Ἀκολουθία Νεομάρτυρος ΝΙΚΗΤΑ τοῦ Νισυρίου.
Ψαλλομένη τῇ 21η Ἰουνίου
Ποίημα Ἀθανασίου Ἰβηρήτου
ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ
Μετὰ τὸν Προοιμιακόν τὸ Μακάριος Ἀνὴρ. Εἰς δέ τὸ Κύριε
ἐκέκραξα ἱστῶμεν στ΄ καὶ ψάλλομεν τὰ παρόντα
Προσόμοια.
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου Σε νεκρόν.
Νέος ὤν τὸ σῶμα κομιδῆ, μέγας δὲ ψυχὴν τὸν ἀρχαῖον, Σατὰν κατέβαλες, καὶ
τοῖς τῶν αἱμάτων σου, κρουνοῖς ἀπέπνιξας, οἷς Θεὸς ἐπορφύρωσε τὴν τῶν
πρωτοτόκων, Ἐκκλησίαν ἔνδοξε, Νικήτα Μάρτυς Χριστοῦ, ὧ ὑπὲρ ἡμῶν μὴ ἐλλείπης,
πάντοτε πρεσβείας προσφέρειν, τῶν τελούντων πόθῳ σου τὴν ἄθλησιν. [Δίς].
Ἄγει ἐτησίαν ἑορτὴν, ἡ τερπνὴ
Χριστοῦ Ἐκκλησία, Νικήτα ἔνδοξε, μνήμην ἑορτάζουσα, τῆς σῆς ἀθλήσεως, καὶ
γεραίρει τοὺς ἄθλους σου, οὕς Μάρτυς ὡς ρόδα, ταῖς χερσὶ κατέχουσα, τὰ ἑαυτοῖς
στεφανοῖ, τέκνα, συνελθόντα ἐν πίστει, ἐν Αὐτῇ αὐτοὺς καταστέψαι, τοῖς ἐκ λόγων
ἄνθεσιν Πανεύφημε. [Δίς].
Ὅντως, ὡς κηρίον ἐκλεκτὸν, τῆς Χριστοῦ τραπέζης Νικήτα, μέλισσαι ἄγριαι, σὲ
περικυκλώσαντες, ἔτυπτον ξίφεσι, καὶ ὡς κύνες ἀτίθασοι, σὲ καταλαβόντες, Ἄγαρ
οἱ ἀπόγονοι· οὐδόλως δ’ ἔπτυξας, τούτων ἀπειλὰς, ἀλλ’ ὡς ἄλλου, πάσχοντος
ἐτέλεις τὴν δόξαν, τὴν σὲ περιμένουσαν σκοπούμενος.
Φύλαττε, τοὺς πόθῳ τὴν σεπτὴν, μάκαρ ἐκτελοῦντας σου μνήμην, ταῖς σαῖς πρὸς
Κύριον, θείαις παρακλήσεσι, καὶ δὸς τὴν ἴασιν, τοῖς νοσοῦσιν καὶ πρόφθασον, τοῖς
ἐν τοῖς κινδύνοις, θάλασσαν δὲ κόπασον, τοῖς θαλαττεύουσιν, ἥ σοῦ τὸ πολύαθλον
σῶμα, Μάρτυς δεξαμένη φυλάτει, μὲχρι τῆς κοινῆς ἐξαναστάσεως.
Δόξα. Ἦχος β΄.
Ἡ Ἐκκλησία σήμερον πανηγυρίζει μυστικῶς, νέαν στολὴν ἐνδυσαμένη, ὡς
πορφύραν καὶ βύσσον, τὸ αἷμα τοῦ νέου Ἀθλοφόρου, ὅν ὡς θυσίαν ἄμωμον, δεκτὴν
καὶ εὐάρεστον Χριστῷ προσαγαγοῦσα, μετὰ παῤῥησίας βοᾶ πρὸς αὐτόν· ὁ νικητὴν
τοῦτον τῶν παρανόμων ἀναδείξας καὶ στεφανώσας καὶ δοξάσας, κατάπεμψον ταῖς
αὐτοῦ πρεσβείαις τὸ μέγα καὶ πλούσιον ἔλεος, τοῖς ἐκ πόθου τελοῦσι τὴν πανίερον
αὐτοῦ καὶ ὑπέρλαμπρον ἄθλησιν.
Καὶ νῦν. Θεοτοκίον.
Παρῆλθεν ἡ σκιά...
Εἴσοδος, Φῶς ἱλαρόν, τὸ Προκείμενον τῆς ἡμέρας καὶ τὰ
Ἀναγνώσματα.
Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα (μγ´ 9-14).
Τάδε λέγει Κύριος. Πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες
ἐξ αὐτῶν. Τίς ἀναγγελεῖ ταῦτα ἐν αὐτοῖς; ἢ τὰ ἐξ ἀρχῆς, τίς ἀκουστὰ ποιήσει
ὑμῖν; Ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν, καὶ εἰπάτωσαν ἀληθῆ.
Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς Κύριος ὁ Θεός, καὶ ὁ παῖς, ὃν ἐξελεξάμην·
ἵνα γνῶτε, καὶ πιστεύσητε, καὶ συνῆτε, ὅτι ἐγώ εἰμι. Ἔμπροσθέν μου οὐκ ἐγένετο
ἄλλος Θεός, καὶ μετ᾿ ἐμὲ οὐκ ἔσται. Ἐγώ εἰμι ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ
σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα, καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος. Ὑμεῖς
ἐμοὶ μάρτυρες, καὶ ἐγὼ Κύριος ὁ Θεός· ὅτι ἀπ᾿ ἀρχῆς ἐγώ εἰμι, καὶ οὐκ ἔστιν ὁ
ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος. Ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό; Οὕτω λέγει
Κύριος ὁ Θεός, ὁ λυτρούμενος ἡμᾶς, ὁ Ἅγιος Ἰσραήλ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (γ´ 1-9).
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν
ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ᾿ ἡμῶν
πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν
κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα
εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ.
Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο
αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ
διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος
εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ᾿ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν
ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ
ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (ε´ 15-23, στ´ 1-3).
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς
αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ
διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὑτοῦ σκεπάσει αὐτούς, καὶ
τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ καὶ ὁπλοποιήσει
τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα δικαιοσύνην καὶ περιθήσεται
κόρυθα κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον
ὀργὴν εἰς ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας·
πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν,
ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι.
Ἀγανακτήσει κατ᾿ αὐτῶν ὕδωρ θαλάσσης· ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως.
Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ
ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν.
Ἀκούσατε οὖν, Βασιλεῖς, καὶ σύνετε· μάθετε Δικασταὶ περάτων γῆς· ἐνωτίσασθε οἱ
κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν· ὅτι ἐδόθη παρὰ Κυρίου ἡ
κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.
Στιχηρὰ εἰς τὴν Λιτήν. Ἦχος α΄.
Πνευματικὴν χορείαν συγκροτήσωμεν τὰ πλήθη τῶν Ὀρθοδόξων, ἐπὶ τῇ μνήμῃ
Νικήτα τοῦ νεοφανοῦς ἀθλητοῦ· καὶ πρὸς αὐτὸν γηθοσύνως βοήσωμεν, λέγοντες·
χαίροις, ὁ τὸν Χριστὸν κηρύξας ἐν τῷ σταδίῳ τῶν παρανόμων, Θεὸν εἶναι ἀληθινὸν,
τὸ δὲ ἀλόγιστον τούτων σέβας, μυθώδη πλάνη, πανένδοξε· χαίροις, ὁ τὸν ἀγῶνα τὸν
καλὸν ἀγωνισάμενος, καὶ τὸν τῆς δικαιοσύνης στέφανον παρὰ Χριστοῦ κομισάμενος,
τοῦ παρέχοντος εἰρήνην καὶ ἔλεος τοῖς ἐκ πόθου τελοῦσι τὴν πανσέβαστον μνήμην
σου.
Ὁ αὐτός.
Τῷ θείῳ πόθῳ τοῦ Χριστοῦ, Νικήτα Μάρτυς φλεγόμενος, εἰς οὐδὲν ἐλογίσω, ἀλλά
σου τὸν λογισμὸν τοῖς οὐρανίοις κάλλεσι προσηλώσας, ἔσπευσας φθάσαι πρὸς τὸν
ποθούμενον, οἷ καὶ τὰ στίγματα ἐν τῇ σαρκί σου χαίρων ἐβάστασας οἷς
σεμνυνόμενος, ἀδιαλείπτως πρέσβευε, δωρηθήναι ἡμῖν τὸ μέγα καὶ πλούσιον ἔλεος.
Ἦχος δ΄.
Σήμερον ὁ Δεσπότης Χριστὸς, οὐρανῶν τὰς πύλας ἀνοίξας, εἰς τοὺς ἀκηράτους
δόμους δέχεταί σε, Νικήτα πανεύφημε, καὶ βασιλείας συμμέτοχον δείκνυσιν, ὡς
συγκοινωνὸν τῶν Αὐτοῦ παθημάτων· Ὧ παριστάμενος μὴ ἐπιλάθου ἡμῶν, τῶν ἐν πίστει
καὶ πόθῳ τιμώντων, τὴν ἀεισέβαστον μνήμην σου.
Ἦχος πλ. α΄.
Τῇ παμφαεὶ πανηγύρει τοῦ νέου ἀθλητοῦ, δεῦτε συνδράμωμεν· προύθηκε γὰρ ἡμῖν
τράπεζαν μυστικὴν, τὰς λαμπρὰς αὐτοῦ ἀριστείας καὶ τρόπαια, καὶ συγκαλεῖται
πάντας πρὸς εὐωχίαν. Μηδεὶς ἐξέλθη πεινῶν τῆς ἱερᾶς ταῦτης πανδαισίας, καὶ γὰρ
ἀμείβεται πάντας τοῖς οὐρανίοις χαρίσμασιν· ὧν ἐν μετοχῇ γενέσθαι ἀξιωθείημεν,
ταῖς πρὸς Θεὸν εὐπροσδέκτοις αὐτοῦ παρακλήσεσι.
Δόξα. Ἦχος πλ. α΄. Ἑλκόμενος ἐπὶ Σταυροῦ.
Ἑλκόμενος ἐπὶ σφαγὴν, οὕτως ἐβόας Ἅγιε· διὰ ποῖον ἔργον θέλετέ μοι
παράνομοι ἀποκτεῖναι; Ὅτι τὸν ζωοδότην Χριστὸν ἐκήρυξα, ὅτι ὡς Θεὸν τοῦτον κατήγγειλα;
Τὸ ψεῦδος ἠλεγξάμην καὶ τὴν ἀπάτην ἐμείωσα; Διὰ ποῖον ἔργον θέλετέ με φονεῦσαι;
Ἀλλ’ ὄψεσθε ὑμεῖς ἐν τῇ δόξῃ Χριστοῦ με λάμποντα.
Καὶ νῦν. Θεοτοκίον.
Μακαρίζομέν Σε...
Εὶς τὸν Στίχον. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσι.
Τῷ Θεῷ διὰ πίστεως, στρατευθεὶς Μάρτυς ἔνδοξε, ἑκουσίως ἔδραμες πρὸς τὸν
στάδιον, παρανομούντων γηθόμενος, Νικήτα οὐ θάνατος, οὐδὲ πῦρ, οὐκ αἰκισμοὶ, οὐ
παρόντα, οὐ μέλλοντα, τῆς ἀγάπης με, τοῦ Χριστοῦ ἐπεβόας, ἀθλοφόρε, ἐξισχύουσι
χωρίσαι καὶ γὰρ ζωή μοι ὁ θάνατος.
Στ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Μόνιος ὥσπερ ἄγριος, κατασχών σε ὁ δήμιος, ξίφει ἀνεπέτεμεν ἀπηνέστατα, τὴν
κεφαλήν σου τὴν πάνσεπτον, Νικήτα καὶ ἔμεινε, τρέμων ὅλος ὁ δεινὸς, μέχρι
τέλους δοξάσαντος, Ὅν ἐδόξασας, τοῦ Θεοῦ σε τὸ βλέπειν δ’ ἀπεδόθη, τοῖς τυφλοῖς
τῇ ἐπιχρίσει, τοῦ ἐκχυθέντος σου αἵματος.
Στ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.
Μετὰ τὸ τέλος μακάριον, ἐν θαλάσσῃ ὠμότατα, ἀπερρίφθης ἔνδοξε τοῦ
δικάζοντος, τῇ προσταγῇ καὶ ἀνέδραμες, ἐκεῖθεν γηθόμενος, εἰς αὐτοὺς τοὺς
οὐρανοὺς, τοὺς στεφάνους ληψόμενος, καὶ παρίστασαι τῇ Ἁγίᾳ Τριάδι μετ’ Ἀγγέλων
καί Μαρτύρων, ὡς τὸν βίον, τούτων ζηλώσας πανεύφημε.
Δόξα. Ἦχος δ΄.
Δεῦτε τῶν πιστῶν τὸ σύστημα, πνευματικὴν χορείαν ἐπικροτήσωμεν, καὶ τὸν
ἀθλοφόρον Νικήταν τὸν ἔνδοξον, ὕμνοις τιμήσωμεν· σήμερον γὰρ ὡς ἑωσφόρος
ἀνέτειλε, καὶ καταφωτίζει τὰς διανοίας τῶν πιστῶν, τῶν ἐν πίστει καὶ πόθῳ
ἐπιτελούντων τὴν μνήμην αὐτοῦ τὴν σεβάσμιον.
Καὶ νῦν. Θεοτοκίον.
Ἐκ παντοίων κινδύνων...
Ἀπολυτίκιον. Ἦχος δ΄. Ἀσκητικῶς προγυμνασθείς.
Ἀκαταγώνιστος ὀφθεὶς Ἀθλοφόρε, τῶν ἐκ τῆς Ἄγαρ μηχανὰς ἐτροπώσω, καὶ
ἐναθλήσας ἔνδοξε στεῤῥότατα, ξίφος κατεπάλαισας, δυσμενῶν ἀοράτων, ὅθεν τὸ
διάδημα, ἀνεπλέξω τῆς νίκης, ὑπὲρ ἡμῶν ἱκέτευε Χριστὸν, νέε Νικήτα τῶν πίστει
τιμώντων σε.
Ἕτερον. Δόξα. Ἦχος α΄.
Τῆς Νισύρου τὸν γόνον καὶ τῆς Χίου τὸ καύχημα, τὸν φρουρὸν Αἰγαίου
Πελάγους, Νικήταν τὸν ἔνδοξον, ὑμνήσωμεν συμφώνως οἱ πιστοὶ, βοῶντες πρὸς αὐτὸν
εἰλικρινῶς· σαῖς λιταῖς τοὺς τὴν σὴν μνήμην ἐπιτελούντας, σῶζε καὶ βοῶντας σοι·
δόξα τῷ σε δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ δωρησαμένῳ σε
ἡμῖν πρέσβυν ἀκοίμητον.
Καὶ νῦν. Θεοτοκίον.
Τὸ ἀπ’ αἰῶνος ἀπόκρυφον...
Ἀπόλυσις.
ΟΡΘΡΟΣ
Μετὰ τὴν α΄ Στιχολογίαν, Κάθισμα.
Ἦχος γ΄. Θείας πίστεως.
Θείον φρόνημα ἀνειλημμένος, ὦ ὑπέρμαχε Χίου Νικήτα, καὶ τοῦ Χριστοῦ ὁπλῖτα
στεῤῥόψυχε, Ἀγαρηνῶν τε τὸ θράσος κατέβαλες, καὶ τὸν Βελίαρ γενναίως
κατήσχυνας, νίκης ἔπαθλα σαφῶς ἐκ Θεοῦ δεξάμενος, δώρησαι τοῖς πιστοῖς παθῶν
ἰάματα.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Θεία γέγονας σκηνὴ τοῦ Λόγου, μόνη πάναγνε Παρθενομῆτορ, τῇ καθαρότητι
Ἀγγέλους ὑπεράρασα, τὸν ὑπὲρ πάντας ἐμὲ οὖν γενόμενον, ρερυπωμένον σαρκὸς
πλημμελήμασιν, ἀποκάθαρον πρεσβειῶν σου ἐνθέοις νάμασι, παρέχουσα σεμνὴ τὸ μέγα
ἔλεος.
Μετὰ τὴν β΄ Στιχολογίαν, Κάθισμα.
Ἦχος α΄. Τὸν τάφον Σου, Σωτήρ.
Τῷ μόνῳ Βασιλεῖ, νῦν παρίστασαι χαίρων, διάδημα φαιδρὸν, καὶ στολὴν ἐξ
οἰκείων, βαφεῖσαν αἱμάτων σου περικείμενος ἔνδοξε, καὶ θεούμενος καθαρωτάτῃ
μεθέξει, ὅθεν σήμερον, τὴν παναγίαν σου μνήμην, τελοῦντες ὑμνοῦμέν σε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Μητέρα Σε Θεοῦ, ἐπιστάμεθα πάντες, παρθένον ἀληθῶς καὶ μετὰ τόκον φανεῖσα,
οἱ πόθῳ καταφεύγοντες, πρὸς τὴν σὴν ἀγαθότητα, σὲ γὰρ ἔχομεν ἁμαρτωλοὶ
προστασίαν, σὲ κεκτήμεθα ἐν πειρασμοῖς σωτηρίαν, τὴν μόνην πανάμωμον.
Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἐπεφάνης σήμερον.
Ἑορτὴν ὑπέρλαμπρον ἡ Ἐκκλησία, κεκτημένη ἔνδοξε, τὴν παναγίαν ἑορτὴν, σῆς
τελειώσεως, κράζει σοι· χαίροις Νικήτα πανένδοξε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Μὴ παρίδης Δέσποινα τὰς ἱκεσίας, ἀλλὰ ταὺτας πρόσφερε τῷ Σῷ Υἱῷ ὑπὲρ ἡμῶν,
τῶν μετὰ πόθου βοώντων Σοι· χαῖρε Μαρία, βροτῶν ἡ ἀνάκλησις.
Οἱ Ἀναβαθμοί. Τὸ α´ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Ἐκ
νεότητός μου πολλὰ πολεμεῖ με πάθη·
ἀλλ’ αὐτὸς ἀντιλαβοῦ
καὶ σῶσον, Σωτήρ μου (δίς).
Οἱ
μισοῦντες Σιῶν, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου·
ὡς χόρτος γὰρ πυρὶ
ἒσεσθε ἀπεξηραμμένοι (δὶς).
Δόξα Πατρί.
Ἁγίω
Πνεύματι πᾶσα ψυχὴ ζωοῦται καὶ καθάρσει ὑψοῦται, λαμπρύνεται τῇ τριαδικῇ μονάδι
ἱεροκρυφίως.
Καὶ νῦν.
Ἁγίῳ
Πνεύματι ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα ἅπασαν τὴν
κτίσιν πρὸς ζωογονίαν.
Προκείμενον. Θαυμαστὸς ὁ Θεός ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Στίχ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.
Εὐαγγέλιον ἐκ τοῦ κατά Λουκᾶν. Ζήτει αὐτῷ ἐν τῷ Ὄρθρῳ
τοῦ Ἁγίου Γεωργίου, κγ´ Ἀπριλίου.
Ὁ Ν´ Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν
σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἐπὶ πλεῖον πλῦνον μὲ ἀπὸ τῆς ἀνομίας μου, καὶ ἀπὸ τῆς ἁμαρτίας μου
καθάρισόν με.
Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διὰ παντός.
Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα· ὅπως ἂν δικαιωθῇς
ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.
Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.
Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας· τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου
ἐδήλωσάς μοι.
Ῥαντιεῖς μὲ ὑσσώπω καὶ καθαρισθήσομαι· πλυνεῖς με καὶ
ὑπὲρ χιόνα λευκανθήσομαι.
Ἀκουτιείς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.
Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τάς ἀνομίας μου
ἐξάλειψον.
Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις
μου.
Μὴ ἀπορρίψης με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς
ἀπ ἐμοῦ.
Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν
με.
Διδάξω ἀνόμους τάς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι.
Ῥῦσαὶ μὲ ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου.
Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.
Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία
τῷ Θεῷ, πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.
Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ.
Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα.
Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Δόξα. Ταῖς τοῦ Ἀθλοφόρου...
Καὶ νῦν Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον, Ἦχος β΄. Στίχ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Ἡ Ἐκκλησία σήμερον πανηγυρίζει μυστικῶς, νέαν στολὴν ἐνδυσαμένη, ὡς
πορφύραν καὶ βύσσον, τὸ αἷμα τοῦ νέου Ἀθλοφόρου, ὅν ὡς θυσίαν ἄμωμον, δεκτὴν
καὶ εὐάρεστον Χριστῷ προσαγαγοῦσα, μετὰ παῤῥησίας βοᾶ πρὸς αὐτόν· ὁ νικητὴν
τοῦτον τῶν παρανόμων ἀναδείξας καὶ στεφανώσας καὶ δοξάσας, κατάπεμψον ταῖς
αὐτοῦ πρεσβείαις τὸ μέγα καὶ πλούσιον ἔλεος, τοῖς ἐκ πόθου τελοῦσι τὴν πανίερον
αὐτοῦ καὶ ὑπέρλαμπρον ἄθλησιν.
Οἱ Κανόνες· τῆς Θεοτόκου καί τοῦ Ἁγίου.
Ἦχος πλ. δ΄. ᾨδὴ α΄. Ἁρματηλάτην Φαραώ.
Ταῖς εὐπροσδέκτοις ἱκεσίαις Δέσποτα, τοῦ νέου Μάρτυρος, Σὴν ἐξαιτῶ χάριν,
ὅπως τὴν ὑπέρλαμπρον, καὶ θείαν αὐτοῦ ἄθλησιν, ἐξισχύσω ὑμνῆσαι, καὶ τὸν πρὸς
Σὲ θεῖον ἔρωτα, καὶ τὰ ὑπὲρ Σοῦ ἀγωνίσματα.
Ἄγε τῶν θείων ἀθλοφόρων σήμερον, πᾶσα ἡ θεία πληθὺς, τὸν φαεινὸν λύχνον,
Νικήτα τὸν σύναθλον, ἐνδόξως προσδεξάμενοι, συγχωρεύσατε τούτῳ, καὶ γὰρ ἡμᾶς
ἐκμιμούμενος, ἤθλησε γενναίως ὁ ἔνδοξος.
Ὄντως εἰς τέλος ὁ ἐχθρὸς ἠφάνισται, ὁ γῆν καὶ θάλασσαν μεγαλαυχῶν πᾶσαν,
ἐξαλείφειν ἔνδοξε, ποσὶ γὰρ σου πεπάτηται, ὡς στρουθίον Νικήτα, ἐν νεαζούσῃ
ὑπάρχοντος, πάνυ ἡλικίᾳ Νεομάρτυς.
Θεοτοκίον.
Τῶν λυπηρῶν ἐπαγωγαὶ χειμάζουσι, τὴν ταπεινήν μου ψυχὴν, τὴν ἐμὴν
καλύπτουσι, καρδίαν Θεονύμφευτε, ἀλλ’ ἡ φῶς τετοκυῖα καὶ προαιώνιον, λάμψον μοι
τὸ φῶς τὸ χαρμόσυνον.
ᾨδὴ γ΄. Ὁ στερεώσας κατ’ ἀρχάς.
Οὐ ξίφος Μάρτυς τὸν στεῤῥὸν, τῆς καρτερίας σου πύργον, διετάραξεν Νικήτα,
ἀλλ’ ὤφθης, καρτερώτατος ποιναῖς, προσομιλῶν καὶ θλίψεσι, ταῖς παρ’ ἐχθρῶν
ἀσπλάγχνως, προσφερομέναις σοι, ἔνδοξε.
Κατὰ τοὺς χρόνους, ἀθλητὰ, καθ’ οὕς ὁ λύχνος ἐσβέσθη, τῆς ἀγάπης πρὸς
Χριστὸν, σὺ ἐφάνης, ὡς ὁ πρώταθλος θερμὸς, Στέφανος καὶ ἐνήθλησας, κρουνοῖς τῶν
σῶν αἱμάτων, καταβυθίσας τὸν τύραννον.
Οὐκ ἀπηρνήσω τὸν Χριστὸν, ἰδίᾳ γνώμῃ, ἀλλ’ ἄκων, ἐκουσίᾳ δὲ τυράννων ἀθέων,
κατ’ ἐνωπίον τρανῶς, ὁμολογήσας ἔφερες, τοὺς σπαραγμοὺς τοὺς τούτων, οἱ σε αὐτῷ
προσωκείωσαν.
Πολλοὺς ὑπέστης σπαραγμοὺς πρὸς τὸ τὴν θείαν Νικήτα, ἀπαρνήσασθαι σωτήριον
κλῆσιν, τοῦ Χριστοῦ, ἀλλ’ εἰς κενὸν, ὄντως κεκοπιάκασι, καὶ γὰρ μέχρι θανάτου,
ταύτην γενναίως ἐβάστασας.
Θεοτοκίον.
Θεοχαρίτωτε Ἁγνὴ, μετὰ τῶν ἄνω Ταγμάτων, μετὰ πάντων τῶν σοφῶν Ἀποστόλων,
καὶ Μαρτύρων ἱερῶν, καὶ Προφητῶν ἱκέτευε, ὅπως τελείαν λύσιν, ἁμαρτημάτων
ληψώμεθα.
Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Μαρτύρων ἐν αἵματι, καλλωπιζόμενος, Κυρίῳ παρίστασαι τῷ τοῦ παντὸς Βασιλεῖ,
Νικήτα πανεύφημε· ὅθεν ἐν εὐφροσύνῃ τὴν ἁγίαν σου μνήμην, σήμερον ἐκτελοῦμεν,
ὀφλημάτων τὴν λύσιν, αἰτούμενοι, εὑρεῖν διὰ σοῦ, καὶ μέγα ἔλεος.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ταχὺ δέξαι Δέσποινα, τὰς ἱκεσίας ἡμῶν, καὶ ταύτας προσάγαγε τῷ Σῷ Υἱῷ καὶ
Θεῷ, Κυρία Πανάμωμε· λύσον τὰς περιστάσεις, τῶν εἰς Σὲ προστρεχόντων, σύντριψον
μηχανίας, καὶ κατάβαλε θράσος, τῶν νῦν ἐφοπλιζομένων κατὰ τῶν δούλων Σου.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Οὐχ’εἱρκτὴ, οὐδὲ μάστιγες, οὐ θυμὸς τυράννων, ἀλλ’ οὐδὲ θάνατος τῆς ἀγάπης
ἠδυνήθησαν, ἐκχωρίσαι, Μάρτυς τοῦ Δεσπότου σου.
Θαῦμα ὄντως παράδοξον, πῶς ἀσάρκους Μάρτυς ἐχθροὺς κατέβαλες, ἁπαλῷ λίαν ἐν
σώματι, ψυχῆς δὲ γενναίῳ ἐν φρονήματι.
Οὐκ ἀρνοῦμαι τὸ ὄνομα, τοῦ Χριστοῦ, ἐβόας Μάρτυς ἑλκόμενος, πρὸς σφαγὴν ὡς
ἀμνὸς ἄκακος, ἀλλὰ φέρων πάντα νῦν γηθόμενος.
Θεοτοκίον.
Ἐπὶ κλίνης ὀδύνης μου, καὶ τῆς ἀρρωστίας κατακειμένῳ μοι, ὡς φιλάγαθος
βοήθησον, Θεοτόκε μόνη Ἀειπάρθενε.
ᾨδὴ ε΄. Ἵνα τὶ μὲ ἀπώσω.
Ἵνα τὶ σὺ βραδύνης, ἔκραξες γηθόμενος, δημίῳ ἔνδοξε, καὶ οὐ θανατοῖς με,
ποθῶν φθάσαι θνήσκω προθύμως ὅπως λάβω, ἀπό Θεοῦ τὴν ζωὴν τὴν αἰώνιον.
Σοῦ τὸ πάνσεπτον σῶμα, Μάρτυς ἐναπέῤῥιψαν θαλάσσῃ ἄνομοι, μετὰ τὴν τοῦ
ξίφους, ἐκτομὴν ζημιῶσαι οἰόμενοι, τὸ τῶν Ὀρθοδόξων, πλήρωμα ὅλως μὴ εἰδότες,
ὅτι πάντα ἡμᾶς ἐποπτεύεις σὺ ἄνωθεν.
Νέος ὤν ἡλικίαν, ἔσχες σου τὸ φρόνημα Νικήτα ἔνδοξε, ὡς ὁ θεῖος πάλαι,
Δανιὴλ γηραλέον καὶ πάνσοφον· ὅθεν ἀπογόνους, Μάρτυς τῆς Ἄγαρ ὡς ἐκεῖνος,
πρεσβυτέρους αἰσχύνας δεδόξασαι.
Θεοτοκίον.
Τί σοὶ δῶρον προσάξω, τῆς εὐχαριστίας, ἀνθ’ ὧνπερ ἀπήλαυσα, τῶν Σῶν
δωρημάτων, καὶ τῆς Σῆς ἀμετρήτου χρηστότητος. Τοιγαροῦν δοξάζω, ὑμνολογῶ καὶ
μεγαλύνω, Σοῦ τὴν ἄφατον πρὸς μὲ συμπάθειαν.
ᾨδὴ στ΄. Ἱλάσθητί μοι Σωτήρ.
Χίος κατέχουσα Νικήτα τὸ ἐκχυθὲν, σεβάσμιον αἷμα σου, ἐν κόλποις κράζει
σοι· μὴ μοῦ ἐπιλάθου, μέχρι τέλους εὐφημούσης σε.
Ἐνήθλησας ἀνδρικῶς ποσί σου, κτείνας τὸν δράκοντα, καὶ νῦν ἐν τοῖς
οὐρανοῖς, ἀγάλλῃ δρεπόμενος, τὰ γέρα τῶν πόνων σου καὶ ἡμῖν βραβεύων τὴν
εἰρήνην ταῖς πρεσβείαις σου.
Ἀνέτειλας ἀληθῶς, ὡς ἄστρον φαῖνον τὴν συμπάθειαν, ἀκτῖσι τῶν φαεινῶν καὶ
θείων ἀγώνων σου, Νικήτα πανεύφημε, δόξα τῶν Μαρτύρων, καὶ ὑμνοῦντών σε ὁ
στέφανος.
Θεοτοκίον.
Ῥυσθείημεν τῶν δεινῶν, πταισμάτων ταῖς ἱκεσίαις Σου, Θεογεννῆτορ Ἁγνὴ, καὶ
τύχοιμεν Πάναγνε τῆς θείας ἐλλάμψεως, τοῦ ἐκ Σοῦ ἀφράστως, σαρκωθέντος Υἱοῦ τοῦ
Θεοῦ.
Κοντάκιον. Ἦχος δ΄. Ὁ Ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Νεοφανὴς ὥσπερ ἀστὴρ ἀθλοφόρε, ἐξανατείλας τῇ σεπτῇ Ἐκκλησίᾳ, τῶν εὐσεβῶν
κατηύγασας τὰ πρόσωπα, πόθῳ εὐφημούντων σε, καὶ τελούντων Νικήτα, σῆς στεῤῥᾶς
ἀθλήσεως, τὴν ὑπέρλαμπρον μνήμην, καὶ ἐκβοώντων· δόξα
Σοι Χριστὲ, τῷ τὸν ὁπλίτην τὸν Σὸν στεφανώσαντι.
Ὁ Οἶκος.
Τοῦ ἀθλοφόρου τὴν ὑπέρλαμπρον μνήμην, δεῦτε πάντες τῶν ὕμνων τοῖς στεφάνοις
λαμπρῶς καταστέψωμεν, καὶ γὰρ οὗτος ὁ τῆς ἐπουρανίου νίκης φερώνυμον κλῆσιν
πλουτῶν, τὸν παλαιὸν πτερνιστὴν ἐν ἀπαλῷ κομιδῇ τῷ σώματι ἐκνικήσας, ὀμβρίζει
ἀντὶ αἱμάτων ἱερῶν, ἰαμάτων τὰ ῥεύματα, σὺν τούτοις δὲ πᾶσι χαίρει Χριστῷ, καὶ
δίδωσιν εἰρήνην ἀνέκλειπτον, τοῖς ἐκ πόθου βοῶσι· δόξα
σοι Χριστὲ, τῷ τὸν ὁπλίτην τὸν σὸν στεφανώσαντι.
Συναξάριον.
Τῇ ΚΑ´ τοῦ αὐτοῦ μηνός, μνήμῃ τοῦ Ἁγίου ἐνδόξου Μεγαλομάρτυρος Νικήτα τοῦ
Νέου, τοῦ Νισυρίου, τοῦ ἐν Χίῳ ἀθλήσαντος.
Στίχοι·
Τιμηθεὶς Νικήτα τὸν σὸν αὐχένα ξίφει,
Τέτμηκας ἐχθροῦ τὰς πανουργίας πάσας.
Εἰκάδι ἀμφὶ πρώτῃ τμήθη Νικήτα κεφαλή.
Αὐτοῦ ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον καὶ
σῶσον ἡ μας. Ἀμήν.
ᾨδὴ ζ΄. Παῖδες Ἐβραίων.
Παῖδας μιμούμενος Νικήτα, χαίρων ἤθλησας τοὺς ἐν Βαβυλωνίᾳ, ἐναθλήσαντας
πρὶν, καμίνῳ καὶ ἐβόας· εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.
Ἄγαρ Νικήτα ἀπογόνων, σοῦ δεόμεθα κατέβαλε τὸ θράσος, πρὸς Θεὸν ἱεραῖς
πρεσβείαις σου καὶ ψάλλειν, ἡμᾶς ἀεὶ ἐνίσχυε, ὁ Θεὸς εὐλογητὸς εἶ.
Τίμιος ὄντως ἀνεδείχθη, σοῦ ὁ θάνατος ἐνώπιον Κυρίου, καθελόντος ἐχθρὸν,
εἰς τέλος Ἀθλοφόρε, τὰ ἄμετρα καυχώμενον, ἐξαλείφειν γῆν καὶ πόλον.
Θεοτοκίον.
Βλέψον ἱλέῳ ὄμματί Σου, καὶ ἐπίσκεψαι τὴν κάκωσιν ἥν ἔχω, καὶ δεινῶν
συμφορῶν, καὶ βλάβης καὶ κινδύνων, καὶ πειρασμῶν μὲ λύτρωσαι, ἀμετρήτῳ Σου
ἐλέει.
ᾨδὴ η΄. Τὸν ἐν ὄρει Ἁγίῳ.
Νόμος Μάρτυς ἡττᾶται, τῷ μεγέθει ἐγκωμίων τῶν σῶν καὶ γὰρ τῷ κόσμῳ, ταῖς
φανωτάταις ἀστραπαῖς διέλαμψας, τοῦ σοῦ μαρτυρίου, τὸν Κύριον ὑμνεῖτε βοῶν καὶ
ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰώνας.
Μόνα ὄντως τὰ πρὸς ζωὴν τὴν θείαν, ὁδηγοῦντα Νικήτα ἀγαπήσας, ἀνεπιστρόφως
τρίβον τῆς ἀθλήσεως, ὥδευσαν τρισμάκαρ, τὴν τοῦ Παρακλήτου, ἔχων ὁδηγοῦσαν, σὲ
χάριν εἰς αἰῶνας.
Νέαν Μάρτυς ἄγων τὴν ἡλικίαν, τὸν κακίαν ἀρχαῖον, τῷ τῶν ἄθλων τῶν σῶν
μοχλῷ ἐξηφανίσας, καὶ νῦν σὺν Ἀγγέλοις, ὕμνον τῇ Τριάδι, ἱστάμενος ἐκμπέμπεις.
Θεοτοκίον.
Χαῖρε θρόνε πυρίμορφε Κυρίου, χαῖρε θεία καὶ μανναδόχε στάμνε, χαῖρε χρυσῆ
λυχνία, λαμπὰς ἄσβεστος, χαῖρε τῶν παρθένων δόξα, καὶ μητέρων, ὡράϊσμα καὶ
κλέος.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἐξήνθησας ὡς ρόδον, ἐν αὐλαῖς Κυρίου, εὐωδιάζον ὀσμαῖς ταῖς τῶν ἄθλων σου,
τοὺς εὐφημοῦντάς σε πόθῳ, Νικήτα ἔνδοξε.
Κατάβαλε λιταῖς σου, πάνσοφε Νικήτα, Ἀγαρηνῶν τὴν μανίαν τὴν ἄθεον, τὴν
καθ’ ἡμῶν κινουμένην τῶν προσκυνούντων σε.
Τὴν μνήμην σου τὴν θείαν, τῷ τῶν ἐγκωμίων, ἀμαραντίνῳ στεφάνῳ κοσμήσαντι,
ἁμαρτημάτων τὴν λύσιν εὐχαῖς σου δώρησαι.
Θεοτοκίον.
Κακώσεως ἐν τόπῳ, τῷ τῆς ἀσθενείας, ταπεινωθέντα Παρθένε θεράπευσον, ἐξ
ἀῤῥωστείας εἰς ῥῶσιν μετασκευάζουσα.
Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.
Μαρτύρων ἐγκαλλώπισμα, Χριστοῦ τοῦ Παντοκράτορος, εἰρήνην αἴτησαι πάση, τῇ
οἰκουμένῃ Νικήτα, τοῖς εὐσεβῶς δ’ ὑμνοῦσι Σε, ἡμῖν πταισμάτων ἄφεσιν, καὶ
εὐρωστίαν σώματος, καὶ ψυχικὴν σωτηρίαν, ταῖς πρὸς Θεόν σου πρεσβείαις.
Θεοτοκίον.
Μαρία καθαρώτατον, χρυσοῦν θυμιατήριον, τῆς ἀχωρήτου Τριάδος δοχεῖον
γεγενημένη, ἐν ὧ Πατὴρ ηὐδόκησεν, ὁ δὲ Υἱὸς ἐσκήνωσεν, καὶ Πνεῦμα τὸ πανάγιον,
ἐπισκιάσαν Σοι Κόρη, ἀνέδειξε Θεοτόκον.
Εἰς τοὺς Αἴνους. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Σήμερον τέρπεται νῆσος Νίσυρος ἔνδοξε, κατέχουσα ἐν κόλποις, σοῦ τὰ
σπάργανα Μάρτυς· ἡ Ρόδος δὲ, ὡς οὖσα ταύτης σοφὲ, θαυμασία Μητρόπολις, σὺν τῇ
τὸ αἷμα τὸ θεῖόν σου ἐκχυθὲν, δεξαμένῃ Χίῳ γέννηται.
Αὐτομολήσας Νικήτα ὥσπερ τις ἄσαρκος, πρὸς τοὺς ἀγῶνας χαίρων τὸν Βελίαρ
καθῆλες, τῆς Ἄγαρ δ’ ἀπογόνους ὄντως βυθῷ, τῆς αἰσχύνης ἐβύθισας, μὴ δυθέντας
θωπείαις καταβαλεῖν, τὴν στεῤῥάν σου Μάρτυς ἔνστασιν.
Μετὰ Στεφάνου καὶ πάντων, Μάρτυς Γεώργιε, Δημήτριε τρισμάκαρ, καὶ Ἰουλιανοῦ
τε, τὸν νέον ἀθλοφόρον, νῦν ἐν χαρᾷ, συνελθόντες προσλάβετε, ἐν τῇ πανσέπτῳ
χορείᾳ ὑμῶν καὶ γὰρ, καθ’ ὑμᾶς καὶ οὗτος ἤθλησε.
Τὸν νέον πάντες ὁπλίτην, Νικήταν ἄνθεσι, στέψωμεν τοῖς ἐκ λόγων, οἱ τῶν
ἄθλων τῶν θείων, τρυφήσαντες τῶν τούτου, καὶ πρὸς αὐτὸν, ἐκβοήσωμεν χαίροντες,
μὴ ἐπιλάθου τῶν πίστει τὴν ἱερὰν, ἐκτελούντων σου πανήγυριν.
Δόξα. Ἦχος πλ. β΄. Σήμερον κρεμᾶται ἐπὶ ξύλου.
Σήμερον καθείργυνται ἐν ζόφῳ, ὁ ἐν Μάρτυσιν ὡς ἑωσφόρος λάμπων· ἕλκεται
τυραννικῶς ὡς ὑπεύθυνος, ὁ κατὰ πλάνης βασιλεύς· φρικτοῖς ἀγῶσι περιβάλλεται, ὁ
καταβαλὼν τὸν σοφιστὴν τῆς κακίας· μίσημα εὗρεν ἄδικον, ὁ ἀπὸ καρδίας
ὑπερφιλήσας τὸν Χριστὸν· θνήσκειν κατεκρίθη, ὁ θανάτου κατεμεγεθήσας· ξίφει
ἀπετμήθη, ὁ φθορεὺς τῆς ἀπάτης. Προσκυνοῦμέν σου τοὺς ἄθλους Νικήτα στεῤῥὲ,
δίδου ἡμῖν τὴν σωτηρίον σου ἀντάμειψιν.
Καὶ νῦν.
Θεοτόκε Σὺ εἶ ἡ ἄμπελος...
Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.
ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ
Τὰ Τυπικά. Εἰς τοὺς Μακαρισμοὺς τὴν γ΄ καὶ στ΄ ᾠδὴν
τοῦ Κανόνος.
Ἀπόστολος καὶ Εὐαγγέλιον Μαρτυρικά (ζῆτει αὐτά εἰς τήν
μνήμην τοῦ ἁγ. Δημητρίου).
Κοινωνικὸν. Εἰς μνημόσυνον αἰώνιον ἔσται δίκαιος, Ἀλληλούϊα.
Μεγαλυνάρια.
Μάρτυς ἀθλοφόρε ταῖς πρὸς Θεὸν, ἱεραῖς εὐχαῖς σου, διατήρει τοὺς εὐλαβῶς, τῇ
σῇ θείᾳ σκέπῃ, προσφεύγοντας ἐκ πάντων, παθῶν τε καὶ κινδύνων, ψυχῆς καὶ
σώματος.
Νίκης διαδήματι κατ’ ἐχθρῶν, ἐστέφθης Νικήτα, φερωνύμως παρὰ Χριστοῦ, καὶ
νῦν σὺν Μαρτύρων τοῖς δήμοις Ἀθλοφόρε, γηθόμενος ἀφράστως, Αὐτῷ παρίσταται.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου