μένοντος, θείῳ φωτὶ δεδόξασται, ὁλολαμπὲς ὡς ὁ ἥλιος.

Ἐφάνη ἐν χρόνοις τοῖς ἐσχάτοις, ἡ βίβλος σου Πάτερ Συμεών, κλίμαξ ἡμᾶς ἀνάγουσα, ἐκ γῆς πρὸς τὰ οὐράνια, καὶ κώδων θεοκρότητος, τοὺς κοιμωμένους ἐγείρουσα.

Θεοτοκίον.
Ὡς κόσμος ἐν κόσμῳ ἀνεδείχθης, παμμέγιστος Κόρη ἐν σμικρῷ, τοῦ ἐξ οὐκ ὄντων ἅπαντα, τὸν κόσμον ὑποστήσαντος, κόσμῳ γὰρ ὁ ἀχώρητος, Σοὶ χωρητὸς ὅλος γέγονε.

Ὁ β’ τοῦ Ἁγίου. Οὐρανίας ἁψῖδος.
Χελιδὼν ἀνεδείχθης σὺ ᾠδικὴ πάνσοφε, διὰ τῆς σῆς βίβλου φωνοῦσα, καὶ τὴν ἀνάκλησιν, τῆς θείας χάριτος, γλυκὺ ὡς ἔαρ δηλοῦσα, ἣν μετὰ τὸ βάπτισμα, φεῦ ἀπωλέσαμεν.

Σοὶ ἐσταύρωται κόσμος ὦ Συμεὼν Ὅσιε, διὰ πρακτικῆς καὶ σὺ Πάτερ, κόσμῳ ἐσταύρωσαι, λογιστικῶς τῷ νοΐ, διπλῆ Σταυροῦ γὰρ ἡ πρᾶξις, ὡς Πατέρες λέγουσι, τοῦτο οἱ Ὅσιοι.

Ταῖς ἀκτῖσι ταῖς θείαις προσομιλῶν Ὅσιε, αἷς περ φύσει πρίσεστι πάντων ἡ ἀποκάλυψις, τὰ πόῤῥω ἔβλεπες, ὥσπερ παρόντα τρισμάκαρ, καὶ ὡς ἑνεστῶτα δέ, αὖθις τὰ μέλλοντα.
Θεοτοκίον.
Ὡς ὁ σκύλα εὑρίσκων, καὶ θησαυρὸν τέρπεται, οὕτως εὑρηκὼς κᾀγὼ Κόρη, Σὸν θεῖον ὄνομα, καὶ τὴν εἰκόνα Σου, ὡς πολυτάλαντον πλοῦτον, χαίρω ὀνομάζων Σε, καὶ ἀσπαζόμενος.

Κάθισμα. Ἦχος δ΄. Ὁ ὑψωθείς.
Τῶν μοναστῶν ὑπογραμμὸς καὶ κοσμήτωρ, τῶν ἀσκητῶν χειραγωγὸς καὶ μιγάδων, παιδαγωγὸς καὶ πάντων τὸ ἐντρύφημα, ὤφθης ἱερώτατε, Συμεὼν θεολόγε· ὅθεν καὶ νῦν πρέσβευε, παῤῥησίᾳ τῷ Κτίστῃ, ὑπὲρ ἡμῶν τῶν πίστει καὶ σοτργῇ, ᾀεὶ τιμώντων, τὴν μνήμην σου Ὅσιε.
Δόξα.
Τῶν θεοφόρων εἷς καὶ γνήσιος πέλων, τῶν θεολόγων εἷς καὶ τρίτος ὑπάρχων, καὶ τῶν Ὁσίων εἷς καὶ μέγας γέγονας, διὰ μετριότητος, δι’ ἀγάπης τελείας, Συμεὼν θεόσοφε, καὶ καθάρσεως πάσης, καὶ δι’ αὐτῶν παντοίων ἀρετῶν, δι’ ὧν ὑψώθης, πρὸς Κύριον Ὅσιε.
Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

ᾨδὴ δ΄. Τῆς Θεοτόκου. Τὴν ἀνεξιχνίαστον.
Κράζει Σε Θεόνυμφε ὁ ψαλμῳδός, Μήτηρ καὶ Σιὼν ὁ θεόπνευστος, ἀλλὰ καὶ Μήτηρ, οὖσα πάντων τῶν πιστῶν, ἐπισκοπεῖς τὰ τέκνα Σου, τὰ μετὰ αἰδοῦς Σὲ δοξάζοντα.

Κλίνην καὶ φορεῖόν Σε Μήτηρ Θεοῦ, ᾎσμα τῶν ᾈσμάτων προέφησεν, οἱ δὲ τοῦ κλήρου, Σοῦ Παρθένε μονασταί, Σκέπην ᾀεὶ καὶ Σώτηρα, καὶ προστάτιδα πάντες Σε κράζομεν.

Χεῖρα τεταμένην τε καὶ κεφαλήν, Ἰεζεκιὴλ μεμαρτύρηκε, βιβλίον ἄλλος, τὴν Παρθένον καὶ ἁγνήν, ἡμεῖς δὲ Θεοτόκον Σε, τὴν ἡμῶν προστάτιδα κράζομεν.

Πάλαι Ἡσαΐας Σε τόμον καινόν, ὁ μεγαλοκῆρυξ προέφησε, καὶ Ζαχαρίας, Σὲ λυχνίαν τοῦ Φωτός, ἐν ᾗ Χριστὸς ἐσκήνωσε, φῶς τὸ ἐκ φωτὸς ᾀειπάρθενε.

Ὁ α’ τοῦ Ἁγίου. Ὁ αὐτός.
Νόμους τοῦ Δεσπότου ὑπείκων σοφέ, ἐντολὰς ἁπάσας ἐπλήρωσας, ἐν αἷς καὶ εὗρες, κεκρυμμένον τὸν Χριστόν, τὸν ταύτας ἐντειλάμενον, καὶ αὐτοῦ τὴν χάριν ἐπλούτησας.

Γλῶσσα ἡ βρενθύουσα ῥητορικαῖς, τέχναις καὶ μεθόδοις οὐ δύναται, ἐγκωμιάσαι τὰ χαρίσματα τὰ σά, ἃ ὑπὲρ φύσιν εἴληφας, Πάτερ Συμεὼν θεοδόξαστε.

Εὗρες τὸ δυσεύρετον πάλαι καὶ νῦν, χρῆμα Συμεὼν Πάτερ Ὅσιε, τὸ θεωθῆναι, καὶ ἁπράζεσθαι τὸν νοῦν, γῆθεν εἰς τὰ οὐράνια, ὢ τοῦ ξενηκούστου ἀκούσματος.

Θεοτοκίον.
Ῥήμασιν ἑπόμενοι Ἄχραντε Σοῖς, πᾶσαι γενεαὶ μακαρίζομεν, Σὲ ὡς τεκοῦσαν, τὸν μακάριον Θεόν, τὸν μακαρίους δείξαντα, νόας καὶ βροτοὺς θείᾳ χάριτι.

Ὁ β’ τοῦ Ἁγίου. Σύ μου ἰσχὺς Κύριε.
Σὺ εὑρηκώς, ἥλιον ἄλλον νούμενον, ἐν καρδίᾳ, καὶ ὁδῷ χρησάμενος, φωτὶ Αὐτοῦ, ἔφθασας σοφέ, Πνεύματος δυνάμει, εἰς ὄρη τὰ ὑπερκόσμια, καὶ ἤκουσας καὶ εἶδες, ἃ οὐκ ἔστιν ἀκοῦσαι, καὶ ἰδεῖν ἐμπαθῆ τινὰ ἄνθρωπον.

Ὁ Ἰησοῦς, σοὶ μόνον ἦν ἀδολέσχημα, τρυφὴ γλώττης, καρδίας μελέτημα, πνοὴ ζωή, φῶς καὶ ἡδονή, γλυκυτάτη θέρμῃ, φωτίζουσα τὴν διάνοιαν, εὐφραίνουσα καρδίαν, πυρπολοῦσα τὰ πάθη, καὶ δακρύων πηγάζουσα ῥεύματα.

Τί μοι χρυσός, τί μοι ὁ λίθος ὁ σάπφειρος, τί μοι τ’ ἄλλα, βίου περισπούδαστα; ἐμοὶ τρυφή, δόξα καὶ χαρά, τὰ θεόπνευστά σου, ὑπάρχει Πάτερ συγγράμματα, ἐν οἷς τρυφῶ καὶ φλεγόμενος βλύζω, ἐξ ὀμμάτων γλυκύτατα δάκρυα.
Θεοτοκίον.
Ὦ Μαριάμ, τὸ κοσμοπόθητον ὄνομα, Σὺ Παρθένε, Θεοῦ μέσον ἔστηκας, καὶ τῶν βροτῶν, καὶ τὸν μὲν Θεόν, βροτὸν ἀπειργάσω, τοὺς δὲ βροτοὺς θεοὺς χάριτι, εὐχαριστοῦμεν Κόρη, μεσιτείᾳ Σου ταύτῃ, δι’ ἧς ἅπαντα κόσμον διέσωσας.

ᾨδὴ ε΄. Τῆς Θεοτόκου. Ἐξέστη τὰ σύμπαντα.
Λαβὶς θείου ἄνθρακος, ὑπάρχεις Παντευλόγητε, ἔτι καὶ Παρθένος γαλουχοῦσα, ὡς καὶ προφήτης, Δέσποινα μόνη ἁγνή, κατὰ Ἡσαΐου τὴν φωνήν· ὅθεν Σὲ δοξάζομεν, καὶ πιστῶς μακαρίζομεν.

Παρέστης Βασίλισσα, ἐκ δεξιῶν τοῦ Κτίστου Σου, τοῦ παμβασιλέως Θεοτόκε, ὁ  προφητάναξ Δαβὶδ ἐν Πνεύματι, ἔφη δὲ ὁ κλῆρός Σου ἡμεῖς, Σῆς πλουτοῦμεν χάριτος, Σοῦ εὑρόντες Σε πρόμαχον.

Πλησίον Σὲ ἔφησε, καὶ ἀδελφὴν καὶ Νύμφην τε, ᾎσμα Θεοτόκε τῶν ᾈσμάτων, αἱ δὲ Μοναί Σου, λαμπροφοροῦσαι σεπτῶς, ἐν Ἄθῳ κοσμοῦσι τῇ μορφῇ, τὰ εἰκονοστάσια, καὶ κροτοῦσί Σου ᾄσματα.

Πηγήν Σε ἐνσφράγιστον, καὶ κῆπον κεκλεισμένον τε, βίβλος ἡ αὐτή Σε ὀνομάζει, οἱ δὲ τοῦ Ἄθω πανευσεβεῖς μονασταί, ἔφερον προστάτιδα φρουρόν, σκέπην καὶ μεσίτριαν, Σὲ καλοῦσι τὴν Δέσποιναν.

Ὁ α’ τοῦ Ἁγίου. Ὁ αὐτός.
Ἀγάπης καιόμενος, πυρὶ μέσην καρδίαν σου, ὅλος σεαυτοῦ ὅλου ἐξέστης, καὶ Θεῷ μόνῳ, ὅλῳ συγκέκρασας, τῷ ἠγαπημένῳ ὑπὸ σοῦ, ὡς ἓν πνεῦμα γίνεσθαι, μετ’ αὐτοῦ ἱερώτατε.

Ἰδοὺ νῦν ἀνέτειλε, τὸ φῶς τῆς θείας χάριτος, ἰδοὺ ἀμβροσία ἡ τοῦ μάννα, τοῦ ζωηῤῥύτου πᾶσι προτίθεται, Συμεὼν ὁ ἔνθεος πατήρ, δεῦτε καὶ τρυφήσατε, οἱ ζωῆς ὀρεγόμενοι.

Ῥητόρων ἀνώτερος, ἀναδειχθεὶς τῷ πνεύματι, τοὺς περὶ Θεὸν καὶ θείων λόγους, καὶ ὑπολήψεις θεοπρεπέστατα, σὺ ἐθεολόγησας ἡμῖν· ὅθεν νέος κέκλησαι, θεολόγος φερώνυμε.
Θεοτοκίον.
Ὦ Μῆτερ ὁλόφωτε, φωτὸς τοῦ πρώτου φώτισον, ψυχήν μου τὴν ἄφωτον φωτί Συ, ἵνα φῶς βλέπω πάλιν τὸ πρώτιστον, ὃ ἐκ Σοῦ ἐφώτισεν ἡμᾶς, καὶ Σὲ τὴν φωτίσασαν, τοῦτο γὰρ φωτὸς ἴδιον.

Ὁ β’ τοῦ Ἁγίου. Ἵνα τί με ἀπώσω.
Ὦ πολλῆς παῤῥησίας, ἧς πρὸς τὸν Δεσπότην ἁπάντων ἐπλούτησας, σὺ γὰρ ὥσπερ φίλῳ συνελάλεις αὐτῷ ἐν καρδίᾳ σου, καὶ ὡς πατρὶ τέκνον, περιπλεκόμενος ἐφώνεις· Ἰησοῦ Ἰησοῦ μου γλυκύτατα.

Θεοῦ γέγονας στόμα, ὡς τὸ θεῖον λόγιον φάσκει μακάριε, σὺ γὰρ ταῖς ἐνθεόις διδαχαῖς σου, καὶ λόγοις ἐξήγαγες, ἀπὸ ἀναξίων, πολλοὺς τιμίους καὶ ἀξίους, οὐρανῶν Βασιλείας ἀνέδειξας.

Πῶς ἐξείπω τὸ μέγα, ἐπὶ σοὶ γενόμενον θαῦμα τῆς χάριτος· σὺ γὰρ φῶς ὑπάρχων, φῶς ὁρῶν καὶ φωτὶ συγγινόμενος, ἐν φωτὶ καὶ λέγεις, καὶ ἐννοεῖς καὶ καλλιγραφεῖς, τὰ συγγράμματα σοῦ τὰ φωτόμορφα.

Θεοτοκίον.
Ἔχεις Δέσποινα κόσμου, ἔχεις τῇ θελήσει Σου δύναμιν σύνδρομον, ὡς τεκοῦσα μόνη, παντοδύναμον Λόγον καὶ Κύριον· ὅθεν ἄν Σοι μόνον, ἐμὲ θελήσειας σωθῆναι, εὐχερῶς ἐγὼ Κόρη σωθήσομαι.

ᾨδὴ στ΄. Τῆς Θεοτόκου. Τὴν θείαν ταύτην.
Θυγάτηρ πέλεις Πανάμωμε, κατὰ τὸν ψαλμῳδὸν Σολομῶντά τε, τοὺς θεοκήρυκας, μεμνηστευμένην Παρθένον δέ, κατὰ τὸν θεηγόρον Λουκᾶν ἐν πνεύματι.

Ἰδοὺ ὁ Κύριος κάθηται, ἐπὶ νεφέλης κούφης ἐν Πνεύματι, ὁ μεγαλόφωνος, βοᾷ Προφήτης Θεόνυμφε, ἡμεῖς δὲ μετ’ Ἀγγέλου, χαῖρέ Σοι κράζομεν.

Πυρός τε ὅρασις πέφυκας, καὶ θέα ὡς ἠλέκτρου Πανάχραντε, ὥσπερ ἐν Πνεύματι, ὁ ἱερὸς μεμαρτύρηκε, Προφήτης τοῦ Ὑψίστου Ἁγίῳ Δέσποινα.

Ἡμέρα νὺξ καὶ ἀλλοίωσις, κατὰ τὸν Προφητάνακτα πέφυκας, Θεογεννήτρια, καὶ ἱλασμὸς τοῖς τιμῶσί σου, τὸν θεῖον χαρακτῆρα, καὶ Σὲ δοξάζουσι.

Ὁ α’ τοῦ Ἁγίου. Ὁ αὐτός.
Τὸν ποταμὸν τὸν ἀένναον, τὸν ἐκ τῆς νοητῆς Ἐδὲμ βλύζοντα, τῆς θείας χάριτος, δεῦτε ἐν ὕμνοις τιμήσωμεν, καὶ τῆς ζωῆς τὰ ῥεῖθρα, αὐτοῦ τρυφήσωμεν.

Ὁ μετανοίας διδάσκαλος, ὁ κῆρυξ φωτισμοῦ τοῦ τῆς χάριτος, ὁ ἱερώτατος, νῦν Συμεὼν μακαρίζεται, ὁ ζήσας ἐν τῷ κόσμῳ, ζωὴν ἰσάγγελον.

Νικήσας σθένει τοῦ Πνεύματος, καὶ πόνοις ἐγκρατείας καὶ δάκρυσι, Συμεὼν Ὅσιε, πάθη ψυχῆς τε καὶ σώματος, εἰς τὸ τῆς ἀπαθείας ἄκρον ἀνέδραμες.
Θεοτοκίον.
Θεὸν ἀσπόρως συνέλαβες, Παρθένε καὶ ἀκόπως ἐβάστασας, ἐν τῇ κοιλίᾳ Σου, ἀφθόρως δὲ τοῦτον ἔτεκες, ὢ τριπλοῦ τεραστίου, τίς οὐκ ἐξίσταται;

Ὁ β’ τοῦ Ἁγίου. Τὴν δέησιν ἐκχεῶ.
Τοῦ Πνεύματος, θείαν χάριν Ὅσιε, ἐν καρδίᾳ ὡς πηγὴν κεκτημένος, καὶ ὕδωρ ζῶν, καὶ ἀλλόμενον Πάτερ, θεοσοφίας ἐξέβλυσας νάματα, καὶ αὔλακας τὰς ψυχικάς, τηκομένας τῷ δίψει ἐμέθυσας.

Ἐδόθη σοι, καὶ θαυμάτων δύναμις, καὶ ἰάσεων ἡ χάρις ὦ Πάτερ· ἵνα μηδέν, ὑστερῇς τῶν Ἁγίων· ὅθεν καὶ ζῶν καὶ θανὼν ἀπετέλεσας, θαυμάσια πολλὰ σοφέ, καὶ ἰάσεις δυνάμει τοῦ Πνεύματος.

Ἐξίσταντο, οἱ λαοὶ ἀκούοντες, τὴν σοφίαν τῶν σῶν λόγων ὦ Πάτερ, καὶ ὡς ποτέ, Ἰουδαῖοι ἐβόων, περὶ Χριστοῦ, οὕτως οὗτοι ἐκραύγαζον, ἡ χάρις λόγων ἡ πολλή, καὶ σοφίᾳ αὐτῷ πόθεν δέδοται;
Θεοτοκίον.
Ἀγκάλας Σου, καὶ μαστοὺς ὦ Δέσποινα, τῷ Υἱῷ Σου μεσιτεύουσα δεῖξον, μῖξον τοῖς Σοῖς, τὰς ἐκείνου Παρθένε, σταυρὸν καὶ λόγχην καὶ ἥλοις καὶ κάλαμον, καὶ οὕτως ἱλέωσαι Αὐτόν, ἐφ’ ἡμῖν τοῖς πολλὰ ἁμαρτήμασι.

Κοντάκιον. Ἦχος γ΄. Ἡ Παρθένος σήμερον.
Τῷ φωτὶ λαμόμενος, τῷ τρισηλίῳ θεόφρον, θεολόγος γέγονας, τῆς ὑπερθέου Τριάδος· ἄνωθεν, σοφίαν λόγων καταπλουτήσας, ἔβλυσας, θεοσοφίας ἔνθεα ῥεῖθρα, ἐξ ὧν πίνοντες βοῶμεν· χαίροις τρισμάκαρ, Συμεὼν Ὅσιε.
Ὁ Οἶκος.
Τὸ πανάγιον Πνεῦμα, τὸ πρώην τοὺς ἁλιεῖς καὶ ἀγραμμάτους σοφίαν, καὶ ῥήτορας καὶ θεολόγους αὐτοὺς ἀναδεῖξαν, τοῦτο καὶ ἐν τοῖς ὑστέροις καιροῖς τῇ καθαρᾷ σου ψυχῇ ἐνοικῆσαν, Συμεὼν ἁγιώτατε, ῥήτορα ῥητόρων, καὶ λογίων λογιώτατον, καὶ θεολόγον σε πάνσοφον, τὸν ἀμαθῆ καὶ ἄσοφον ἀπειργάσατο, καλλιγραφοῦντα, καὶ θαυμαστῶς ἐκτιθέμενον, τὰ δόγματα τῆς ὑπερφυοῦς θεολογίας, καὶ τὰ μυστήρια τοῦ θείου φωτός· καὶ τὰς ἐν τῇ ψυχῇ μυστικῶς γενομένας διαφόρους ἐνεργείας, τῆς θείας χάριτος τοῦ Ἁγίου Πνεύματος· ὧν καὶ ἡμεῖς τῆς ἀναγνώσεως ἀπολαύοντες, σὲ μακαρίζομεν ἀξιομακάριστε Πάτερ, ὡς ὑπερφυᾶ καὶ οὐράνιον ἄνθρωπον· καὶ τὴν ἁγίαν ἑορτήν σου μετὰ πόθου ἐκτελοῦντες ὁμοφώνως βοῶμέν σοι· χαίροις τρισμάκαρ, Συμεὼν Ὅσιε.

Συναξάριον.
Τῇ ΙΒ΄ τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ὁσίου Συμεών, τοῦ νέου Θεολόγου.
Πρώην μὲν εἶχες γλώτταν ἀντὶ τῆς βίβλου,
Γλώττης δὲ ἀντί, σὴν ἔχεις ἤδη βίβλον.
Βῆς δύο καὶ δεκάτη Συμεὼν πόλον ἀστερόεντα.
Ταῖς αὐτοῦ ἁγίαις πρεσβείαις Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ΄. Τῆς Θεοτόκου. Οὐκ ἐλάτρευσαν.
Παντευλόγητε τὴν γῆν ἡ οὐρανώσασα τῷ θείῳ τόκῳ Σου· διὸ καλῇ Οὐρανός, κατὰ τὸ θεόπνευστον, Δαβὶδ τὸν λέγοντα· ὅτι Κύρος, ἐξ οὐρανοῦ ἐπέβλεψεν, ὁ ᾀεὶ εὐλογημένος.

Ἐκ Σοῦ Ἄχραντε ὁ ἥλιος ἀνέτειλε Χριστὸς ὁ Κύριος, Ἀνατολὴ δὲ οὐκοῦν, καλεῖ Σε ἐν Πνεύματι, καὶ Δύσιν πάλιν αὐτός, ὁ θεόπνευστος, ἡμεῖς δὲ Θεοτόκον Σε, τὴν ᾀεὶ εὐλογημένην.

Τὰ ὁρμήματα τοῦ ποταμοῦ εὐφραίνουσι πόλιν τὴν ἔμψυχον, Θεοῦ τοῦ ζῶντος Ἁγνή· διόπερ καὶ Ἥλιος, καὶ Πόλις εἶ τοῦ Θεοῦ, Ὑπερύμνητε, ὡς ὁ Δαβῖδ προείρηται, ὁ προπάτωρ Σου Παρθένε.

Τόπον λέγειν Σε ὁ Ἰακὼβ καὶ Κλίμακα καὶ πλίνθον ἕτερος, οἱ δὲ τοῦ Σοῦ φοιτηταί, τοῦ κλήρου Πανάχραντε, λιμένα εὔδιον, καὶ ὑπέρμαχον, καὶ σωτηρίας πρόξενον, καὶ ἀντίληψιν καὶ σκέπην.

Ὁ α’ τοῦ Ἁγίου. Ὁ αὐτός.
Ἐξεχύθη σου ἡ χάρις ἐν τοῖς χείλεσι πλουσία ἄνωθεν, ὦ ἱερὲ Συμεών, καὶ χῦμα καρδίας σοι, ὡς ἄμμος δέδοται, ἡ θαλάσσιος, παρὰ τοῦ σὲ σοφίσαντος, ὡς ποτὲ τῷ Σολομῶντι.

Ὁ πολύφωτος καὶ πάγχρυσος τῆς χάριτος καὶ λαμπρὸς ἥλιος, τῆς Ἐκκλησίας Χριστοῦ, σεπτὸν διερχόμενος, ἅπαν στερέωμα, καὶ τῆς νήψεως, αὐγάζων ταῖς ἐλλάμψεσι, Συμεὼν ἀνευφημείσθω.

Λογιώτατος λογίων θεοδίδακτος καὶ πνευματέμφορος, σὺ θεολόγος Χριστοῦ, ἐδείχθης τοῖς πέρασι, Συμεὼν Ὅσιε, ἐπιστήθιος, δεύτερος καὶ Γρηγόριος, ὁ πυρίπνους θεολόγος.
Θεοτοκίον.
Ὁ πυρίμορφος θρόνος καὶ φλογερώτατος Χριστοῦ Παντάνακτος, ὁ ὑψηλὸς οὐρανός, ἐκ πάσης ἐφέσεως, καὶ προσπαθείας με, ἐλευθέρωσον, τῆς χαμαιζήλου σχέσεως, ᾀειπάρθενε Μαρία.

Ὁ β’ τοῦ Ἁγίου. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἀμνησίκακος ὤφθης χριστομίμητος ὅλος καὶ γαληνότατος, τοὺς γὰρ ἐχθρούς σου Πάτερ, τοὺς σὲ κτεῖναι ζητοῦντας, εὐργέτεις ἑκάστοτε· ἕως φίλους αὐτούς, ταῖς δωρεαῖς ἐποίεις.

Σὺ τὴν κλεῖδα πλουτήσας τῶν γραφῶν τὴν τοῦ Πνεύματος Ὅσιε, ὁπότ’ ἐβούλου Πάτερ, διήνοιγες ἐκόπως, καὶ τῷ λόγῳ ἐδείκνυες, τὸν θησαυρὸν τῶν Γραφῶν, τὸν ἀποκεκρυμμένον.

Σὺ καθάρας τὸ σῶμα ἐμπαθείας τρισμάκαρ ἡδυπαθείας τε, ψυχὴν ἐλευθερώσας, καὶ νοῦν τῆς προσπαθείας, νεκρὸς γέγονας σώματι, καὶ πρὸ θανάτου σαρκός, τῷ πνεύματι ἀνέστης.
Θεοτοκίον.
Θείων ἀπαυγασμάτων ἀνεξάντλητος κρήνη Σὺ Κόρη γέγονας, βυθῶν τῶν ἀποκρύφων, τῆς ἀκαταληψίας, τοῦ Θεοῦ ἡ φανέρωσις, ὁ νοηθεὶς τῷ Θεῷ, σκοπὸς πρὸ τῶν αἰώνων.

ᾨδὴ η΄. Τῆς Θεοτόκου. Παῖδας εὐαγεῖς.
Σὲ ἐν γυναιξὶν εὐλογημένην, Λουκᾶς ἐν Ἁγίῳ ἔφη Πνεύματι, πόκον δὲ θεόδροσον, Θεοτόκε πάναγνε, ὁ Γεδεὼν προεῖδέ Σε, καὶ ὁ Δαβὶδ οἱ κλεινοί, Προφῆται, τοῦ Υἱοῦ Σου Παρθένε, Ὃν ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

Αὖθις Μαριὰμ ὁ θεηγόρος, Λουκᾶς ὁ αὐτὸς καὶ μακαρίαν Σε, ἔφη ὁ δ’ Ἀρχάγγελος, τὸ Χαῖρέ Σοι προείρηκε, ὃς ἐκ Θεοῦ παρέστη Σοι, ἀπ’ οὐρανοῦ καταπτάς, ὁ θεῖος, Γαβριὴλ Θεοτόκε, ὁ τῶν Μυστηρίων, διάκονος τῶν θείων.

Σὲ τὴν Θεοτόκον καὶ Παρθένον, Προφῆται οἱ θεηγόροι προκατήγγειλαν, οὗτοι γὰρ ἐν Πνεύματι, Σὲ προεωράκασι, Θεοῦ καὶ προειρήκασι, τοῖς πᾶσιν Ἄχραντε, τὰ Σοί, παρὰ Θεοῦ μεγαλεῖα, καὶ τὸν ἐν ὑστέροις, καιροῖς ἐκ Σοῦ τεχθέντα.

Ἄπειρα ὑπάρχει Σου Παρθένε, καὶ πλήρη τὰ μεγαλεῖα καὶ ἐξαίσια, Σοῦ καὶ τὰ ὀνόματα, ἀλλὰ καὶ οἱ δοῦλοί Σου, οἱ γνήσιοί Σου Δέπσοινα, πολλὰ Σοὶ ἔπλεξαν, ἐγκώμια, καὶ ὕμνους καὶ λόγους, καὶ πρὸς τὸν Υἱόν Σου, τὸν μόνον Θεὸν Λόγον.

Ὁ α’ τοῦ Ἁγίου. Ὁ αὐτός.
Γέγονας νοούμενος παμμάκαρ, παράδεισος ἐν Ἐδὲμ ὁ θεοφύτευτος, ἔχων στελεχούμενον, τὸν Χριστὸν ἐν μέσῳ σου, ὡς ξύλον ζωῆς Ὅσιε, θάλλον γλυκύκαρπον, κυκλόθεν δέ, ὡς δένδρα κομῶντα, καρποῖς τε καὶ φύλλοις, τὰς ἀρετὰς ἁπάσας.

Ὅμοιος ἐγένου τῷ ἐμπόρῳ, ὃν εἶπε Χριστὸς Συμεὼν Ὅσιε, σὺ γὰρ ἃ ἐκέκτησο, ἅπαντα ἐπώλησας, καὶ μαργαρίτην ἔλαβες, τὸν πολυτίμητον, ὃν ἔκρυψας, ἐντὸς τῆς καρδίας, καὶ ἠγαλλιάσω, ἀῤῥήτως ἐπὶ τούτῳ.

Νέος οὐρανὸς Πάτερ ὡράθης, τὸν Κύριον ὥσπερ ἥλιον παμμέγιστον, Συμεὼν θεόσοφε, ἔχων ἐν τοῖς στέρνοις σου, ὡς δὲ σελήνην πάμφωτον, ἀργυραυγίζουσαν, τὴν χάριν, τὴν τοῦ Πνεύματος κτήσας, καὶ ὡς φαιδρὰ ἄστρα, σεπτὰ συγγράμματά σου.
Θεοτοκίον.
Ἅγιον Ἁγίων ὡς τεκοῦσα, Ἁγίοις ᾀεὶ τὸν ἐπαναπαυόμενον, καὶ ὡς μόνη στήσασα, κατ’ ἐχθρῶν τὸ τρόπαιον, τῶν ἀοράτων Πάναγνε, τὸν νοῦν φυλάξασα, ἀνώτερον, ἐννοίας ἀτόπου, καλῇ παρὰ πάντων, δικαίως Παναγία.

Ὁ β’ τοῦ Ὁσίου. Ἑπταπλασίως κάμινον.
Ἔρωτας θείους ἔσχηκας, ἐν καρδίᾳ σου Ἅγιε, οἳ εἰσὶ τοῦ Κτίστου, φῶς τὸ ἀνεκλάλητον, ἐντεῦθεν θεόληπτος, καὶ ἔνθους ὅλος γέγονας, ὅλος ἐνδημῶν, τῷ ὑπὸ σοῦ ἐρωμένῳ, καὶ πάθη πάσχων θείας, κατοχῆς καὶ βακχείας, καὶ διὰ στίχων ὕμνους, ἐρωτικοὺς συγγράφων.

Τριαδικῶς κατώπτευσας, τὴν Τριάδα τὴν ἄκτιστον, νοῦν λόγον καὶ πνεῦμα, νοΐ λόγῳ Πνεύματι, Μονάδα δὲ αὖθίς τε, μοναδικῶς ἀνύμνησας, ἑνώσας εἰς ἕν, τὸν νοῦν λόγον καὶ πνεῦμα, καὶ φύσει μὲν ἐγένου, τοῦ Θεοῦ κατ’ εἰκόνα, τῇ γνώμῃ δὲ ἐδείχθης, καθ’ ὁμοίωσιν Πάτερ.

Εἰς τὸ τῆς ταπεινώσεως, Συμεὼν βάθος ἔφθασας, ἣν αὐτὸ τὸ πνεῦμα, ἔκτισεν ἐν σπλάγχνοις σου· ἐντεῦθεν ἠξίωσαι, εἰς ὕψος τελειότητος, ἀνελθεῖν σοφέ, ὡς ἐφικτὸν τοῖς ἀνθρώποις, καὶ Πνεύματος πλησθῆναι, χαρισμάτων ποικίλων, καὶ Ἄγγελον φανῆναι, ὡς ἄϋλον ἐν ὕλῃ.
Θεοτοκίον.
Νῦξ με συνέσχε πάντοθεν, ἁμαρτίας τὸν δείλαιον, φωτισμὸν γὰρ εἶναι, τὴν τρυφὴν ὑπέλαβον, ἐντεῦθεν ἠλλοίωμαι, τὴν οὐ καλὴν ἀλλοίωσιν, εἰς τὰς σκοτεινάς, καταφερόμενος πράξεις, τὸ φῶς ἡ τετοκυῖα, φώτισόν με Παρθένε, καὶ θείᾳ ἀλλοιώσει, ἀλλοίωσόν με ὅλον.

ᾨδὴ θ΄. Τῆς Θεοτόκου. Ἅπας γηγενής.
Ἅπας γηγενής, θαυμάζει γηθόμενος τὰ μεγαλεῖά Σου, Μῆτερ ᾀειπάρθενε, καὶ τῶν θαυμάτων Σου τὸ ἀπέραντον, τὴν δὲ σεπτὴν Εἰκόνα Σου, καὶ χαριτόβρυτον, μεγαλύνει, τῶν Ἀγγέλων τάγματα, καὶ βροτῶν φιλεόρτων συστήματα.

Ἄγει ἑορτήν, Παρθένε ἡ ποίμνη Σου, ἡ ἐν τῷ Ἄθωνι, ἐπὶ τῇ Συνάξει Σου, καὶ μνείαν ἄγουσα τῶν θαυμάτων Σου, τοῖς πᾶσι διαγγέλει Σου, τὰς θείας χάριτας, καὶ προνοίας, ἣν περὶ τὸν κλῆρόν Σου, Θεοτόκε παρέχεις ἑκάστοτε

Χαίρει καὶ σκιρτᾷ, νῦν ἡ κληρουχία Σου, καὶ γὰρ ἐπλούτησε, Μῆτερ ᾀειπάρθενε, Σὲ πολιοῦχον καὶ ἀντιλήπτορα, ἣν περιέπεις ἄνωθεν, τοὺς δ’ ἐν αὐτῇ σκολιούς, μὴ παρόψῃ, τοὺς ἐχθρούς Σου Δέσποινα, ἀλλ’ ἀπόδος αὐτοῖς τὰ ἐπίχειρα.

Δέχου προσηνῶς, τοῦτό μου τὸ πρόσφορον Θεοχαρίτωτε, τοὺς ἀνευφημοῦντας δέ, καὶ ἀνυμνοῦντας τὰ μεγαλεῖά Σου, τῆς θείας δόξης ἄχραντε, μετόχους ποίησον, χορηγοῦσα, τῶν πταισμάτων ἄφεσιν, ταῖς λιταῖς Σου πρὸς Κύριον πάντοτε.

Ὁ α’ τοῦ Ἁγίου. Ὁ αὐτός.
Χαίροις νῦν χαράν, τὴν ὄντως ἀπέραντον, καὶ ἀνεκλάλητον, Συμεὼν τρισόλβιε, ὅπου χωρίον, χαρᾶς τὸ χάριεν, κλαύσας γὰρ ὦδε πρόσκαιρα, εἰς τὰ οὐράνια, παρεκλήθης, καὶ σκιρτᾷς αἰώνια, τὸ τερπνὸν καὶ μακάριον σκίρτημα.

Βλέπεις τὸν γλυκύν, Ἰησοῦν πρὸς πρόσωπον, νῦν ὅνπερ πρότερον, βλέπειν κατηξίωσας, ἀλλ’ ἐν ἐσόπτρῳ, καὶ ἐν αἰνίγματι, ἐντρύφα λοιπὸν Ὅσιε, σκίρτα καὶ χόρευε, ἀπολαύων, νῦν τοῦ ποθουμένου σοι, καὶ ἡμῶν τῶν τιμώντων σε μέμνησο.

Δέχου τὴν ᾠδήν, Συμεὼν θεόσοφε, ἥν Σοι προσάγομεν, δῶρον ὡς ἐλάχιστον, τοῦ πολλοῦ χρέους, οὗ πρὸς σὲ ἔχομεν, καὶ ἀμοιβὴν αἰτούμεθα, χάριν τοῦ Πνεύματος, δωρηθῆναι, καὶ ἡμῖν πρεσβείαις σου, ἣν κακίαις πολλαῖς ἀπωλέσαμεν.

Θεοτοκίον.
Κτίσεως Ἁγνή, καὶ Κτίστου μεθόριον, ἄμεσον γέγονας· ὅθεν καὶ τὸ πλήρωμα, πασῶν χαρίτων δέχῃ Πανάμωμε, καὶ μεταδίδως ἅπασι, βροτοῖς Ἀγγέλοις τε· ὅθεν τούτου Σύ, μετάδος Δέσποινα, καὶ ἡμῖν τοῖς ἐν πίστει τιμῶσί Σε.

Ὁ β’ τοῦ Ἁγίου. Ἐξέστη ἐπὶ τούτῳ.
Τῇ Νύμφῃ Βασιλέως Χριστοῦ σοφέ, Ἐκκλησίᾳ σοὺς λόγους κατέλιπες, ὡς νυμφικόν, κόσμον καὶ ποικίλον ἱματισμόν, ὡς λιθομαργαρόχρυσον, στέφανον καὶ σκεῦος καὶ κιβωτόν, ὡς περιδέραιά τε, ψέλλια καὶ χλιδῶνας, καὶ δακτυλίους καὶ ἐνώτια.

Τὴν τάξιν ὑπερέβης τὴν δουλικήν, καὶ μισθίους αὐτοὺς ὑπερήλασας, καὶ ὡς υἱός, νῦν πατρὶ παρίστασαι τῷ Χριστῷ, εἰλικρινὴς καὶ γνήσιος, ὁρῶν καὶ ὁρώμενος ὑπ’ Αὐτοῦ, θεούμενος ἀμέσως, Χριστοῦ συγκληρονόμος, καὶ κληρονόμος Θεοῦ Ἅγιε.

Οὐ σθένει γλῶσσα οἶδά σε Συμεών, τὸν Θεὸν κατὰ χάριν γενόμενον, ἀνευφημεῖν, ἀλλὰ πάλιν οἶδα ὅτι ἡ σή, φιλανθρωπία δέχεται, καὶ γυμνὴν προαίρεσιν τῆς ψυχῆς· διὸ δέξαι μου ταῦτα, τὰ ᾄσματα τρισμάκαρ, ὥσπερ πατὴρ παιδὸς ψελίσματα.
Θεοτοκίον.
Παράκλητον προβάλλομεν πρὸς Θεόν, Σὲ Παρθένε οἱ δοῦλοί Σου ἅπαντες· ὅθεν Ἁγνή, δέησον προσάγαγε Σῷ Υἱῷ, Πατρί τε καὶ τῷ Πεύματι, τῷ ἑνὶ τῶν πάντων Δημιουργῷ, Τριάδι τῇ Ἁγίᾳ, ἵνα ἡμᾶς οἰκτείρῃ, καὶ πάντας σώσῃ κόσμου Σώτηρα.

Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.
Τὸν θεολόγον ἅπαντες, Συμεὼν εὐφημήσωμεν, τῶν μοναζόντων τὸ κλέος, καὶ Ἱερέων τὴν δόξαν, τῶν θεολόγων καύχημα, καὶ τῶν πιστῶν ἀγλάϊσμα, τῆς χάριτος τὴν σάλπιγγα, καὶ τῆς Χριστοῦ Ἐκκλησίας, τὸν φωτοφόρον φωστῆρα.
Ἕτερον. Τοῖς Μαθηταῖς συνέλθωμεν.
Ὁ αἰσθητὸς μὲν ἥλιος, τῷ πρωΐ ἀνατέλλων, φωτίζει κόσμον ἅπαντα, φθάσας δὲ δύσιν ὅμως, ἰδίας κρύπτει ἀκτῖνας, σὺ δὲ Ὅσιε Πάτερ, ἥλιος ὤφθης ἄδυτος, ἐν νυκτὶ καὶ ἡμέρᾳ, τοῖς ἱεροῖς, λόγοις σου φωτίζων σύμπαντα κόσμον· ὅθεν ἡλίου γέγονας, αἰσθητοῦ πολλῷ κρείττων.
Θεοτοκίον.
Μετὰ Θεὸν Πανάμωμε, Σὺ θεὸς ἀνεδείχθης, τὰ δευτερεῖα ἔχουσα, τῆς Ἁγίας Τριάδος, τῆς πίστεως ἀρχὴ πρώτη, καὶ ἐλπίδος ἡ βάσις, τὸ ἔρεισμα τῆς πράξεως, καὶ κρηπὶς θεωρίας, ἀκροστιχίς, Προφητῶν ἁπάντων καὶ γραφῶν πίναξ, πόλου καὶ γῆς τεράστιον, καὶ στοιχεῖον τοῦ κόσμου.

Αἶνοι. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Δεῦτε πιστῶν αἱ χορεῖαι πανηγυρίσωμεν, τοῦ Νέου Θεολόγου, Συμεῶν δὲ τὴν μνήμην, καὶ τούτου τὴν εἰκόνα τὴν ἱεράν, εὐλαβῶς προσκυνήσωμεν, τῷ πρωτοτύπῳ προσάγοντες δι’ αὐτῆς, τὴν τιμὴν καὶ τὴν προσκύνησιν.

Τῶν μακαρίων οἱ δῆμοι νῦν συναγάλλονται, τῷ πνεύματί σου Πάτερ, τῷ ἀΰλῳ ἐν πόλῳ, ἡμεῖς δὲ σοὶ δοῦλοι τὰ ἱερά, σοῦ συγγράμματα ἔχοντες, καὶ ἐξ αὐτῶν ὠφελούμενοι ψυχικῶς, ἐπὶ γῆς ἀγαλλιώμεθα.

Τὸ τριμερὲς τῆς ψυχῆς σου καθάρας Ὅσιε, κηλίδος ἀπὸ πάσης, ἀρετῶν τῇ τριάδι, νηστείᾳ καὶ ἀγάπῃ καὶ προσευχῇ, τῆς Τριάδος γεγένησαι, τῆς ὑπερθέου ἀνάκτορον ἱερόν, Συμεὼν Πάτερ ἀείμνηστε.

Τῆς ἀρχιφώτου Τριάδος νῦν ἀστραπτόμενος, πλουσίαις ταῖς ἀκτίσι, Συμεὼν θεολόγε, πρέσβευε ἀπαύστως ὑπὲρ ἡμῶν, τῶν πιστῶς γεραιρόντων σε, καὶ τὴν ἁγίαν σου μνήμην περιχαρῶς, ἐκτελούντων παναοίδιμε.

Δόξα. Ἦχος πλ. δ΄.
Τίς λαλήσει τὸ πλάτος τῆς ἀγάπης, ἣν πρὸς τὸν πλησίον ἔσχες, Συμεὼν ἁγιώτατε; Σὺ γὰρ οὐ μόνον ζῶν, διὰ λόγων καὶ ἔργων, πρὸς μάνδραν οὐράνιον ὡδήγησας τὸ ποίμνιον Χριστοῦ, ἀλλὰ καὶ μετὰ θάνατον· ὥσπερ πατὴρ φιλόστοργος, θηλὴν αὐξητικήν, καὶ στερεὰν τροφήν, τὴν θεόσοφόν σου βίβλον ἡμῖν παρέθηκας, δι’ ἧς τρεφόμενοι, εἰς ἄνδρα τέλειον, καὶ εἰς μέτρον ἡλικίας τοῦ Χριστοῦ ἀναγόμεθα· ὄντως ἐκκαλιώθησαν ᾀσματικῶς ἡ καρδία καὶ χείλη σου, ἀπὸ οἴνου τοῦ ἐκστατικοῦ τῆς θεώσεως, ἧς καὶ ἡμᾶς τυχεῖν καταξίωσον, ταῖς πρὸς Κύριον πρεσβείαις σου.
Καὶ νῦν. Θεοτοκίον
Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ Ὑψίστου, Σῶν οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.

Δοξολογία Μεγάλης καὶ Ἀπόλυσις.

Μεγαλυνάριον.
Τὸν θεοχαρίτωτον Συμεών, πόθῳ εὐφημοῦμεν, τὸν φωτίζοντα δωρεάν, τοὺς μετ’ εὐλαβείας, καὶ προσοχῆς μεγίστης, τὴν θείαν αὐτοῦ βίβλον, ἀναγινώσκοντας.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου