Τρίτη 16 Ιουνίου 2015

ΣΥΝΑΞΕΩΣ ΑΓΙΩΝ Μητροπόλεως Διδυμοτείχου



Ἀκολουθία ΣΥΝΑΞΕΩΣ ΑΓΙΩΝ Μητροπόλεως Διδυμοτείχου.
Ψαλλομένη τῇ γ’ Κυριακῆ τοῦ Μαΐου (14η -20η τοῦ μηνός) 
Ποίημα Δρ. Χαραλάμπους Μπούσια (2011).


ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ
Μετὰ τὸν Προοιμιακόν εἰς τὸ Κύριε ἐκέκραξα ἱστῶμεν στίχους δ΄ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια.
Ἦχος α΄. Τῶν ουρανίων ταγμάτων.
Θρακῶν Ἁγίων χορείαν, τὴν θεοσύλλεκτον, ἕως ἐσχάτων χρόνων, ἀπ’ ἀρχῆς ἐκλαμψάντων, ἀσκήσει καὶ ἀθλήσει δεῦτε λαμπρῶς, οἱ πιστοὶ εὐφημήσωμεν, καὶ τάς αὐτῶν ἱκεσίας πρὸς τὸν Θεοῦ, Θεὸν Λόγον αἰτησώμεθα.

Χαίροις πολύπαθος Θράκη, ἀγρύπνους ἔχουσα, φρουροὺς καὶ παραστάτας, καὶ ἀκέστορας θείους, ἐν δίναις καὶ ἀνάγκαις καὶ συμφοραῖς, τῶν Ἁγίων σου σύλλογον, τῶν Ἀσκητῶν καὶ Μαρτύρων πανευκλεῶς, ἀθλησάντων διεὐσέβειαν.

Ἀνδριανούπολις Γάνος, Ἀλεξανδρούπολις, Κεσσάνη Μεσημβρία, Διδυμότειχον Αἶνος, Σαράντα Ἐκκλησίαι καὶ Ῥαδεστός, Σηλυμβρία Σωζόπολις, καὶ σὺν Μαλγάροις Ἀγχίαλος τοῖς χοροῖς, τῶν αὐτῶν Ἁγίων χαίρετε.

Τὰ ἐλευθέρια Θράκη, πανηγυρίζουσα, αὐτῆς ἐξ ἀλλοπίστων, τῶν ὀρδῶν καὶ ἀφρόνων, ἐχθρῶν ἐν κατανύξει δοξολογεῖ, τῆς ἡμῶν θείας πίστεως, τελειωτὴν Θεοῦ Λόγον καὶ ἀνυμνεῖ, τὸν αὐτῆς Ἁγίων Σύλλογον.
Δόξα. Ἦχος β΄.
Δεῦτε πιστοὶ τοὺς ἐν τῇ σήμερον ἐλευθέρᾳ, καὶ τῇ στεναζούσῃ ἀλλοφύλοις ἐχθροῖς καὶ ἀλοπίστοις, ἁγιοτόκῳ καὶ ἁγιοτρόφῳ Θράκη Ἁγίους, Ἀποστόλους Μάρτυρας καὶ Ὁσίους, τοὺς ἐν διαφόροις χρόνοις διαλάμψαντας, ἐπαινέσωμεν κοινοῖς ἐν ὕμνοις, καὶ αὐτοῖς ἐκ βαθέων βοήσωμεν· οἱ Θεῷ εὐαρεστήσαντες ἔργοις καὶ ῥήμασι, σὺν Αὐτῷ νῦν οἱ συναγαλλώμενοι ἐν πόλῳ, ἁγιάζετε Θρακῶν τὰς ὀρθοδόξους συστοιχίας, καὶ ἱλεοῦσθε Κύριον, τοῖς ὑμᾶς μακαρίζουσι.
Καὶ νῦν. Θεοτοκίον. Τὸ Δογματικὸν τοῦ ἤχου.

Ἀπόστιχα. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Δῆμον θεοειδῆ, τῆς πολυπάθου Θράκης, τιμήσωμεν Ἁγίων, λαμπρῶς διαλαμψάντων, ἐν διαφόροις ἔτεσι.

Στ. Θαυμαστὸς Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Σύλλογον εὐκλεῆ, Ἁγίων ἐπωνύμων, καὶ ἀνωνύμων Θράκης, ἄχρις ἐσχάτων χρόνων, διαπρεψάντων μέλψωμεν.

Στ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ ἐθαυμάστωσεν Κύριος.
Ῥύσασθε συμφορῶν, ἐχθρῶν ἐξ ἐπιβούλων, τῆς Ὀρθοδόξου Θράκης, οἱ νῦν σὺν τῷ Ἀρνίῳ, τῷ Ἐσφαγμένῳ χαίροντες.
Δόξα. Τριαδικόν.
Δόξα Σοι ὁ Θεός, Τριὰς Ὑπεραγία, ἡ ἐφορῶσα Θράκην, ἀεὶ σὺν ὑφηλίῳ, καὶ ταύτην ἁγιάζουσα.
Καὶ νῦν. Θεοτοκίον.
Χαῖρε ἡ στρατηγός, ὑπέρμαχος τῆς Θράκης, Κυρία Θεοτόκε, αὐτῆς ἐκ τῶν βαρβάρων, ἡ ῥῦστις Κοσμοσώτειρα.

Νῦν ἀπολύεις, Τρισάγιον,
Ἀπολυτίκιον τὸ Ἀναστάσιμον ἤ τῆς τυχούσης ἑορτῆς.
Δόξα. Τῶν Ἁγίων. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Τῶν Ἁγίων τῆς Θράκης φωσφόρον σύλλογον, Ἱεράρχων Ἀποστόλων, Ὁσίων καὶ Ἀθλητῶν, ὧν ἐν βίβλῳ τῆς ζωῆς Χριστὸς ὀνόματα, γέγραφαι μέλψωμεν λαμπρῶς, ἐκβοῶντες εὐλαβῶς· τὸν Κύριον δυσωπεῖτε, Θράκην τηρεῖν εἰς αἰῶνας, ἐπιβουλῆς ἐχθρῶν ἀλώβητον.
Καὶ νῦν τὸ τῆς ἑορτῆς ἤ τὸ ὁμόηχον Θεοτοκίον.
Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος...
Ἀπόλυσις.

ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ
Μετὰ τὸν Προοιμιακόν τὸ Μακάριος ἀνήρ, εἰς δὲ τό Κύριε ἐκέκραξα ἱστῶμεν στίχους ι΄ καὶ ψάλλομεν Στιχηρὰ Ἀναστάσιμα γ΄, τῆς τυχούσης ἑορτῆς γ΄ καὶ τῶν Ἁγίων δ΄.
Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσι.
Δεῦτε πάντες φιλέορτοι, ἐλευθέρια ἄγοντες, Θράκης τῆς ἐνδόξου ἀνευφημήσωμεν, αὐτῆς τοὺς θείους ἀκέστορας, ἁγίων συστήματα, Ἀποστόλων Ἀσκητῶν, καὶ Μαρτύρων κραυγάζοντες· Λόγου κήρυκες, Ἱεράρχαι, γενναῖοι Ἀθλοφόροι, καὶ Ὁσίων θείων δῆμοι, χαίρετε πόλου οἰκήτορες.

Ἐπωνύμων τρισμέγιστον, πλῆθος καὶ ἀπειράριθμον, δῆμον ἀνωνύμων ἐγκωμιάσωμεν, Θρακῶν Ἁγίων τὸν Ὕψιστον, αἰνούντων ἀείποτε, καὶ Αὐτὸν ὑπὲρ ἡμῶν, δυσωπούντων ἑκάστοτε, πέμψαι δύναμιν, καὶ ἰσχὺν τοῖς αὐτοὺς ἀνευφημοῦσιν, ἐπιβούλους θριαμβεῦσαι, ἐλευθερίας καὶ πίστεως.

Νεομάρτυρες ἄριστοι, εὐσεβείας κειμήλια, Κύριλλε Νεόφυτε καὶ Εὐγένιε, Δῆμε Δωρόθεε Πρώϊε, Λουκᾶ τε Παρθένιε, Χριστοφόρε Μαυρουδῆ, Μανουὴλ καὶ Θεόδωρε, Αἴνου Στέφανε, Ἀναστάσιε Χρῆστε Κωνσταντῖνε, Μιχαὴλ σὺν Γεωργίῳ, καὶ Ἀναστάσιε χαίρετε.

Οὐρβανὲ Λέων Σόσσιε, Γαβριὴλ Ἀθανάσιε, Πέτρε Ἰωάννη καὶ Ἀγαθάγγελε, Βατοπεδίου δομήτορες, Μαλγάρων Ἀκάκιε, Τεσσαράκοντα σεμναί, ὄντως Παρθενομάρτυρες, καὶ Παΐσιε, σὺν Ἀμμοὺν Διακόνῳ ὡς πυξία, εὐψυχίας κατὰ χρέος, ὑμᾶς ἀεὶ μακαρίζομεν.
Δόξα. Τῶν Ἁγίων. Ἦχος πλ. β΄.
Κοινὴν σύναξιν ὑμῶν ἐπιτελοῦντες οἱ φιλέορτοι σήμερον, πάντων τῶν ἐν διαφόροις χρόνοις ἐκλαμψάντων ἐν Θράκῃ Ἁγίων, ἀξιοχρέως μεγαλύνομεν αὐτῶν τὰ κατορθώματα, καὶ ἐν ψυχικῇ ἀγαλλιάσει αὐτοῖς κραυγάζομεν· Χριστοῦ φίλοι γνήσιοι, οἱ μαρτυρίῳ αἵματος καὶ μαρτυρίῳ συνειδήσεως, Αὐτῷ εὐαρεστήσαντες, ἐξαιρέτως δὲ οἱ ἐν δυσχειμέροις δουλείας χρόνοις, αἰσχύναντες τὸν ἀλλόπιστον τύραννον, εὐσθενεῖ ἐνστάσει καὶ ῥείθροις αἵματος, μὴ παύσησθε Χριστὸν δυσωποῦντες, ἡμῖν καταπέμψαι τὸ Αὐτοῦ μέγα καὶ πλούσιον ἔλεος.
Καὶ νῦν. Τῆς ἑορτῆς.

Εἴσοδος, Φῶς ἱλαρόν, Προκείμενον καὶ τὰ Ἀναγνώσματα.
Παροιμιῶν τὸ Ἀνάγνωσμα (Κεφ. η΄, 1-11).
Υἱέ, σὺ τὴν σοφίαν κηρύξεις, ἵνα φρόνησίς σοι ὑπακούσῃ· ἐπὶ γὰρ τῶν ὑψηλῶν ἄκρων ἔστιν, ἀνὰ μέσον δὲ τῶν τρίβων ἔστηκε· παρὰ γὰρ πύλαις δυναστῶν παρεδρεύει, ἐν δὲ εἰσόδοις ὑμνεῖται. Ὑμᾶς, ὦ ἄνθρωποι, παρακαλῶ καὶ προΐεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων. Νοήσατε ἄκακοι πανουργίαν, οἱ ἀπαίδευτοι ἔνθεσθε καρδίαν. Εἰσακούσατέ μου, σεμνὰ γὰρ ἐρω καὶ ἀνοίσω ἀπὸ χειλέων ὀρθά, ὅτι ἀλήθειαν μελετήσει ὁ φάρυγξ μου, ἐβδελυγμένα δὲ ἐναντίον ἐμοῦ χείλη ψευδῆ. Μετὰ δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στόματός μου, οὐδὲν ἐν αὐτῷ σκολιόν, οὐδὲ στραγγαλιώδες. Πάντα ἐνώπια τοῖς συνιοῦσι καὶ ὀρθὰ τοῖς εὑρίσκουσιν γνῶσιν. Λάβετε παιδείαν καὶ μὴ ἀργύριον καὶ γνῶσιν ὑπὲρ χρυσίον δεδοκιμασμένον. Κρείσσων γὰρ σοφία λίθων πολυτελῶν, πᾶν δὲ τίμιον οὐκ ἄξιον αὐτῆς ἐστιν.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. Γ´, 1-9).
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καί ἡ ἀφ´ ἡμῶν πορεία σύντριμμα, οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες μεγάλα εὐεργετηθήσονται · ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτοὺς καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτοὺς καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ´ αὐτῷ συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. Δ´, 7-15).
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται.Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος τῷ Θεῷ γενόμενος ἠγαπήθη καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ρεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ὁσίοις αὐτοῦ.

Εἰς τὴν Λιτήν. Ἦχος α΄.
Εὐφραίνου ἐν Κυρίῳ ἡ ἁγιοτόκος καὶ ἁγιοτρόφος Θράκη, τιμῶσα σήμερον τὴν κοινὴν τῶν Ἁγίων σου σύναξιν, καὶ ἐν εὐλαβείᾳ καὶ ἀγαλλιάσει αὐτῇ βόησον· Χριστοῦ τοῦ Ἐσφαγμένου Ἀρνίου φίλοι γνήσιοι, οἱ ὡς ἄρνες ἄμωμοι καὶ πλήρεις ἐλευθέρου φρονήματος, ἐν τοῖς ἄλσεσι τῆς Θράκης βιωσάμενοι, καὶ οἱ μαχαίρᾳ ἀπίστων σφαγιασθέντες, διαφόροις ἐν ἔτεσι, μὴ παύσησθε δυσωποῦντες τὸν Κύριον τῆς ζωῆς καὶ τοῦ θανάτου, καὶ ἡμᾶς ἀξιώσαι τῆς ἀφθίτου ἐν πόλῳ ἀγαλλιάσεως.
Ἦχος β΄.
Τοὺς νεοφανεῖς τῆς εὐσεβείας ἀστέρας, Νεκτάριον τὸν τῆς Σηλυβρίας γόνον, καὶ Σάββαν τὸν ἐκ Γάνου καὶ Χώρας ὁρμώμενον, σὺν Παρασκευῇ τῇ Ἐπιβατηνῇ  Ὁσίᾳ εὐφημήσωμεν, πιστῶς αὐτοῖς ἀνακράζοντες· σκεύη τοῦ Παρακλήτου πολυτίμητα, ἰατροὶ ψυχῶν καὶ σωμάτων ἑτοιμότατοι, καὶ πρεσβευταὶ ἡμῶν θερμότατοι πρὸς Κύριον, ἐκτενῶς Αὐτὸν δυσωπεῖτε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Ἦχος γ΄.
Τὴν τῶν Νεομαρτύρων ἀπειράριθμον χορείαν, τοὺς χερσὶν ἐκγόνων τῆς Ἄγαρ ἐν ἐσχάτοις χρόνοις ἀναιρεθέντας, ἐν Ῥαιδεστῷ Καλλιπόλει Καβατζὶκ Γέννῃ Ἀρκαδιουπόλει, Δουραπετζῇ Κεσσάνῃ Ἐλευθεραῖς Καλαβρᾷ Σαμακόβῳ, Ἀλεπλῇ καὶ Ἀϊβαλῇ τῆς Θράκης, ἀνωνύμους καὶ ἐπωνύμους Ὀρθοδόξους, δεῦτε πιστοὶ ἐγκωμίων καταστέψωμεν ἄνθεσι, καὶ ἀξιοχρέως αὐτοῖς βοήσωμεν· οἱ μαρτυρίου τὸν δρόμον καλῶς ἀνύσαντες, καὶ ἑαυτοὺς προσενεγκόντες δῶρα Χριστῷ τῷ Παντάνακτι, ὡς οὐρανῶν εὐκλείας κληρονόμοι, μὴ παύσησθε Αὐτῷ πρεσβεύοντες ὑπὲρ εἰρήνης τοῦ κοσμου, καὶ σωτηρίας τῶν ψυχῶν ἡμῶν.
Ἦχος δ΄.
Παρθένοι Ὁσιομάρτυρες Τεσσαράκοντα, οἱ σὺν Ἀμμοὺν τῷ ὑμῶν διδασκάλῳ ἀθλήσασαι, Ἰάκωβε Ἰάκωβε καὶ Διονύσιε ὁσιώτατοι Μάρτυρες, Ἀθανάσιε Ἀντώνιε καὶ Νικόλαε, κτήτορες Βατοπεδίου τῆς Μάνδρας, Ἱεράρχαι Οὐρβανὲ Μανουὴλ Ἀθανάσιε Δωρόθεε, Κύριλλε Λέων Γεώργιε Πέτρε Νεόφυτε, Γαβριὴλ Εὐγένιε Ἰωσὴφ καὶ Παΐσιε, ὡς Ἀγγέλων συνόμιλοι καὶ σὺν Χριστῷ ἀγαλλόμενοι, ἐκτενῶς Αὐτὸν ἡμῖν ἱλεοῦσθε, τοῖς σήμερον συναχθεῖσι τιμῆσαι κοινοῖς ἐν ὕμνοις, ὑμῶν τὸ μνημόσυνον.
Δόξα. Ὁ αὐτός.
Δεῦτε πιστοὶ τὸ θεοσύλλεκτον σμῆνος τῶν Θρακῶν Ἁγίων, τοὺς Ἱεράρχας Ὁσίους Μάρτυρας καὶ Νεομάρτυρας, κοινοῖς ἐν ᾄσμασιν εὐφημήσωμεν κράζοντες· οἱ θεόθεν βραβευθέντες ἐπάθλοις τῆς ἀφθίτου μακαριότητος, καὶ Χριστῷ τῷ στεφοδότῃ παριστάμενοι, μὴ παύσησθε Αὐτῷ ἀδιαλείπτως πρεσβεύοντες, ὑπὲρ τὼν τελούντων σήμερον ὑμῶν σύναξιν τὴν πανέορτον.
Καὶ νῦν. Θεοτοκίον.
Ἐκ παντοίων κινδύνων τοὺς δούλους Σου φύλαττε εὐλογημένη Θεοτόκε, ἵνα Σε δοξάζομεν τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.

Εἰς τὸν Στίχον. Τὰ Ἀναστάσιμα.
Δόξα. Ἦχος πλ. δ΄.
Τοὺς φύλακας καὶ προστάτας τῆς ἁγιοφρουρήτου Θράκης, τοὺς ἀπροσκυνήτους Μάρτυρας τῆς πίστεως, καὶ νῦν σὺν Ἁγίοις ἀναπαυομένους ἐν τῷ οὐρανίῳ στερεώματι, κοινοῖς ἐν ᾄσμασιν εὐφημήσωμεν φιλεόρτων τὰ συστήματα. Οὗτοι γὰρ καθαρθέντες καὶ καθαγιασθέντες, χάριν εἰλήφασι δροσίζειν τοὺς αὐχμῷ καιομένους, τῶν παθῶν καὶ τῶν θλίψεων.
Καὶ νῦν. Τῆς ἑορτῆς.

Νῦν ἀπολύεις, Τρισάγιον, Ἀπολυτίκιον τὸ Ἀναστάσιμον τῆς τυχούσης ἑορτῆς.
Δόξα. Τῶν Ἁγίων. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Τῶν Ἁγίων τῆς Θράκης φωσφόρον σύλλογον, Ἱεράρχων Ἀποστόλων, Ὁσίων καὶ Ἀθλητῶν, ὧν ἐν βίβλῳ τῆς ζωῆς Χριστὸς ὀνόματα, γέγραφαι μέλψωμεν λαμπρῶς, ἐκβοῶντες εὐλαβῶς· τὸν Κύριον δυσωπεῖτε, Θράκην τηρεῖν εἰς αἰῶνας, ἐπιβουλῆς ἐχθρῶν ἀλώβητον.
Καὶ νῦν. Τὸ τῆς ἑορτῆς ἤ τὸ ὁμόηχον Θεοτοκίον.
Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος...
Ἀπόλυσις.

ΟΡΘΡΟΣ
Μετὰ τὴν α΄ Στιχολογίαν, Κάθισμα Ἀναστάσιμον.
Δόξα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Θρακῶν πανευκλεῶν, ἁγιόλεκτε δῆμε, σὺν Παύλῳ τῷ σεπτῷ, καὶ τῷ Κάρπῳ Ἀνδρέᾳ, στεῤῥοὶ καλλιμάρτυρες, Ἱεράρχαι θεόκλητοι, Νεομάρτυρες, κλεινοὶ καὶ Ὅσιοι θεῖοι, ὥσπερ φύλακας, ὑμᾶς τῆς Θρᾶκης τιμῶμεν, φρουροὺς καὶ ἀκέστορας.
Καὶ νῦν. Τῆς ἑορτῆς.

Μετὰ τὴν β΄ Στιχολογίαν, Κάθισμα Ἀναστάσιμον.
Δόξα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Τῆς Θράκης ἀκέστορες καὶ ταχινοὶ ἀρωγοί, πανεύφημοι Ἅγιοι, οἱ τὸν Δεσπότην Χριστόν, ἀεὶ ἱλεούμενοι, ῥύσασθε ταύτην τάχος, τῆς ἐχθροῦ ἐπηρείας, ἔνδοξοι Ἱεράρχαι, Ἀθληταὶ τροπαιοῦχοι, Ὁσίων θεοφόρων πληθύς, καὶ Νεομάρτυρες.
Καὶ νῦν. Τῆς ἑορτῆς.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα.
Τοὺς καταρδεύσαντας, δακρύων χεύμασι, καὶ ῥείθροις αἵματος, καθαγιάσαντας, χθόνα Θρακῶν τῶν εὐσεβῶν τιμήσωμεν κατὰ χρέος, Ἱεράρχας Μάρτυρας, Ἀσκητὰς Νεομάρτυρας, τοὺς εὐαρεστήσαντας λόγοις ἅμα καὶ πράξεσι, Χριστῷ ἐν κατανύξει βοωντες· χαῖρε συστὰς κλυτὴ Ἁγίων.
Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς.

Εἶτα, τὰ Ἀναστάσιμα Εὐλογητάρια καὶ ἡ Ὑπακοὴ τοῦ Ἤχου. Οἱ Ἀναβαθμοὶ καὶ τὸ Προκείμενον τοῦ ἤχου.
Εὐαγγέλιον τὸ Ἑωθινόν.
Ἀνάστασιν Χριστοῦ θεασάμενοι...
Ὁ Ν´  Ψαλμός.
λέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἐπὶ πλεῖον πλῦνον μὲ ἀπὸ τῆς ἀνομίας μου, καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με.
Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διὰ παντός.
Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα· ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.
Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.
Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας· τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι.
Ῥαντιεῖς μὲ ὑσσώπω καὶ καθαρισθήσομαι· πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι.
Ἀκουτιείς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.
Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τάς ἀνομίας μου ἐξάλειψον.
Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου.
Μὴ ἀπορρίψης με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ ἐμοῦ.
Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με.
Διδάξω ἀνόμους τάς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι.
Ῥῦσαὶ μὲ ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου.
Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.
Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ, πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.
Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ.
Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα.
Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Δόξα. Ταῖς τῶν Ἀποστόλων...
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου...
Στ. Ἐλεῆμον,ἐλέησόν με ὁ Θεός...
Ἀναστὰς ὁ Ἰησοῦς ἐκ τοῦ τάφου....

Εἶτα οἱ Κανόνες· ὁ Ἀναστάσιμος τῆς τυχούσης ἑορτῆς καὶ τῶν Ἁγίων, οὗ ἡ ἀκροστιχίς: Θράκης Ἁγίων συνυμνῶ θεόφιλον δῆμον. Χ.
ᾨδὴ α΄. Ἀνοίξω τὸ στόμα μου.
Θρακῶν ἁγιόλεκτον, καὶ θεοτίμητον σύστημα, Μαρτύρων ὁμήγυριν, καὶ Ἀσκητῶν τὴν πληθύν, τοὺς ἐν ἔτεσι, ἐκλάμψαντας ποικίλοις, Ἁγίους τιμήσωμεν, θείοις μελίσμασι.

Ῥωννύμενοι ἄνωθεν, ἐχθρὸν καιρίως ἐτρώσατε, θειότατοι Ὅσιοι, ἐν διαφόροις καιροῖς, καὶ ἠρδεύσατε, ὑμῶν ἱδρώτων ὄμβροις, ὁμοῦ σὺν τοῖς δάκρυσι, Θράκην τὴν εὔφορον.

Ἀθλήσεως ἔκτυπα, περιφανοῦς ἀξιάγαστοι, αἱμάτων τοῖς χεύμασιν, ὑμῶν τῆς Θράκης τὴν γῆν, ἡγιάσατε, ἐσχάτων ἄχρι χρόνους, καλλίνικοι Μάρτυρες, βάθρα τῆς πίστεως.
Θεοτοκίον.
Κατάστειλον Δέσποινα, πιστῶν σαρκὸς τὰ κινήματα, καὶ πάθη χαμαίζηλα, ἡμῶν εὐχαῖς Σου θερμαῖς, καταπράϋνον, τῶν Σὲ μεγαλυνόντων, ἁγνείας ὡς σκήνωμα, Θεογεννήτρια.

ᾨδὴ γ΄. Τοὺς Σοὺς ὑμνολόγους.
Ἡγίασας Παῦλε Σαμοθράκην, καὶ Θράκην σῶν λόγων ῥαντισμῷ, Ἀπόστολε Πρωτόκλητε, τοῦ Κορυφαίου ὅμαιμε, Ἀνδρέα θεῖε πρόεδρε, τοῦ Βυζαντίου μακάριε.

Σὲ ἄναξ θειότατε Βατάτζη, σεπτὲ Ἰωάννη εὐλαβῶς, τιμῶντες ἀνακράζομεν· ὡς ἐλεήμων ὄμβριζε, ἐλευθερίας νάματα, ἀεὶ τῇ Θράκῃ πατρίδι σου.

Ἀκάκιε Μάρτυς Μετοχίου, Μαλγάρων Ἀμμοῦν Ἀειθαλᾶ,Θεόκλειε καὶ Σόσσιε, τῆς Αἴνου Ἀγαθάγγελε, σὺν Οὐρβανῷ Σιώνιε, καὶ Γαβριὴλ μάκαρ χαίρετε.
Θεοτοκίον.
Γαυρίαμα Κεχαριτωμένη, Μητρόθεε σύντριψον ἐχθροῦ, τοῦ δυσμενοῦς ἰσχύϊ Σου, τῶν μητρικῶν δεήσεων, πρὸς τὸν σεπτὸν Θεάνθρωπον, Ὃν ἀπειράνδρως ἐκύησας.

Κοντάκιον τῆς ἑορτῆς. Κάθισμα. Ἦχος γ΄. Θείας πίστεως.
Τὴν ὁμήγυριν, Θρακῶν Ἁγίων, ἐπαινέσωμεν, ἀξιοχρέως, ἐν ποικίλοις τὴν ἀθλήσασαν ἔτεσι, καὶ διαπρέψασαν βίῳ θεόφρονι, καὶ μαρτυρίου βασάνοις κραυγάζοντες· Θράκης Ἅγιοι, πανένδοξοι ἐκλυτρώσασθε, ἐχθρῶν ἐπιβουλῆς ἡμᾶς καὶ θλίψεως.
Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς.

ᾨδὴ δ΄. Ὁ καθήμενος ἐν δόξῃ.
Ἱεράρχαι Αθλοφόροι, Οὐρβανὲ Λέων Κύριλλε, Μανουὴλ καὶ Πέτρε, Ἰωσὴφ Εὐγένιε πάνσοφε, καὶ Γαβριὴλ Ἀθανάσιε Γεώργιε, καὶ Δωρόθεε, ἅμα Νεόφυτε χαίρετε.

Ὡς γενναίους Νεοάθλους, εὐλαβῶς μεγαλύνομεν, τοὺς ἀναιρεθέντας, ἐν τῆς Θράκης κώμαις καὶ πόλεσι, στυγνῶς μαχαίρᾳ υἱῶν τῆς Ἄγαρ ἔτεσι, καλλιμάρτυρας, ἐν δυσχειμέροις δουλώσεως.

Νεαυγέστατοι φωστῆρες, Δῆμε μάκαρ Ἰάκωβε, σὺν Διονυσίῳ, ἅμα Ἰακώβῳ Ἀκάκιε, καὶ Χριστοφόρε Παρθένιε Τιμόθεε, καὶ Γεώργιε, σὺν τῷ Λουκᾷ πάντες χαίρετε.
Θεοτοκίον.
Σῶσον Κεχαριτωμένη, θαυμαστὴ Κοσμοσώτειρα, τὴν εὐλογημένην, Θράκην τὴν λαμπρῶς ἀνυμνοῦσάν Σε, ἐξ ἐπιβούλων ἐχθρῶν καὶ τοῦ ἀλάστορος, τῆς κακότητος, Σὲ ἱκετεύομεν Δέσποινα.

ᾨδὴ ε΄. Ἐξέστη τὰ σύμπαντα.
Ὑμνοῦμεν ἐν ᾄσμασιν, ἑπτὰ καὶ ἑβδομήκοντα, καὶ τριακοσίους Ἀθλοφόρους, σὺν τῷ Παρόδῳ, τῷ θαυμαστῷ ἀληθῶς, καὶ Λέοντι ὥσπερ τοῦ Χριστοῦ, καλλινίκους Μάρτυρας, καὶ σεμνώματα πίστεως.

Νεόφυτε μέλπω σε, Μυριοφύτου πρόεδρε, Ἰωσὴφ ἐπόπτα Μεσημβρίας, καὶ Κωνσταντῖνε, Σαράντα Ἐκκλησιῶν, σεπτὲ Ἱερεῦ ὥσπερ ἀμνούς, νεοσφάκτους πίστεως, ἀμωμήτους τοῦ Κτίσαντος.

Ὑάκινθοι εὔοσμοι, ἀνδρείας Νεομάρτυρες, τῶν Ἐλευθερῶν τοῦ Σαμακόβου, Οἰκονομίου, Κεσσάνης Δουραπεζῆ, Πανίδου τῆς Γέννης Καλαβρᾶ, καὶ τῆς Καλλιπόλεως, Ὀρθοδόξους εὐφραίνεται.
Θεοτοκίον.
Μητράναδρε Δέσποινα, Παρθένε Κοσμοσώτειρα, ὄλβε πολυτίμητε τῆς Θράκης, καὶ ἀντιλῆπτορ, καὶ σκέπη πάντων τῶν Θρακῶν, ἐπόπτευε ἄνωθεν ἡμᾶς, τοὺς πιστῶς προστρέχοντας, τῇ θερμῇ προστασίᾳ Σου.

ᾨδὴ στ΄. Τὴν θείαν ταύτην.
Νεομαρτύρων Νικόλαε, Μαλγάρων Διακόνων ἀμάρυγμα, καὶ καθηγούμενε, Κορνοφωλέας Πορφύριε, παρὰ Χριστοῦ στεφάνους, χρυσοῦς ἐδέξασθε.

Ὡραῖοι Μάρτυρες πίστεως, πεντήκοντα καὶ δύο ἀνώνυμοι, σεπτοὶ ἐπνίγητε, ἄρτι Νεόαθλοι ἄριστοι, τὰ ὕδατα τῆς Θράκης, καθαγιάζοντες.
Θεόκλητε πρωτοσύγκελλε, τῆς Ἀνδριανουπόλεως εὔψυχε, λαμπρῶς ἐνήθλησας, σὺν Ἱερεῦσι θεόφροσι, καὶ Διακόνοις Μάρτυς, τῆς Μητροπόλεως.
Θεοτοκίον.
Ἐξ ὕψους Θεογεννήτρια, τῆς δόξης τοῦ Υἱοῦ Σου ἐπόπτευε, τοὺς ἀνυμνοῦντάς Σε, καὶ δίδου πᾶσι τὰ πρόσφορα, ὑγείαν κατ’ ἄμφω, ἰσχὺν καὶ δύναμιν.

Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.
Ἁγίων Θράκης θεοσύλλεκτον νῦν σύναξιν, ἐπιτελοῦντες ἐν χορῷ ἐγκωμιάζομεν, Ἀποστόλους Ἱεραρχας Ὁσίων δῆμον, Ἀθλοφόρους εὐσταλεῖς καὶ Νεομάρτυρας, ὧν γινώσκει μόνος Κύριος ὀνόματα, πόθῳ κράζοντες· Χαίροις δῆμε θεόληπτε.
Ὁ Οἶκος.
Ἅγιοι φωτοφόροι, Θράκης εὔοσμα κρίνα, καὶ ῥῦσται καὶ φρουροὶ καὶ προστάται, ἐπιβούλους αὐτῆς ὡς καπνόν, καὶ ἀτμίδα τάχος καὶ ἀχλὺν ἔνδοξοι, διώξατε καὶ πλήσατε, ἰσχύος τοὺς ὑμῖν βοῶντας·
Χαίρετε, πρόμαχοι χώρας Θράκης·
χαίρετε, ἔφοροι θείας ταύτης.
Χαῖρε, Μεσημβρίας χορὸς ἀθλοφόρητος·
χαῖρε, Σηλυβρίας ὁμὰς ἀξιάγαστος.
Χαῖρε, Ἀνδριανουπόλεως Ἀθλοφόρων ἡ ὁμάς·
χαῖρε, θεία Σωζοπόλεως, τῶν Μαρτύρων ἡ πλειάς.
Χαῖρε, Διδυμοτείχου καὶ Κεσσάνης, ὁ δῆμος·
χαῖρε, Χώρας καὶ Γάνου, θεοφύλακτον τεῖχος.
Χαῖρε, πληθὺς νεοάθλων περίδοξε·
χαῖρε, ἀσπὶς Θράκης δῆμε πανάριστε.
Χαίρετε, Μάρτυρες σημειοφόροι·
χαίρετε, Ὅσιοι πνευματοφόροι.
Χαίροις, δῆμε θεόληπτε.

Συναξάριον.
Ἀναγινώσκεται τὸ Μηνολόγιον τῆς ἡμέρας. Εἶτα τό·
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμην ἐπιτελοῦμεν Πάντων τῶν ἐν τῇ Θράκῃ διαλαμψάντων Ἁγίων· Ἀποστόλων, Ἱεραρχῶν, Μαρτύρων, Ὁσίων καὶ Νεομαρτύρων, τῶν ἐπωνύμων καὶ ἀνωνύμων, ὧν Κύριος τὰ ὀνόματα καταγέγραφαι ἐν βίβλῳ ζωῆς, τῶν ἀπ’ ἀρχῆς μέχρι τῶν ἐσχάτων.
Θεοσύλλεκτον σμῆνος Ἁγίων Θράκης,
ἐπιβούλων αὐτῆς χαίρετε διῶκται.
Εἶτα τὸ τοῦ Πεντηκοσταρίου.

ᾨδὴ ζ΄. Οὐκ ἐλάτρευσαν.
Ὁσιόαθλοι, στεῤῥόφρον Ἀθανάσιε, σεμνείου Χάσκιοϊ, Κεσσάνης θεῖε βλαστέ, Τιμόθεε πάνσοφε, ὑμᾶς γεραίρομεν, καὶ Ἀκάκιε, διάκοσμε θειότατε, Μετοχίου τῶν Μαλγάρων.

Φῶτα πίστεως, ἐδείχθητε Σιώνιε, Ἀμμοὺν Θεόκλειε, Σόσσιε καὶ Μαυρουδῆ, Λουκᾶ Ἀναστάσιε, Χρῆστε Νεόφυτε, Ἀγαθάγγελε, τῆς Αἴνου καρτερόψυχε, καὶ Βατάτζη Ἰωάννη.

Ἱερόαθλοι, Κυριακὲ Εὐδόκιμε, καὶ Ἀναστάσιε, παναριστεῦ Μανασσῆ, Ἀπόστολε ἔνδοξε, σεπτὲ Πορφύριε, καὶ Νεόφυτε, ὑπὲρ Χριστοῦ ἠθλήσατε, τοῦ Παντάνακτος νομίμως.
Θεοτοκίον.
Λῦε ζόφωσιν, ἡμῶν παθῶν καὶ θλίψεων, Θεογεννήτρια, καὶ ἐξαιρέτως Θρακῶν, πιστῶν τὴν ὁμήγυριν, σκέπε καὶ φύλαττε, Κοσμοσώτειρα, ἀνευφημοῦσαν πάντοτε, τὴν πληθὺν Σῶν θαυμασίων.

ᾨδὴ η΄. Παῖδας εὐαγεῖς.
Οἱ τῶν μιαρῶν Ἄγαρ ἐκγόνων, πατήσαντες τὴν ὀφρὺν καὶ ἐναθλήσαντες, ἐν ἐσχάτοις ἔτεσι, πάντες Θρᾶκαι Ἅγιοι, διὰ τὸ ὑπὲρ ὄνομα, Χριστοῦ τὸ Ἅγιον, εἰλήφατε ἀφθόνως τὴν χάριν, ἐσαεὶ τὴν Θράκην, φρουρεῖν καὶ περισκέπειν.

Νέκταρ μυστικὸν Χριστοῦ τῆς θείας, Νεκτάριε Σηλυβρίας γόνε πίστεως, καὶ Αἰγίνης πάνσεπτον, καὶ λαμπρὸν διάδημα, σῶν πρεσβειῶν γλυκύτητι, ἡμᾶς κατεύφρανον, πρὸς Κύριον σὺν τῷ θεοφόρῳ, Σάββᾳ ἐν Καλύμνῳ, ἀσκήσαντι ἀρτίως.
Δύναμιν λαβόντες οὐρανόθεν, ᾐσχύνατε ἐπιβούλους Θράκης τάχιστα, θεοφόροι Ἅγιοι, τῶν Θρακῶν ὑπέρμαχοι, καὶ ῥείθροις ἀπεπνίξατε, ὑμῶν τοῦ αἵματος, ἀπίστους ἀπογόνους τῆς Ἄγαρ, πίστεως φωστῆρες, νεόαθλοι γενναῖοι.
Θεοτοκίον.
Ἦμαρ ἐξανάτειλον Παρθένε, εὐφρόσυνον τοῖς Θραξί Σε μεγαλύνουσι, πόθῳ Κοσμοσώτειρα, ζόφον διαλύουσα, τῶν ἐπιβούλων Δέσποινα, ἐχθρῶν τῆς πίστεως, σφραγὶς ἐλευθερίας Σῶν δούλων, καὶ κρηπὶς προόδου, τῶν Σὲ μεγαλυνόντων.

ᾨδὴ θ΄. Ἅπας γηγενῆς.
Μάρτυρες στεῤῥοί, Ἀνδριανουπόλεως, Γέννης Τσουρέκιοϊ, Γάνου Καλλιπόλεως, τοῦ Σαμακόβου, καὶ Σωζοπόλεως, καὶ πάσης Θράκης Κύριον, καθικετεύσατε, καταπέμψαι, πᾶσι θεῖον ἔλεος, τοῖς ὑμᾶς εὐλαβῶς μακαρίζουσι.

Ὅσιοι σεπτοί, καὶ Μάρτυρες ἄριστοι, Χριστοῦ τῆς πίστεως, Ἱεράρχαι πάνσοφοι, καὶ Νεομάρτυρες, καρτερόψυχοι, ἐν Θράκῃ οἱ ἀθλήσαντες, καθάπερ ἄσαρκοι, ἐν ἐσχάτοις, χρόνοις ἀπειλήφατε, ἀφθαρτότητος στέφη χρυσόπλοκα.

Νεύσατε ἡμῶν, θερμαῖς παρακλήσεσι, τῆς Θράκης Ἅγιοι, παύοντες τὰ σκάνδαλα, τῆς Ἐκκλησίας, καὶ εἰρηνεύοντες, ζωὴν τῶν πίστει πάντοτε, ὑμῶν τῇ χάριτι, προσφευγόντων, Παραδείσου ἔνοικοι, καὶ Ἀγγέλων φωσφόρων συνόμιλοι.
Θεοτοκίον.
Χαῖρε τῶν Θρακῶν, πιστῶν Κοσμοσώτειρα, ἰσχὺς καὶ δύναμις, ῥεῖθρον ἁγιάσματος, ἐλπὶς καὶ σκέπη, καὶ καταφύγιον, ἐν πάσαις περιστάσεσι, Θεογεννήτρια, οὐρανόθεν, ἡ καθαγιάζουσα, καὶ φρουροῦσα τοὺς Σε μακαρίζοντας.

Ἐξαποστειλάριον.Τοῦ Πάσχα ἤ τὸ Ἀναστάσιμον. Εἶτα τῶν Ἁγίων. Ἦχος β΄. Γυναῖκες ἀκουτίσθητε.
Τῶν ἐπωνύμων μέλψωμεν, καὶ ἀνωνύμων σύστημα, ἐνδόξων Θράκης Ἁγίων, Ἱεραρχῶν Ἀποστόλων, Μαρτύρων ὁμηγύρεως, καὶ Ἀσκητῶν ἐν ᾄσμασι, φαιδροῖς ὡς ὀλετήρια, τῆς ἐπιβούλου μανίας, ποικιλωνύμων βαρβάρων.
Καὶ τὸ τῆς ἑορτῆς.

Εἰς τοὺς Αἴνους· Ἀναστάσιμα δ΄, τῆς ἑορτῆς β΄ καὶ τῶν Ἁγίων β΄. Ἦχος α΄. Πανεύφημοι Μάρτυρες.
Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Ἀνδρέα Πρωτόκλητε Θρακῶν, φωτιστὰ θεόσδοτε, Ἱεραρχῶν δῆμε πάντιμε, Ὁσίων σύστημα, Ἀθλοφόρων σμῆνος, καὶ χοροὶ τρισόλβιοι, στεῤῥῶν Νεομαρτύρων μὴ παύσησθε, Χριστῷ πρεσβεύοντες, καταπέμψαι θεῖον ἔλεος, τοῖς τιμῶσιν, ὑμᾶς ὕμνοις πρέπουσιν.

Στ.: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ ἐθαυμάστωσεν Κύριος.
Θειότατον νέφος τῶν Θρακῶν, φίλων τοῦ Παντάνακτος, τοὺς εὐλογοῦντας καὶ σκέποντας, Θράκης τὰ πέρατα, μέλψωμεν ἐκθύμως, καὶ πιστῶς βοήσωμεν, αὐτοῖς· ἐκδυσωπεῖτε τὸν Κύριον, Μάρτυρες ἄριστοι, οἱ κοσμοῦντες τὰ σκηνώματα, θείας δόξης ἡμῖν πέμψαι δύναμιν.
Δόξα. Ἦχος πλ. α΄.
Δεῦτε Θρακῶν φιλεόρτων αἱ χορεῖαι, εὐλαβῶς συνελθοῦσαι τιμήσωμεν ἐν κατανύξει, πάντας τοὺς ἐν τῇ Θράκῃ διαλάμψαντας Ἁγίους, ἀπ’ ἀρχῆς μέχρι τῶν ἐσχάτων, καὶ αὐτοῖς συμφώνως βοήσωμεν· Ἀθληταὶ τοῦ Σταδίου ἄριστοι, Ὅσιοι Ἀσκηταὶ Ἱεράρχαι καὶ Νεομάρτυρες, ἄνδρες καὶ γυναῖκες ἐπώνυμοι καὶ ἀνώνυμοι, οἱ Θεῷ εὐαρεστήσαντες καὶ παρ’ Αὐτοῦ ἀξίως στεφανωθέντες, ἀσινῆ καὶ ἐλευθέραν τηρεῖτε εἰς αἰῶνας, τὴν ἁγιοφρούρητον Ὀρθόδοξον Θράκην, τὴν νῦν τιμῶσαν ἐν ᾄσμασιν ὑμῶν τὰ παλαίσματα.
Καὶ νῦν. Τῆς ἑορτῆς ἤ τὸ Θεοτοκίον.

Δόξολογία Μεγάλη καὶ Ἀπόλυσις.

ΕΝ ΤΗ ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ
Τὰ Τυπικά. Εἰς τοὺς Μακαρισμούς Ἀναστάσιμα τροπάρια δ΄, εἶτα τροπάρια δ΄ ἐκ τῆς γ΄ ᾠδῆς τοῦ Κανόνος τῆς τυχούσης Κυριακῆς-ἑορτῆς καὶ ἐκ τῆς στ΄ ᾠδῆς τοῦ Κανόνος τῶν Ἁγίων, τροπάρια δ΄.
Ἀπόστολον καὶ Εὐαγγέλιον ζήτει τῇ Κυριακῇ τῶν Ἁγίων Πάντων.
Κοινωνικόν. Εἰς μνημόσυνον αἰώνιον...
Μεγαλυνάριον.
Νέφος τῶν Ἁγίων φωτολαμπές, ἁγιοφρούρητου, Θράκης μέλψωμεν ἐκτενῶς, τὸ αὐτὴν ἐξ ὕψους, ἀφθίτου ἁγιάζον, καὶ συντηρὸν μανίας, πλάνων ἀπήμονα.

Δίστιχον·
Ἁγίων φίλου ἀνωνύμου ὀτρύνσει,
Ἁγίους Θράκης ὕμνησε Χαραλάμπης.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου