Ἀκολουθία Ἀποστόλου ΣΤΕΦΑΝΑ.
Ψαλλομένη τῇ 15η Ἰουνίου
Ποίημα Γερασίμου Μοναχοῦ Μικραγιαννανίτου
ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ
Εἰς τό Κύριε ἐκέκραξα ἱστῶμεν στίχους δ΄ καὶ ψάλλομεν
τὰ ἑξῆς Προσόμοια.
Ἦχος δ΄. Ἔδωκας σημείωσιν.
Γνῶσιν τὴν τῆς χάριτος, καὶ τὴν αὐγὴν τὴν ἀνέσπερον, τοῦ ἐνθέου κηρύγματος,
διδαχαῖς δεξάμενος, ταῖς τοῦ θείου Παύλου, χερσὶ ταῖς ἁγίαις, αὐτοῦ ἐν πίστει
ἀληθεῖ, υἱοθετήθης τῷ Παντοκράτορι, λαβὼν τὸ θεῖον Βάπτισμα, πανοικεσίᾳ καὶ
ἴχνεσι, τοῖς αὐτοῦ ἠκολούθησας, Στεφανᾶ παμμακάριστε.
Φέγγει θείου Πνεύματος, περιφανῶς αὐγαζόμενος, Στεφανᾶ παναοίδιμε, ὁπαδὸς
καὶ σύσκηνος τοῦ οὐρανοφοίτου, Παύλου ἀνεδείχθης, καὶ Ἀποστόλων τοῦ Χριστοῦ τῶν
Ἑβδομήκοντα συναρίθμιος, μεθ’ ὧν λαμπρῶς ἐκήρυξας, τὸ τῆς ζωῆς Εὐαγγέλιον, καὶ
τῆς ἄνω λαμπρότητος, ἐπαξίως τετύχηκας.
Παῦλος ὁ θεσπέσιος, τοὺς σοὺς ἐπαίνους φθεγγόμενος, ἀπαρχὴν Ἀχαΐας σε,
κηρύττει καὶ πρότυπον, ἐναρέτων ἔργων, Στεφανᾶ θεόφρον· διὸ σεμνύνεται ἐν σοί,
ἡ Ἐκκλησία Κορίνθου, Ἅγιε, ὡς λύχνον τηλαυγέστατον, καὶ πρεσβευτήν σε πρὸς
Κύριον, μακαρίζει τὴν μνήμην σου, τὴν ἁγίαν γεραίρουσα.
Ὅλην τὴν διάνοιαν, ὡς τῷ Σωτῆρι πεπίστευκας, τῶν γηΐνων ἐμάκρυνας, καὶ
σκεῦος πολύτιμον, θείας ἐπιπνοίας, Στεφανᾶ ἐδείθης, καὶ Ἀποστόλων κοινωνός, βίῳ
ἀμέμπτῳ καλλωπιζόμενος· διό σε ἡ οὐράνιος, μετὰ τὸ τέλος ἐδέξατο, κληρουχία
πρεσβεύοντα, ὑπὲρ τῶν εὐφημούντων σε.
Δόξα. Ἦχος πλ. β΄.
Ἀποστολικῆς κλήσεως ἀξιωθείς, καταλλήλως διέπρεψας, ὡς τῷ Χριστῷ
ἀνακείμενος, Στεφανᾶ Ἀπόστολε· καὶ τοῖς ἔργοις τῆς πίστεως, στεφανώσας τὸν
βίον, ἣν ἔλαβες χάριν ἐδόξασας, καὶ πᾶσιν ὑπέδειξας, σωτηρίας τὴν τρίβον· ἐν
αὐτῇ καὶ ἡμᾶς πορεύεσθαι ἐνίσχυσον, ταῖς πρὸς Θεὸν πρεσβείαις σου.
Καὶ νῦν. Θεοτοκίον.
Θεοτόκε Σὺ εἶ ἄμπελος ἡ ἀληθινή.
Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Παύλου ἀκηκοώς, τῶν ἱερῶν ῥημάτων, προσῆλθες τῷ Κυρίῳ, σὺν ὅλῃ τῇ οἰκίᾳ, ὦ
Στεφανᾶ μακάριε.
Στ. Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης
τὰ ρήματα αὐτοῦ.
Χαίρει ἡ εὐαγής, Κορίνθου Ἐκκλησία, καλῶν σε τύπον ἔργων, πλουτοῦσα καὶ
μεσίτην, ὦ Στεφανᾶ πρὸς Κύριον.
Στ. Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δὲ χειρῶν Αὐτοῦ ἀναγγέλει τὸ
στερέωμα.
Μύστης θεοειδής, σαρκώσεως τῆς θείας, ὦ Στεφανᾶ ἐδείχθης, Χριστοῦ τοῦ
Βασιλέως, τοῦ σὲ μάκαρ δοξάσαντος.
Δόξα. Τριαδικόν.
Αἴγλην τρισσοφαῆ, δεχόμενος ὑψόθεν, Τριάδος τῆς Ἁγίας ὁ Στεφανᾶς ὁ θεῖος,
ὡς φῶς τῷ κόσμῳ ἔλαμψε.
Καὶ νῦν. Θεοτοκίον.
Ὅλος ὢν ἐν Πατρί, ὁ Λόγος Θεοτόκε, ὅλος ἐν Σοὶ ἀτρέπτως, ἐσκήνωσε καὶ ὤφθη,
βροτὸς δι’ ἀγαθότητα.
Νῦν ἀπολύεις, Τρισάγιον, Ἀπολυτίκιον.
Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Τοῦ Παύλου τὸ κήρυγμα ἐν τῇ καρδίᾳ δεχθείς, Κυρίῳ προσέδραμες ἀπὸ ψυχῆς
πανοικεῖ, Χριστῷ τῷ Θεῷ ἡμῶν· ὅθεν καὶ Ἀχαΐας, ἀπαρχὴ ἀνεδείχθης, Ἀπόστολος δὲ
θεόφρων, Στεφανᾶ θεοφόρε, πρεσβεύων ὑπὲρ πάντων, ἡμῶν τῶν εὐφημούντων σε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον, διὰ Σοῦ Θεοτόκε
τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως
ὑπὲρ ἡμῶν καταδεξάμενος, δι' οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς
ψυχὰς ἡμῶν.
Ἀπόλυσις.
ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ
Εὐλογήσαντος τοῦ Ἱερέως ὁ Προοιμιακός καὶ τό Μακάριος ἀνήρ. Εἰς δὲ τό
Κύριε ἐκέκραξα ἱστῶμεν στίχους στ΄ καὶ ψάλλομεν τὰ
ἑξῆς Προσόμοια.
Ἦχος α΄. Ὢ τοῦ παραδόξου θαύματος.
Παύλου τοῦ σοφοῦ ὡς ἤκουσας, τοῦ Χριστοῦ τῇ θείᾳ, χάριτι προσέδραμες, καὶ
Βάπτισμα πανοικεῖ, παρ’ αὐτοῦ δέδεξαι· ἐντεῦθεν θείου φωτός, δοχεῖον ὤφθης ζωῆς
καθαρότητι, καὶ σύμπνους καὶ κοινωνός, τῶν ἱερῶν Ἀποστόλων γενόμενος, σὺν
αὐτοῖς τῆς εὐσεβείας, λόγον τὸν σωτήριον, Στεφανᾶ θεηγόρε, θείῳ στόματι
ἐκήρυξας.
Θείαις ἀρεταῖς τὸν βίον σου, πίστει στεφανώσας, Στεφανᾶ μακάριε, Ἀπόστολος
τοῦ Χριστοῦ, ὤφθης θεόληπτος· ἐντεῦθέν σε ἀπαρχήν, τῆς Ἀχαΐας ὁ Παῦλος
ὠνόμασεν, ὡς στήλην ἔργων καλῶν, καὶ τῶν Ἁγίων διάκονον ἔνθεον· ὅθεν ἡ τῶν
Κορινθίων, Ἐκκλησία μέλπει σε, ὡς ὑπόδειγμα θεῖον, εὐσεβείας καὶ σεμνότητος.
Πνεύματος λαβὼν τὴν ἔλλαμψιν, τοῦ Εὐαγγελίου, κήρυξ ἐχρημάτισας, καὶ Παύλου
τὸ ἱερόν, πνεῦμα ἀνέπαυσας, θεόληπτε Στεφανᾶ, τῶν Μαθητῶν Ἑβδομήκοντα σύσκηνε,
καὶ στέφανος καὶ κανών, τῶν ἐν Κορίνθῳ πιστῶν καὶ ἀγλάϊσμα· ὅθεν σου τὴν
φωτοφόρον, μνήμην ἑορτάζοντες, ἀνυμνοῦμεν παμμάκαρ, τὰ σεπτά σου προτερήματα.
Ἕτερα. Ὁ αὐτός. Πανεύφημοι Μάρτυρες.
Στεφάνῳ τῶν θείων ἀρετῶν, Στεφανᾶ κοσμούμενος, τῶν Ἀποστόλων ὁμότροπος,
ὤφθης καὶ σύμψυχος, καὶ σαὐτὸν Ἁγίοις, ἔταξας διάκονον, σὺν πάσῃ τῇ οἰκίᾳ σου
ἔνδοξε, ὡς θεόσοφος, μαρτυρεῖ Παῦλος κηρύττων σου, τῆς ἀγάπης, τὸν πλοῦτον
μακάριε.
Ὡς πρῶτος Κυρίῳ προσελθών, πανοικεὶ μακάριε, πίστει θερμῇ καὶ χρηστότητι,
πάντων γεγένησαι, ἀπαρχὴ ἁγία, καὶ λαμπρὸν ὑπόδειγμα, τῶν ἐν τῇ Ἀχαΐᾳ εἰς
ὕστερον, τὸ φῶς τῆς χάριτος, δεξαμένων θείῳ Πνεύματι· διὰ τοῦτο, Στεφανᾶ
ὑμνοῦμέν σε.
Ἀμέμπτως τὸν βίον διελθών, ὡς Χριστοῦ Ἀπόστολος, καὶ εὐσεβείας διδάσκαλος,
λόγοις καὶ πράξεσι, Στεφανᾶ παμμάκαρ, στέφανον οὐράνιον, ἐδέξω ἐκ χειρὸς τοῦ
Παντάνακτος, καλῶς τὸν δρόμον σου ἐκτελέσας καὶ συνόμιλος, Ἀσωμάτων γέγονας
δυνάμεων.
Δόξα. Ἦχος δ΄.
Τὸ φῶς τῆς πίστεως ἐπιλάμψαν τῇ ψυχῇ σου, υἱὸν φωτός σε ἔδειξε, καὶ τοῦ
Εὐαγγελίου τῆς εἰρήνης μυσταγωγόν, καὶ Ἀποστόλων συνόμιλον, Στεφανᾶ θεόφρον· ἡ
γὰρ τοῦ Πνεύματος χάρις, ὅλον σε ἐπεσπάσατο, ὡς ἐναρέτων πράξεων ὄργανον, καὶ
τῆς ἀγάπης ταμεῖον· εἰς διακονίαν γὰρ ἔταξας, σεαυτὸν τῇ Ἐκκλησίᾳ, καὶ τοῦ
θείου Παύλου ἀναψυχή, ἐν κόποις ὤφθης· διὸ Χριστὸς ὁ Κύριος, ἀξίως σε ἐδόξασε,
καὶ τῆς ἄνω Βασιλείας κληρονόμον σε κατέστησεν, αἰτούμενον ἡμῖν τὸ θεῖον ἔλεος.
Καὶ νῦν. Θεοτοκίον.
Ὁ διὰ Σὲ Θεοπάτωρ προφήτης Δαυΐδ, μελῳδικῶς περὶ Σοῦ προανεφώνησε, τῷ
μεγαλεῖά Σοι ποιήσαντι. Παρέστη ἡ Βασίλισσα ἐκ δεξιῶν Σου, Σὲ γὰρ μητέρα
πρόξενον ζωῆς ἀνέδειξεν, ὁ ἀπάτωρ ἐκ Σοῦ ἐνανθρωπῆσαι εὐδοκήσας Θεός, ἵνα τὴν Ἑαυτοῦ
ἀναπλάσῃ εἰκόνα, φθαρεῖσαν τοῖς πάθεσι· καὶ τὸ πλανηθὲν ὀρειάλωτον εὑρών,
πρόβατον τοῖς ὤμοις ἀναλαβών, τῷ Πατρὶ προσαγάγῃ, καὶ τῷ ἰδίῳ θελήματι, ταῖς οὐρανίαις
συνάψῃ Δυνάμεσι, καὶ σώσῃ Θεοτόκε τὸν κόσμον, Χριστὸς ὁ ἔχων, τὸ μέγα καὶ
πλούσιον ἔλεος.
Εἴσοδος, Φῶς ἱλαρόν, Προκείμενον τῆς ἡμέρας, Ἀναγνώσματα.
Καθολικῆς Α΄ Ἐπιστολῆς Πέτρου τὸ Ἀνάγνωσμα (Κεφ. α’,
3).
Ἀδελφοί, εὐλογητὸς ὁ Θεός, καὶ Πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ κατὰ
τὸ πολὺ αὐτοῦ ἔλεος, ἀναγεννήσας ἡμᾶς εἰς ἐλπίδα ζῶσαν, δι’ ἀναστάσεως Ἰησοῦ
Χριστοῦ ἐκ νεκρῶν, εἰς κληρονομίαν ἄφθαρτον καὶ ἀμίαντον καὶ ἀμάραντον,
τετηρημένην ἐν οὐρανοῖς εἰς ἡμᾶς, τοὺς ἐν δυνάμει Θεοῦ φρουρουμένους διὰ
πίστεως, εἰς σωτηρίαν ἑτοίμην ἀποκαλυφθῆναι ἐν καιρῷ ἐσχάτῳ. Ἐν ᾧ ἀγαλλιᾶσθε, ὀλίγον
ἄρτι, εἰ δὲον ἐστί, λυπηθέντες ἐν ποικίλοις πειρασμοῖς, ἵνα το δοκίμιον ὑμῶν τῆς
πίστεως, πολὺ τιμιώτερον χρυσίου τοῦ ἀπολλυμένου, διὰ πυρὸς δὲ δοκιμαζομένου, εὑρεθῇ
εἰς ἔπαινον καὶ τιμὴν καὶ δόξαν, ἐν ἀποκαλύψει Ἰησοῦ Χριστοῦ· ὃν οὐκ εἰδότες, ἀγαπᾶτε·
εἰς ὃν ἄρτι μὴ ὁρῶντες, πιστεύοντες δέ, ἀγαλλιᾶσθε χαρᾷ ἀνεκλαλήτῳ καὶ
δεδοξασμένῃ, κομιζόμενοι τὸ τέλος τῆς πίστεως ὑμῶν, σωτηρίαν ψυχῶν.
Καθολικῆς Α΄ Ἐπιστολῆς Πέτρου τὸ Ἀνάγνωσμα (Κεφ. α’,1 3).
Ἀγαπητοί, ἀναζωσάμενοι τὰς ὀσφύας τῆς διανοίας ὑμῶν, νήφοντες, τελείως ἐλπίσατε
ἐπὶ τὴν φερομένην ὑμῖν χάριν, ἐν ἀποκαλύψει Ἰησοῦ Χριστοῦ· ὡς τέκνα ὑπακοῆς, μὴ
συσχηματιζόμενοι ταῖς πρότερον ἐν τῇ ἀγνοίᾳ ὑμῶν ἐπιθυμίαις· ἀλλὰ κατὰ τὸν
καλέσαντα ὑμᾶς ἅγιον, καὶ αὐτοὶ ἅγιοι, ἐν πάσῃ ἀναστροφῇ γενήθητε, διότι
γέγραπται· ἅγιοι γίγνεσθε, ὅτι ἐγὼ ἅγιός εἰμι. Καὶ εἰ πατέρα ἐπικαλεῖσθε τὸν ἀπροσωπολήπτως
κρίνοντα κατὰ τὸ ἑκάστου ἔργον, ἐν φόβῳ τὸν τῆς παροικίας ὑμῶν χρόνον ἀναστράφητε,
εἰδότες, ὅτι οὐ φθαρτοῖς, ἀργυρίῳ ἢ χρυσίῳ ἐλυτρώθητε, ἐκ τῆς ματαίας ὑμῶν ἀναδτροφῆς
πατροπαραδότου, ἀλλὰ τιμίῳ αἵματι, ὡς ἀμνοῦ ἀμώμου καὶ ἀσπίλου Χριστοῦ.
Καθολικῆς Α΄ Ἐπιστολῆς Ἰωάννου τὸ Ἀνάγνωσμα (Κεφ. δ’, 11).
Ἀγαπητοί, εἰ οὕτως ὁ Θεὸς ἠγάπησεν ἡμᾶς, καὶ ἡμεῖς ὀφείλομεν ἀλλήλους ἀγαπᾶν.
Θεὸν οὐδεὶς πώποτε τεθέαται. Ἐὰν ἀγαπῶμεν ἀλλήλους, ὁ Θεὸς ἐν ἡμῖν μένει, καὶ ἡ
ἀγάπη αὐτοῦ τετελειωμένη ἐστὶν ἐν ἡμῖν. Ἐν τούτῳ γινώσκομεν, ὅτι ἐν αὐτῷ
μένομεν, καὶ αὐτὸς ἐν ἡμῖν, ὅτι ἐκ τοῦ Πνεύματος αὐτοῦ δέδωκε ἡμῖν. Καὶ ἡμεῖς
τεθεάμεθα καὶ μαρτυροῦμεν, ὅτι ὁ Πατὴρ ἀπέσταλκε τὸν Υἱὸν σωτῆρα τοῦ κόσμου. Ὃς
ἂν ὁμολογήσῃ, ὅτι Ἰησοῦς ἐστὶν ὁ Υἱὸς τοῦ Θεοῦ, ὁ Θεὶος ἐν αὐτῷ μένει, καὶ αὐτὸς
ἐν τῷ Θεῷ. Καὶ ἡμεῖς ἐγνώκαμεν καὶ πεπιστεύκαμεν τὴν ἀγάπην, ἣν ἔχει ὁ Θεὸς ἐν ἡμῖν. Ὁ Θεὸς ἀγάπη ἐστί, καὶ ὁ
μένων ἐν τῇ ἀγάπῃ, ἐν τῷ Θεῷ μένει, καὶ ὁ
Θεὸς ἐν αὐτῷ.
Εἰς την Λιτήν. Ἦχος α΄.
Τῶν Ἀποστόλων σύσκηνος, ὅλῃ ψυχῇ γενόμενος, ἀποστολικοὺς ἤνυσας ἀγῶνας,
οὐρανίῳ φρονήματι, Στεφανᾶ Ἀπόστολε· τὸν γὰρ σωτήριον λόγον, ἐν λογικαῖς
ἀρούραις γεωργήσας, πολύχουν καρπὸν προσήγαγες, τῷ διδασκάλῳ Χριστῷ, ὡς τῆς
ἀληθείας μύστης, καὶ τῆς ἀϊδίου ζωῆς ἐκφάντωρ· ἀξίως γὰρ ταύτης πεπολίτευσαι,
καὶ τὰς ἀντιμισθίας ταύτης προφαίνεις, τοῖς τελοῦσι τὴν μνήμην σου.
Ἦχος β΄.
Τοῦ θείου Παύλου τὰ διδάγματα, ὡς γῆ πίων δεξάμενος, εἰς ἑκατὸν
ἐκαρποφόρησας, τῆς αἰωνίου ζωῆς τὰς χάριτας· τῆς ἐν ὕλῃ γὰρ σχέσεως, τὸν νοῦν
καθηράμενος, Εὐαγγελικῆς πολιτείας τὰ ἔργα, ἐν θερμότητι ψυχῆς ἐπεδείξω, τῷ
Χριστῷ ἀναγόμενος, δι’ ἀγάπης τελείας, καὶ θεωρίας κρείττονος· καὶ ὧν ἔτυχες
καλῶν, παρὰ τῆς ἄνωθεν χορηγίας, πᾶσι μετέδωκας, ἀφιστῶν τῆς πλάνης, τοὺς ὡς
Ἀπόστολον Χριστοῦ δεξαμένους σε. Ἀλλ’ ὦ θεῖε Στεφανᾶ, ἀεὶ καθικέτευε, ὑπὲρ τῶν
τιμώντων σε.
Ἦχος γ΄.
Ἀπαρχὴ ἁγία, τῆς εἰς Χριστὸν εὐσεβείας, τοῖς ἐν Ἀχαΐᾳ γενόμενος, πολλοὺς
πρὸς θείαν ἐπίγνωσιν ὡδήγησας, τῷ σῷ ὑποδείγματι, καὶ τῷ λόγῳ τῆς χάριτος· καὶ
τὴν σὴν οἰκίαν, υἱοθετήσας Κυρίῳ, τὰ ἄνω φρονεῖν καὶ ζητεῖν ἐξεπαίδευσας,
Στεφανᾶ Ἀπόστολε μακάριε· διὸ ἡ ἐν Κορίνθῳ Ἐκκλησία τοῦ Θεοῦ, ὡς μύστην σε
οὐράνιον, καὶ στηλογραφίαν τοῦ κρείττονος, πᾶσι προβάλλεται, ἑορτάζουσα τὴν
μνήμην σου· ἧ ἐξαίτει παρὰ Χριστοῦ, εἰρήνην σταθερὰν καὶ τὸ μέγα ἔλεος.
Δόξα. Ἦχος δ΄.
Τῶν δωρεῶν τῆς χάριτος, ταῖς τοῦ Παύλου χερσὶ τρυφήσας, ἀποστολικῶς ἐν
κόσμῳ ἔλαμψας, θείῳ ζήλῳ πυρούμενος, Στεφανᾶ Ἀπόστολε· τοῖς ἐν κόσμῳ γὰρ
ἐνεκρώθης, ὡς τὴν ζωὴν τὴν ἄνω ἐδέξω, τῇ εὐθυτάτῃ σου ψυχῇ, καὶ πρὸς τὴν ταύτης
μετοχὴν διήγειρας, τοὺς ἐν τάφοις ἀγνωσίας κειμένους· στόμα θεῖον γὰρ ὤφθης,
κηρύττον τὰ σωτήρια, καὶ ἡμῖν αἰτούμενος, πταισμάτων συγχώρησιν.
Καὶ νῦν. Θεοτοκίον.
Νεῦσον παρακλήσει Σῶν οἰκετῶν Πανάμωμε, παύουσα δεινῶν ἡμῶν ἐπαναστάσεις,
πάσης θλίψεως ἡμᾶς ἀπαλλάττουσα· Σὲ γὰρ μόνην ἀσφαλῆ, καὶ βεβαίαν ἄγκυραν ἔχομεν,
καὶ τὴν Σὴν προστασίαν κεκτήμεθα. Μὴ αἰσχυνθῶμεν Δέσποινα, Σὲ προσκαλούμενοι,
σπεῦσον εἰς ἱκεσίαν, τῶν Σοὶ πιστῶς βοώντων· Χαῖρε Δέσποινα, ἡ πάντων βοήθεια,
χαρὰ καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.
Εἰς τὸν Στίχον. Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Ὅτε, τῶν ῥημάτων τῆς ζωῆς, τοῦ οὐρανοβάμονος Παύλου, ἤκουσας ἔνδοξε, τότε
τὸ οὐράνιον ἐδέξω κήρυγμα, καὶ τὸ ἅγιον Βάπτισμα, παρ’ αὐτοῦ θεόφρον, πανοικεῖ
ὡς ἔλαβες, φωτὸς πεπλήρωσαι· ὅθεν, ὡς Ἀπόστολος θεῖος, τοῦ μέχρι σαρκὸς
κενωθέντος, ὤφθης Στεφανᾶ δι’ ἀγαθότητα.
Στ. Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης
τὰ ρήματα αὐτοῦ.
Ὅτε, ἐν Ἐφέσῳ σὺν δυσίν, ἧκες ὁμοψύχοις θεόφρον, συναποστόλοις σου, τότε
ἐκοινώνησας ψυχῆς θερμότητι, Στεφανᾶ παμμακάριστε, ἐκλογῆς τῷ σκεύει, τῷ
οὐρανοβάμονι Παύλῳ θεόληπτε· ὅθεν, καὶ εἰς Κόρινθον τούτου, τὴν ἐπιστολὴν
προσκομίσας, τοὺς πιστοὺς χαρᾶς πολλῆς ἐπλήρωσας.
Στ. Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δὲ χειρῶν Αὐτοῦ ἀναγγέλει τὸ
στερέωμα.
Ὅλον, ἀνυψώσας σου τὸν νοῦν, πρὸς τὴν ὑπερκόσμιον δόξαν, τοῦ Παντοκράτορος,
ἔνθα τὸ ἀκρότατον τῶν ἐφετῶν ἀληθῶς, θεηγόρος Ἀπόστολος, τούτου ἀνεδείχθης,
Στεφανᾶ μακάριε, καὶ ἐνθεώτατος· οὗ νῦν τῆς χαρᾶς ἀπολαύων, μέμνησο ἡμῶν τῶν
τελούντων, τὴν σεπτήν σου μνήμην καὶ σεβάσμιον.
Δόξα. Ἦχος πλ. δ΄.
Τὸ πῦρ τοῦ Πνεύματος, μυστικῶς ἀναχωνεῦσάν σε, τῆς τοῦ Χριστοῦ
συγκαταβάσεως, μυσταγωγόν σε ἱερόν, Στεφανᾶ ἀνέδειξε· τοῖς γὰρ τούτου ὑπηρέταις
συνδεθεὶς καὶ ὁμιλῶν, παρ’ αὐτῶν μεμύησαι, τῆς θείας οἰκονομίας, τὸ μέγα
μυστήριον, δι’ οὗ τῆς φθορᾶς ἐλυτρώθημεν, οἱ τῷ θείῳ σημειωθέντες αἵματι· καὶ
ἀποστολικῶς διαπρέψας, ἐπαξίων ἐπάθλων ἠξίωσαι, παρὰ Χριστοῦ τοῦ Θεοῦ, καὶ
Σωτῆρος τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον.
Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ Ὑψίστου,
Σῶν οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν
πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.
Νῦν ἀπολύεις, Τρισάγιον, Ἀπολυτίκιον.
Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Τοῦ Παύλου τὸ κήρυγμα ἐν τῇ καρδίᾳ δεχθείς, Κυρίῳ προσέδραμες ἀπὸ ψυχῆς
πανοικεῖ, Χριστῷ τῷ Θεῷ ἡμῶν· ὅθεν καὶ Ἀχαΐας, ἀπαρχὴ ἀνεδείχθης, Ἀπόστολος δὲ
θεόφρων, Στεφανᾶ θεοφόρε, πρεσβεύων ὑπὲρ πάντων, ἡμῶν τῶν εὐφημούντων σε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον· διὰ Σοῦ Θεοτόκε
τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως
ὑπὲρ ἡμῶν καταδεξάμενος, δι' οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς
ψυχὰς ἡμῶν.
Ἀπόλυσις.
ΟΡΘΡΟΣ
Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα.
Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Τὸ φῶς ἐν τῇ ψυχῇ, τοῦ Χριστοῦ δεδεγμένος, ἐξέλαμψας ἡμῖν, ὡς λαμπὰς
εὐσεβείας, ἀκτῖσι ταῖς τῶν λόγων σου, λύων πλάνης τὴν ζόφωσιν· ὅθεν σήμερον, ὦ
Στεφανᾶ τὴν σὴν μνήμην, ἑορτάζοντες, ὡς τοῦ Χριστοῦ ὑπηρέτην, καὶ μύστην
τιμῶμέν σε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τεκοῦσα ὑπὲρ νοῦν, τὸν Δεσπότην τῶν ὅλων, καὶ μείνασα ἁγνή, ὥσπερ ἧς πρὸ
τοῦ τόκου, Παρθένε ἀειπάρθενε, θαῦμα μέγα καὶ ἄῤῥητον, φθορᾶς ἔσωσας, τὴν
ἀνθρωπίνην οὐσίαν· ὅθεν Ἄχραντε, οἱ διὰ Σοῦ σεσωσμένοι, ὑμνοῦμεν τὴν δόξαν Σου.
Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα.
Ἦχος γ΄. Θείας πίστεως.
Θείας πίστεως, τὰ θεῖα ἔργα, ὡς Ἀπόστολος, τοῦ Ζωοδότου, Στεφανᾶ
ἐπιδειξάμενος ἔνδοξε, τῶν εὐσεβῶν τὰς ψυχὰς ἐβεβαίωσας, καὶ τῆς ἀπάτης τὸν ζόφον
ἐμείωσας· καὶ νῦν μέτοχος, τῆς ἄνω πέλων λαμπρότητος, ἐκ πάσης ἡμᾶς ῥῦσαι
ἀμαυρώσεως.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Θείου Πνεύματος, τῇ ἐπελεύσει, σὰρξ γεγένηται, ἐκ τῆς σαρκός Σου, ὁ τοῦ
Πατρὸς Λόγος θεῖος καὶ σύνθρονος, καὶ ἐκ φθορᾶς τοὺς ἀνθρώπους ῥυσάμενος, Σὲ
οὐρανῶν πλατυτέραν ἀνέδειξεν· ὅθεν Πάναγνε, πολίτας ἡμᾶς ἀπέργασαι, τῆς ἄνω
Βασιλείας ταῖς πρεσβείαις Σου.
Μετὰ τὸν Πολυέλεον, Κάθισμα.
Ἦχος δ΄. Ὁ ὑψωθείς.
Ὁ φερωνύμως στεφανώσας τὸν βίον, Εὐαγγελίου ταῖς καλαῖς ἐργασίαις,
στεφανηφόρος Στεφανᾶ Ἀπόστολε, πρὸς τὴν ἐπουράνιον, ἀνελήλυθας δόξαν, πόνων
κομιζόμενος, τὰς λαμπρὰς ἀντιδόσεις, παρὰ Χριστοῦ τοῦ πάντων Ποιητοῦ, Ὃν
ἐκδυσώπει, ὑπὲρ τῶν τιμώντων σε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ὁ σαρκωθεὶς ἐκ τῶν ἁγνῶν Σου αἱμάτων, ἀναλλοιώτως καὶ ὃ ἦν διαμείνας, δι’
εὐσπλαγχνίας πέλαγος ἀμέτρητον, σκέπην Σε ἀνέδειξε, τῶν ἀνθρώπων Παρθένε, καὶ
θερμὴν ἀντίληψιν, ἀπὸ πάσης ἀνάγκης, ἐκλυτρουμένην πάντοτε ἡμᾶς, τοὺς
Ὀρθοδόξους, ὑμνοῦντας τὸν Τόκον Σου.
Οἱ Ἀναβαθμοί. Τὸ α´ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Ἐκ
νεότητός μου πολλὰ πολεμεῖ με πάθη·
ἀλλ’ αὐτὸς ἀντιλαβοῦ
καὶ σῶσον, Σωτήρ μου (δίς).
Οἱ
μισοῦντες Σιῶν, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου·
ὡς χόρτος γὰρ πυρὶ
ἒσεσθε ἀπεξηραμμένοι (δὶς).
Δόξα Πατρί.
Ἁγίω
Πνεύματι πᾶσα ψυχὴ ζωοῦται καὶ καθάρσει ὑψοῦται, λαμπρύνεται τῇ τριαδικῇ μονάδι
ἱεροκρυφίως.
Καὶ νῦν.
Ἁγίῳ
Πνεύματι ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα ἅπασαν τὴν
κτίσιν πρὸς ζωογονίαν.
Προκείμενον. Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης
τὰ ρήματα αὐτοῦ.
Στ. Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δὲ χειρῶν Αὐτοῦ ἀναγγέλει τὸ
στερέωμα.
Εὐαγγέλιον, κατὰ Λουκᾶν: Τῷ καιρῷ ἐκείνῳ, ἀνέδειξεν ὁ Κύριος καὶ ἑτέρους
ἑβδομήκοντα Μαθητάς... Ζήτει τῇ Παρασκευῇ τῆς Ε’
Ἑβδομάδος τοῦ Λουκᾶ.
Ὁ Ν´ Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν
οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἐπὶ πλεῖον πλῦνον μὲ ἀπὸ τῆς ἀνομίας μου, καὶ ἀπὸ τῆς ἁμαρτίας μου
καθάρισόν με.
Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διὰ παντός.
Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα· ὅπως ἂν δικαιωθῇς
ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.
Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.
Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας· τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου
ἐδήλωσάς μοι.
Ῥαντιεῖς μὲ ὑσσώπω καὶ καθαρισθήσομαι· πλυνεῖς με καὶ
ὑπὲρ χιόνα λευκανθήσομαι.
Ἀκουτιείς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.
Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τάς ἀνομίας μου
ἐξάλειψον.
Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις
μου.
Μὴ ἀπορρίψης με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς
ἀπ ἐμοῦ.
Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν
με.
Διδάξω ἀνόμους τάς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι.
Ῥῦσαὶ μὲ ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου.
Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.
Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία
τῷ Θεῷ, πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.
Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ.
Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα.
Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Δόξα. Ταῖς τοῦ Ἀποστόλου...
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄.
Στ. Ἐλέησόν με ὁ Θεός...
Τῆς ἀληθείας ἐκφήνας τὴν δόξαν, θεοπρεπεῖ πολιτείᾳ, ταῖς ἐνθέοις ὑποθήκαις,
τοὺ ψεύδους ὤλεσας τὸ κράτος, Στεφανᾶ θεόληπτε· τὴν γὰρ θείαν ἰσχὺν
ἐνδεδυμένος, ἀπεγύμνωσας ἐχθροῦ τὴν δυναστείαν· καὶ νῦν Ἀγγέλοις συνών, σὺν
αὐτοῖς ἱκέτευε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Εἶτα, οἱ Κανόνες· τῆς Θεοτόκου, καὶ τοῦ Ἀποστόλου, οὗ
ἡ ἀκροστιχίς· Τῷ Στεφανᾷ
στέφανον ἐξ ὕμνων. Γερασίμου.
ᾨδὴ α΄. Ἦχος πλ. α΄. Ἵππον ἀναβάτην.
Τίμιον ὤφθης σκεῦος, τοῦ ἀνεσπέρου φωτός, Στεφανᾶ θεοφόρε ὡς τοῦ Χριστοῦ
Ἀπόστολος· διὸ τὴν καρδίαν μου, φωτὶ θείῳ λάμπρυνον, ἀνυμνοῦντος τὴν πολιτείαν
σου.
Ὥσπερ φωτὸς ἀκτῖνες, ἐν τῇ ψυχῇ σου σοφέ, διδαχῶν τῶν τοῦ Παύλου ἡ χάρις
ἐναστράψασα, λαμπτῆρά σε ἔδειξε, Στεφανᾶ μακάριε, τῆς ἀμώμου καὶ θείας πίστεως.
Σύνεσιν κεκτημένος, καὶ βίον θεοφιλῆ, τοῦ τῆς χάριτος λόγου, διέγνως τὴν
λαμπρότητα, καὶ ταύτῃ προσέδραμες, πανοικεὶ μακάριε, θείαις πράξεσι σεμνυνόμενος.
Θεοτοκίον.
Τέτοκας ἀπειράνδρως, τὸν Ποιητὴν τοῦ παντός, τοῦ Ἀδὰμ τὴν κατάραν ἐξαίροντα
δι’ ἔλεος, Παρθένε πανύμνητε, Ὃν δυσώπει πάντοτε, οἰκτειρῆσαι τοὺς Σὲ
δοξάζοντας.
ᾨδὴ γ΄. Ὁ πήξας ἐπ’ οὐδενός.
Ἐδέξω ἐν τῇ ψυχῇ, τὸν πλοῦτον τῆς χάριτος, προσελθὼν προθύμως Χριστῷ
Ἀπόστολε, καὶ πανοικεσίᾳ βαπτισθείς, Παύλου χερσὶν ἁγίαις, υἱοθετηθὴς τῷ
Παντάνακτι, κλῆρον εἰληφὼς ἐπουράνιον.
Φωστῆρά σε ἀπλανῆ, καὶ θεῖον ὑπόδειγμα, τῆς διπλῆς ἀγάπης ἔχει Ἀπόστολε,
τῆς πρὸς τὸν Θεὸν καὶ τὸν ἐγγύς, Κορίνθου ἡ Ἐκκλησία· διὸ τιμᾶ ἑορτάζουσα,
Στεφανᾶ τὴν πάνσεπτον μνήμην σου.
Ἀνέπαυσας ἐν Χριστῷ, τὸν Παῦλον μακάριε, ὡς διακονήσας τούτῳ θερμότατα, οἷα
ὑπηρέτης τοῦ Χριστοῦ, καὶ πλήρης ἁγίων ἔργων, ὡς μαρτυρεῖ προδηλότατα, τοῦτο
τῶν ἐθνῶν ὁ διδάσκαλος.
Θεοτοκίον.
Ναμάτων ζωοποιῶν, πηγὴ χαριτόβρυτε, τὴν ἐξηραμμένην παθῶν τῷ καύσωνι,
δρόσισον ψυχήν μου δυσωπῶ, καὶ ἄρδευσον τὴν καρδίαν, ἵνα βλαστήσῃ Πανάμωμε,
μετανοίας στάχυν σωτήριον.
Κάθισμα. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Ἀποστόλων τὴν χάριν εἰσποιησάμενος, εὐσεβείας ἐδείχθης ὑφηγητὴς ἱερός,
Στεφανᾶ τῶν Μαθητῶν τῶν Ἑβδομήκοντα, ἐγκαλλώπισμα σεπτόν· μεθ’ ὧν πρέσβευε ἀεί,
διδόναι πταισμάτων λύσιν, τοῖς εὐφημοῦσι παμμάκαρ, τὰ εὐκλεῆ σου προτερήματα.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Σαρκωθεὶς ἀποῤῥήτως ἐκ τῶν αἱμάτων Σου, ὁ τὸ εἶναι τοῖς πᾶσι παρέχων
Ἄχραντε, τὴν πεσοῦσαν τῶν βροτῶν οὐσίαν ὕψωσε, πρὸς τὴν ἀρχαίαν καλλονήν,
ἐκκαθάρας τῆς φθορᾶς, τῷ πάθει τῷ ζωηφόρῳ· διό Σε Παρθενομῆτορ, ὡς τοῦ Θεοῦ
Μητέρα σέβομεν.
ᾨδὴ δ΄. Τὴν θείαν ἐννοήσας σου.
Ἁγία ἀπαρχὴ ὤφθης Ἅγιε, τῆς Ἀχαΐας πρὸς Χριστόν, ἔργοις κομῶν διδάγμασι,
καὶ ἀρετῶν ταῖς ἰδέαις, ὦ Στεφανᾶ θεόφρον Ἀπόστολε.
Στεφάνῳ τῆς ἀγάπης στεφόμενος, ὦ Στεφανᾶ διακονεῖν, τοῖς ἀδελφοῖς σαὐτὸν
ἔταξας, ὡς ὑπηρέτης Κυρίου, καὶ τῆς φιλαδελφίας θησαύρισμα.
Τῷ Παύλῳ συγγινόμενος Ἅγιε, καθυπεδέξω παρ’ αὐτοῦ, τῆς εὐσεβείας τὴν
ἔλλαμψιν, ὡς καθαρώτατον σκεῦος, τῆς θείας Στεφανᾶ ἀγαθότητος.
Θεοτοκίον.
Ἐτέχθη ἐκ νηδύος Σου Ἄχραντε, ὁ ὑπερούσιος Θεός, οὐσιωθεὶς τὸ ἀνθρώπινον,
καὶ τῶν ἀνθρώπων τὴν φύσιν, διέσωσε φθορᾶς καὶ κακώσεως.
ᾨδὴ ε΄. Ὁ ἀναβαλλόμενος.
Φωτισμοῦ τῆς χάριτος, πᾶσι μετέδωκας, τοῖς μετὰ πίστεως δεξαμένοις, Στεφανᾶ
μακάριε, σὲ ὡς τοῦ Σωτῆρος, θεοειδῆ Ἀπόστολον.
Ἅπασαν κατέλιπες, φθαρτῶν τὴν αἴσθησιν, καὶ ὁλοψύχως προσεκολλήθης, τῷ
Χριστῷ Ἀπόστολε, τῷ σε θεηγόρον, οἰκεῖον ἀναδείξαντι.
Νόμον τὸν σωτήριον, κηρύττων Ἅγιε, τῆς ἀνομίας ψυχὰς καθῆρας, καὶ πάντας
ἐδίδαξας, ζῆν ἐν εὐνομίᾳ, ὦ Στεφανᾶ μακάριε.
Θεοτοκίον.
Ὁ τῆς δόξης Κύριος, ἐκ Σοῦ σεσάρκωται, Θεογεννῆτορ δι’ εὐσπλαγχνίαν, καὶ
Αὐτῷ πιστεύσασαν, πᾶσαν Θεοτόκε, σάρκα φθορᾶς ἐῤῥύσατο.
ᾨδὴ στ΄. Μαινομένην κλύδωνι.
Νεκρωθεὶς Ἀπόστολε, τοῖς ἐν κόσμῳ ζῶν ἐν τῷ Χριστῷ, πρὸς ζωὴν αἰώνιον
ὡδηγήσας, τοὺς τῇ φθορᾷ, πρώην ἀθλίως δουλεύοντας.
Ἐκκλησία θεία σε, Κορινθίων μάκαρ Στεφανᾶ, στέφανον καὶ γέρας θεῖον
κέκτηται· ὅθεν λαμπρῶς, πανηγυρίζει τὴν μνήμην σου.
Ξενωθέντα πρότερον, τῇ κακίᾳ μάκαρ Στεφανᾶ, πλείστους τῷ Χριστῷ πίστει
ὠκείωσας, λόγῳ τῷ σῷ, ὡς ὑπηρέτης τῆς χάριτος.
Θεοτοκίον.
Ὑψηλὸν ἀνάκτορον, καὶ καθέδρα ὤφθης τοῦ Θεοῦ, Κεχαριτωμένη ἀειπάρθενε· ὅθεν
κἀμέ, παθῶν κοπρίας ἀνύψωσον.
Κοντάκιον. Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Τοῦ Παρακλήτου δοχεῖον γενόμενος, τῶν Ἀποστόλων συνόμιλος πέφηνας, καὶ
ἀρεταῖς Στεφανᾶ στεφανούμενος, Εὐαγγελίου ἐκφαίνεις τὰς χάριτας· διό σε τιμῶμεν
Ἀπόστολε.
Ὁ Οἶκος.
Τὸ τῆς χάριτος φῶς εἰσδεξάμενος, διὰ Παύλου τοῦ οὐρανοβάμονος, Ἀποστόλων
ἐδείχθης ὁμότροπος, καὶ Μαθητῶν Ἑβδομήκοντα συνάριθμος, Στεφανᾶ θεομάκαρ
Ἀπόστολε· ἔνθεν ἔργοις δικαιοσύνης στεφανώσας τὴν ζωήν, καὶ Εὐαγγελικοῖς
καρποῖς εὐδοκιμήσας καλῶς, ἀπαρχὴ τῆς Ἀχαΐας πρὸς Χριστὸν ἀνεδείχθης, πανοικεὶ
μακάριε, καὶ ἑαυτὸν εἰς διακονίαν τοῖς Ἁγίοις ἔταξας, ὡς τὸ σκεῦος τῆς ἐκλογῆς
μαρτυρεῖ, τοὺς ἐπαίνους σοι πλέκων, καὶ τῶν πιστῶν τὰς ψυχὰς παιδεύων, πρὸς
ἐργασίαν ἀρετῆς καὶ κτῆσιν τῶν κρειττόνων· διὸ ἡ ἐν Κορίνθῳ Ἐκκλησία τοῦ Θεοῦ,
τὰ σὰ κηρύττει προτερήματα, καὶ πάντες σε οἱ πιστοὶ τιμῶμεν Ἀπόστολε.
Συναξάριον.
Τῇ ΙΕ' τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ἁγίου Ἀποστόλου Στεφανᾶ, ἐκ τῶν
Ἑβδομήκοντα.
Ἔργῳ Στεφανὰν τὸν Στεφανάν μοι νόει,
Φοροῦντα τὸν στέφανον οὐ βραβεῦεις πόνοι.
Δεκάτῃ τε πέμπτῃ Στεφανᾶς γεθόσυνος γῆθεν ἤρθη.
Ταῖς αὐτοῦ ἁγίαις πρεσβείαις, Χριστός ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ΄. Ὁ ὑπερυψούμενος.
Μύστης ἐνθεώτατος, Παύλου ἐχρημάτισας, ὡς πλήρης χρηστότητος, καὶ ἔργων τῆς
πίστεως, Στεφανᾶ ἀνακραυγάζων· ὁ Θεὸς εὐλογητὸς εἶ.
Νοῦν τὸν σὸν ἀνέτεινας, τῷ Χριστῷ Ἀπόστολε, ἐντεῦθεν πεπλήρωσαι, ἀΰλων
ἐλλάμψεων, Στεφανᾶ πιστῶς κραυγάζων· ὁ Θεὸς εὐλογητὸς εἶ.
Ὡς τοῦ Παύλου Ἅγιε, τὸ πνεῦμα ἀνέπαυσας, τὸ Πνεῦμα τὸ Ἅγιον, ζωὴν καὶ
ἀνάπαυσιν, παρέχει σοι τὴν ἄνω Στεφανᾶ, μετὰ τὸ τέλος.
Θεοτοκίον.
Νέκρωσον τὸ φρόνημα, τῆς σαρκός μου Δέσποινα, καὶ δίδου κατάνυξιν, ψυχῇ τῇ
ἀθλίᾳ μου, ἵνα ἔργοις μετανοίας, τῷ Χριστῷ εὐαρεστήσω.
ᾨδὴ η΄. Σοὶ τῷ Παντουργῷ.
Γέγονας ἀρχή, τῆς Ἀχαΐας πάσης, πιστεύσας πρὸς Κύριον, τῆς θείας πίστεως
πανοικεσίᾳ, ὦ Στεφανᾶ θεόφρον· διὸ ἡ Κορίνθου, τιμᾷ σε Ἐκκλησίᾳ.
Ἔδειξας τῆς σῆς, ψυχῆς τὸν πλοῦτον πᾶσιν, ὡς θεῖος διάκονος, τῆς θείας
χάριτος, διακονήσας, πιστῶς τῇ Ἐκκλησίᾳ, καὶ τοῖς ἐνδεέσι, πλουσίως ἐπάρκεσας.
Ῥῦσαι πειρασμῶν, καὶ πάσης ἐπηρείας, ἐχθροῦ τοῦ ἀλάστορος, καὶ πάσης θλίψεως,
τοὺς τὴν σὴν μνήμην, πιστῶς ἐπιτελοῦντας, Στεφανᾶ παμμάκαρ, ταῖς σαῖς
ἱκετηρίαις.
Θεοτοκίον.
Ἄχραντε ἁγνή, Παρθένε Θεοτόκε, ἀτόπων με λύτρωσαι, ἐννοιῶν δέομαι, καὶ τῆς
μανίας, ἐχθροῦ τοῦ βροτοκτόνου, τοῦ ὠρυομένου, ὀλέσαι με εἰς τέλος.
ᾨδὴ θ΄. Ἡσαΐα χόρευε.
Στεφανώσας Ἅγιε, τὴν ζωήν σου θείαις ἀρεταῖς, ὡς μύστης καὶ κοινωνός,
ἔνθεος Χριστοῦ, μετέστης γηθόμενος, πρὸς τὰς σκηνώσεις τῶν οὐρανῶν, καὶ δόξης
τὸν στέφανον, Στεφανᾶ θεόθεν ἔλαβες.
Ἱερῶς ἀνύσας σου, θεηγόρε, δρόμον τὸν καλόν, τῆς πίστεως τοῦ Χριστοῦ,
ἔλαμψας τὸ φῶς· καὶ νῦν μεταβέβηκας, πρὸς το ἀνέσπερον θεῖον φῶς, τὴν δόξαν
θεώμενος, Στεφανᾶ τὴν ὑπὲρ ἔννοιαν.
Μαθητὴς γενόμενος, τοῦ Σωτῆρος μάκσρ Στεφανᾶ, τοῦ σκεύους τῆς ἐκλογῆς,
θείαις διδαχαῖς, πιστῶς διηκόνησας, Εὐαγγελίῳ τῷ τῆς ζωῆς· διὸ ἡ οὐράνιος
κληρουχία σὲ ἐδέξατο.
Ὁ Χριστοῦ Ἀπόστολος, ἐκ τοῦ δήμου τῶν θεοειδῶν, Ἑβδομήκοντα Μαθητῶν, μάκαρ
Στεφανᾶ, τὸν ὕμνον μου πρόσδεξαι, καὶ τῶν παθῶν μου τῶν χαλεπῶν, λῦσον τὴν
ζόφωσιν, φωτοφόροις ἱκέταις σου.
Θεοτοκίον.
Ὑπὲρ πάντων πρέσβευε, Θεοτόκε Μῆτερ τοῦ Θεοῦ, τῶν πίστει εἰλικρινεῖ, τὴν
Σὴν ἀρωγήν, ζητούντων θερμότατα, ἵνα ῥυσθῶμεν, πάσης ὀργῆς, καὶ ἄφεσιν λάβωμεν,
τῶν ἀμέτρων παραπτώσεων.
Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.
Τῆς πίστεως τὸ κήρυγμα, ὡς γῆ καλὴ δεξάμενος, καρποφορίαν πλουσίαν, προσήγαγες
τῷ Κυρίῳ, ὦ Στεφανᾶ μακάριε, τῶν Ἀποστόλων σύσκηνε· μεθ’ ὧν ἀεὶ ἱκέτευε, ὑπὲρ
ἡμῶν τῶν τελούντων, τὴν μνήμην σου τὴν ἁγίαν.
Θεοτοκίον.
Ἀφράστως σωματώσασα, τὸν πάντων βασιλεύοντα, Παντοβασίλισσα Κόρη, Θεοκυῆτορ
Παρθένε, τὴν ἐν ἐμοὶ τοῦ χείρονος, κακίαν βασιλεύουσαν, εἰς τέλος ἀπονέκρωσον,
καὶ μετανοίας τῷ φέγγει, καταύγασον τὴν ψυχήν μου.
Αἶνοι. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Τῆς εὐσεβείας τὸν πλοῦτον καὶ τὴν λαμπρότητα, ἀκηκοὼς τοῦ Παύλου, τῆς φωνῆς
τῆς ἁγίας, ἐδέξω τῇ ψυχῇ σου πίστιε θερμῇ, Στεφανᾶ παμμακάριστε, καὶ Ἀποστόλων
τῶν θείων συγκοινωνός, ἀνεδείχθης καὶ ὁμότροπος.
Πανοικίᾳ ὁ μέγας Παῦλος βαπτίσας σε, ἐμύησέ σε μάκαρ, τῆς Χριστοῦ
παρουσίας, ἐν σώματι μυστήριον τὸ φρικτόν, Στεφανᾶ θείῳ Πνεύματι· ἔνθεν ἐν
ἔργοις ἐδόξασας ἱεροῖς, τὴν πολλὴν αὐτοῦ χρηστότητα.
Ὡς ἀπαρχὴν Ἀχαΐας πρὸς Χριστὸν ἔνδοξε, καὶ ἐναρέτων ἔργων, ὑποτύπωσιν
θείαν, καὶ μύστην τοῦ Σωτῆρος θεοειδῆ, Στεφανᾶ παναοίδιμε, ἡ Ἐκκλησία Κορίνθου
σὲ εὐφημεῖ, ἑορτάζουσα τὴν μνήμην σου.
Εὐαγγελίου τὸν δρόμον καλῶς ἐτέλεσας, καὶ τῆς ἀλήκτου δόξης, καὶ ζωῆς τῆς
ἀγήρω, τὸν στέφανον δεξάμενος πρὸς Χριστοῦ, Στεφανᾶ παμμακάριστε, ἀδιαλείπτως
δυσώπει ὑπὲρ ἡμῶν, τῶν τιμώντων σε Ἀπόστολε.
Δόξα. Ἦχος πλ. α΄.
Θείῳ πόθῳ τρωθείς, Ἀποστολικῶν χαρίτων ἐπληρώθης, ὡς καθαρὸς τῇ ψυχῇ,
Στεφανᾶ παμμακάριστε· τῷ γὰρ σκεύει τῆς ἐκλογῆς, ἐνθέως ὁμιλήσας, τῆς ἐν αὐτῷ
χάριτος μετέσχες, θείας ἐπιπνοίας τὴν κοινωνίαν δεξάμενος· καὶ τὸν λόγον τῆς
πίστεως, θεοπρεπῶς γεωργήσας, τῆς αἰωνίου ζωῆς τοὺς καρποὺς ἐτρύφησας· διὸ τοὺς
τελοῦντας τὴν μνήμην σου, ῥῦσαι πάσης ἀνάγκης, αἰτούμενος ἡμῖν, τὸ θεῖον ἔλεος.
Καὶ νῦν. Θεοτοκίον.
Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε,
δι' ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος, τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος
ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς ἔπλασε, κατ' εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ.
Διὸ Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν πρὸς αὐτὸν κεκτημένη, ἀδιαλείπτως
πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.
Μεγαλυνάριον.
Ὤφθης Ἀχαΐας πρὸς τὸν Χριστόν, ἀπαρχὴ ἁγία, πανοικίᾳ πεπιστευκώς, Στεφανᾶ
θεόφρον· διὸ ἡ Ἐκκλησία, τῶν Κορινθίων στέφει ᾀσμάτων ὕμνοις σε.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου