Τρίτη 16 Ιουνίου 2015

151.Μάρτυρος ΣΑΒΒΑ τοῦ Στρατηλάτου



Ἀκολουθία Μάρτυρος ΣΑΒΒΑ τοῦ Στρατηλάτου
Ψαλλομένη τῇ 24η Ἀπριλίου


ΕΣΠΕΡΙΝΟΣ
Εἰς τό Κύριε ἐκέκραξα ἱστῶμεν στίχους στ΄ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια  γ΄ τῆς Ἑορτῆς καὶ γ΄ τοῦ Μάρτυρος.
Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσιν.
Στρατηλάτης ἀήττητος, Ἀθλητὴς γενναιότατος, καὶ φωστὴρ παγκόσμιος ἐχρημάτισας, ἀνατολαῖς τῶν ἀγώνων σου, φωτίζων τὰ πέρατα, καὶ σκεδάζων σκοτασμόν, τῶν δαιμόνων βαρύτατον, Σάββα μέγιστε, καλλονὴν τῶν Μαρτύρων συμπολῖτα, τῶν Ἁγίων Ἀσωμάτων, καὶ πρεσβευτὰ τῶν ψυχῶν ἡμῶν.

Καὶ εἱρκταῖς συγκλειόμενος, καὶ πυρὶ λιπαινόμενος, καὶ πολλαῖς κολάσεσι τιμωρούμενος, καὶ ἐπὶ ξύλου τεινόμενος, καὶ ψύχει θλιβόμενος, καὶ μαστίγων νιφετοῖς, ἀνενδότως βαλλόμενος, καὶ ἐν ὕδασι, τὸ μακάριον τέλος Ἀθλοφόρε, κομιζόμενος προθύμως, ἀπαρασάλευτος ἔμεινας.

Ὡραιότατος πέφυκας, νεανίας πανόλβιε, ὑπὸ πάντων πάντοτε θαυμαζόμενος, καὶ προσχωρήσας πρὸς σκάμματα, τῶν ἄθλων ἀπτόητος, κατὰ πάντων δυσμενῶν, ἀναστήσω τὰ τρόπαια, τῶν μεγίστων σου καὶ ἁγίων ἀγώνων, διὰ τοῦτο ἐν αἰνέσει, σὲ τιμῶμεν περιχαρῶς ἀξιάγαστε.

Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς.

ΟΡΘΡΟΣ
Ὁ Κανὼν τοῦ Μάρτυρος, οὗ ἡ ἀκροστιχίς: Στρατηγέτην σε Μαρτύρων τιμῶ Σάββα. Γεωργίου.
ᾨδὴ α΄. Ἦχος β΄. Δεῦτε λαοί.
Σὺ τὴν ἡμῶν, Κύριε ἐκ τῶν τοῦ ᾅδου πυλῶν, φύσιν ἐκλυτρωσάμενος, αὐτὸν κατέκλεισας, ἐν φρουραῖς αἰωνίοις καὶ θάνατον νεκρώσας, ζωὴν ἐπήγασας.

Τὴν ἐπὶ γῆς, ἔνδοξε στρατείαν καταλιπών, τοῖς οὐρανίοις τάγμασι καὶ τοῖς στρατεύμασι, διὰ πόνων ἐνθέων, ἐνδόξως ἠριθμήθης, Σάββα δοξάζων Χριστόν.

Ῥώμην σοφέ, ἄνωθεν ἐπενδυσάμενος, ἐχθροῖς ἀκαταγώνιστος καὶ ἀπροσμάχητος, ἀνεδείχθης τὴν τούτων, τροπούμενος γενναίως μάχην ἀοίδιμε.

Ἀειλαμπής, ηὔγασας ἐν τῇ τῆς πλάνης νυκτί, φωστὴρ Χριστὸν τὸν ἥλιον, κηρύττων ἅπασι, τὸν τῆς δικαιοσύνης καὶ ἐλαύνων τὸ σκότος, τῆς ἀθεότητος.

Θεοτοκίον.
Ἡ τὴν πηγὴν τῆς ἀπαθείας κυήσασα, τραυματισθέντα πάθεσι, Κόρη θεράπευσον, καὶ πυρὸς αἰωνίου ἐξάρπασόν με, μόνη θεοχαρίτωτε.

ᾨδὴ γ΄. Στερέωσον ἡμᾶς.
Τὴν δύναμιν Χριστὸς τοῦ πολεμήτορος καὶ κράτος καθελὼν τὸ τοῦ θανάτου, ἀνεζώωσε τὴν φύσιν ἡμῶν, τὴν Αὐτοῦ Ἀναστάσει καὶ ἐνίσχυσεν.

Ἡ ζέουσα σοφὲ Χριστοῦ ἀγάπησε, ἐνθέως πυροῦσα τῶν ἐπιγείων καὶ φθαρτῶν πάντων διέστησε καὶ τῆς πλάνης πολέμιον ἀνέδειξεν.

Γνωρίσας ποιητὴν καὶ μόνον Κύριον, τὸν δόντα ἑαυτὸν λύτρον ἀνθρώπων, τὸ οἰκεῖον αἷμα δέδωκας, τούτῳ Σάββα προσήκουσαν ἀντάμειψιν.

Θεοτοκίον.
Ἐπαύθη τυραννὶς θανάτου ἄχραντε καὶ ᾅδου ταμεῖα ἐξεκενώθη, τῇ ἐγέρσει τοῦ τεχθέντος ἐκ Σοῦ καὶ ζωῆς θησαυροὶ ἐνεπληρώθησαν.

Κάθισμα. Ἦχος δ΄. Ὁ ὑψωθείς.
Ἀκαταγώνιστος ὀφθεὶς στρατηλάτης, τὰς τῶν βαρβάρων μηχανὰς ἐτρωπώσω, καὶ ἐναθλήσας ἔνδοξε στεῤῥότατα, στίφος κατεπάλαισας, δυσμενῶν ἀοράτων· ὅθεν τὸ διάδημα, ἀνεπλέξω τῆς νίκης, ὑπὲρ ἡμῶν πρεσβεύων ἐκτενῶς, Σάββα παμμάκαρ, τῶν πίστει ὑμνούντων σε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Τῇ μαχαίρᾳ διέκοψας, τῶν ἀληθῶν ῥημάτων σου τοῦ ψεύδους, συμπλοκὰς γενναίως, Σάββα ἀοίδιμε.

Ἡ ἀνθοῦσα τοῦ σώματος, ἅρα ἐν σοὶ ἐδήλου Ἀθλοφόρε, τὴν ἐν τῇ ψυχῇ σου θείαν εὐπρέπειαν.

Νεαζούσῃ ἀοίδιμε, τῇ τῆς ψυχῆς ἀνδρείᾳ, τὸν ἀρχαῖον ἐναθλῶν, ἐνίκησας πολεμήτορα.

Θεοτοκίον.
Ὡς ἐκ θήρας τὸν ἄνθρωπον, ὁ Σὸς Υἱὸς ἁρπάσας τοῦ θανάτου, πρὸς ζωὴν Παρθένε τοῦτον μετήγαγεν.

ᾨδὴ ε΄. Ὁ τοῦ φωτὸς χορηγός.
Σὺ τῇ ταφῇ τῆς σαρκός, τὸν πολεμήτορα ἡμῶν ἔθαψας καὶ ὡς Θεὸς κενώσας τὸν ᾅδην ἀνέστησας νεκρούς, τῇ Σῇ Ἀναστάσει, Χριστέ Σε δοξάσαντας.

Ὡς ὁρωμένης σοφέ, τῆς τῶν κτισμάτων καλλονῆς ἔγνωκας, τὸν ποιητὴν πάντων καὶ δεσπότην, διὸ ὑπὲρ Αὐτοῦ, Σάββα ἐναθλήσας, στεφάνων ἠξίωσαι.

Μυστικωτέρων ψυχῶν, τῶν χαρισμάτων τοῦ Χριστοῦ ἔνδοξε, καὶ τῇ Αὐτοῦ ἀφθάρτῳ ἐλλάμψει, ἐνθέως φαιδρυνθείς, φωστὴρ ἀνεδείχθης, ἐν κόσμῳ ἀοίδιμε.

Θεοτοκίον.
Ῥεῖθρα ζωῆς, ὁ ἐξ Σοῦ σεσαρκωμένος ἀναστὰς ἔβλυσε, τῇ γηγενῶν φύσει Θεοτόκε, καὶ ταύτην ὡς Θεός, τῆς ἀθανασίας ἐπότισε νάματα.

ᾨδὴ στ΄. Ἐν ἀβύσσῳ πταισμάτων.
Ἀνελὼν τῷ θανάτῳ τὸν θάνατον, ὁ ὑπὲρ ἡμῶν ἑκουσίως νεκρὸς λογισθείς, Χριστὸς νεκροὺς ἐζώωσε, καὶ τῶν τούτου δεσμῶν ἐλυτρώσατο.

Ῥαντισθεὶς τοῦ Χριστοῦ θείῳ αἵματι, τῶν εἰδωλικῶν σεβασμάτων μιάσματα, ἀπέθου Σάββα ἔνδοξε, καὶ τὸ φῶς ἀνεδύσω τῆς χάριτος.

Τὸν χειμῶνα τῆς πλάνης διέφυγες, καὶ πρὸς γαληνότατον ἕαρ κατήντησας, Χριστοῦ τῆς ἐπιγνώσεως, δι’ οὗ καὶ κατηυγάσθης ἀοίδιμε.

Θεοτοκίον.

Γεωθέντας ἡμᾶς ἁμαρτήμασιν, ὁ Υἱός Σου ἄχραντε τῇ Ἀναστάσει Αὐτοῦ, ἐκαίνισεν οὐρανῷ, καὶ θεοὺς ἀπειργάσατο χάριτι.

Συναξάριον.
Τῇ ΚΔ΄ τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ἁγίου Μάρτυρος Σάββα τοῦ Στρατηλάτου, τοῦ Γότθου

Στίχοι·
Ἔπνιξε δεινὰ πνεύματα πλάνης Σάββας,
Ποταμόπνικτος Μάρτυς ὀφθεὶς Κυρίου.
Αὐτοῦ ἁγίαις πρεσβείαις, Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἡμᾶς, Ἀμήν.

ᾨδὴ ζ΄. Εἰκόνος χρυσῆς.
Ὑπνώσας Χριστός, ἑκουσίως ὡς θνητὸς σαρκὶ ἐν τάφῳ, νεκροὺς ἐν ᾅδη πρὶν καθεύδοντας, τοὺς ἀπ’ αἰῶνος, ἀφύπνισε καὶ τῇ ζωηφόρῳ ἐγέρσει, τούτους ἀνέστησε ψάλλοντας· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Ῥομφαίᾳ σοφέ, θείων λόγων ὡς μαχαίρᾳ κεχρημέννος, ἐν τῇ καρδίᾳ τούτους ἔπηξας, τῶν ἀσεβούντων καὶ ἔτρωσας, τοὺς ἀντικειμένους ἐκ ψεύδους, παρανομίας καὶ ἔκραζες· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Ὠσθεὶς ὑπ’ ἐχθρῶν, οὐκ ἐσείσθης τὴν ψυχὴν οὐ κατεβλήθης, Χριστὸν γὰρ εἶχες ὑπερείδοντα καὶ ἑδραιοῦντά σε ἄσειστον, ᾧ καὶ ἀνεκραύγαζες Σάββα· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Νεκρὸν τὸν ἐχθρόν, ὑποθεὶς ἐν τοῖς ποσί σου Ἀθλοφόρε, καθάπερ σκῦλα τοῦτον ἔλαβες τοὺς πλανηθέντας καὶ ἔδωκας, τούτους τῷ Δεσπότῃ τῶν ὅλων, δι’ ἐπιγνώσεως κράζοντας· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Θεοτοκίον.
Ἰθύνειν ἡμᾶς, καὶ ὑψοῦν πρὸς οὐρανοὺς μὴ διαλείπῃς, τοὺς σὲ φιλοῦντας, ὁ δι' ἄφατον φιλανθρωπίαν γενόμενος, ἄνθρωπος ἐν μήτρᾳ Παρθένου, καὶ θεώσας τὸν ἄνθρωπον, καὶ θρόνῳ δόξης τῷ Πατρὶ συγκαθεζόμενος.

ᾨδὴ η΄. Τὸν ἐν καμίνῳ τοῦ πυρός.
Τὸν τοῦ θανάτου εὑρετήν, τῷ θανάτῳ τῆς σαρκὸς τῆς σῆς οἰκτίρμων, ἀποκτείνας τὸν τούτου, πᾶσιν ὑπέδειξας, ἀνθρώποις αἰώνιον θάνατον, σὲ ὑπερυψοῦσι ζωὴν καὶ ἀφθαρσίαν.

Ἰλύος πάσης καθαρθείς, ἀθεΐας καὶ λατρείας τῶν εἰδώλων, τῷ λουτρῷ Ἀθλοφόρε τῷ τοῦ βαπτίσματος, τῷ Κτίστῃ ἁγνῶς προσωμίλησας, Σάββα ἐν ἀγῶσιν ἐγκαρτερῶν γενναίως.

Μελισταγεῖ λόγῳ σοφέ, καὶ ἐν θέᾳ αἰδεσίμῳ καταπλήττων, τοὺς τυράννους ἐν ἔργοις τὰ νικητήρια, κατ’ αὐτῶν ἐστήσω καὶ ἔκραζες· Σὲ ὑπερυψοῦμεν Χριστὲ εἰς τοὺς αἰῶνας.

Θεοτοκίον.
Ὁ τῆς ζωῆς μου ἀρχηγός, τῷ θανάτῳ ἐν σαρκὶ προσομιλήσας, ἐθανάτωσε τοῦτον καὶ ἀνεζώωσε, Παρθένε τοὺς πόθῳ ὑμνοῦντάς Σε καὶ ὑπερυψοῦντας Χριστὸν εἰς τοὺς αἰῶνας.

ᾨδὴ θ΄. Τὸν ἐκ Θεοῦ Θεὸν Λόγον.
Σὺ τὴν γαστέρα τοῦ ᾅδου, διασχίσας οἰκτίρμων, ἐκένωσας αὐτὸν ὡς δυνατὸς καὶ τὸν οὐράνιον λείποντα, ἀνεπλήρωσας κόσμον, ἐγείρας καὶ ζωῶσας τοὺς νεκροὺς καὶ ἀνθρώπους ἅπαντας, ὑψῶσας ἐπιγνώσει σου.

Ἀναδραμῶν εἰς τὸ ὕψος, νοητῶς Ἀθλοφόρε, τῆς θείας ἐπιγνώσεως Χριστοῦ, πλάνην χαμαίζηλον ἔλιπες καὶ πτεροῖς τοῖς τῶν ἄθλων, πρὸς τοῦτον ἀνυψώθης ἐκτενῶς, μεγαλύνων δοξάζων αὐτὸν ὡς ὑπεράγαθον.

Βέλη νηπίων ἡγήσω, τὰς βολὰς τῶν τυράννων, δυνάμει ἐκκρουόμενος αὐτά, τῇ τοῦ Χριστοῦ Σάββα ἔνδοξε, συμμαχοῦντα γὰρ εἶχας, αὐτὸν καὶ συνεργοῦντά σε ἀεί, ὃν ἐν πίστει καὶ πόθῳ, ἀπαύστως ἐμεγάλυνας.

Θεοτοκίον.
Ἀπαστράψας Παρθένε, ὁ Υἱὸς καὶ Θεός Σου, ἐκ τάφου ἀναστὰς τῆς θεϊκῆς, αἴγλης καὶ δόξης ἐπλήρωσε, πᾶσαν τὴν οἰκουμένην καὶ φέγγει ἀφθαρσίας τοὺς πιστῶς, φωτεινήν σε νεφέλην, δοξάζοντας ἐφαίδρυνεν.



Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου