Τρίτη 16 Ιουνίου 2015

156.Ἁγίου ΣΙΜΩΝΟΣ τοῦ Κυρηναίου



Ἀκολουθία Ἁγίου ΣΙΜΩΝΟΣ τοῦ Κυρηναίου.
Ψαλλομένη τῇ 27η Φεβρουαρίου 
Ποίημα Δρ. Χαραλάμπους Μπούσια


ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ
Εἰς τό Κύριε ἐκέκραξα ἱστῶμεν στίχους δ΄ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια.
Ἦχος α΄. Πανεύφημοι Μάρτυρες.
Χριστὸν τὸν Σωτῆρα Ἰησοῦν, ἁμαρτίας αἴροντα, ἡμῶν δι’ ἄκραν συμπάθειαν, καὶ ἀγαθότητα, τὸν ποθοῦντα σῶσαι, γένος ἅπαν βρότειον, ἐκ βάρους τοῦ Σταυροῦ παραπαίοντα, πρὸς τὸ ἑκούσιον, πάθος Σίμων ὁδηγούμενον, Κυρηναῖε, τρισμάκαρ ἐκούφισας.

Χριστοῦ ἐν τῇ ἄρσει ἀρωγός, τοῦ Σταυροῦ ἀκούσιος, ὀφθεὶς τὸ πρῶτον ἑκούσιος, εἶτα Ἀπόστολος, τοῦ Εὐαγγελίου, τοῦ Αὐτοῦ ἀοίδιμε, ἐδείχθης Σίμων κλέϊσμα πίστεως, ὁ τοῖς ἱκέταις σου, βοηθῶν σταυρὸν τῶν θλίψεων, ἆραι βίου, παρόντος πρεσβείαις σου.

Ἠγγάρευσαν Σίμων ἀγαθέ, τὸν Σταυρὸν τὸν τίμιον, σὲ τοῦ Χριστοῦ ἆραι πάντιμε, ἄνερ πολύμοχθε, στρατιῶται πλάνων, τοῦ δι’ ἀγαθότητα, παθόντος καὶ Σταυρὸν ὑπομείναντος, πρὸς τὸν λεγόμενον, τοῦ κρανίου τόπον ἔνθεε, Κυρηναῖε, ἀγάπης ὑπόδειγμα.

Θειότατε Σίμων ἐξ ἀγροῦ, ἐπιστρέφων ἔμπλεως, ἡμέρας κόπου εἰς οἶκόν σου, τοῦ ἀναπαύοντος, τοὺς πεφορτισμένους, ἠγγαρεύθης μέροπας, Σταυρὸν Κυρίου ἆραι τὸν τίμιον, πρὸς τόπον Ἅγιε, τῆς Αὐτοῦ σεπτῆς σταυρώσεως, συμπαθείας, πασχόντων ἐκτύπωμα.
Δόξα. Ἦχος β΄.
Τὸν καθαγιασθέντα ὄμβροις αἱμάτων καὶ ἱδρώτων, τοῦ ὁδηγουμένου πρὸς τὸ ἑκούσιον πάθος, Θεανθρώπου Κυρίου, Σίμωνα τὸν Κυρηναῖον ὑμνήσωμεν λέγοντες· ὁ βοηθὸς τοῦ Ἰησοῦ πρὸς τοῦ κρανίου τόπον, καὶ κῆρυξ τοῦ Αὐτοῦ Εὐαγγελίου ὀφθεὶς διαπρύσιος, βοήθει καὶ ἡμῖν ἆραι τὸν σταυρὸν τῶν παθῶν καὶ τῶν θλίψεων, καὶ ἀξίωσον πάντας εὐχαῖς σου τυχεῖν τῆς ἀλήκτου μακαριότητος.
Καὶ νῦν. Θεοτοκίον.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Χαίροις ὁ τοῦ Σταυροῦ, λαβὼν τὴν θείαν χάριν, καὶ τοῦ Ἐσταυρωμένου, Ὑψίστου Λόγου Σίμων, τὴν εὐλογίαν ἔνθεε.

Στ. Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος Αὐτοῦ.
Χαίροις ὁ ἐνεγκών, εἰς τοῦ κρανίου τόπον, Σταυρὸν τὸν ζωηφόρον, Κυρήνης γόνε Σίμων, ὁ ὄντως εὐσυμπάθητος.

Στ. Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δὲ χειρῶν Αὐτοῦ ἀναγγέλει τὸ στερέωμα.
Σίμων σὲ ἐξ ἀγροῦ, ἰδόντες στρατιῶται, ἐρχόμενον Κυρίου, ἠγγάρευσάν σε ἆραι, Σταυρὸν τὸν πανσεβάσμον.
Δόξα. Τριαδικόν.
Δόξα Σοι ὁ Θεός, ὁ πάντων τῶν ἀνθρώπων, τὰς ἁμαρτίας αἴρων, Τριὰς Ὑπεραγία, σεπτὴ καὶ ὁμοούσιε.
Καὶ νῦν. Θεοτοκίον.
Χαῖρε Μῆτερ Θεοῦ, Ἐσταυρωμένου Λόγου, ἡ σπεύδουσα σοῖς δούλοις, ἐν βίου βοηθῆσαι, δεινοῖς καὶ περιστάσεσι.

Νῦν ἀπολύεις, Τρισάγιον, Ἀπολυτίκιον.
Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Ἀλεξάνδρου καὶ Ῥούφου πατέρα φίλεργον, ὅνπερ ἠγγάρευσε δῆμος, στρατιωτῶν τὸν Σταυρόν, ἆραι Λόγου τοῦ Παντάνακτος τιμήσωμεν, ἄχρι τοῦ λόφου Γολγοθᾶ, Κυρηναίον ἐξ ἀγροῦ, ἐρχόμενον ἐκβοῶντες· Σίμων σεπτὲ Χριστοκῆρυξ, ἡμῖν βοήθει τοῖς τιμῶσί σε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς Σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητὴν Σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν Τόκον Σου.

Ἀπόλυσις.

ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ
Εὐλογήσαντος τοῦ Ἱερέως ὁ Προοιμιακός καὶ τό Μακάριος ἀνήρ. Εἰς δὲ τό Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ΄ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια.
Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Κυρήνης Σίμωνα γόνον, ἐγκωμιάσωμεν, ὡς Ἀφρικῆς Ἁγίων, εὐωδέστατον ἴον, εὐφράναν οἰκουμένην πᾶσαν ὀδμαῖς, προσφορᾶς ταπεινώσεως, καὶ ἀρωγῆς πρὸς τὸν πάσχοντα Ἰησοῦν, τὸν Σταυρὸν ἐπ’ ὤμων αἴροντα.

Τοῦ Ἀλεξάνδρου καὶ Ῥούφου, πατέρα μέλψωμεν, φιλόπονον ἐργάτην, ἐν Ἱεροσολύμοις, ἀγροῦ ἀρότρῳ λόγων εἶτα αὐτοῦ, τὸν ψυχὰς γεωργήσαντα, λαοῦ πρὸς βλάστησιν ῥόδων τῆς ἐν Χριστῷ, ἀρετῆς θεόπνουν Σίμωνα.

Σταυρὸν Χριστοῦ τοῦ Κυρίου, ἐπ’ ὤμων ἄραντα, καὶ καθαγιασθέντα, τῶν Αὐτοῦ παναχράντων, αἱμάτων καὶ ἱδρώτων θείων ῥοαῖς, ἀνυμνήσωμεν Σίμωνα, ὡς ἀρωγὸν Θεοῦ Λόγου τοῦ δι’ ἡμᾶς, σταυρωθέντος ἐν παθήμασι.

Τὴν σὴν πανίερον μνήμην, Σίμων ἀοίδιμε, πανευλαβῶς τελοῦντες, Χριστωνύμων οἱ δῆμοι, τιμῶμεν σοὺς ἱδρῶτας πρὸς τοῦ Χριστοῦ, κουφισμὸν καὶ διάδοσιν, Εὐαγγελίου ἀγάπης Αὐτοῦ σεπτοῦ, ἁμαρτίας κόσμου αἴροντος.

Βλαστὸν Κυρήνης τὸν θεῖον, τὸν ἐξανθήσαντα, ἐν Ἱεροσολύμοις, ἄνθη ἀχθοφορίας, πρὸς κούφισιν καμάτων τοῦ ἠσοῦ, πρὸς τοῦ δρόμου τελείωσιν, τοῦ μαρτυρίου τιμήσωμεν εὐλαβῶς, πάντες Σίμωνα τὸν πάνσεπτον.
Τὸν ἀκουσίως Κυρίου, Σταυρὸν ἀράμενον, ἐπὶ τῶν ὤμων δεῦτε, Κυρηναῖον ἐν ὕμνοις, τιμήσωμεν εὐτάκτοις δῆμοι πιστῶν, ὡς θειότατον κήρυκα, Εὐαγγελίου ἀγάπης Λόγου Θεοῦ, καὶ εἰρήνης πάνυ Σίμωνα.
Δόξα. Ἦχος πλ. β΄.
Τὸν ἐξαναγκασθέντα πρῶτον τὸν Σταυρὸν ἆραι τοῦ Κυρίου, ἄχρι τοῦ Κρανίου τόπου, ἀλλὰ προθύμως εἶτα κηρύξαντα τὸ Εὐαγγέλιον τῆς ἀγάπης, καὶ Ἀποστόλων γενόμενον ὁμότροπον, Σίμωνα τὸν Κυρηναῖον ἐγκωμιάσωμεν οὕτω λέγοντες· τοὺς κεκοπιακότας ἐκ τῆς ἐργασίας τῆς ἡμέρας, καὶ πεφορτισμένους ἐκ τῶν παθῶν καὶ τῶν θλίψεων, ἀνάπαυσον τῆς δοθείσης σοι χάριτος πρεσβείαις, πάντας τοὺς τιμῶντας τὴν πανέορτον μνήμην σου, Πάτερ πανίερε καὶ εὐσυμπάθητε.
Καὶ νῦν. Θεοτοκίον.
Τίς μὴ μακαρίσει Σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει Σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς Μονογενής, ὁ αὐτός ἐκ Σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἴσοδος, Φῶς ἱλαρόν, Προκείμενον τῆς ἡμέρας, Ἀναγνώσματα.
Παροιμιῶν τὸ Ἀνάγνωσμα (Κεφ. δ΄  10-19).
Ἄκουε, υἱέ, καὶ δέξαι ἐμοὺς λόγους καὶ πληθυνθήσεται ἔτη ζωῆς σου, ἵνα σοι γένωνται πολλαὶ ὁδοὶ βίου· ὁδοὺς γὰρ σοφίας διδάσκω σε, ἐμβιβάζω δέ σε τροχιαῖς ὀρθαῖς. Ἐὰν γὰρ πορεύῃ, οὐ συγκλεισθήσεταί σου τὰ διαβήματα, ἐὰν δὲ τρέχῃς οὐ κοπιάσεις. Ἐπιλαβοῦ ἐμῆς παιδείας, μὴ ἀφῇς, ἀλλὰ φύλαξον αὐτὴν σεαυτῷ εἰς ζωήν σου. Ὁδοὺς ἀσεβῶν μὴ ἐπέλθῃς, μηδὲ ζηλώσῃς ὁδοὺς παρανόμων· ἐν ᾧ ἂν τόπῳ στρατοπεδεύσωσι, μὴ ἐπέλθῃς ἐκεῖ, ἔκκλινον δὲ ἀπ’ αὐτῶν καὶ παράλλαξον. Οὐ γὰρ μὴ ὑπνώσωσιν, ἐὰν μὴ κακοποιήσωσιν, ἀφήρηται ὁ ὕπνος αὐτῶν καὶ οὐ κοιμῶνται· οἵδε γὰρ σιτοῦνται σῖτα ἀσεβείας, οἴνῳ δὲ παρανόμῳ μεθύσκονται. Αἱ δὲ ὁδοὶ τῶν δικαίων ὁμοίως φωτὶ λάμπουσι, προπορεύονται καὶ φωτίζουσιν, ἕως κατορθώσῃ ἡ ἡμέρα· αἱ δὲ ὁδοὶ τῶν ἀσεβῶν σκοτειναί, οὐκ οἴδασι πῶς προσκόπτουσιν.
Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα (Κεφ. μ΄, 1-15).
Παρακαλεῖτε, παρακαλεῖτε τὸν λαόν μου, λέγει ὁ Θεός. Ἱερεῖς, λαλήσατε εἰς τὴν καρδίαν Ἱερουσαλήμ, παρακαλέσατε αὐτήν· ὅτι ἐμπλήσθη ἡ ταπείνωσις αὐτῆς, λέλυται αὐτῆς ἡ ἁμαρτία· ὅτι ἐδέξατο ἐκ χειρὸς Κυρίου διπλᾶ τὰ ἁμαρτήματα αὐτῆς. Φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ·  ἑτοιμάσατε τὴν ὁδὸν Κυρίου· εὐθείας ποιεῖτε τὰς τρίβους τοῦ Θεοῦ ἡμῶν. Πᾶσα φάραγξ πληρωθήσεται καὶ πᾶν ὄρος καὶ βουνὸς ταπεινωθήσεται, καὶ ἔσται πάντα τὰ σκολιὰ εἰς εὐθεῖαν καὶ ἡ τραχεῖα εἰς ὁδοὺς λείας· καὶ ὀφθήσεται ἡ δόξα Κυρίου, καὶ ὄψεται πᾶσα σὰρξ τὸ σωτήριον τοῦ Θεοῦ, ὅτι Κύριος ἐλάλησε. Φωνὴ λέγοντος· βόησον· καὶ εἶπα· τί βοήσω; Πᾶσα σὰρξ χόρτος, καὶ πᾶσα δόξα ἀνθρώπου ὡς ἄνθος χόρτου· ἐξηράνθη ὁ χόρτος, καὶ τὸ ἄνθος ἐξέπεσε, τὸ δὲ ῥῆμα τοῦ Θεοῦ ἡμῶν μένει εἰς τὸν αἰῶνα. Ἐπ’ ὄρος ὑψηλὸν ἀνάβηθι, ὁ εὐαγγελιζόμενος Σιών· ὕψωσον ἐν ἰσχύϊ τῇ φωνῇ σου, ὁ εὐαγγελιζόμενος Ἱερουσαλήμ· ὑψώσατε, μὴ φοβεῖσθε· εἰπὸν ταῖς πόλεσιν Ἰούδα· ἰδοὺ ὁ Θεὸς ὑμῶν. Ἰδοὺ Κύριος Κύριος μετὰ ἰσχύος ἔρχεται καὶ ὁ βραχίων μετὰ κυρίας· ἰδοὺ ὁ μισθὸς αὐτοῦ μετ’ αὐτοῦ καὶ τὸ ἔργον ἐναντίον αὐτοῦ. Ὡς ποιμὴν ποιμανεῖ τὸ ποιμνίον αὐτοῦ καὶ τῷ βραχίονι αὐτοῦ συνάξει ἄρνας καὶ ἐν γαστρὶ ἐχούσας παρακαλέσει. Τίς ἐμέτρησε τῇ χειρὶ τῷ ὕδωρ καὶ τὸν οὐρανὸν σπιθαμῇ καὶ πᾶσαν τὴν γῆν δρακί; Τίς ἔστησε τὰ ὄρη σταθμῷ καὶ τὰς νάπας ζυγῷ; Τίς ἔγνω νοῦν Κυρίου, καὶ τίς αὐτοῦ σύμβουλος ἐγένετο, ὃς συμβιβᾷ αὐτόν; Ἢ πρὸς τίνα συνεβουλεύσατο καὶ συνεβίβασεν αὐτόν; Ἢ τίς ἔδειξεν αὐτῷ κρίσιν; Ἢ ὁδὸν συνέσεως τίς ἔδειξεν αὐτῷ; Εἰ πάντα τὰ ἔθνη ὡς σταγὼν ἀπὸ κάδου καὶ ὡς ῥοπὴ ζυγοῦ ἐλογίσθησαν καὶ ὡς σίελος λογισθήσονται.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. γ' 1).
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καί γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καί ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Εἰς τήν Λιτήν. Ἦχος α΄.
Τὸν ἄραντα τὸν Σταυρὸν τοῦ Σωτῆρος Χριστοῦ, ἐπὶ τῇ τοῦ Γολγοθᾶ ἀναβάσει, Σίμωνα τὸν Κυρηναῖον εὐφημήσωμεν, ὡς εὐαγγελισθέντα τὴν ἐσταυρωμένην ἀγάπην τῇ κτίσει, ἐν εὐλαβείᾳ κραυγάζοντες· ὁ ἐπιδείξας σπλάγχνα οἰκτιρμῶν τοῖς κεκοπιακόσι, καὶ ἐλθὼν ἀρωγὸς τοῦ Κυρίου, τῇ ἐπιτελέσει τῆς Αὐτοῦ πρὸς σωτηρίαν ἡμῶν οἰκονομίας, βοήθει τοῖς εὐφημοῦσι τὴν προσφορὰν τῆς συμπαθείας σου.
Ἦχος β΄.
Τὴν σὴν ἀκούσιον προσφορὰν καὶ διακονίαν, Σίμων Κυρηναῖε ὁ Κύριος λογισάμενος, ἑκουσίαν συμπάθειαν ἠξίωσέ σε, Ἀποστόλων βαδίσαι τρίβους, καὶ κηρῦξαι τὸ Εὐαγγέλιον τῆς ἀγάπης, τοῖς ἐν σκιᾷ ἐμπαθείας καθεύδουσιν· ὅθεν ἡμεῖς τὴν μνήμην σου ἑορτάζοντες, ὡς σταυροφόρον καὶ πνευματοφόρον ἄνδρα ὑμνοῦμέν σε, τὸν ἀκλινῶς δυσωποῦντα Κύριον ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Ἦχος γ΄.
Τὸν ἁγιασθέντα διὰ τῶν ὄμβρων τοῦ Κυρίου αἱμάτων, καὶ Αὐτοῦ τῶν ὀχετῶν τῶν ἱδρώτων, ἐπὶ τῇ ἄρσει τοῦ ζωηφόρου Ξύλου, Σίμωνα ὑμνήσωμεν τὸν Κυρηναῖον, καὶ αὐτῷ φωναῖς αἰσίαις εἴπωμεν· ἁγίασον ἡμᾶς ῥεύμασι εὐχῶν σου ἀδιαλείπτων, πρὸς τὸν δι’ ἡμᾶς παθόντα καὶ σταυρωθέντα Κύριον, καὶ τῆς σὺν σοὶ χαρᾶς σοὺς ἱκέτας ἀξίωσον, ἐν τῇ ἀλήκτῳ μακαριότητι.
Ἦχος δ΄.
Σὲ τὸν τοῦ Ἀλεξάνδρου καὶ Ῥούφου πατέρα, ὃν ἐπιστρέφοντα ἐκ τοῦ ἀγροῦ στρατιῶται ἠγγάρευσαν, ἆραι τὸν Σταυρὸν τοῦ Κυρίου, Σίμων ἐκ τῆς Κυρήνης ὁρμώμενε τιμῶμεν, ὡς ἔμπλεων σπλάγχνων οἰκτιρμῶν καὶ ἐλέους, οὕτω λέγοντες· κατάπεμψον ἡμῖν εὐχαῖς σου ἀσιγήτοις, πρὸς τὸν ἐσταυρωμένον Θεάνθρωπον Κύριον, Αὐτοῦ τὸ πλήθος τῶν οἰκτιρμῶν καὶ τὸ ἄμετρον ἔλεος.
Δόξα. Ὁ αὐτός.
Τὸν φιλοπόνως ἐν τῷ ἰδίῳ ἀγρῷ ἐργαζόμενον, καὶ ἀκάματον ἐπωφθέντα ἐργάτην τοῦ ἀμπελῶνος Κυρίου, Σίμωνα τὸν Κυρηναῖον εὐφημήσωμεν, ὡς καθαγιασθέντα τῇ τοῦ Τιμίου Σταυροῦ χάριτι, ὃν ἦρεν ἐπωμάδιον ἄχρι τοῦ κρανίου τόπου, εὐλαβῶς κραυγάζοντες· Σταυροφόρε δοῦλε ἀγαθὲ καὶ πιστὲ τοῦ Κυρίου, ὁ τρίβοις ἀκολουθήσας τῶν θεοπνεύστων Ἀποστόλων, ἀξίωσον καὶ ἡμᾶς Χριστὸν εὐαγγελίζεσθαι, τοὺς ἑορτάζοντας πόθῳ τὴν ἁγίαν μνήμην σου.
Καὶ νῦν. Θεοτοκίον.
Ἐκ παντοίων κινδύνων τοὺς δούλους Σου φύλαττε εὐλογημένη Θεοτόκε, ἵνα Σὲ δοξάζομεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.

Εἰς τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Χαίροις, ὁ τῆς Κυρήνης βλαστός, ὃν στρατιῶται βασιλέως ἠγγάρευσαν, τὰ σπλάγχνα σου κατιδόντες, τῶν οἰκτιρμῶν πρὸς Χριστόν, φέροντα ἐπ’ ὤμων, Ξύλον πάνσεπτον, καὶ στέφος ἀκάνθινον, ἐπ’ Αὐτοῦ τὴν ἀκήρατον, καὶ σεβασμίαν, κεφαλὴν καὶ ἰθύνοντα, Τούτου βήματα, Γολγοθᾶν πρὸς σωτήριον, ἵνα Σταυρὸν τὸν τίμιον, Αὐτοῦ παραπαίοντος, ἄρῃς ἐπὶ ἀναβάσει, Κρανίου λόφου φιλεύσπλαγχνε, καὶ πάντιμε Σίμων, οἰκιστὰ τοῦ Παραδείσου, ἀξιοθαύμαστε.

Στ. Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ καὶ εἰς τὰ πέρατα της οἰκουμένης τὰ ῥήματα αὐτοῦ.
Χαίροις, ἱεροκήρυξ σεπτέ, τῶν Ἀποστόλων καὶ Χριστοῦ ἰσοστάσιος, ὁ πρῶτος τῶν Κυρηναίων, Εὐαγγελίου αὐγαῖς, θείαις φωτισάντων, Ἀντιόχειαν, καὶ κόσμου τὰ πέρατα, Σίμων Πάτερἀοίδιμε· σοῦ γὰρ ἡ χάρις, Παρακλήτου διήνοιξε, μάκαρ ὄμματα, τῆς ψυχῆς ἐπωμάδιον, ὅτε Σταυρὸν ἐβάστασας, τοῦ Λόγου τοῦ Κτίσαντος, γνῶναι Αὐτὸν φῶς τοῦ κόσμου, Ζωὴν παντὸς καὶ Ἀλήθειαν, καὶ πάντας φωτίσαι, ἐν ζοφώδει ἀγνωσίας, σκιᾷ καθεύδοντας.

Στ. Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δὲ χειρῶν Αὐτοῦ ἀναγγέλει τὸ στερέωμα.
Μνήμην, ἐπιτελοῦντες τὴν σήν, μελισταγέσιν ἐν ᾠδαῖς Σίμων πάνσοφε, Ἀπόστολε Κυρηναῖε, τῆς συμπαθείας εἰκών, μεγαλύνομέν σε, ὡς οἰκήτορα, λαμπρὸν ἄνω πόλεως, καὶ βοῶμεν· θειότατε, Ὃν στρατιῶται, βασιλέως ἠγγάρευσαν, ἆραι Κτίσαντος, τὸν Σταυρὸν τὸν πανάγιον, πρὸς       Γολογθᾶν τὸν πάνσεπτον, βοήθει σοῖς πρόσφυξιν, ἆραι σταυρὸν ἀλγηδόνων, χαμαιζηλίας καὶ θλίψεων, καὶ φθάσαι εἰς δόμους, ὑπερφώτου ἀϊδίου, μακαριότητος.
Δόξα. Ἦχος πλ. δ΄.
Προθύμως τιμήσωμεν πάντες, τὸν εὐγεώργητον ἔχοντα καρδίαν ἀγρότην Κυρηναῖον, Σίμωνα τὸν θεόλεκτον ὡς πηγὴν εὐσεβείας καὶ χάριτος· οὗτος γὰρ ἐκ τοῦ ἀγροῦ ἐρχόμενος, καὶ ὑπαντήσας Κυρίῳ πάσχοντα ἐκ τοῦ Σταυροῦ τῆς ἄρσεως, Αὐτὸν ἀνεκούφισεν σεπτῇ διακονίᾳ, καὶ τὸν Σταυρὸν ἦρεν ἄχρι τοῦ Κρανίου τόπου, ἐν ᾧ οἱ στρατιῶται παρέδωκαν Αὐτὸν εἰς τὸ σταυρῶσαι· καὶ νῦν τῷ ἐγειγερμένῳ ἐκ νεκρῶν Θεοῦ Λόγῳ παριστάμενος, ἀδιαλείπτως Αὐτῷ πρεσβεύει ὑπὲρ εἰρήνης τοῦ κόσμου, καὶ σωτηρίας τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον.
Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ Ὑψίστου, Σῶν οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.

Νῦν ἀπολύεις, Τρισάγιον, Ἀπολυτίκιον.
Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Ἀλεξάνδρου καὶ Ῥούφου πατέρα φίλεργον, ὅνπερ ἠγγάρευσε δῆμος, στρατιωτῶν τὸν Σταυρόν, ἆραι Λόγου τοῦ Παντάνακτος τιμήσωμεν, ἄχρι τοῦ λόφου Γολγοθᾶ, Κυρηναῖον ἐξ ἀγροῦ, ἐρχόμενον ἐκβοῶντες· Σίμων σεπτὲ χριστοκῆρυξ, ἡμῖν βοήθει τοῖς τιμῶσί σε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς Σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητὴν Σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν Τόκον Σου.

Ἀπόλυσις.

ΟΡΘΡΟΣ
Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα.
Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Ἀράμενος Σταυρόν, ζωηφόρον Κυρίου, ἐπ’ ὤμων τὴν ὁδόν, τοῦ Αὐτοῦ μαρτυρίου, πανεύφημε ἤνυσας, καὶ κατεῖδες σταυρούμενον, ἐκπληττόμενος, τὸν ἀγαθὸν Θεοῦ Λόγον, Σίμων Ἅγιε, ἐν Γολογθᾷ δι’ ἀγάπην, Κυρήνης ἐκβλάστημα.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ἀξίωσον πιστούς, ἀγογγύστως ἐπαίρειν, σταυρὸν τοῦ Σοῦ Υἱοῦ, Λόγου ἐσταυρωμένου, Θεοῦ τοῦ Παντάνακτος, ὑπερύμνητε Δέσποινα, εὐσυμπάθητε, ἡ κατιδοῦσα ἀσπλάγχνως, Τόκον πάσχοντα, τὸν Σὸν σεπτὸν ὑπ’ ἀνόμων, καὶ Ξύλῳ σταυρούμενον.

Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα.
Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Πανεύφημε Σίμωνα Κυρήνης θεῖον βλαστόν, Σταυρὸν τὸν ἀράμενον Χριστοῦ τοῦ Λόγου Θεοῦ, σεπτῶς ἀνυμνήσωμεν, κράζοντες· Σταυροφόρε, χριστοκῆρυξ ὁ κλῆσιν, πᾶσι τῇ γῇ κηρύξας, Ἰησοῦ τοῦ εὐσπλάγχνου, ἱλέωσαι Αὐτὸν ἀκλινῶς, τοῖς μελῳδοῦσί σε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ὑπέραγνε Δέσποινα Μῆτερ Χριστοῦ τοῦ Θεοῦ, διάλυσον ζόφωσιν χαμαιζηλίας παθῶν, τῶν μακαριζόντων Σε, ἄχραντε Παναγία, ὡς πηγὴν σωτηρίας, πάντων τῶν Χριστωνύμων, καὶ φανὸν συμπαθείας, πρὸς πάσχοντας ἀλγοῦντας δεινῶς, οἴμοι καὶ στένοντας.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα.
Ἦχος γ΄. Τὴν ὡραιότητα.
Δεῦτε τιμήσωμεν, ψαλμοῖς καὶ ᾄσμασι, πιστῶν οἱ σύλλογοι, τὸν εὐσυμπάθητον, Κυρήνης τῆς ἐν Ἀφρικῇ, καὶ πάνσεπτον γόνον πόθῳ, ὡς διακονήσαντα, τῷ Χριστῷ τῷ οἰκτίρμονι, καὶ Αὐτοῦ ἐπάραντα, τὸν Σταυρὸν ἐπωμάδιον, ψυχῆς ἐν κατανύξει βοῶντες· χαῖρε δεδοξασμένε Σίμων.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τὴν σκοτισθεῖσάν μου, ψυχὴν καταύγασον, φωτὶ τῆς χάριτος, τοῦ θείου Τόκου Σου, ἁγνὴ Παρθένε Μαριάμ, ἐλπὶς τῶν ἀπηλπισμένων, καὶ ἀχλὺν ἀπέλασον, τῶν ἀπείρων πταισμάτων μου, ὅπως εὕρω ἔλεος ἐν τῇ ὥρᾳ τῆς Κρίσεως, καὶ πόθῳ ἀσιγήτως βοῶ Σοι· χαῖρε ἡ Κεχαριτωμένη.

Οἱ Ἀναβαθμοί. Τὸ α´ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Ἐκ νεότητός μου πολλὰ πολεμεῖ με πάθη· ἀλλ’ αὐτὸς ἀντιλαβοῦ καὶ σῶσον, Σωτήρ μου (δίς).
Οἱ μισοῦντες Σιῶν, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου· ὡς χόρτος γὰρ πυρὶ ἒσεσθε ἀπεξηραμμένοι (δὶς).
Δόξα Πατρί.
Ἁγίω Πνεύματι πᾶσα ψυχὴ ζωοῦται καὶ καθάρσει ὑψοῦται, λαμπρύνεται τῇ τριαδικῇ μονάδι ἱεροκρυφίως.
Καὶ νῦν.
Ἁγίῳ Πνεύματι ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα ἅπασαν τὴν κτίσιν πρὸς ζωογονίαν.

Προκείμενον. Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ καὶ εἰς τὰ πέρατα της οἰκουμένης τὰ ῥήματα αὐτοῦ.
Στ. Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δὲ χειρῶν Αὐτοῦ ἀναγγέλει τὸ στερέωμα.
Εὐαγγέλιον, κατὰ Λουκᾶν (κεφ. ΙΒ΄, 8-12): Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς· Πᾶς ὃς ἂν ὁμολογήσῃ...

Ὁ Ν´  Ψαλμός.
λέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἐπὶ πλεῖον πλῦνον μὲ ἀπὸ τῆς ἀνομίας μου, καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με.
Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διὰ παντός.
Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα· ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.
Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.
Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας· τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι.
Ῥαντιεῖς μὲ ὑσσώπω καὶ καθαρισθήσομαι· πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι.
Ἀκουτιείς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.
Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τάς ἀνομίας μου ἐξάλειψον.
Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου.
Μὴ ἀπορρίψης με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ ἐμοῦ.
Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με.
Διδάξω ἀνόμους τάς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι.
Ῥῦσαὶ μὲ ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου.
Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.
Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ, πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.
Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ.
Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα.
Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Δόξα. Ταῖς τοῦ Ἀποστόλου...
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β᾿.  Στίχ. Ἐλέησόν με ὁ Θεός...
Τὸν τοῖς ἐγγὺς καὶ μακρὰν Ἱεροσολύμων εὐαγγελισάμενον, τὴν ἐνεργὸν ἀγάπην καὶ ἀστασίαστον εἰρήνην, Σίμωνα τὸν Κυρηναῖον εὐφημήσωμεν οὕτω λέγοντες· Σταυροφόρε Ἀπόστολε, ὁ τὸν Σταυρὸν τοῦ Χριστοῦ ἀράμενος, καὶ διακονήσας τῷ πάσχοντι δι’ ἀγαθότητα Θεοῦ Λόγῳ, τὸν Σταυρὸν ἑκουσίως ὑπὲρ τῶν τιμώντων, τὴν λαμπρὰν καὶ πανέορτον μνήμην σου.

Εἶτα, οἱ Κανόνες· τῆς Θεοτόκου καὶ τοῦ Ἁγίου, οὗ ἡ ἀκροστιχίς: Σίμωνος Κυρηναίου μολπή. Χαραλάμπους.
ᾨδὴ α΄. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.
Σταυρὸν τὸν πανάγιον, Θεοῦ τοῦ Λόγου τὸν ἄραντα, τιμήσωμεν Σίμωνα, Κυρήνης γόνον κλυτόν, ὕμνοις πρέπουσιν, ἐπὶ τῇ ἀναβάσει, Αὐτοῦ εἰς σταυρώσεως, τόπον τὸν πάνσεπτον.

Ἱλέωσαι Κύριον, Οὗ τὸν Σταυρὸν τὸν πανίερον, ἐπ’ ὤμων σου ἔλαβες, Σίμων Κυρήνης βλαστέ, τοῖς τιμῶσί σε, λαμπρῶς καὶ ἐκτελοῦσι, τὴν πάνσεπτον μνήμην σου, ἄνερ θειότατε.

Μακάρων σὺν τάξεσιν, ἐν οὐρανίοις σκηνώμασιν, εὐφραίνῃ ἀείποτε, Σταυρὸν Χριστοῦ τοῦ Θεοῦ, ὡς ἀράμενος, πρὸς τοῦ Κρανίου τόπον, ἐν ᾧ κόσμου λύτρωσις, Σίμων ἐβλάστησεν.
Θεοτοκίον.
Ὡράϊσον δούλων Σου, τὴν βιοτὴν Σαῖς δεήσεσι, πρὸς ἄχραντον Τόκον Σου, Θεογεννῆτορ σεμνή, τὸν παρέχοντα, πιστοῖς Αὐτοῦ ἐλέη, ἀφθόνως τοῖς μέλπουσι, τὰ μεγαλεῖά Σου.

ᾨδὴ γ΄. Τοὺς Σοὺς ὑμνολόγους.
Νῦν ὕμνοις γεραίροντες σὴν μνήμην, τὴν πάνσεπτον Σίμων ἱερέ, σὴν χάριν ἐξαιτούμεθα, ἣν δαψιλῶς ἀπέλαβες, παρὰ Χριστοῦ ἐπ’ ὤμων σου, Οὗ τὸν Σταυρὸν ἦρας ἔνθεε.

Ὁδὸν μαρτυρίου τοῦ Σωτῆρος, διήνυσας φέρων τὸν Σταυρόν, Αὐτοῦ ἐπ’ ὤμων Ἅγιε, ἄχρι τοῦ τῆς σταυρώσεως, τόπου Αὐτοῦ ἀοίδιμε, Κυρήνης γόνε θειότατε.

Σταυρὸν τοῦ Κυρίου Σίμων μάκαρ, ἀράμενος πρὸς τὸν Γολγοθᾶν, καθηγιάσθης ἔνδοξε, Αὐτοῦ αἱμάτων χεύμασι, καὶ τῶν ἱδρώτων ῥεύμασι, Πάτερ ἡμῶν θεοβράβευτε.
Θεοτοκίον.
Κακίας ἀπάλλαξον Σοὺς δούλους, καὶ πάντων παθῶν φθοροποιῶν, τοὺς σπεύδοντας ἀείποτε, τῇ θείᾳ προστασίᾳ Σου, καὶ ἀρωγῇ καὶ χάριτι, Θεοχαρίτωτε Δέσποινα.

Κάθισμα. Ἦχος γ΄. Θείας πίστεως.
Δεῦτε Σίμωνα τὸν Κυρηναῖον, ὃν ἠγγάρευσαν οἱ στρατιῶται, βασιλέως χοϊκοῦ ἐπωμάδιον, ἆραι Σταυρὸν τοῦ Χριστοῦ εὐφημήσωμεν, πρὸς Γολογθᾶν ὡς φωσφόρον Ἀπόστολον, τὸν κηρύξαντα τὴν πίστιν εἰς Ἀντιόχειαν, τοῦ μόνου πανοικτίρμονος Παντάνακτος.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Μεγαλύνωμεν φωναῖς εὐήχοις, τὴν οἰκτίρουσαν καὶ ἐλεοῦσαν, καθ’ ἑκάστην τῶν βροτῶν τὰ συστήματα, Θεογεννήτριαν πάντες γηθόμενοι, οἱ ἀνυμνοῦντες τὸν εὔσπλαγχνον Σίμωνα, καὶ δοξάζοντες Αὐτῆς τὸν Υἱὸν τὸν ἅγιον, Χριστὸν τὸν εὐσυμπάθητον Θεάνθρωπον.

ᾨδὴ δ΄. Ὁ καθήμενος ἐν δόξῃ.
Ὑμνῳδίαις σε τιμῶμεν, Κυρηναῖον τὸν εὔσπλαγχνον, εὐλαβῶς βοῶντες· Σίμων ὡς κατεῖδες τὸν Κύριον, ὑπὸ τοῦ βάρους τοῦ Ξύλου παραπαίοντα, συνεπάθησας, Αὐτὸν τὸν μόνον φιλάνθρωπον.

Ῥούφου τε καὶ Ἀλεξάνδρου, Πάτερ Σίμων μακάριε, τῶν χριστοκηρύκων, ἔθνεσι Χριστὸν ὡμολόγησας, Οὗ τὸν Σταυρὸν ἠναγκάσθης τὸν ζωήῤῥυτον, ἐπωμάδιον, ἆραι πρὸς τόπον σταυρώσεως.

Ἡ χορεία Χριστωνύμων, Σίμων νῦν μεγαλύνει σε, ὡς τοῦ κατακρίτου, Ἰησοῦ παθόντος δι’ ἄφατον, ἀγάπην καὶ ἀγαθότητα ἀμέτρητον, ἀντιλήπτορα, καὶ βοηθὸν εὐσυμπάθητον.
Θεοτοκίον.
Νεῦσον ταῖς θερμαῖς Σῶν δούλων, παρακλήσεσι Δέσποινα, παύουσα κινήσεις, τῆς σαρκὸς ἡμῶν Μητροπάρθενε· Σὺ γὰρ ὑπάρχεις βροτείας φύσεως, παντευλόγητε, Θεοκυῆτορ διάσωσμα.

ᾨδὴ ε΄. Ἐξέστη τὰ σύμπαντα.
Ἀγάπης πληρούμενος, πρὸς πάντα ἐμπερίστατον, Σίμων Κυρηναῖε ἠξιώθης, Κυρίου ἆραι, πρὸς Γολγοθᾶν τὸν Σταυρόν, καὶ οὕτω γενέσθαι συνεργός, Τούτου ἐν τοῖς πάθεσι, πρὸς βροτῶν ἀπολύτρωσιν.

Ἱλάσθητι ἅπασι, πιστῶς ἀνευφημοῦσί σε, Σίμων Κυρηναῖε τὸν ἐν πόλῳ, Χριστοῦ εὐκλείας, τῆς θεϊκῆς ἀληθῶς, μετέχοντα Οὗπερ τὸν Σταυρόν, ἦρας τρισμακάριστε, Γολγοθᾶν πρὸς τὸν πάνσεπτον.

Οὐράνιε ἄνθρωπε, τὸν σὸν ἀγρὸν κατέλιπες, ὅτε συνεργὸς ἦλθες Κυρίου, Σταυροῦ εἰς ἆρσιν, πρὸς Γολογθᾶν καὶ ἀγρούς, ἐπίανας λόγων σου ψυχῶν, τοῖς ἱδρῶσιν ἔνθεε, Σίμων θεομακάριστε.
Θεοτοκίον.
Ὑμνοῦντές Σε Δέσποινα, χαρᾶς ἡμῶν ὡς πρόξενον, καὶ ἀλεξιτήριον τῆς λύπης, τῶν καθ’ ἑκάστην, μεγαλυνόντων πιστῶς, πληθὺν θαυμασίων Σου ἁγνή, Μῆτερ εὐσυμπάθητε, Ἰησοῦ πανοικτίρμονος.

ᾨδὴ στ΄. Τὴν θείαν ταύτην.
Μακάρων Σίμων ἀοίδιμε, χορῖς συνηριθμήθης ἐν δώμασι, θείας λαμπρότητος, ὡς ἀληθῶς εὐσυμπάθητος, ἀξιωθεὶς ἐπᾶραι, Σταυρὸν τὸν Τίμιον.

Ὁδὸν ἀνέβης ἀπάγουσαν, Κρανίου πρὸς τὸν τόπον ἐπ’ ὤμων σου, φέρων τὸν Τίμιον, Χριστοῦ Σταυρὸν Σίμων Ἅγιε, τὸ πάθος ἐλαφρύνων, Αὐτοῦ τὸ πάνσεπτον.

Λειμὼν ἀγάπης πανεύοσμος, καὶ ἄκρας συμπαθείας καρδία Σου, ὤφθη ἐκχέουσα, πᾶσιν ὀδμὰς ἁγιότητος, ἡγιασμένε Σίμων, πυξίον πίστεως.
Θεοτοκίον.
Παρθένε δούλων Σου σπόγγισον, δακρύων τὰς ῥανίδας ἐν ᾄσμασι, μεγαλυνόντων Σε, ὡς Θεοτόκον πανύμνητον, ἐκ κόλποις φιλοστόργως, Χριστὸν βαστάζουσα.

Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.
Βλαστὸν Κυρήνης στρατιῶται ὃν ἠγγάρευσαν, ἐκ τοῦ ἀγροῦ αὐτοῦ ἐρχόμενον τοῦ Κτίσαντος, Θεοῦ Λόγου τοῦ Ὑψίστου Σταυρὸν ἐπᾶραι, ἄχρι λόφου Γολγοθᾶ ἐγκωμιάσωμεν, σταυροφόρον χριστοκήρυκα ὡς ἄμεμπτον, πόθῳ κράζοντες· Χαίροις Σίμων ἀοίδιμε.
Ὁ Οἶκος.
Ἄγγελος σαρκοφόρος, ἀπεστάλης κουφίσαι, Χριστὸν ἐκ τοῦ Σταυροῦ βάρους Σίμων, Κυρηναῖε σεπτὲ ἀτραπούς, ὁ τῶν Ἀποστόλων εἶτα γηθόμενος, βαδίσας καὶ τὰ στόματα, ἀνοίξας εὐσεβῶν βοῆσαι·
Χαῖρε, Κυρήνης ὁ θεῖος γόνος·
χαῖρε, ἀπάτης ἐχθίστου μένος.
Χαῖρε, Ἀλεξάνδρου πατὴρ ἐνθεώτατος·
χαῖρε, θείου Ῥούφου γεννήτωρ σεμνότατος.
Χαῖρε, ὅτι διηκόνησας, Θεανθρώπῳ Ἰησοῦ·
χαῖρε, ὅτι διεκήρυξας, Εὐαγγέλιον Αὐτοῦ.
Χαῖρε, τῆς εὐσπλαγχνίας τιμαλφὴς μαργαρίτης·
χαῖρε, τῆς εὐσεβείας εὐκλεὴς στρατιώτης.
Χαῖρε, ἰκμὰς ψυχῆς ἱλαρότητος·
χαῖρε, ψεκὰς ἀγάπης τοῦ Κτίσαντος.
Χαῖρε, ἀνὴρ ἀληθῶς σταυροφόρος·
χαῖρε, λαμπτὴρ προσφορᾶς φωτοφόρος.
Χαίροις Σίμων ἀοίδιμε.

Συναξάριον.
Τῇ ΚΖ΄ τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ἁγίου Σίμωνος τοῦ Κυρηναίου.
Σταυρὸν Χριστοῦ ἀράμενος, Σίμων μάκαρ,
Χριστοφόρος γέγονας λελαμπρυσμένος.
Ταῖς αὐτοῦ ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ΄. Οὐκ ἐλάτρευσαν.
Ἡλιόμορφος, Ἀπόστολος γεγένησαι, Σίμων μακάριε, Ἡλίου τοῦ νοητοῦ, Χριστοῦ Οὗ ἐβάστασας, Σταυρὸν τὸν τίμιον, καὶ τὸ πάνσεπτον, καὶ θεῖον Εὐαγγέλιον, διεκήρυξας τῇ κτίσει.

Χάριν εἴληφας, θεόθεν Σίμων ἄφθονος, ὡς ἰσαπόστολος, καὶ σταυροφόρος βροτός, Σταυρὸν ὁ ἀράμενος, Χριστοῦ τὸν τίμιον, καὶ τοῦ βίου σου, σταυρὸν ἐκθύμως Ἅγιε, καὶ Χριστῷ ἀκολουθήσας.

Ἄκων ἔλαβες, τὸ Ξύλον ἐπωμάδιον, Σταυροῦ τὸ Ἅγιον, ἄχρι φρικτοῦ Γολγοθᾶ, τὸν τόπον Ἀπόστολε, Σίμων μακάριε, κλῆσιν πάνσεπτον, Αὐτοῦ ἑκὼν τοῖς πέρασιν, οἰκουμένης ὁ κηρύξας.
Θεοτοκίον.
Ῥῦσαι θλίψεων, ἡμᾶς δεινῆς κακώσεως, καὶ τοῦ ἀλάστορος, τῆς ἐπηρείας Ἁγνή, τοὺς Σὲ μεγαλύνοντας, Θεογεννήτρια, ὡς ἀντίληψιν, ἑτοίμην καὶ βοήθειαν, τῶν τιμώντων Σε μερόπων.

ᾨδὴ η΄. Παῖδας εὐαγεῖς.
Ἄγγελος ὡράθης φωτοφόρος, ἐν ὥρᾳ Χριστοῦ τοῦ πάθους Σίμων ἔνθεε, Κυρηναῖε φίλεργε, ἄνερ καὶ φιλεύσπλαγχνε, ἀναλαβὼν ἐπ’ ὤμων σου, Σταυρὸν τὸν τίμιον, ἐπὶ τοῦ Γολγοθᾶ ἀναβάσει, τοῦ ἀλγοῦντος Λόγου, Θεοῦ Ὑψίστου Πάτερ.
Λάμψας Σίμων ἄστρον ὡς πυρφόρον, Χριστοῦ τοῦ Ἐσταυρωμένου Λόγου πίστεως, τῆς ὑπηρεσίας σου, πρὸς Αὐτὸν πυρσεύμασι, καὶ ἀστραπαῖς κηρύγματος, τοῦ σοῦ ἐφώτισας, λαοὺς τοὺς ἐν σκιᾷ καθημένους, ἀγνωσίας Πάτερ, Κυρήνης μέγα κλέος.

Αἴρειν τὸν σταυρὸν ἡμῶν ἐκθύμως, τῶν πόνων τῶν ἀλγηδόνων καὶ τῶν θλίψεων, πάντας καταξίωσον, τοὺς ἀνευφημοῦντάς σε, ὡς σταυροφόρον Ἅγιον, Σίμων θεσπέσιε, ἠπείρου Ἀφρικῆς κοσμιότης, ὁ βαδίσας τρίβους, ἀρίστους Ἀποστόλων.
Θεοτοκίον.
Μῆτερ τοῦ Θεοῦ εὐλογημένη, ἐπόπτευε οὐρανόθεν καὶ ἁγίαζε, πάντας μεγαλύνοντας, πλῆθος θαυμασίων Σου, καὶ Σὸν Υἱὸν δοξάζοντας, τὸν πολυεύσπλαγχνον, ἐξ ἄλγους Ὃν ἐκούφισε Σίμων, ἄρσεως τοῦ Ξύλου, Σταυροῦ τοῦ ζωηφόρου.

ᾨδὴ θ΄. Ἅπας γηγενής.
Πίστεως Χριστοῦ, σεπτὸν ἐγκαλλώπισμα, Σίμων Ἀπόστολε, Ἀλεξάνδρου ἔμφρονος, καὶ Ῥούφου πάτερ σεμνὲ καὶ φίλεργε, τὸ ὑπὲρ πᾶν ἐκήρυξας, Κυρίου ὄνομα, τοῖς κειμένοις, ἐν σκιᾷ φθαρτότητος, καὶ ῥεούσης ζωῆς παναοίδιμε.

Ὄλβε τιμαλφές, Χριστοῦ θείας πίστεως, Σίμων ἐκόσμησας, δῆμον τὸν οὐράνιον, ὑποδεξάμενον σὴν χρηστότητα, ἐν Ἄνῳ Πόλει πάνσοφε, κῆρυξ τῆς χάριτος, σταυροφόρε, ὁ καθιλεούμενος, τοῖς θερμοῖς σου ἱκέταις πρὸς Κύριον.

Ὕμνοις ἱεροῖς, ἑκάστοτε μέλπομεν, τὴν σὴν βοήθειαν, Σίμων παναοίδιμε, πρὸς τοῦ Ὑψίστου Λόγον τὸν πάνσεπτον, τὸν ἀγογγύστως αἴροντα, Σταυρὸν τὸν Τίμιον, Κυρηναῖε, προσφορᾶς πρὸς Κύριον, τὸν Θεάνθρωπον λύχνε ἀείφωτε.
Θεοτοκίον.
Σῶσον ἐκ φθορᾶς, κινδύνων κακώσεων, παντοίων θλίψεων, καὶ τοῦ παναλάστορος, τῆς ἐπηρείας τοὺς Σὲ γεραίροντας, καὶ μέλποντας τὴν σκέπην Σου, πρὸς πάντα στένοντα, Θεοτόκε, προστασία ἄγρυπνε, τῶν βροτῶν καὶ ἑτοίμη βοήθεια.

Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.
Κυρήνης Σίμων ἔνθεε, βλαστὲ πανιερώτατε, τοῦ Ἀλεξάνδρου καὶ Ῥούφου, πάτερ τῶν χριστοκηρύκων, ὁ ἄκων τοῦ Παντάνακτος, Χριστοῦ Σταυρὸν ἀράμενος, ἐπ’ ὤμων θεῖον ὄνομα, ἑκὼν Αὐτοῦ εἰς τὴν κτίσιν, πᾶσαν ἐκήρυξας πόθῳ.
Θεοτοκίον.
Σταυρὸν πασῶν τῶν θλίψεων, ἀξίωσον Μητρόθεε, αἴρειν ἡμᾶς ἀγογγύστως, τοὺς εὐλαβῶς Σε ὑμνοῦντας, καὶ μνήμην ἑορτάζοντας, τοῦ Κυρηναίου Σίμωνος, Χριστοῦ ἐπ’ ὤμων ἄραντος, Σταυροῦ τὸ πάνσεπτον Ξύλον, πρὸς τοῦ Κρανίου τὸν τόπον.

Αἶνοι. Ἦχος α΄. Πανεύφημοι Μάρτυρες.
Ἐρχόμενον Σίμων ἐξ ἀγροῦ, ἄνερ πανσεβάσμιε, οἱ στρατιῶται ἠγγάρευσαν, σὲ εὐσυμπάθητε, τὸν Σταυρὸν Κυρίου, αἴρειν τοῦ Παντάνακτος, πρὸς λόφον Γολγοθᾶ ἔνθα ἄνομοι, Τοῦτον ἐσταύρωσαν, τὸν δι’ ἄκραν ἀγαθότητα, καὶ ἀγάπην, παθόντα ὡς ἄνθρωπον.

Κυρήνης βλαστὸν πανευθαλῆ, τὸν ἡδὺ ἀνθήσαντα, καρπὸν Σταυροῦ Ξύλου ἄρσεως, καὶ ἀλλοιώσεως, τῆς καλῆς ἐκθύμως, πάντες μεγαλύνωμεν, νῦν Σίμωνα τοὺς πόδας ἰθύναντα, τρόπων πρὸς μίμησιν, Ἀποστόλων καὶ διάδοσιν, ἀληθείας, Χριστοῦ τοῦ Παντάνακτος.

Σεπτοῦ Ἀλεξάνδρου καὶ κλεινοῦ, Ῥούφου εὐφημήσωμεν, σεμνὸν πατέρα ἐν ᾄσμασι, πάνσεπτον Σίμωνα, ἐξαναγκασθέντα, τὸν Σταυρὸν τὸν Τίμιον, τοῦ πάσχοντος Χριστοῦ ἐπωμάδιον, ἆραι κραυγάζοντες· χαῖρε ἄνερ ἐνθεώτατε, σπλάγχνα θείου, ἐλέους ὁ ἔμπλεως.

Τὴν μνήμην σου Σίμων θαυμαστέ, πόθῳ ἑορτάζοντες, τὴν σεβασμίαν σου κράζομεν· Πάτερ παγκόσμιε, τὸν Σταυρὸν Κυρίου, ὁ λαβὼν ἐπ’ ὤμων σου, πρὸς λόφον Γολγοθᾶ τὸν σωτήριον, ὡς εὐσυμπάθητος, καὶ σταυρὸν τῆς διαδόσεως, ἀληθείας, Κυρίου δεδόξασαι.
Δόξα. Ἦχος πλ. α΄.
Δεῦτε πάντες οἱ ὀπίσω τοῦ Χριστοῦ ἀκολουθεῖν θέλοντες, οἱ καὶ ἀγογγύστως αἴροντες τὸν σταυρὸν τῶν πόνων καὶ θλίψεων, ἐν κατανύξει τιμήσωμεν Σίμωνα τὸν Κυρηναῖον, οὕτω λέγοντες· ὁ τὸν Σταυρὸν τοῦ Κυρίου ἀράμενος, καὶ συνεργήσας εἰς τὸ μυστήριον τῆς τῶν βροτῶν σωτηρίας, διὰ τῆς εὐσυμπαθήτου προσφορᾶς σου, ἐνίσχυσον ἡμᾶς ἐν τῇ πίστει, καὶ σῶσον ἐκ θανάτου τὰς ψυψὰς τῶν ὕμνοις τιμώντων σε.
Καὶ νῦν. Θεοτοκίον.
Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι' ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος, τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς ἔπλασε, κατ' εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν πρὸς Αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

Μεγαλυνάριον.
Σίμων ὁ ἀράμενος τὸν Σταυρόν, τοῦ Χριστοῦ ἐπ’ ὤμων, ἄχρι λόφου τοῦ Γολγοθᾶ, Κυρηναῖε μάκαρ, ἡμῶν σταυρὸν ἐπαίρειν, ἀξίωσον τοῦ βίου, πόνων καὶ θλίψεων.



Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου