Τρίτη 16 Ιουνίου 2015

131.Νεομάρτυρος ΙΩΑΝΝΟΥ τοῦ ἐξ Ἰωαννίνων



Ἀκολουθία Νεομάρτυρος ΙΩΑΝΝΟΥ τοῦ ἐξ Ἰωαννίνων.
Ψαλλομένη τῇ 18η Ἀπριλίου
Ποίημα Γερασίμου Μοναχοῦ Μικραγιαννανίτου


ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ
Μετὰ τὸν Προοιμιακόν τό Μακάριος ἀνήρ. Εἰς δὲ τό Κύριε ἐκέκραξα ἱστῶμεν στίχους στ᾿ καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια.
Ἦχος β´. Ὅτε ἐκ τοῦ ξύλου.
Ἔχων, τῆς ἀγάπης τοῦ Χριστοῦ, ἐν τῇ καθαρᾷ σου καρδίᾳ, τὸ πῦρ τὸ ἄϋλον, πρὸς τὸ τῆς ἀθλήσεως, ἅγιον στάδιον, γηθοσύνως ἐχώρησας, νεότητος ὥραν, καὶ πάντα τὰ γήϊνα, λιπὼν ὡς πρόσκαιρα· ὅθεν καὶ νομίμως ἀθλήσας, ᾔσχυνας τῆς πλάνης τὸ κράτος, Μάρτυς Ἰωάννη χαριτώνυμε.
Ὢ τῆς, μακαρίας σου φωνῆς! σὺ γὰρ ἐν πολλῇ παῤῥησίᾳ, Χριστὸν ἐκήρυξας, καὶ Αὐτοῦ ἀνύμνησας, εὐφήμῳ στόματι, τὴν ἁγίαν Ἀνάστασιν, τῶν ἐχθρῶν ἐν μέσῳ, καὶ τούτων ἐφίμωσας, τὸ στόμα Ἅγιε· ὅθεν πάντα πόνον ἐνέγκας, ὤφθης Ἀθλητὰ Ἰωάννη, Μάρτυς τοῦ Σωτῆρος ἀκαθαίρετος.
Χαίρων, καθυπέστης ἀνδρικῶς, ἐν ἀγαλλιάσει καρδίας ἀξιοθαύμαστε, τὴν δριμεῖαν ἔκκαυσιν, πυρὸς τοῦ βρέμοντος, δρόσον θείαν δεχόμενος, ἰσχύος Κυρίου, καὶ ὡς θῦμα τέλειον, καὶ προσφορὰ ἐκλεκτή, τούτῳ Ἰωάννῃ προσήχθης, παρ’ οὗ καὶ λαμπρῶς ἐδοξάσθης, ἰαμάτων χάρισι τοῖς πέρασι.
Προσόμοια ἕτερα. Ἦχος δ´. Ὁ ἐξ ὑψίστου κληθείς.
Ὁ τῶν Μαρτύρων τὸν ζῆλον κεκτημένος, ὅτε πρὸς τὰ σκάμματα τὰ τῆς ἀθλήσεως, ἀνδρειοφρόνως εἰσέδραμες, ἐνδεδυμένος, τὴν δυναστείαν τοῦ Παντοκράτορος, τότε ὡμολόγησας Χριστοῦ τὴν σάρκωσιν, καὶ τὴν ἀπάτην κατῄσχυνας, σαρκὸς μὴ δείσας, τὰ πολυώδυνα κολαστήρια, καὶ θριαμβεύσας τῇ ἐνστάσει σου, τοῦ ἐχθροῦ τὴν παράταξιν ἔνδοξε, Ἰωάννη παμμάκαρ, Μαρτύρων στέφος εἴληφας.
Ὁ ἐν τῇ πόλει τοῦ Βύζαντος ἀθλήσας, ὅτε τὴν οὐράνιον δρόσον τοῦ Πνεύματος, ἐν τῇ ψυχῇ σου εἰσδέδεξαι, τὸν νοῦν σου πάσης, τῆς τῶν γηΐνων χωρίσας σχέσεως, τότε ἀγαλλόμενος τὸ πῦρ ὑπέμεινας, καὶ τῆς ἀπάτης κατέφλεξας, τὴν ὕλην πᾶσαν, μὴ δειλιάσας πόνους τοῦ σώματος, καὶ προσηνέχθης τῷ Θεῷ ἡμῶν, προσφορὰ ὡς εὐώδης καὶ ἄμωμος, καὶ σεπτὸν ἱερεῖον, Ἰωάννη παμμακάριστε.
Ἰωαννίνων τὸ ἄνθος τὸ ὡραῖον, Μαρτύρων ὁ σύναθλος καὶ ἰσοστάσιος, ἡ μυροθήκη ἡ ἔμψυχος, ἔρωτος θείου, τὸ τῆς ἁγνείας θεῖον ἀλάβαστρον, ὑμνείσθω ἐν ᾄσμασιν ἐνθέοις σήμερον, ὁ Ἰωάννης ὁ ἔνδοξος, ὁ στρατιώτης, Χριστοῦ ὁ νέος καὶ ἀκατάπληκτος, ὁ καταπλήξας τὸν ἀντίπαλον, τῇ αὐτοῦ εὐσθενείᾳ καὶ χάριτι, καὶ πρεσβεύων δοθῆναι, ἱλασμὸν ἡμῖν καὶ ἔλεος.
Δόξα. Ἦχος πλ. δ´.
Σήμερον ὁ Νεομάρτυς Ἰωάννης, ὡς ἄνθος ὤφθη νοητόν, ἐν τῇ τοῦ ἔαρος ὥρᾳ, καὶ τῶν πιστῶν εὐφραίνει τὰς ψυχάς, τῶν αὐτοῦ χαρισμάτων τῇ εὐπνοίᾳ ἀθλητικὸν γὰρ ἀνύσας στάδιον, πρὸς εὐφροσύνην ἑόρτιον συγκαλεῖται ἡμᾶς, βοῆσαι αὐτῷ· χαίροις τῶν πάλαι Μαρτύρων μιμητῆς, ὡς τοῖς ἴχνεσιν αὐτῶν βαδίσας, καὶ τῆς εὐκλείας κοινωνός· χαίροις ὁ διὰ πυρὸς τελέσας τὸν ἀγῶνα καὶ τῷ φωτὶ τῶν ἄθλων σου καταυγάζων τὴν κτίσιν· χαίροις Ἰωαννίνων βλαστός, καὶ κλέος ἱερὸν καὶ πρὸς Χριστὸν μεσίτης θερμότατος. ᾯ πρέσβευε ἐκτενῶς ὑπὲρ τῶν τιμώντων σε.
Καὶ νῦν. Τῆς Ἑορτῆς.
Τίς μὴ μακαρίσει Σε, Παναγία Παρθένε...

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον. Ἀναγνώσματα
Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα (Κεφ. 43, 9-14).
Τάδε λέγει Κύριος· Πάντα τὰ ἔθνη συνήχθησαν ἅμα καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. Τίς ἀναγγελεῖ ταῦτα ἐν αὐτοῖς; ἢ τὰ ἐξ ἀρχῆς, τίς ἀκουστὰ ποιήσει ἡμῖν; Ἀγαγέτωσαν τοὺς Μάρτυρας αὐτῶν, καὶ δικαιωθήτωσαν. Καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι Μάρτυρες, καὶ ἐγὼ Μάρτυς Κύριος ὁ Θεός, καὶ ὁ παῖς, ὃν ἐξελεξάμην, ἵνα γνῶτε καὶ πιστεύσητε, καὶ συνῆτε, ὅτι ἐγὼ εἰμι. Ἒμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεός, καὶ μετ ἐμὲ οὐκ ἔσται. Ἐγὼ εἰμι ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα, καὶ οὐκ ἦν ἐν ἡμῖν ἀλλότριος. Ὑμεῖς ἐμοὶ Μάρτυρες, καὶ ἐγὼ Κύριος ὁ Θεός, ὅτι ἀπ' ἀρχῆς ἐγὼ εἰμι, καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος. Ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό; Οὕτω λέγει Κύριος ὁ Θεός, ὁ λυτρούμενος ἡμᾶς, ὁ Ἅγιος Ἰσραήλ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. 3, 1-9).
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι. Καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ' ἡμῶν πορεία σύντριμμα, οἱ δὲ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται, ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τούς αἰῶνας, οἱ πεποιθότες ἐπ' αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. 4, 7-15).
Δίκαιος ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται· γῆρας γὰρ τίμιον, οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δὲ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως, βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη, καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ. Βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Εἰς τὴν Λιτήν. Ἦχος α΄.
Ἀγάλλου ἐν Κυρίῳ, Ἰωαννίνων ἡ πόλις, Ἰωάννην βλαστήσασα, τὸν λαμπρὸν Νεομάρτυρα· θείῳ γὰρ ἔρωτι συσχεθείς, νεότητος ἄνθος ὑπερεῖδε, καὶ ἀνδρείῳ ὑπῆλθε νοΐ, τὸ τῆς ἀθλήσεως μέγα στάδιον· ἐν ᾧ τῶν μὲν ἐχθρῶν καθεῖλε τὴν δύναμιν, τῆς εὐσεβείας δὲ τὸ κράτος, ἄθλοις οἰκείοις ἐδόξασε· καὶ τῶν βραβείων τῆς νίκης τυχών, σὺν Ἀγγέλοις πρεσβεύει, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Ἦχος β´.
Τῆς ἀληθείας τὴν δόξαν, ἐκφαίνων τοῖς τρόποις σου, νεανίας εὐπρεπὴς ὡράθης, τῷ μὲν εἴδει περίβλεπτος, τῇ δὲ ψυχῇ θεόληπτος· ἡ γὰρ χάρις τοῦ Πνεύματος, τῶν ἐν κόσμῳ ἡδέων ὡς φθαρτῶν, ξένον σὲ εἰργάσατο· ὅθεν τὸν Σταυρὸν Χριστοῦ ἀράμενος, ἀθλητικῶς αὐτῷ ἠκολούθησας, καὶ περιφανῶς ἠγωνίσω, κατὰ τῆς ἀσεβείας· καὶ ἐν ποιναῖς δοκιμασθείς, καὶ ἐν πυρὶ δοκιμώτερος χρυσίου εὑρεθείς, μαρτυρικῆς εὐκληρίας, ἀξίως ἐπέβης. Ἀλλ᾿ ὦ Νεομάρτυς μακάριε, Ἰωάννη ἔνδοξε, Χριστὸν ἐκδυσώπησον, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Ἦχος γ΄.
Ἐν τοῖς ὅπλοις τῆς πίστεως, τὸν ἀρχαῖον κατηγωνίσω δράκοντα ἐν νεότητι σώματος, καὶ ἀνδρείᾳ ψυχῆς, Ἰωάννη Μάρτυς ἔνδοξε· τὴν γὰρ ἕφοδον αὐτοῦ, ἀπεκρούσω εὐσθενῶς, τὴν καλὴν ὁμολογίαν ὁμολόγων, καὶ τὸν θεῖον ἆθλον ἀγωνιζόμενος, καὶ ῥιφθεὶς ἐν τῷ πυρί, ἀκαταπλήκτῳ φρονήματι, πρὸς τὸ φῶς ἐξεδήμησας, τῆς ἀθανάτου ζωῆς, μαρτυρικῶς στεφανούμενος. Ἀλλ᾿ ὦ Μαρτύρων καύχημα, σὺν αὐτοῖς ἱκέτευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Ἦχος δ΄.
Ὡς Μάρτυς ἀήττητος τῶν παθημάτων τοῦ Χριστοῦ, τῆς Ἀναστάσεως αὐτοῦ τὴν λαμπρότητα ἐκληρονόμησας ἔνδοξε· σὺ γὰρ νομίμως ἐναθλῶν, ἀπειλὰς τυράννων οὐκ ἐπτόησαι, Χριστὸς ἀνέστη ᾄδῶν, καὶ τοῦ ἐχθροῦ συντρίβων τὴν ἰσχύν, ἀντιτυπίᾳ τῶν ἄθλων σου καὶ ὁλοκαύτωμα ἅγιον, τῷ ἀθλοθέτῃ προσενήνεξαι, ἐν τῷ πυρὶ τελειούμενος, Ἰωάννη μακάριε· διὸ τὴν ἁγίαν σου γεραίρομεν ἄθλησιν.
Δόξα. Ὁ αὐτός.
Ὡς ὁλικῶς Χριστὸν ἀγαπήσας, ὑπὲρ αὐτοῦ τὴν ζωήν σου προθύμως ἔθυσας Ἰωάννη χαριτώνυμε· διὸ χαρίτων πολλῶν ἠξιώθης, καὶ θαυμάτων δωρεαῖς πλουσίως ἐδοξάσθης· τὰ γὰρ θεῖά σου λείψανα, ἀσθενοῦντας θεραπεύουσι, καὶ κινδύνων ῥύονται, τοὺς ἐκζητοῦντας τὴν χάριν σου· ἁγιασμὸν δὲ νέμουσιν ἡμῖν, καὶ παθῶν τὴν ἴασιν.
Καὶ νῦν . Τῆς Ἑορτῆς ἢ τὸ Θεοτοκίον.
Ἐκ παντοίων κινδύνων...

Εἰς τὸν Στίχον. Ἦχος πλ. α’. Χαίροις ἀσκητικῶν.
Χαίροις Ἰωαννίνων βλαστός, ὁ τῶν Μαρτύρων κοινωνὸς καὶ ἰσότιμος, αὐτῶν γὰρ τὸν ζῆλον φέρων, ἀκαταπλήκτῳ ψυχῇ, καὶ ἀνδρείᾳ γνώμῃ ἠνδραγάθησας, καὶ πᾶσαν κατέβαλες, τῶν ἐχθρῶν τὴν παράταξιν, ὑστέροις χρόνοις, τοῦ Σωτῆρος τὸ ὄνομα, τῇ ἀθλήσει σου, μεγαλύνας τὸν ἅγιον· ὅθεν λαμπρῶς δεδόξασαι, μεγάλοις χαρίσμασι, θαυμάτων ῥεῖθρα βλυστάνων, τοῖς προσιοῦσι τῇ σκέπῃ σου, σοφὲ Ἰωάννη, ἐξαιτούμενος τοῖς πᾶσι χάριν καὶ ἔλεος.
Στίχ.: Δίκαιος ὡς φοῖνιξ ἀνθήσει...
Χαίροις, ὁ Ἀθλητής τοῦ Χριστοῦ, Νεομαρτύρων τὸ λαμπρὸν ἀκροθίνιον· ὁ χάριτος ἀναβλύζων τὸν ἀληθῆ γλυκασμόν, κατὰ τὴν σὴν κλῆσιν χαριτώνυμε, ὁ νέῳ μὲν σώματι, πολιῷ δὲ φρονήματι, καταπαλαίσας, τὸν ἀρχέκακον δράκοντα, καὶ τῆς πίστεως, φανερώσας τὴν δύναμιν· ὅθεν στεῤῥῶς ὑπήνεγκας, πυρὸς τὴν κατάφλεξιν, καὶ ἀφθαρσίας πρὸς φέγγος, τροπαιοφόρος ἀνέδραμες, κλεινὲ Ἰωάννη, ἐξαιτούμενος τοῖς πᾶσι, τὸ μέγα ἔλεος.
Στίχ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις αὐτοῦ.
Ὅλην, τῶν διωκτῶν τὴν ὁρμήν, καθυπομείνας ὥσπερ τεῖχος ἀσάλευτον, μαστίγων ὑπέστης πεῖραν, καὶ τῆς εἱρκτῆς τὴν ποινήν, ἐν χαρᾷ κρυφίᾳ χαριτώνυμε· εἰς πῦρ τὸ παμφάγον δέ, προσριφθεὶς ἀπηνέστατα, ὡλοκαυτώθης, τῷ Χριστῷ ὡς θυμίαμα, καὶ κατηύφρανας, Ἐκκλησίας τὸ πλήρωμα. Ὅθεν ὡς στρατιώτην σέ, Χριστοῦ γενναιότατον, καὶ Ἀθλητὴν τροπαιοῦχον, ἀνευφημοῦμεν κράζοντες· Σοφὲ Ἰωάννη, τοῖς τιμῶσί σε ἐξαίτει τὸ θεῖον ἔλεος.
Δόξα . Ἦχος πλ. δ´.
Ὥσπερ ἄνθραξ νοητός, τοῦ Παρακλήτου τῷ πυρί, καλῶς ἀθλήσας Ἰωάννη, τοὺς πιστοὺς ἐθέρμανας, πρὸς βίον ἔνθεον· διὰ πυρὸς γὰρ Ἅγιε, τὸν ἀγῶνα τελέσας, τῆς φθορᾶς τὸ κάλυμμα ἐξεδύσω, καὶ ὅλος ἠγλαϊσμένος, τῷ Τρισηλίῳ φωτὶ ἀνέδραμες ὢ ἀΰλως πυρσευόμενος, σκότος παθῶν ἀπάλλαξον, τοὺς ἑορτάζοντας τὴν μνήμην σου.
Καὶ νῦν . Τῆς Ἑορτῆς ἢ τὸ τῆς Θεοτόκου.
Δέσποινα πρόσδεξαι...

Νῦν ἀπολύεις, Τρισάγιον, Ἀπολυτίκιον. Ἦχος γ . Θείας πίστεως.
Γόνος κάλλιστος, Ἰωαννίνων, κλέος ἔνθεον, τῆς Ἐκκλησίας, ἀνεδείχθης Ἰωάννη πανεύφημε· τῶν γὰρ Μαρτύρων ζηλώσας τὴν ἄθλησιν, διὰ πυρὸς τὸν ἀγῶνα ἐτέλεσας. Μάρτυς ἔνδοξε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς ἢ τὸ Θεοτοκίον.
Σὲ τὴν μεσιτεύσασαν ...
Ἀπόλυσις.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν α΄ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον σου, Σωτήρ.
Ἀνέτειλας ἡμῖν, ὡς νεόφωτον ἄστρον, ἀθλήσας ἀνδρικῶς, ἐν ὑστέροις τοῖς χρόνοις, καὶ ἅπαντας κατηύγασας, ταῖς ἀκτῖσι τῶν ἄθλων σου· ὅθεν σήμερον, τὴν φωτοφόρον σου μνήμην, ἑορτάζοντες, ὦ Ἰωάννη θεόφρον, Χριστὸν μεγαλύνομεν.
Τῆς ἑορτῆς ἢ τὸ ἑξῆς Θεοτοκίον.
Ἀφράστως τὸν Χριστόν, ἐξ ἁγνῶν σου λαγόνων, ἐκύησας ἡμῖν, εὐσπλαχνίᾳ ἀῤῥήτῳ, καὶ ἦρας τὸ κατάκριμα, τῶν ἀνθρώπων τῷ τόκῳ σου, Ἀπειρόγαμε, καὶ Ἀειπάρθενε Κόρη, καὶ ἐπήγασας, τῆς εὐλογίας τὰ ῥεῖθρα, τοῖς σὲ μεγαλύνουσι.

Μετὰ τὴν β΄ Στιχολογίαν, Κάθισμα. Ἦχ. πλ. α’. Τὸν συνάναρχον λόγον.
Ἀπτοήτως κηρύξας Χριστοῦ τὸ ὄνομα, τὰς ἀπειλὰς τῶν τυράννων καὶ τὰς βασάνους σοφέ, καθυπέστης ἀκλινῶς ὡς ἄλλου πάσχοντος, καὶ ῥιφθεὶς ἐν τῷ πυρί, καὶ τὴν κάραν ἐκτμηθείς, ἀνῆλθες τροπαιοφόρος, πρὸς οὐρανίους σκηνώσεις, ὦ Ἰωάννη χαριτώνυμε.
Τῆς ἑορτῆς ἢ τὸ ἑξῆς Θεοτοκίον.
Ἀπειράνδρως Παρθένε κυοφορήσασα, τὸν Ὑπερούσιον Λόγον εἰς σωτηρίαν ἡμῶν, σωτηρίας ἀπαρχὴ καὶ θεία εἴσοδος, ἀναδέδειξαι ἡμῖν, τοῖς ὑμνοῦσιν εὐσεβῶς τὴν δόξαν σου Θεοτόκε, καὶ πᾶσι φῶς καὶ εἰρήνην, καὶ χάριν δίδως τῇ πρεσβείᾳ σου.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος δ´. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Χριστὸς ἀνέστη Ἰωάννη κραυγάζων, καὶ τὴν Ἀνάστάσιν Αὐτοῦ μεγαλύνων, τὸ τῶν Μαρτύρων στάδιον εἰσέδραμες, καὶ ἐχθροὺς κατέπληξας, τῇ ἀτρέπτῳ σου στάσει, καὶ τῇ εὐτολμίᾳ σου, καὶ πολλῇ καρτερίᾳ· τῶν γὰρ δεινῶν ἁπάντων Ἀθλητά, περιεγένου, καὶ ἤθλησας ἄριστα.
Τῆς Ἑορτῆς ἢ τὸ ἑξῆς Θεοτοκίον.
Χριστὸν τῶν πάντων Βασιλέα, καὶ Κτίστην, ὥσπερ Υἱόν σου καὶ Θεὸν Θεοτόκε, ὑπὲρ ἡμῶν ἀπαύστως καθικέτευε, δοῦναι ταῖς ψυχαῖς ἡμῶν, φωτισμὸν καὶ γαλήνην, καὶ πταισμάτων ἄφεσιν, καὶ διόρθωσιν βίου· σὺ γὰρ προστάτις πέφηνας ἡμῶν, καὶ τῇ σῇ σκέπη, ἀεὶ καταφεύγομεν.

Οἱ Ἀναβαθμοί. Τὸ α΄ ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον. Δίκαιος ὡς φοῖνιξ ἀνθήσει...
Στίχ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις αὐτοῦ.
Εὐαγγέλιον τὸ ἐν τῷ Ὄρθρῳ τοῦ Ἁγίου Γεωργίου (ζήτει τῇ 23η Ἀπριλίου)
Ὁ Ν´ Ψαλμός.
Δόξα. Ταῖς τοῦ Ἀθλοφόρου ...
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου ...
Ἰδιόμελον. Ἦχος πλ. β´. Στ. Ἐλεῆμον, Ἐλέησόν με ὁ Θεός...
Σήμερον ὁ Νεομάρτυς Ἰωάννης, τὸν ἀθλητικὸν ἀνύσας ἀγῶνα, ταῖς οὐρανίαις συνηριθμήθη τάξεσι· καὶ τῆς μεγαλοπρεποῦς δόξης, τὸν στέφανον δεξάμενος, τῆς αἰωνίου ζωῆς κληρονόμος γέγονε, καὶ ἡμῖν ἐξαιτεῖται, λύσιν δυσχερῶν, καὶ πταισμάτων ἄφεσιν, παρὰ τοῦ πάντων βασιλεύοντος.

Εἶτα οἱ Κανόνες τῆς Ἑορτῆς ἢ τῆς Θεοτόκου καὶ τοῦ Ἁγίου ὁ ἑξῆς, οὗ ἡ ἀκροστιχίς: Τὴν Ἰωάννου ἅθλησιν μέλπω. Γερασίμου.
ᾨδὴ α΄. Ἦχος α΄. Σοῦ ἡ τροπαιοῦχος δεξιά.
Τάξεσιν συνὼν Ἀγγελικαῖς, καὶ τῶν Μαρτύρων τοῖς θείοις στρατεύμασιν, Ἰωάννη ἔνδοξε, καὶ φωτισμοῦ ἀποῤῥήτου πληρούμενος, φῶς μοι θεῖον αἴτει, ἀνεφημοῦντι τοὺς ἄθλους σου.
Ἤνεγκεν ἡ πόλις σὲ σοφέ, Ἰωαννίνων ὡς ἄνθος πανεύοσμον, καὶ ὀσμὴν τὴν ἔνθεον, ἐν Βυζαντίῳ ἀθλήσας διέπνευσας, πᾶσαν Ἰωάννη, τὴν Ἐκκλησίαν εὐφραίνουσαν.
Νέος ἀνεδείχθης Ἀθλητής, καὶ στρατιώτης Χριστοῦ ἀκαθαίρετος, ἐν ὑστέροις ἔτεσιν, ἀθλητικῶς ἀριστεύσας μακάριε, καὶ τῆς δυσσεβείας, καταπαλαίσας τὴν δύναμιν.
Θεοτοκίον.
Ἵνα τοὺς ἀνθρώπους κοινωνούς, τῆς ἄνω δόξης ποιήσῃς Φιλάνθρωπε, ἐκ Παρθένου ἄνθρωπος, δι᾿ εὐσπλαχνίαν ἐτέχθης ἀμέτρητον, καὶ μετὰ τὸν τόκον, ἁγνὴν αὐτὴν διετήρησας.

ᾨδὴ γ΄. Ὁ μόνος εἰδώς.
Ὡς πλήρης συνέσεως πολλῆς, νεάζοντι ἐν σώματι, ἐν καθαρότητι βίου ἔλαμψας, ἀγάπῃ θείᾳ καταλαμπόμενος, Ἰωάννη ἔνδοξε, καὶ ἠθῶν σεμνότητι, εὐσεβείας τὴν χάριν πιστούμενος.
Ἀθλῆσαι θερμῶς ἐπιποθῶν, ὑπὲρ Χριστοῦ μακάριε, πάσης ἐξέκλινας ματαιότητος, τὸν νοῦν πτερώσας τῷ θείῳ ἔρωτι, καὶ τῆς σῆς ἐφέσεως, Ἰωάννη ἔτυχες, καταισχύνας τὸν δόλιον δράκοντα.
Νεκρώσας τὸ φρόνημα σαρκός, καὶ ἄνθους τῆς νεότητος, καταφρονήσας γνώμῃ θεόφρονι, πρὸς τοὺς ἀγῶνας τοὺς τῆς ἀθλήσεως, ἐκβοὼν ἐχώρησας, ἅγιος εἶ Κύριε, ὁ παρέχων μοι δύναμιν ἄνωθεν.
Θεοτοκίον.
Ναμάτων πηγὴ ζωοποιῶν, ἐδείχθης Μητροπάρθενε, τὸν τῆς ζωῆς κυήσασα αἴτιον, ζωοποιοῦντα τοὺς Σὲ δοξάζοντας· ὅθεν κἀμοὶ ὄμβρησον, ὕδωρ τῆς ἀφέσεως, ἐκκαθαῖρον παθῶν μου τὸν βόρβορον.

Κάθισμα. Ἦχος δ´. Ταχὺ προκατάλαβε.
Τὴν ἄνωθεν δύναμιν, ἐνδεδυμένος καλῶς, ποινῶν κατεφρόνησας καὶ ἀπειλῶν καὶ φρουρᾶς, ἀνδρείῳ φρονήματι, ὅθεν καὶ ὡς ἐπέβης, τῷ πυρὶ γηθοσύνως, ἔφλεξας τὴν ἀπάτην, τῷ πυρὶ τῶν σῶν πόνων, διὸ σὲ Ἰωάννη, Χριστὸς ἐθαυμάστωσε.
Τῆς Ἑορτῆς ἢ τὸ ἑξῆς τῆς Θεοτόκου.
Τεκοῦσα ἐν σώματι, δίχα τροπῆς καὶ φυρμοῦ, τὸν πάντα ποιήσαντα, καὶ συγκρατοῦντα χειρί, Χριστὸν τὸν Θεὸν ἡμῶν, ἔλυσας τὴν κατάραν, τοῦ Ἀδὰμ τὴν ἀρχαίαν, ἔβλυσας δὲ τῇ Εὔᾳ, τὴν χαρὰν τὴν ἀγήρω· διὸ σὲ Θεογεννῆτορ, ἀπαύστως μεγαλύνομεν.

ᾨδὴ δ´. Ὅρος σὲ τῇ χάριτι.
Ὅλος ἐνθεώτατος ἀγάπῃ τῇ κρείττονι, ὡς νεανίας εὐπρεπής, ἐν Βυζαντίῳ ὁραθείς, τοῖς πᾶσιν ἐσήμανας, τὴν ἐσομένην λαμπρότητα ἔνδοξε, ἥν δι’ ἀθλήσεως πόνων ἐπλούτησας.
Ὕμνοις τὴν Ἀνάστασιν, Χριστοῦ τοῦ Παντάνακτος, Χριστὸς ἀνέστη ἐκβοῶν, τοῖς συλλαβοῦσί σε κλεινέ, καὶ τούτους ἐξέπληξας, ἀκαταπλήκτῳ ψυχῆς παραστήματι, καὶ τῷ εὐσήμῳ σου στόματι Ἅγιε.
Ἄθλοις χαριτώνυμε, ἁγίοις ἐβάδισας, ἐπὶ τοῖς ἴχνεσι σαφῶς, τῶν πάλαι θείων Ἀθλητῶν, μεθ’ ὧν συνδεδόξασαι, ἀθλητικοῖς Ἰωάννη χαρίσμασιν, ὡς ἰσοστάσιος τούτων καὶ σύναθλος.
Θεοτοκίον.
Θρόνος ἀνεδείχθης, τοῦ Θεοῦ ὑψηλότατος, ἐν ᾧ καθίσας σαρκικῶς, ὁ ἐξ αἱμάτων Σου τεχθείς, τὸν κόπον ἀφείλετο, τῆς ἀνθρωπότητος Κόρη, δι’ ἔλεος, καὶ ἀληθῆ ἡμῖν δέδωκεν ἄνεσιν.

ᾨδὴ ε´. Ὁ φωτίσας τῇ ἐλλάμψει.
Λέοντος ὠρυομένου τοῦ δεινοῦ κοσμοκράτορος, ἔθλασας τὰς σιαγόνας ῥαβδισμοίς σου τοῦ σώματος, καὶ τυφθεὶς τῷ στόματι σφοδρῶς, τὴν αἴνεσιν προσῆγες, Χριστῷ τῷ σὲ ἐνισχύοντι.
Ἤθλησας ἀνδρειοφρόνως ὑπομείνας τὰ βάσανα, τῷ ἁγίῳ σώματί σου Ἰωάννη ὡς ἄσαρκος, καὶ δεθεὶς ἁλύσεσι σοφέ, ἐν τῇ φρουρᾷ καθείρχης, Χριστοῦ βαστάζων τὰ στίγματα.
Σὲ τὸν ἄρνα τοῦ Σωτῆρος, ὥσπερ λύκοι ἐσπάραττον, οἱ ἀπόγονοι τῆς Ἀγαρ ταῖς ποικίλαις στρεβλώσεσι, καὶ διὰ πυρὸς τῷ Ἰησοῦ, προσῆγόν σε ὡς θῦμα, ὡς οὐκ εἰδότες τὶ ἔπραττον.
Θεοτοκίον.
Ἰατῆρα τῶν ἀνθρώπων καὶ Σωτῆρα κυήσασα, τὸν τὴν πάλαι ἡμῶν πτῶσιν θεραπεύσαντα Ἄχραντε, ὅθεν τὴν νοσοῦσάν μου ψυχήν, θεράπευσον Παρθένε, φαρμάκῳ τῷ τοῦ ἐλέους Σου.

ᾨδὴ στ·. Ἐκύκλωσας ἡμᾶς.
Ναμάτων οὐρανίων ὧν ἀνάπλεως, εἰσῆλθες ἀγαλλόμενος, σοφὲ τῇ ἀναφθείσῃ σοι πυρᾷ, καὶ ὡς ἱερεῖον καθαρώτατον, καὶ προσφορά, Χριστῷ προσήχθης τῷ ἀθλοθέτῃ σου.
Μηδόλως πτοηθεὶς πῦρ τὸ ὁμόδουλον, ὡς ἔχων ἐν καρδίᾳ σου, τὸ πῦρ τῆς ἀγαπήσεως Χριστοῦ, ἕστηκας ἐν τούτῳ τελεούμενος, καὶ πρὸς τὸ φῶς, τὸ νοητὸν Μάρτυς ἀνέδραμες.
Ἐν μέσῳ τῆς φλογὸς ῥιφθεὶς ἀνύμνησας, Χριστὸν τὸν Ὑπεράγαθον, καὶ ξίφει ἐκτμηθεὶς τὴν κεφαλήν, ῥείθροις τῶν αἱμάτων σου τοὺς ἄνθρακας, τῆς δυσσεβοῦς, παρανομίας Μάρτυς κατέσβεσας.
Θεοτοκίον.
Λυχνία θείας δόξης ἡ ἑπτάφωτος, Παρθένε Παναμώμητε, τοῦ ἀδύτου Σου φωτὸς ταῖς ἀστραπαῖς, δίωξον τὸ σκότος τῆς καρδίας μου, καὶ πρὸς τὸ φῶς, τῶν ἐντολῶν με τῶν θείων ἵθυνον.

Κοντάκιον. Ἦχος γ´. Ἡ Παρθένος σήμερον.
Ὡς τερπνόν σε φοίνικα, Ἰωαννίνων ἡ πόλις, εὐκλεῶς βλαστήσασα, κατατρυφᾷ τῆς σῆς δόξης, πόθῳ γάρ, τῷ τοῦ Δεσπότου λαμπρῶς ἀθλήσας, τέθυσαι, ὡς ὁλοκάρπωμα τῇ Τριάδι· διὰ τοῦτο Ἰωάννη, θαυμάτων βρύεις χάριν ἀέναον.
Ὁ Οἶκος.
Κλήσει σαφῶς ἀκολουθῶν, χάριτος ὤφθης σκεῦος, τρόποις καὶ ἤθεσι σεμνοῖς, καὶ καθαρότητι ζωῆς, κλεινὲ κεκοσμημένος· καὶ τῇ θείᾶ χαριτωθεὶς ἀγάπῃ, τὸ αἷμά σου ὑπὲρ Χριστοῦ, προείλου ὅλῃ τῇ ψυχῇ, ἐκχέαι Ἰωάννη· ἔνθεν μαρτυρικῷ ἀναφλεχθεὶς ζήλῳ, πρὸς μαρτυρίου ἀπεδύσω ἀγῶνας, νεότητος ἄνθος, καὶ κόσμου ἡδέα ὑπεριδὼν ὡς φθειρόμενα καὶ Χριστὸν ὁμολογήσας, ᾔσχυνας τῆς πλάνης τὴν ὀφρύν, καὶ πλείστοις προσωμίλησας βασάνοις, ἀπεριτρέπτῳ φρονήματι· καὶ ἐν πυρᾷ ὡμοτάτως ῥιφθείς, καὶ ἐν αὐτῇ τὸν αὐχένα τμηθείς, ὡς θῦμα εὐπρόσδεκτον, καὶ προσφορὰ τελειότατη, καὶ θυμίαμα εὔοσμον τῷ Χριστῷ προσηνέχθης· παρ’ οὗ λαμπρῶς δοξασθείς, θαυμάτων βρύεις χάριν ἀέναον.
Συναξάριον.
Τῇ ΙΗ΄ τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ἁγίου ἐνδόξου Νεομάρτυρος Ἰωάννου τοῦ ἐξ Ἰωαννίνων, ἐν Κωνσταντινουπόλει μαρτυρήσαντος ἐν ἔτει ᾳωκστ΄ (1526), καὶ πυρὶ καὶ ξίφει τελειωθέντος.
Στίχοι·
Βληθεὶς καμίνου ἐν μέσῳ Ἰωάννη,
Χριστῷ προσῇδες ὕμνον εὐχαριστίας.
Δεκὰτ Ἰωάννης ὀγδοάτηῃ δέμας ἀπηνῶς καύθη.
Ταῖς αὐτοῦ ἁγίαις πρεσβείαι,ς Χριστὲ ὁ Θεὸς, ἐλέησον καὶ σῶσον ἡμᾶς.

ᾨδὴ ζ΄. Σὲ νοητήν.
Πλήρης χαρᾶς, πρὸς τὸ πῦρ εἰσέδραμες, Χριστὸς ἀνέστη ἐκφωνῶν, καὶ τὴν κάραν ξίφει τμηθείς, τὸ τῆς Ἀναστάσεως φέγγος τὸ ἀνέσπερον, θεουργικῶς κατεπλούτησας, ἀριθμηθεὶς Ἰωάννη, Μαρτύρων τοῖς στρατεύμασι.
Ὡς ἀθλητής, τοῦ Χριστοῦ περίδοξος, θαυμάτων βλύζεις δωρεάς, καὶ ἴασαι παντοδαπά, πάθη καὶ νοσήματα, Ἰωάννη ἔνδοξε, τῶν προσιόντων ἑκάστοτε, τοῖς ἱεροῖς σου λειψάνοις, χαριτωθεῖσι Πνεύματι.
Γόνον λαμπρόν, καὶ θεῖον ἀγλάϊσμα, καὶ πρὸς Χριστὸν σὲ πρεσβευτήν, Ἰωαννίνων ἡ εὐκλεής, πόλις Μάρτυς ἔχουσα, τῇ σῇ ἐναβρύνεται, στεῤῥᾷ ἀθλήσει κραυγάζουσα· χαῖρε κλεινὲ Ἰωάννη, Νεομαρτύρων καύχημα.
Θεοτοκίον.
Ἐκ τῶν ἁγνῶν, τίκτεται αἱμάτων Σου, ὁ Ὑπερούσιος Θεός, ἀναπλάττων ἐκ τῆς ἄρας, τὸν πεσόντα ἄνθρωπον, πλούτῳ ἀγαθότητος, Θεοχαρίτωτε Δέσποινα, ὅν μητρικῶς ἐκδυσώπει, ὑπὲρ τῶν εὐφημούντων Σε.

ᾨδὴ η΄. Ἐν καμίνῳ Παῖδες.
Ῥωμαλέως ὥρμησας σοφέ, ὡς θεῖος νεανίας, τοῖς ἄθλοις τοῦ μαρτυρίου, Ἰωάννη καὶ φωνῇ, λαμπρᾷ ἀνεκραύγαζες· Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Ἀπειλὰς καὶ μάστιγας πικράς, καὶ δωρεὰς ποικίλας, προέτεινόν σοι θεόφρον, οἱ ἐχθροί, ἀλλ᾿ ἀκλινεῖ, ψυχῇ ἀνεκραύγαζες· Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Στρατευθεὶς Χριστῷ μαρτυρικῶς, τοῖς ὅπλοις εὐσεβείας, κατηκόντισας ἐχθροῦ, κραυγάζων τὰς φάλαγγας· Σὲ δοξάζω Σωτήρ μου τὸν ἀναστᾶντα, καὶ δύναμιν μοι θείαν, δόντα ἐκνικῆσαι, Βελίαρ τὰς δυνάμεις.
Θεοτοκίον.
Ἱλασμὸν καὶ ἴασιν παθῶν, ἐξαίτει μοι Παρθένε, καὶ φῶς τῇ ψυχῇ μου δίδου, ἵνα φύγω τοῦ ἐχθροῦ, τὸν ζόφον κραυγάζων σοι· χαῖρε Κόρη μόνη εὐλογημένη, χαῖρε ἡ τετοκυῖα, Θεὸν σεσαρκωμένον, βροτῶν εἰς σωτηρίαν.

ᾨδὴ θ´. Τύπον τῆς ἁγνῆς.
Μάρτυς τοῦ Χριστοῦ πανάριστε, Ἰωαννίνων ἔνθεον ἐγκαλλώπισμα, σκέπε πάντοτε, τὴν σὴν πατρίδα καὶ φύλαττε, καὶ σὺν ταύτῃ τὴν Ἤπειρον ἅπασαν, παμμάκαρ Ἰωάννη, ταῖς σαῖς πρὸς Κύριον δεήσεσι.
Ὅλον σεαυτὸν ἐνέθηκας, τῷ Ζωοδότη Λόγῳ καὶ Παντοκράτορι, καὶ ὡς ἄμωμον, αὐτῷ προσήνεξαι κάρπωμα, ἐν πυρί τε καὶ ξίφει τελέσας σου, τὸν ἱερὸν ἀγῶνα, ὦ Ἰωάννη παμμακάριστε.
Ὕμνοις τὴν σεπτήν σου ἄθλησιν, ἢν ὁ Χριστὸς ἐδόξασε μακαρίζομεν, ἀλλὰ πρόσδεξαι, ὥσπερ θυμίαμα εὔοσμον, Ἰωάννη τὸν ὕμνον μου δέομαι, καὶ δίδου μοι πταισμάτων, ταῖς ἱκεσίαις σου συγχώρησιν.
Θεοτοκίον.
Ὕψος τοῦ ἀφράστου τόκου Σου, τίς ἐξειπεῖν δυνήσεται Παναμώμητε; Σὺ γὰρ τέτοκας τὸν Ὑπερούσιον Κύριον, ἐν βροτείᾳ μορφῇ κόσμον σῴζοντα, διὸ Σὲ Θεοτόκε, ἀκαταπαύστως μεγαλύνομεν.

Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.
Τὸν ἀθλητὴν τὸν ἔκλαμπρον, Μαρτύρων τὸ ἀγλάϊσμα, τὸν μαργαρίτην Κυρίου, Ἰωαννίνων τὸ κλέος, τὸ ἄνθος τὸ ἀμάραντον, τῆς Ἐκκλησίας μέλψωμεν, καὶ πρὸς αὐτὸν βοήσωμεν· χαῖρε κλεινὲ Ἰωάννη, Νεομαρτύρων ἡ δόξα.
Τῆς Ἑορτῆς ἢ τὸ ἑξῆς Θεοτοκίον.
Τὸν Λόγον σωματώσασα, τὸν τοῦ Θεοῦ Πανάχραντε, τῆς τῶν παθῶν ἀλογίας, ἐῤῥύσω τῷ τοκετῷ Σου, τοὺς πίστει μεγαλύνοντας, τὸ ὑπὲρ νοῦν μυστήριον, τὸ τῆς κυοφορίας Σου, Θεοχαρίτωτε Κόρη, ἀνθρώπων ἡ σωτηρία.

Εἰς τοὺς Αἴνους. Ἦχος πλ. δ´. Ὤ τοῦ παραδόξου θαύματος!
Ὢ τοῦ παραδόξου θαύματος ! νέος τῷ σώματι ὤν, τὸν ἀρχέκακον δράκοντα, ἀνδρικῶς κατέβαλε, διὰ πόνων ἀθλήσεως, ὁ Ἰωάννης ὁ χαριτώνυμος, Ἰωαννίνων τὸ θεῖον βλάστημα. Ὤ τῆς δυνάμεως, τοῦ Σταυροῦ σου Δέσποτα ! δι’ ἧς καὶ νῦν, Μάρτυρες ἀήττητοι, τῷ κόσμῳ ὤφθησαν.
Σὲ Ἀθλητὰ πανεύφημε, τῇ ἀγαπήσει Χριστοῦ, πτερωθεὶς τὴν διάνοιαν, ἄνθος τῆς νεότητος, καὶ ζωὴν τὴν ἐπίκηρον, σαφῶς παρεῖδες ὡς παρερχόμενα, καὶ πρὸς ἀγῶνας τοὺς ἀθλήσεως, χαίρων ἀνέδραμες, Ἰωάννη ἔνδοξε, τὸ τοῦ Χριστοῦ, ὄνομα τὸ ἅγιον, ἐπικαλούμενος.
Ὥσπερ προσφορὰ εὐπρόσδεκτος, καὶ ἱερεῖον σεπτόν, καὶ δεκτὸν ὁλοκάρπωμα, καὶ μῦρον πολύτιμον, καὶ θυμίαμα εὔοσμον, Χριστῷ προσήχθης εἰς πῦρ ὡς ἔῤῥιψαι, ἐν ᾧ καὶ ξίφει τὴν κάραν τέτμησαι· ὢ τῶν ἀγώνων σου, Ἰωάννη ἔνδοξε! ὢ τῆς πολλῆς, Μάρτυς καρτερίας σου ! δι’ ἧς δεδόξασαι.
Χαίροις Νεομάρτυς ἔνδοξε, τῶν Ἀθλητῶν καλλονή, Ἐκκλησίας ὡράϊσμα, τῶν πιστῶν ἑδραίωμα, Ἰωάννη πανεύφημε, Ἰωαννίνων κλέος περίδοξον, καὶ τῆς Ἠπείρου πάσης ἐντρύφημα, τῆς Κωνσταντίνου δέ, θεῖον ἀγαλλίαμα ἐν γὰρ αὐτῇ, τὸν τοῦ μαρτυρίου σου, ἀγῶνα ἤνυσας.
Δόξα. Ἦχος πλ. α!
Τῇ μαρτυρικῇ σου λαμπρότητι, τὴν Ἐκκλησίαν φαιδρύνεις, Ἰωάννη χαριτώνυμε, χάριτος θείας κρίνον· λαμπρῶς γὰρ ἠγωνίσω, καὶ λαμπρὸν νίκης τρόπαιον ἦρας, κατὰ τῶν ἀντιπάλων, μαρτυρικὴν ἐπιδειξάμενος στεῤῥότητα, ἐν νεότητι σώματος. Ἀλλ᾿ ὡς μαρτυρικῆς εὐκληρίας μέτοχος, ἀδιαλείπτως πρέσβευε, τῷ ἐλεήμονι Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν . Τῆς Ἑορτῆς ἢ τὸ Θεοτοκίον.
Μακαρίζομεν σὲ Θεοτόκε Παρθένε ...

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ
Τὰ Τυπικά, οἱ Μακαρισμοί καὶ ἐκ τοῦ Κανόνος τοῦ Ἁγίου ἡ γ΄ καὶ στ΄ ᾠδὴ ἤ τὰ Ἀντίφωνα τοῦ Πάσχα.
Ἀπόστολο ζήτει τῇ 2α  Σεπτεμβρίου.
Εὐαγγέλιον ζήτει τῇ 23η Ἀπριλίου.
Κοινωνικόν. Εἰς μνημόσυνον αἰώνιον ...
Μεγαλυνάριον.
Ἄνθος εὐωδέστατον καὶ τερπνόν, τῶν Ἰωαννίνων ἀνεδείχθης Μάρτυς Χριστοῦ, καὶ λαμπρῶς ἀθλήσας, εὐφραίνεις Ἰωάννη, χαρίτων εὐωδίᾳ, πιστῶν τὸ πλήρωμα.

Δίστιχον·
Χάριτος τῆς σῆς ὦ Ἰωάννη πλῆσον,
Γεράσιμον μέλψαντα τὴν ἄθλησίν σου.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου