Τρίτη 16 Ιουνίου 2015

140.Μαρτύρων ΘΕΩΝΑ, ΗΡΩΝΟΣ, ΠΙΛΛΩΝΟΣ καί ΠΑΥΛΟΥ



Ἀκολουθία Μαρτύρων ΘΕΩΝΑ, ΗΡΩΝΟΣ, ΠΙΛΛΩΝΟΣ καί ΠΑΥΛΟΥ
 τῶν ἐξ Αἰγύπτου καί ἐν Θεσσαλονίκῃ
Ψαλλομένη τῇ 3η Ἰουλίου


ΕΣΠΕΡΙΝΟΣ
Εἰς τό Κύριε ἐκέκραξα  ἱστῶμεν στίχους στ΄ καὶ ψάλλομεν Στιχηρά γ΄ τῆς Ὀκτωήχου καὶ γ΄ τῶν Ἁγίων.
Ἦχος δ’. Ἔδωκας σημείωσιν.
Δεῦτε οἱ φιλόχριστοι, τῶν Ἀθλοφόρων τιμήσωμεν, τὴν ἐτήσιον σήμερον, μνήμην ἐκθειάζοντες, τὴν αὐτῶν ἀνδρείαν, καὶ τὴν καρτερίαν, ἣν ἐνεδείξαντο στεῤῥῶς, ἀγωνισάμενοι γενναιότατα, καὶ πάσας τοῦ ἀλάστορος, τὰς μηχανὰς καταπτύσαντες, ὡς ἀήττητοι Μάρτυρες, τοῦ Χριστοῦ καὶ Θεοῦ ἡμῶν.

Πᾶσαν ὑπηνέγκατε, Μεγαλομάρτυρες κάκωσιν, καὶ βασάνων δριμύτητα, Θεοῦ μόνου ἕνεκεν, ὑπὲρ Οὗ τὸ πάσχειν, εἵλασθε γενναίως, ὁδοιπορίαις χαλεπαῖς, καὶ μακροτάταις προσομιλήσαντες· Ἐώας γὰρ ἀπάραντες, καὶ πρὸς τῇ Δύσει γενόμενοι, ἐν αὐτῇ τὸ μακάριον, διηνύσατε τέλος ὑμῶν.

Παῦλε παναοίδιμε, καὶ Θεωνᾶ ἀξιάγαστε, Πίλλων τε εὐκλεέστατε, καὶ Ἥρων πανθαύμαστε, οἱ σεπτοὶ ὁπλῖται, τῆς θείας Τριάδος, οἱ ὑπὲρ Ταύτης τὸν καλόν, ἠγωνισμένοι ἀγῶνα Μάρτυρες, πρεσβεύσατε ὡς ἔχοντες, τὴν παῤῥησίαν παμμέγιστον, ὅπως ἔλεος εὕροιμεν, ἐν ἡμέρᾳ τῆς κρίσεως.

Δόξα. Κανν. Θεοτοκίον μοιον.
σανέος γέγονα, πσιν ν τρόποις Πανάχραντε, ἐμπαθς πρ νθρωπον, μόνος φθην θλιος, ἀρετς νθέου, γυμνς μόνος λος· τίς ον μκλαύσει π' ἐμέ; τίς μθρηνήσει μου τν πλειαν· διπρτέλους κράζω Σοι, μαρτον Δέσποινα, σσόν με, ὥσπερ σωσε πρότερον, ὁ Υἱός Σου τν σωτον.

Ἢ Σταυροθεοτοκίονμοιον.
Νεκρούμενον βλέπουσα, Χριστν Πάναγνος Δέσποινα, κανεκροντα τν δόλιον, ἠλάλαζε κράζουσα, πικρς τῷ ἐκ σπλάγχνων, ατς προελθόντι, κατμακρόθυμον Ατοῦ, ἀποθαυμάζουσα κατεπλήττετο, τέκνον μου ποθεινότατον, μὴ ἐπιλάθτς δούλης Σου, μβραδύνς Φιλάνθρωπε, τὸ ἐμν καταθύμιον.

Τὰ λοιπὰ τοῦ Ἑσπερινοῦ καὶ Ἀπόλυσις.

Ἀπολυτίκιον.
Οἱ Μάρτυρές Σου Κύριε ἐν τῇ ἀθλήσει αὐτῶν...

ΟΡΘΡΟΣ
Ὁ Κανών, οὗ ἡ ἀκροστιχίς:. Νήσῳ Θεοῦ νάουσι Μάρτυρες χάριν.

ᾨδὴ α’. Ἦχος δ’. Ἄσομαί σοι, Κύριε, ὁ Θεός μου.
Νέμοιτε τὴν χάριν ὦ ἀθλοφόροι, τοῖς ἐκτελοῦσι τὴν ὑμῶν, ἡμῖν σήμερον, Χριστῷ παριστάμενοι, στεφηφόροι, μακάριοι.

Ἡ πρῴην τῷ κράτει τῆς ἀσεβείας, Αἴγυπτος θάλλουσα κακῶς, ἐβλάστησεν ὕστερον, ὑμᾶς ἀειθαλέστατα, φυτά, Μάρτυρες ἔνδοξοι.

Σώματα ἀσκήσει καθηγνισμένοι, σὺν τῇ ψυχῇ καὶ τὸ πνεῦμα, τελοῦντες ὁλόκληροι, ὡς ἄρνες εὐωδέστατοι, τῷ Χριστῷ θύματα τέθυσθε.

Θεοτοκίον.
Ὤ τῶν ὑπὲρ ἔννοιάν Σου, Παρθένε Θεογεννῆτορ, θαυμάτων· τὸν Κτίστην γὰρ τέτοκας, ἡμᾶς ἀνακαινίσαντα, τοὺς φθαρέντας τῇ βρώσει ποτέ.

ᾨδὴ γ’. Τόξον δυνατῶν ἠσθένησε.
Θέων ὁ σοφὸς καὶ ἔνθεος, Πίλλων τε καὶ Παῦλος, καὶ ὁ Ἥρων οἱ μέγιστοι, τῆς Τριάδος ὁπλῖται θείαις, μελωδίαις ἀνυμνήσθωσαν.

Ἔχοιμεν ὑμᾶς ἡμεῖς ἀῤῥαγεῖς, πύργους τε καὶ βάσεις, ἀκατασείστους πρὸς πᾶσαν δεινήν, ἐναντίων ἐπερχομένην, βλάβην, Μάρτυρες ἀήττητοι.

Ὅρμος πρὸς Θεοῦ σωτήριος, νήσῳ φιλοχρίστῳ, καὶ φιλομάρτυρι δέδοσθε, πᾶσαν ζάλην καὶ τρικυμίαν, ἀθληταί, ταύτης σοβοῦντες ἀεί.

Θεοτοκίον.
Λόγον τοῦ Πατρὸς συνέλαβες, ἄχραντε Παρθένε, Θεοχαρίτωτε Δέσποινα, ὃν καὶ τέτοκας ὑπὲρ λόγον, ἐκ φθορᾶς ἡμᾶς λυτρούμενον.

Κάθισμα. Ἦχος πλ. α’. Τὸν συνάναρχον Λόγον .
Τῶν τυράννων τὰ θράση, μὴ καταπτήξασα, ἡ τετρὰς τῶν Μαρτύρων, ἡ ἀξιέπαινος, Θεωνᾶς ὁ θαυμαστός, Ἥρων ὁ πάνσοφος, καὶ ὁ Παῦλος ὁ κλεινός, Πίλλων τε ὁ πανευκλεής, ἀθλήσαντες καὶ στεφθέντες, παρὰ Χριστοῦ τοῦ Σωτῆρος, ὃν καὶ πρεσβεύουσιν εἰς τὸ σωθῆναι ἡμᾶς.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ἡ θερμὴ προστασία καὶ ἀπροσμάχητος, ἡ ἐλπὶς ἡ βεβαία καὶ ἀκαταίσχυντος, τεῖχος καὶ σκέπη καὶ λιμὴν τῶν προστρεχόντων Σοι, Ἀειπάρθενε ἁγνή, τὸν Υἱόν Σου καὶ Θεόν, ἱκέτευε σὺν Ἀγγέλοις, εἰρήνην δοῦναι τῷ κόσμῳ, καὶ σωτηρίαν καὶ μέγα ἔλεος.
Ἢ Σταυροθεοτοκίον.
Τῷ Σταυρῷ τοῦ Υἱοῦ Σου Θεοχαρίτωτε, τῶν εἰδώλων ἡ πλάνη πᾶσα κατήργηται, καὶ τῶν δαιμόνων ἡ ἰσχὺς καταπεπάτηται· διὰ τοῦτο οἱ πιστοί, κατὰ χρέος Σε ἀεί, ὑμνοῦμεν καὶ εὐλογοῦμεν, καὶ Θεοτόκον κυρίως, ὁμολογοῦντες μεγαλύνομεν.

ᾨδὴ δ’. Τοὺς οὐρανοὺς ἡ ἀρετή σου κατεκάλυψε.
Ὑφ’ ἡδονῆς τῆς οὐρανίου πυρπολούμενοι, τῶν γηΐνων τερπνῶν κατημνημόνησαν, οἱ ἀθλοφόροι κράζοντες· δόξα τῇ δυνάμει Σου, Κύριε.

Νενοσηκότων τὴν περὶ τὸν Κτίσαντα ἄγνοιαν, τῶν οἰκείων μελῶν ἐναπετμήθητε, θεοφιλῶς κραυγάζοντες· δόξα τῇ δυνάμει Σου Κύριε.

Αἱμοχαρέσιν ἡγεμόσι παριστάμενοι, πρὸ βημάτων ποικίλλως αἰκιζόμενοι, νεανικῷ φρονήματι, τούτους, θεηγόροι, αἰσχύνοντες.

Οὐκ ὁρατοῖς μόνοις ἐχθροῖς ἀντεκατέστητε, ἀλλὰ καὶ νοητοῖς προσεπαλαίετε, καὶ κατὰ πάντων ἤρασθε, νίκην, ἀθλοφόροι, τῇ χάριτι.

Θεοτοκίον.
Χερουβικῶν ταγμάτων ὑπερέχουσα, καὶ Θεὸν ἐν ἀγκάλαις ἐποχούμενον, μετὰ σαρκὸς βαστάσασα, χαῖρε, Θεοτόκε πανάμωμε.

ᾨδὴ ε’. Τὸν φωτισμόν Σου, Κύριε.
Ὑπολαβὼν ὁ ἔχθιστος, ἐχθρός τε καὶ φονεύς, διὰ θανάτου ὑμᾶς μορμολύττειν, πέπτωκεν εἰς γῆν, ἐν τῷ κειμένους, Αὐτὸν ἐγνωκέναι ὑμᾶς.

Συγκοινωνοὶ γενόμενοι, παθῶν Δεσποτικῶν, ἀναντιῤῥήτως καὶ δόξης τῆς θείας, δείκνυσθε Χριστοῦ, συγκληρονόμοι, θεοτίμητοι Μάρτυρες.

Οὐ βάσανα πολύπλοκα, οὐ τύραννοι πικροί, οὐ τῆς πατρίδος ἡ στέρησις, ὑμᾶς, ἴσχυσε, σοφοί, ὅλως χωρῆσαι, τοῦ πρὸς Κύριον ἔρωτος.

Ἱκέται προσερχόμεθα, ὑμῶν ἐν τῷ σεπτῷ, Μάρτυρες θεῖοι, καὶ θείῳ τεμένει, λύσιν ἐκ ψυχῆς, ὑμῖν αἰτοῦντες, τῶν ἡμᾶς συνεχόντων δεινῶν.

Θεοτοκίον.
Τίς ἐξειπεῖν δυνήσεται, τοῦ τόκου Σου, Ἁγνή, τοῦ ὑπερφύσιν παράδοξον θαῦμα; φύσει γὰρ Θεόν, σεσαρκωμένον, ὑπὲρ λόγον ἐκύησας.

ᾨδὴ ς’. Ἐβόησε προτυπῶν.
Μὴ φρονοῦντες, ἐμπαθῶς τὰ τοῦ κόσμου χαμαίζηλα, ἀλλ᾿ ἐμφρόνως καταφυγὴν τὸν Ὕψιστον θέμενοι, οὐρανόφρονες, ἐπὶ γῆς ἀνεδείχθητε, Μάρτυρες.

Ἀνειμένοι, τῶν δεσμῶν οἱ καλλίνικοι Μάρτυρες, καὶ ἐν μέσῳ τῶν βασάνων τυγχάνοντες, ἔμελπον τῷ αὐτοὺς ἐξ ὕψους, χορηγήσαντι κράτος καὶ δύναμιν.

Ῥυσθείημεν, ἐκ ποικίλων παθῶν ἐπικλύσεως, καὶ πταισμάτων ψυχοφθόρου βυθοῦ ἀπογνώσεως, ὑμῶν ἱκεσίαις, πρὸς Χριστόν, ἀθλοφόροι πανεύφημοι.

Θεοτοκίον.
Δεόμεθα, ὑπὲρ τῶν οἰκετῶν Σου, ἀλόχευτε Θεοτόκε, τὸν ἐκ Σοῦ σαρκωθέντα ἱκέτευε, ὅτι Σὲ καὶ μόνην, προστασίαν ἡμῶν ἐπιστάμεθα.

Συναξάριον.
Τῇ Γ´ τοῦ αὐτοῦ μηνός, οἱ Ἅγιοι Μάρτυρες Θεωνᾶς, Ήρων, Πίλλων καὶ Παῦλος, οἱ Αἰγύπτιοι, ἐν Θεσσαλονίκῃ τελειοῦνται.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστέ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ’. Ὁ διασώσας ἐν πυρὶ.
Τῆς δεισιδαίμονος τὸ πρίν, καὶ ἀσεβεστάτης Αἰγύπτου, πρέσβεις προῆλθον εὐσεβεῖς, ἀθληταὶ καὶ Τριάδος ὑπέρμαχοι, καὶ ἡμᾶς καταλάμπουσι, ταῖς τῶν ἄθλων φρυκτωρίαις, αὐτῶν ἀπαύστως.

Ὑπὲρ ἀδίκου μὲν σφαγῆς, ἀῤῥενοφονίας Ἑβραίων, δίκας τιννύει ἐν πληγῇ, παγγενῆ πρωτοτόκων ἡ Αἴγυπτος, ἀλλὰ νῦν ὡς ἀπάργματα τῷ Θεῷ καρποφορεῖται, δήμους Μαρτύρων.

Ῥύσασθε νόσων χαλεπῶν, τοὺς τὴν ἱερὰν ὑμῶν μνήμην, ἐπιτελοῦντας εὐσεβῶς, ἀθλοφόροι Κυρίου τετράριθμοι, ἰαμάτων ὡς ἔχοντες, τὴν ἀένναον καὶ θείαν, χάριν πλουσίως.

Ἐκ τῆς ἐώας ὡς φαιδροί, Μάρτυρες, ἀστέρες προβάντες, ταῖς ἀστραπαῖς καὶ καλλοναῖς, τῆς ὑμῶν ἐναθλήσεως ἅπασαν, οἰκουμένην ηὐγάσατε, ἐν τῇ Δύσει μακαρίως, τελειωθέντες.

Θεοτοκίον.
Εὐλογημένος ὁ καρπός, τῆς εὐλογημένης γαστρός Σου, Ὅν εὐλογοῦσιν οὐρανῶν, αἱ δυνάμεις, βροτῶν τε συστήματα, ὁ ἡμᾶς λυτρωσάμενος, τῆς κατάρας τῆς ἀρχαίας, Εὐλογημένη.

ᾨδὴ η’. Λυτρωτὰ τοῦ παντὸς.
Σταυροτύπῳ τετράδι ταττόμενοι, καὶ Χριστοῦ πανοπλίᾳ φραττόμενοι, τὸν νοητὸν ἐτρέψασθε, Ἀμαλήκ, τροπαιοῦχοι, Μάρτυρες θεῖοι· ὅθεν πίστει ὑμᾶς μακαρίζομεν.

Χαρμοσύνων δοτῆρες ἰάσεων, καὶ παθῶν ὀλετῆρες ὑπάρχοντες, τὸν εὐεργέτην ἵλεω, χριστωνύμῳ ποιμνίῳ, Μάρτυρες θεῖοι, θέσθε, πίστει ὑμᾶς εὐφημοῦντι ἀεί.

Ἀεννάου πηγῆς ἀρυόμενοι, ὡς ἐκ σοροῦ τῶν Μαρτύρων ἰάματα, καὶ τοῦ τεμένους χάριτας, σωτηρίους, τιμῶντες, τούτων τὴν μνήμην, καὶ τὸν κτίστην ἀπαύστως δοξάζοντες.

Θεοτοκίον.
Τὴν ἁγνὴν καὶ παρθένον τιμήσωμεν, τὴν τὸν ἄναρχον Λόγον καὶ Κύριον, ὑπερφυῶς κυήσασαν, εἰς ἡμῶν σωτηρίαν, ᾦ μελῳδοῦμεν, καὶ ὑμνοῦμεν πιστῶς καὶ δοξάζομεν.

ᾨδὴ θ’. Λίθος ἀχειρότμητος.
Ῥευστὴν ἀπηπάμενοι κτῆσιν, ὄλβον ὁμοῦ τρυφὴν καὶ δόξαν, κάλλος τε σωμάτων καὶ ῥώμην, διὰ τὴν μέλλουσαν ἀγαλλίασιν, ἐν πολλοῖς ἀγωνίσμασι, Μάρτυρες θεῖοι, ἀπειλήφατε.

Ἰάσεις παρέχοιτε πᾶσιν, ἡμῖν τοῖς πόθῳ ἐκτελοῦσι, τὴν ὑμῶν ἐτήσιον μνήμην, στεφανηφόροι Κυρίου Μάρτυρες, τῶν τῆς ψυχῆς λυτρούμενοι, ἡμᾶς παθῶν καὶ τῶν τοῦ σώματος.

Νῆσον τὴν ὑμᾶς ἐνεγκοῦσαν, καὶ τοῖς σπαργάνοις καὶ λειψάνοις, Μάρτυρες, ὑμῶν καυχωμένην, καὶ τῷ τεμένει λαμπρυνομένην φαιδρῶς, ἐκ πάσης περιστάσεως, καὶ ἐναντίων βλάβης ῥύσασθε.

Ὅσοι φιλομάρτυρες, δεῦτε, τοὺς ἀηττήτους ἀθλοφόρους, Θεωνᾶν καὶ Ἥρωναν ὕμνοις, σὺν Πίλλωνί τε καὶ Παῦλον στέψωμεν, τὸν τούτους στεφανώσαντα, Χριστὸν ἐν ὕμνοις μεγαλύνοντες.

Θεοτοκίον.
Φρίττουσιν Ἀγγέλων αἱ τάξεις, τὸ ὑπερφύσιν ἐννοοῦσαι, ἄχραντε, μυστήριον τῆς σῆς, κυοφορίας, Θεὸν γὰρ τέτοκας, καὶ ὡς υἱὸν ἐθήλασας, τὸν διατρέφοντα τὰ σύμπαντα.

Ἐξαποστειλάριον. Ἦχος β’. Γυναῖκες ἀκουτίσθητε.
Χορείαν τὴν τετράριθμον, δεῦτε πιστῶς ὑμνήσωμεν, οἱ φιλομάρτυρες πάντες, Ἥρωνα, Παῦλον, Πίλλωνα, καὶ Θεωνᾶν τὸν ἔνδοξον, πρὸς αὐτοὺς ἀνακράζοντες, ὑπὲρ ἡμῶν ποιήσατε, πρεσβείαν, Μάρτυρες θεῖοι, πρὸς τὸν τῶν ὅλων Δεσπότην.
Θεοτοκίον.
Ἐπίβλεψον, Πανάχραντε, εἰς τὴν κληρονομίαν Σου καὶ τῇ ἀμάχῳ Σου ταύτην, συντήρησον δυναστείᾳ, τῆς βασιλείας τὰ σκῆπτρα, ἴθυνον καὶ κραταίωσον τὴν εἰρήνην, ἐπὶ τὰ πέρατα κόσμου.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου