Ἀκολουθία μ. ΠΟΛΥΧΡΟΝΙΑΣ, μητρός ἁγ. Γεωργίου.
Ψαλλομένη τῇ 24η Ἀπριλίου
Ποίημα Δρ. Χαραλάμπους Μπούσια
ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ
Μετὰ τὸν Προοιμιακόν εἰς τὸ Κύριε ἐκέκραξα ἱστῶμεν
στίχους δ΄, καὶ ψάλλομεν στιχηρὰ προσόμοια.
Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Χαίρει πληθὺς τῶν Ἀγγέλων, ἐπὶ τῇ μνήμῃ σου, Πολυχρονία Μάρτυς, σὺν τοῖς
δήμοις Μαρτύρων, ὑπήνεγκας γὰρ πόνους ἀνδροπρεπῶς, καὶ ἐνήθλησας ἄριστα, διὰ τὸ
πάντιμον ὄνομα τοῦ Χριστοῦ, καὶ ἀλήθειαν τῆς πίστεως.
Πολυθεΐας τὴν πλάνην, φυγοῦσα ἔνδοξε, νομίμως ἠγωνίσω, καὶ προσήνεγκας
δῶρον, Κυρίῳ σῶν αἱμάτων τοὺς ὀχετούς, σὺν υἱοῦ σου τοῖς σκάμμασι, τοῦ ἀηττήτου
Μαρτύρων ὑπογραμμοῦ, Γεωργίου τοῦ στεῤῥόφρονος.
Τοὺς σπαθισμοὺς τῶν μελῶν σου, καθυπομένουσα, καὶ ἐκδορὰν σαρκός σου,
ἀλκιφρόνως ἀθέων, κατῄσχυνας τὰς τάξεις Μάρτυς κλυτή, ἐνθυμοῦσα τὰς φάλαγγας,
Πολυχρονία ἁπάντων τῶν εὐσεβῶν, τῶν ὑμνούντων σου τὴν ἄθλησιν.
Οἷα φιλόστοργος μήτηρ, σοφῶς ἐξέθρεψας, ἐν νουθεσίᾳ θείᾳ, καὶ παιδείᾳ
Κυρίου, τὸ τέκνον σου Γεώργιον τὸν σεπτόν, καὶ ἐν τέλει προσήγαγες, Πολυχρονία
ὡς θῦμα αὐτὸν Χριστῷ, λογικὸν καὶ ὁλοκάρπωμα.
Δόξα. Ἦχος β΄.
Τοῦ Τροπαιοφόρου Γεωργίου μῆτερ πεφιλημένη, καὶ ἀθλητριῶν ἀκροθίνιον,
Πολυχρονία ἔνδοξε, πίστει τιμῶντές σε βοῶμεν· ταῖς ἱκεσίαις σου περίσῳζε ἡμᾶς,
πάσης βλάβης καὶ ἐπηρείας τοῦ ἀντικειμένου, ὡς παῤῥησίαν ἔχουσα, πρὸς Κύριον
τὸν Θεὸν ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον. Τῆς ἑορτῆς.
Ἀπόστιχα. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Ξῦλον πανευθαλές, βλαστὸν Πολυχρονία, ἐβλάστησας ὡραῖον, τὸν ἐν
τροπαιοφόροις, παμμέγιστον Γεώργιον.
Στ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Φύσεως ἀσθενές, καὶ χαῦνον παριδοῦσα, κλεινὴ Πολυχρονία, ὑπὲρ τῆς ἀληθείας,
ἀνδροπρεπῶς ἐνήθλησας.
Στ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσε ὁ Κύριος.
Πόθον τὸν ἱερόν, διήγειρας τοῦ θείου, υἱοῦ σου Γεωργίου, ὑπὲρ Χριστοῦ
τεθνάναι, Πολυχρονία πάνσεμνε.
Δόξα. Τριαδικόν.
Πάτερ σὺν τῷ Υἱῷ, καὶ Πνεύματι τῷ θείῳ, οἰκτείρησον τὸν κόσμον, λιταῖς τῆς
Σῆς πανσόφου, Πολυχρονίας Μάρτυρος.
Καὶ νῦν. Θεοτοκίον τὸ κάτωθι ἤ τῆς Ἑορτῆς.
Ἄνασσα θαυμαστή, ἠγλαϊσμένε θρόνε, τοῦ πάντων Βασιλέως, ὑπὲρ τῶν Σὲ ὑμνούντων,
τὸν Υἱὸν ἱκέτευε.
Νῦν ἀπολύεις, Τρισάγιον, Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς
ἐρήμου πολίτης.
Ἐναθλούμενον εἶδες ὅν ὡς βρέφος ἐβάστασας, ἐν ταῖς σαῖς ἀγκάλαις τὸν θεῖον,
τροπαιοῦχον Γεώργιον, καὶ τούτου ἠκολούθησας λαμπρόν, σεμνὴ Πολυχρονία ταῖς
ὁδοῖς, ὅθεν στέφους μαρτυρίου, καὶ σὲ ὁ Ζωοδότης κατηξίωσε· δόξα τῷ σὲ
δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ κραταιώσαντι, δόξα τῷ σὲ ἡμῖν πανσθενουργόν,
προστάτιν δείξαντι.
Ἀπόλυσις.
ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ
Μετὰ τὸν Προοιμιακόν τὸ Μακάριος ἀνήρ, εἰς δὲ τὸ Κύριε
ἐκέκραξα ἱστῶμεν στίχους στ’ καὶ ψάλλομεν τὰ ἑξῆς
Στιχηρὰ Προσόμοια. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσι.
Ἱερώτατον σφάγιον, τῆς ἡμῶν θείας πίστεως, μνήμην σου τελοῦντες νῦν τὴν
πανέορτον, Πολυχρονία πανεύφημε, ᾠδάς σοι προσάγομεν, μελιῤῥύτους καὶ Χριστόν,
τὸν λαμπρῶς σὲ δοξάσαντα, μεγαλύνομεν· σὺν γὰρ πάσας ἐχθροῦ τὰς παρατάξεις,
ὑπεσκέλισας πανσόφως, καὶ γενναιότατα ἤθλησας.
Ἐκκλησίας ὡράϊσμα, ὥσπερ ὄρνις φιλόστοργος, πρὸς τὰς οὐρανίους μονὰς
ἐπέτασας, τὰς χρυσοχρόους σου πτέρυγας, Μαρτύρων ἀρχέτυπον, καὶ ἐκεῖ σῷ νεοσσῷ,
γηθομένη ὑπήντησας, τῷ στεῤῥόφρονι, Γεωργίῳ Χριστοῦ ἀρχιστρατήγῳ, ἀηττήτῳ ἐν
ταῖς μάχαις, Πολυχρονία πανάριστε,
Ὑποθήκαις ταῖς θείαις σου, φιλομάρτυρα θέλησιν, σοῦ τοῦ θεοφόρου υἱοῦ
ἐστήριξας, Πολυχρονία ὑπέρμαχε, τῆς πίστεως ἄριστε, καὶ πρὸ βήματος ἐχθροῦ,
παρανόμου ἐθάῤῥυνας, τούτον θάνατον, τῆς ἀπίστου προκρῖναι πολιτείας, καὶ
Χριστῷ προσενεχθῆναι, πανευσεβὲς ὁλοκάρπωμα.
Ὡς ἀθλήτρια εὔψυχος, νίκης κότινον εἴληφας, τῶν βασάνων στάδιον διανύσασα·
σὺ γὰρ ἀπόλαυσιν ἥδιστον, σαρκὸς τὴν μαστίγωσιν, ἐλογίσω καὶ ξεσμούς, τοὺς
φρικτοὺς οὕς ὑπήνεγκας, καρτερόψυχε, ἅμα δὲ καὶ τὴν καῦσιν τῶν μελῶν σου, ὥσπερ
δρόσον γλυκυτάτην, Πολυχρονία φιλόθεε.
Τοῦ ἐχθροῦ πανουργεύματα, ἀνδρικῷ παραστήματι, Μάρτυς γενναιόφρον Χριστοῦ
ἠφάνισας, καὶ εὐσταθέσιν τοῖς ἤθεσιν, Αὐτὸν ὡμολόγησας, ὡς Σωτῆρα καὶ Θεόν,
ἀψηφήσασα βάσανον, πολυώδυνον· ὅθεν νίκης κατέχουσα βραβεῖα, μετὰ πάντων
συγχορεύεις, τῶν ἀθλητῶν θεοφόρητε.
Τοῦ ἡλίου φαιδρότερον, λαμπηδόνων ἐκλάμψασα, ἀθληφόρε Μάρτυς ἐν τοῖς
παλαίσμασι, τῶν Ἀσωμάτων κατηύφρανας, δικαίως τὰς φάλαγγας, καὶ ἀπίστων τῶν
ἑσμόν, ἐτροπώσω λυττῶντά τε, καὶ βρυχώμενον, ὥσπερ λέοντα σὲ κατασπαράξαι,
ἐκζητοῦσα Παλαιστίνης, Πολυχρονία ἀνάθρεμμα.
Δόξα. Ἦχος πλ. β’.
Πολυχρονία πάγκαλε ὡς Μάρτυς ἄτρωτος, ἐκ δεξιῶν παρίστασαι, τοῦ σοῦ Νυμφίου
Χριστοῦ, περιβεβλημένη ἀλουργίδα δόξης· Αὐτὸν οὖν ἱκέτευε, σὺν τῷ σῷ υἱῷ
Γεωργίῳ, τῷ συγκοινωνῷ σου ἐν τοῖς παθήμασι, καὶ τῇ ἀλήκτῳ μακαριότητι, σωθῆναι
τὰς ψυχάς, τῶν πόθῳ μεγαλυνόντων σε.
Καὶ νῦν. Τῆς ἑορτῆς.
Εἴσοδος, Φῶς ἱλαρόν, τὸ Προκείμενον τῆς ἡμέρας καὶ τὰ
Ἀναγνώσματα.
Παροιμιῶν τὸ Ἀνάγνωσμα (Κεφ. ιγ΄ 22 – ιδ΄ 9).
Ἀγαθὸς ἀνήρ, κληρονομήσει υἱοὺς υἱῶν, θησαυρίζεται δὲ δικαίοις πλοῦτος
ἀσεβῶν. Δίκαιοι ποιήσουσι ἐν πλούτῳ ἔτη πολλά, ἄδικοι δὲ ἀπολοῦνται συντόμως.
Ὅς φείδεται τῆς βακτηρίας μισεῖ τὸν υἱὸν αὐτοῦ, ὁ δὲ ἀγαπῶν ἐπιμελῶς παιδεύει.
Δίκαιος ἔσθων ἐμπιπλᾷ τὴν ψυχὴν αὐτοῦ, ψυχαῖ δὲ ἀσεβῶν ἐνδεεῖς. Σοφαῖ γυναῖκες
ᾠκοδόμησαν οἴκους, ἡ δὲ ἄφρων κατέσκαψε ταῖς χερσὶν αὐτῆς. Ὁ πορευόμενος ὀρθῶς
φοβεῖται τὸν Κύριον, ὁ δὲ σκολιάζων ταῖς ὁδοῖς αὐτοῦ ἀτιμασθήσεται. Ἐκ στόματος
ἀφρόνων βακτηρία ὕβρεως, χείλη δὲ σοφῶν φυλάσσει αὐτούς. Οὗ μή εἰσι βόες,
φάτναι καθαραί· οὗ δὲ πολλὰ γεννήματα φανερὰ βοὰς ἰσχύς. Μάρτυς πιστὸς οὐ
ψεύδεται, ἐκκαίει δὲ ψευδῆ Μάρτυς ἄδικος. Ζητήσεις σοφίαν παρὰ κακοῖς καὶ οὐχ
εὑρήσεις, αἴσθησις δὲ παρὰ φρονίμοις εὐχερής. Πάντα ἐναντία ἀνδρὶ ἄφρονι, ὅπλα
δὲ αἰσθήσεως χείλη σοφά. Σοφία πανουργών, ἐπιγνώσεται τὰς ὁδοὺς αὐτῶν, ἄνοια δὲ
ἀφρόνων ἐν πλάνῃ. Οἰκίαι παρανόμων ὀφειλήσουσι καθαρισμόν, οἰκίαι δὲ δικαίων
δεκταί.
Παροιμιῶν τὸ Ἀνάγνωσμα (λα´ 10-31).
Γυναῖκα ἀνδρείαν τίς εὑρήσει; τιμιωτέρα δέ ἐστι λίθων πολυτελῶν ἡ τοιαύτη.
Θαρσεῖ ἐπ’ αὐτῇ ἡ καρδία τοῦ ἀνδρὸς αὐτῆς, ἡ τοιαύτη καλῶν σκύλων οὐκ ἀπορήσει.
Ἐνεργεῖ γὰρ τῷ ἀνδρὶ ἀγαθά πάντα τὸν βίον. Μηρυομένη ἔρια καὶ λίνον, ἐποίησεν
εὔχρηστον ταῖς χερσὶν αὐτῆς. Ἐγένετο ὡσεὶ ναῦς ἐμπορευομένη μακρόθεν, συνάγει
δὲ αὕτη τὸν πλοῦτον. Καὶ ἀνίσταται ἐκ νυκτῶν, καὶ ἔδωκε βρώματα τῷ οἴκῳ, καὶ
ἔργα ταῖς θεραπαίναις. Θεωρήσασα γεώργιον ἐπρίατο, ἀπὸ δὲ καρπῶν χειρῶν αὐτῆς,
κατεφύτευσε κτῆμα. Ἀναζωσαμένη ἰσχυρῶς τὴν ὀσφὺν αὐτῆς, ἤρεισε τοὺς βραχίονας
αὐτῆς εἰς ἔργον. Ἐγεύσατο ὅτι καλόν ἐστι τὸ ἐργάζεσθαι, καὶ οὐκ ἀποσβέννυται
ὅλην τὴν νύκτα ὁ λύχνος αὐτῆς. Τοῦς πήχεις αὐτῆς ἐκτείνει ἐπὶ τὰ συμφέροντα,
τὰς δὲ χεῖρας αὐτὴς ἐρείδει εἰς ἄτρακτον. Χεῖρας δὲ αὐτῆς διήνοιξε πένητι,
καρπὸν δὲ ἐξέτεινε πτωχῷ. Οὐ φροντίζει τῶν ἐν οἴκῳ ὁ ἀνὴρ αὐτῆς, ὅταν που
χρονίζῃ· πάντες γὰρ οἱ παρ’ αὐτῆς ἐνδεδυμένοι εἰσί. Δισσὰς χλαίνας ἐποίησε τῷ
ἀνδρὶ αὐτῆς, ἐκ δὲ βύσσου καὶ πορφύρας ἑαυτῆς ἐνδύματα. Περίβλεπτος δὲ γίνεται
ὁ ἀνὴρ αὐτῆς ἐν πύλαις, ἡνίκα ἄν καθίσῃ ἐν συνεδρίῳ μετὰ τῶν γερόντων κατοίκων
τῆς γῆς. Σινδόνας ἐποίησε καὶ ἀπέδοτο τοῖς Φοίνιξι, περιζώματα δὲ τοῖς
Χαναναίοις. Ἰσχὺν καὶ εὐπρέπειαν ἐνεδύσατο, καὶ εὐφράνθη ἐν ἡμέραις ἐσχάταις.
Στόμα αὐτῆς διήνοιξε προσεχόντως καὶ ἐννόμως, καὶ τάξιν ἐστείλατο τῇ γλώσσῃ
αὐτῆς. Στεγναὶ διατριβαὶ οἴκων αὐτῆς, σίτα δὲ ὀκνηρὰ οὐκ ἔφαγε. Τὸ στόμα δὲ
ἀνοίγει σοφῶς καὶ νομοθέσμως, ἡ δὲ ἐλεημοσύνη αὐτῆς ἀνέστησε τὰ τέκνα αὐτῆς καὶ
ἐπλούτησαν καὶ ὁ ἀνὴρ αὐτῆς ᾔνεσεν αὐτήν. Πολλαὶ θυγατέρες ἐκτήσαντο πλοῦτον,
πολλαὶ ἐποίησαν δύναμιν, σὺ δὲ ὑπέρκεισαι καὶ ὑπερῆρας πάσας. Ψευδεῖς ἀρέσκειαι
καὶ μάταιον κάλλος γυναικός· γυνὴ γὰρ συνετὴ εὐλογεῖται, φόβον δὲ Κυρίου αὕτη
αἰνείτω. Δότε αὐτῇ ἀπὸ καρπῶν χειλέων αὐτῆς καὶ αἰνείσθω ἐν πύλαις ὁ ἀνήρ
αὐτῆς.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. 3, 1-9).
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς
ἀφρόνων τεθνάναι. Καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ' ἡμῶν πορεία
σύντριμμα, οἱ δὲ εἰσίν, ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς
αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται, ὅτι ὁ
Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν
αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν
ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι
λαῶν καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τούς αἰῶνας, οἱ πεποιθότες ἐπ' αὐτόν, συνήσουσιν
ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς
ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Εἰς τὴν Λιτήν, Ἰδιόμελα. Ἦχος α΄.
Ὑμνοῦμέν σου τὴν τιμίαν ἐνάθλησιν, καὶ τοὺς ὀχετοὺς τῶν αἱμάτων, οὕς
προθύμως ὑπὲρ Χριστοῦ, τοῦ Σωτῆρος ἡμῶν ἐξέχεας, Πολυχρονία πολύαθλε, νομίμως
ἐν τῷ σταδίῳ ἀνδραγαθήσασα· ἀλογήσασα γὰρ ζωῆς τῆς προσκαίρου, καὶ μὴ
φεισθεῖσαι τοῦ ἰδίου σου αἵματος, ἔδραμες χωρῆσαι ἀθλητῶν τῇ συστάδι,
ἐγκαυχωμένη τῇ τοῦ υἱοῦ σου, Γεωργίου τοῦ Τροπαιοφόρου ὁμολογίᾳ· καὶ νῦν σὺν
αυτῷ, ἐν ταῖς ἀγκάλαις τοῦ Ἀβραὰμ εὑρισκομένη, καὶ ἐντρυφῶσα τῆς ἀδιαλείπτου
εὐφροσύνης, μὴ παύσῃ ἱκετεύουσα Χριστόν, ὑπὲρ εἰρήνης τοῦ κόσμου, καὶ σωτηρίας
τῶν ψυχῶν ἡμῶν.
Ἦχος β΄.
Τὴν λαμπάδα τῆς πίστεως, ἄσβεστον διατηροῦσα ἐν τῇ καρδίᾳ σου, καὶ τῷ φωτὶ
τοῦ Χριστοῦ ὅλη λελαμπρυσμένη, μήτηρ καὶ τροφὸς φωτοειδὴς ἐδείχθης, Πολυχρονία
τοῦ υἱοῦ σου· ἀνάψασα γὰρ αὐτοῦ τὸν πόθον τοῦ μαρτυρίου, ἠξιώθης ἰδεῖν αὐτὸν
μαχόμενον, ὑπὲρ τῆς πίστεως τοῦ Χριστοῦ, καὶ δρέποντα στεφάνους αἰωνιότητος,
ἀθλητριῶν ὡράϊσμα ἔμψυχον· μαρτυρικὴν οὖν παῤῥησίαν ἔχουσα, παναοίδιμε πρὸς
Κύριον, πρέσβευε ἀπαύστως, ὑπὲρ πρυτανεύσεως σωφροσύνης, καὶ τῆς ἀχλύος τοῦ
πολέμου ἐκδιώξεως.
Ἦχος γ΄.
Τὸ στάδιον τῆς ἐναρέτου πολιτείας, καλῶς διανύσασα, εἰς τὸ στάδιον δρομαίως
ἐξεχύθης τῆς ἀθλήσεως, νίκας περιφανεῖς ἐπιτελέσαι, Πολυχρονία πάντιμε· ὅθεν τὸ
ἀόρατο κράτος, τῶν ἐναντίων ἐτροπώσω, Παρακλήτου τῇ χάριτι, τοὺ ἰσχύσαντός σε
ἐν τοῖς σκάμμασι, καὶ ἀπεκδύσαντός σου τὸν χιτῶνα, τῆς φυσικῆς ἀσθενείας·
πρέσβευε οὖν καλλιμάρτυς ἀθλήτρια, Χριστῷ τῷ ποθεινοτάτῳ Νυμφίῳ σου, ἐνδῦσαι
ἡμᾶς συνέσεως ἱμάτιον, καὶ παραλαβεῖν πανασπίλους, εἰς Βασιλείαν τὴν οὐράνιον.
Ἦχος δ΄.
Τὴν ἐν Μάρτυσι σοφὴν Πολυχρονίαν, τὴν κεκοσμημένην ἀνδρείας στέμματι,
ἀθλητικοῖς ἐγκωμίοις καταστέψωμεν· τῇ γὰρ εὐψύχῳ αὐτῆς ἐνστάσει, καὶ ὁμολογίᾳ
θείᾳ, ὤφθη ἀηττήτων Μαρτύρων, ἰσότιμος καὶ ἰσοστάσιος· ἀλλ’ ὦ μῆτερ τοῦ
Τροπαιοφόρου Γεωργίου ἔνδοξε, ἔμπλησον καὶ ἡμᾶς γενναίου φρονήματος, ταῖς πρὸς
τὸν Κύριον πρεσβείαις σου.
Δόξα. Ἦχος πλ. δ’.
Μελῳδήμασιν ἱεροῖς καὶ θείοις ἐφυμνίοις, τοὺς σὲ γεραίροντας ἄμειψον
οὐρανόθεν, Πολυχρονία πανσέβαστε, ἐκμειλίσσουσα ἡμῖν τὸν Παμβασιλέα Κύριον·
μαρτυρικὴν γὰρ ἔχεις παῤῥησίαν πρεσβεύειν Αὐτῷ, ὁμοῦ σὺν τῷ υἱῷ σου Γεωργίῳ ,
ἀξιῶσαι καὶ ἡμᾶς διάγειν, ἤρεμον καὶ ἡσύχιον βίον, ἐν πάσῃ σεμνότητι.
Καὶ νῦν. Τῆς ἑορτῆς.
Εἰς τὸν Στίχον. Ἦχος πλ. δ’. Τί ὑμᾶς καλέσωμεν Ἅγιοι.
Τί σε γεραρὰ προσφθεγξώμεθα, ἄγγος βίου ἐναρέτου, γενναιότητος κρουνόν,
μυροθήκην εὐψυχίας, Ἀσωμάτων γλυκασμόν, ἀνδρείας, καθαρώτατον κυάθιον, σοφίας
τῆς γηίνης καταγώγιον; Πολυχρονία πανεύφημε, σεπτῶν Μαρτύρων ὀσφράδιον,
ἱκέτευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Στ. Θαυμαστὸς ὁ Θεός, ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Τί σε ὀνομάσω ἀθλήτρια, καθαιρέτιν δυσσεβούντων, εὐσεβῶν ὑπογραμμόν, γαῖαν
εὔκαρπον τὴν στάχυν, ἐκβλαστήσασα τερπνόν, τὸν θεῖον, στρατιώτην τοῦ
Παντάνακτος, ἐν μάχαις, νίκης τρόπαια τὸν στήσαντα, σημειοφόρον Γεώργιον,
Μεγαλομάρτυρα ἔνδοξον; Ἱκέτευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Στ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ ἐθαυμάστωσε ὁ Κύριος.
Τί σε ὀνομάσωμεν πάνσεμνε, τηλαυγέστατον ἀστέρα, φρυκτωροῦσα πᾶσαν γῆν,
γενναιότητος ἀκτῖσι, καὶ συνέσεως βολαῖς, Ἀμπέλου, τοῦ Κυρίου κλῆμα εὔκαρπον,
τὸ φέρον, βότρυν πέπειρον καὶ ἥδιστον, Πολυχρονία καλλίτεκνε, τὸν νεοσσόν σου
Γεώργιον, ἱκέτευε, τοῦ σωθῆναι τὰς ψυχάς ἡμῶν.
Δόξα. Ἦχος πλ. α’.
Τίς κατ’ ἀξίαν ἐπαινέσει σου, τὴν καρτερίαν ἐν τοῖς ἄθλοις, Μάρτυς
Πολυχρονία θεοφόρητε; Σὺ γὰρ τῷ θείῳ ἔρωτι, ἐν καρδίᾳ φλεγομένη, τὸ σῶμα
παρέδωκας, πολυωδύνοις βασάνοις· διὸ καὶ μετὰ θάνατον, Χριστῷ τῷ Παντάνακτι,
καὶ Θεῷ συμβασιλεύεις, εἰς ἀπεράντους αἰῶνας· δεόμεθα οὖν πρέσβευε Αὐτῷ, ταῖς
ἡμῶν διανοίαις δωρήσασθαι φωτισμόν, καὶ ἄμετρον ἔλεος.
Καὶ νῦν. Τῆς ἑορτῆς.
Νῦν ἀπολύεις, Τρισάγιον, Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς
ἐρήμου πολίτης.
Ἐναθλούμενον εἶδες ὅν ὡς βρέφος ἐβάστασας, ἐν ταῖς σαῖς ἀγκάλαις τὸν θεῖον,
τροπαιοῦχον Γεώργιον, καὶ τούτου ἠκολούθησας λαμπρόν, σεμνὴ Πολυχρονία ταῖς
ὁδοῖς, ὅθεν στέφους μαρτυρίου, καὶ σὲ ὁ Ζωοδότης κατηξίωσε· δόξα τῷ σὲ
δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ κραταιώσαντι, δόξα τῷ σὲ ἡμῖν πανσθενουργόν,
προστάτιν δείξαντι.
Ἕτερον. Ἦχος πλ. α’. Τὸν συνάναρχον Λόγον.
Ὡς καλλίτεκνος μήτηρ, καὶ Μάρτυς πάντιμος, διπλοῦς στεφάνους ἐδέξω,
προσενεγκοῦσα Χριστῷ, τὸν υἱόν σου μυριόνικον Γεώργιον, καὶ τοὺς αἱμάτων σου
κρουνούς, ὡς θυμίαμα δεκτόν· διόπερ καὶ χάριν εὗρες, Πολυχρονία πρεσβεύειν,
Αὐτῷ ὑπὲρ τῶν εὐφημούντων σε.
Καὶ τῆς ἑορτῆς.
Ἀπόλυσις.
ΟΡΘΡΟΣ
Μετὰ τὴν α΄ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον
Σου, Σωτήρ.
Ἀθλήτρια σεμνή, ἐν σταδίῳ πανσόφως, ἐδόξασας Χριστόν, καὶ καθεῖλες ἀνόμων,
τὸ ἄθεον φρύαγμα, καρτερῶς ὑπομείνασα, κολαστήρια, Πολυχρονία σαρκός σου,
πολυώδυνα· διὸ ἀπαύστως τιμῶμεν, τὴν πάντιμον μνήμην σου.
Δόξα. Καὶ νῦν. Θεοτοκίον ἤ τῆς ἑορτῆς.
Χωρήσασα Χριστόν, τὸν Σωτῆρα ἀτρέπτως, ναὸς περικαλλής, καὶ Ὑψίστου ὡραῖον,
ἀνάκτορον πέφηνας, ὑπερύμνητε Δέσποινα· ὅθεν ᾄσμασι, Σὲ καταστέφοντες θείοι, οἱ
γινώσκοντες, ὡς ἀληθῆ Θεοτόκον, ἀεὶ Σὲ δοξάζομεν.
Μετὰ τὴν β΄ Στιχολογίαν, Κάθισμα. Ἦχος δ΄. Ἐπεφάνης
σήμερον.
Μεμηνυῖα ἔρωτι, τῷ τοῦ Σωτῆρος, πρὸ ἀπίστων βήματος, ἔστης φρονήματι
στεῤῥῷ, καὶ τοὺς τὰ εἴδωλα σέβοντας, τῇ σῇ ἐνθέῳ, ἐνστάσει διήλεγξας.
Δόξα. Καὶ νῦν. Θεοτοκίον ἤ τῆς ἑορτῆς.
Φενακίζει Πάναγνε, ἐχθρὸν τὸν πλάνον, ὁ οἰκήσας μήτρα Σου, Χριστὸς τὸ
ἄδυτον φῶς, καὶ τοὺς ἐν σκότει καθεύδοντας, βολαῖς αὐγάζει, ἀπείρου
λαμπρότητος.
Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα.
Ταῖς ὑποθήκαις σου, σοφὴ ἐστήριξας, τὸν γενναιόφρονα, καὶ ἀρχιστράτηγον,
Πολυχρονία σὸν υἱὸν Γεώργιον τῆς δὲ θείας, ἀληθείας στίγμασιν ἐλαμπρύνθης καὶ
ἤνυσας, λαμπροχίτων δίδον τὴν στενὴν τῆς ἀθλήσεως· διὸ σὲ κατὰ χρέος τιμῶμεν,
Μάρτυς πανάριστε τοῦ Κτίστου.
Δόξα. Καὶ νῦν. Θεοτοκίον ἤ τῆς ἑορτῆς.
Τὴν σκοτισθεῖσάν μου, ψυχὴν καταύγασον, φωτὶ τῆς χάριτος, τοῦ θείου Τόκου
Σου, ἁγνὴ Παρθένε Μαριὰμ ἐλπὶς τῶν ἀπηλπισμένων, καὶ ἀχλὺν ἀπέλασον τῶν ἀπείρων
πταισμάτων μου, ὅπως εὕρω ἔλεος ἐν τῇ ὥρᾳ τῆς Κρίσεως, καὶ πόθῳ ἀσιγήτως βοῶ
Σοι· Χαῖρε ἡ Κεχαριτωμένη.
Οἱ Ἀναβαθμοί· τὸ α΄ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον. Ὑπομένων, ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι καὶ εἰσήκουσε τῆς φωνῆς τῆς
δεήσεώς μου.
Στ. Καὶ ἔστησεν ἐπὶ πέτρα τοὺς πόδας μου καὶ κατεύθυνε τὰ διαβήματά μου.
Εὐαγγέλιον κατὰ Μάρκον (Κεφ. ε΄, 24-34). (Ζήτει τῇ
Δευτέρᾳ τῆς ιε΄ ἑβδομάδος Ματθαίου). Δόξα. Ταῖς ταῆς ἀθληφόρου… Και νῦν. Ταῖς
ταῆς Θεοτόκου…
Ὁ Ν΄ Ψαλμός.
Δόξα. Ταῖς τῆς Ἀθληφόρου πρεσβείαις Ἐλεῆμον...
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον...
Ἰδιόμελον, ἦχος πλ. γ’. Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Σήμερον, ἡ τοῦ Γεωργίου τοῦ Στρατηλάτου, μήτηρ, Πολυχρονία ἡ θεοφόρος,
ἀπίστοις ἄρχουσι παραγίνεται, καὶ μαρτυρίου δάφναις καταστέφεται. Χαίρετε οὖν
φιλεόρτων οἱ δῆμοι, καὶ ἀγαλλόμενοι σκιρτήσατε, ἔχοντες μητέρα καὶ τέκνον,
ἀρωγοὺς ταχεῖς ἐν κινδύνοις, καὶ θερμοὺς συμπρεσβευτὰς πρὸς Κύριον.
Εἶτα οἱ Κανόνες· τοῦ Πάσχα καὶ τῆς Ἁγίας, οὗ ἡ
ἀκροστιχίς: ΠΟΛΥΧΡΟΝΙΑ
ΥΜΝΩ ΤΗΝ ΓΕΩΡΓΙΟΥ ΜΗΤΕΡΑ. Χ.
ᾨδὴ α΄. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.
Παντάναξ καὶ Κύριε, τὴν σὴν περίδοξον Μάρτυρα, ὑμνῆσαι ἀξίωσον, Πολυχρονίαν
ᾠδαῖς, πανευσχήμοσι, τοῦ θείου Γεωργίου, μητέρα τὴν πάντιμον, καὶ οὐρανόφρονα.
Ὁδοὺς καθυπέδειξας, τῷ σῷ υἱῷ καρτερότητος, ἀγάπης χρηστότητος, καὶ
εὐψυχίας σεμνή, γενναιότητος, κρηπὶς Πολυχρονία, τὸ χαῦνον τοῦ θήλεος, ἡ
ἀποῤῥίψασα.
Λαμπάδα φωτίζουσαν, τὴν Ἐκκλησίαν τοῦ Κτίσαντος, ἀκτίσι στεῤῥότητος, τὸν
εὐκλεῆ σου υἱόν, πᾶσιν ἔδειξας, τὸ θεῖον Γεώργιον, πίστεως πρόμαχον.
Ὑπέρλαμπρον ὕφηνας, ὁμολογίας ἱμάτιον, καὶ πόθῳ ἐφοίνιξας, αὐτὸ αἱμάτων
ῥοαῖς, τῶν τιμίων σου, κλεινὴ Πολυχρονία, τυθεῖσα ὡς σφάγιον, πίστεως ἄμωμον.
Θεοτοκίον.
Χαρᾶς ἐνδιαίτημα, θεοχαρίτωτε Δέσποινα, ἀφάτου μὲ πλήρωσον, χαρᾶς καὶ ζόφον
ταχύ, ἀποδίωξον, τῶν θλίψεων Παρθένε, νῦν κατατρυχόντων με, ὅπως δοξάζω σε.
ᾨδὴ γ΄. Τοὺς Σοὺς ὑμνολόγους.
Ῥητόρων ἐδείχθης ὑπερτέρα, φιμώσασα φθόγγοις σου σοφοῖς, ἀπίστους θείᾳ
χάριτι, Πολυχρονία πάνσεμνε, καὶ τοῦ Χριστοῦ τὸ ὄνομα, ἀνδρειοφρόνως ἐδόξασας.
Ὁρῶσα τυπτόμενον βαναύσως, ὑπὸ τῶν ἀνόμων σὸν υἱόν, Πολυχρονία ἔχαιρες, καὶ
φωνασκοῦσα ὤτρυνες, αὐτὸν τὸν τῆς ἀσκήσεως, τελέσαι ἔνδοξον στάδιον.
Ναὸς θείου Πνεύματος ἐπώφθης, ἀκρότης γυναίων ἀθλητῶν, καὶ μυροθήκη
χάριτος, Πολυχρονία ὅθεν σε, ἀπαύστως καταστέφομεν, ᾠδαῖς ἡδίστοις καὶ ᾄσμασι.
Θεοτοκίον.
Ἰᾶσθαι βροτοὺς καὶ ἀφιέναι, αὐτῶν ἁμαρτίαις Ἀγαθή, βουλόμενος ὁ Κύριος, τὴν
Σὴν νηδὺν κατῴκησε, καὶ πάντων ἱλαστήριον, αὐτὴν Παρθένε ἀνέδειξεν.
Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Περίλαμπρον τρόπαιον, κατ’ ἀντιχρίστων ἐχθρῶν, τῇ χάριτι ἔστησας,
Πολυχρονία σοφή, Χριστοῦ τοῦ Παντάνακτος, τῇ γὰρ στεῤῥᾷ ἐνστάσει, σοφιστείας
τῶν πλάνων, ᾔσχυνας ὑπελθοῦσα, τὰ παλαίσματα πάντα, ἀνδρείως διὸ πάντες τὴν
σήν, μνήμην γεραίρομεν.
Δόξα. Καὶ νῦν. Θεοτοκίον ἤ τῆς ἑορτῆς.
Σεπτὸν ἐνδιαίτημα, τοῦ Παναγάθου Θεοῦ, Πανάμωμε γέγονας, καὶ φωτοφόρον
Αὐτοῦ, παλάτιον Ἄνασσα, ὅθεν σὺν τοῖς Ἀγγέλοις, καὶ βροτῶν ὁμηγύρει, πέμπομεν
αἶνον δόξης, σοὶ ἀεὶ καὶ ἀσμένως, δοξάζομεν φωναῖς ἱεραῖς, Τόκον τὸν θεῖόν σου.
ᾨδὴ δ΄. Ὁ καθήμενος ἐν δόξῃ.
Αἰκισμοὺς πολυωδύνους, καὶ ξεσμοὺς ὑπομείνασα, τῆς σαρκός σου Μῆτερ, τοῦ
Τροπαιοφόρου πανεύφημε, ἐχθρῶν ἀθέων καθεῖλες τῇ ἐνστάνσει σου, τὸ γαυρίαμα,
καὶ γέρα νίκης ἀπείληφας.
Νευρωθεῖσα τῇ δυνάμει, τοῦ Σωτῆρος ἀπέῤῥίψας, τὰς ἐχθρῶν θωπείας, καὶ
ἀνδροπρεπῶς ἐμαρτύρησας, Πολυχρονία ἁγίων ἐπισφράγισμα, καὶ τῆς πίστεως, ἡμῶν
τῆς θείας ὡράϊσμα.
Ὑψωθεῖσα ἕως τρίτου, οὐρανοῦ καὶ ταῖς τάξεσι, πάντων συναφθεῖσα, τῶν
Αγγέλων θεοχαρίτωτε, Πολυχρονία τὸν Κτίστην καθικέτευε, δοῦναι ἅπασιν, ἡμῖν
πταισμάτων συγχώρησιν.
Θεοτοκίον.
Μήτραν ᾤκησεν ἀῥήτως, ὁ φιλάνθρωπος Κύριος, Σοῦ τὴν τρισαγίαν, καὶ σοφῶς
τοῦ σκότους τὸν ἄρχοντα, Θεογεννήτρια Κόρη κατεπάτησε, καὶ ἀνέδειξε, Σὲ
σωτηρίας κειμήλιον.
ᾨδὴ ε΄. Ἐξέστη τὰ σύμπαντα.
Νομίμως ἀθλήσασα, ἐτύθης ὥσπερ σφάγιον, Μάρτυς τοῦ Χριστοῦ Πολυχρονία, σὺ
γὰρ ἀνόμων, καὶ ἀνοσίων ἀνδρῶν, ἐξέκοψας γνώμην εὐθαρσῶς, ἅπασαν ὑλόφρονα,
φοινιχθεῖσαν ἐν αἵμασιν.
Ὡς ἔρεισμα πίστεως, καὶ τεῖχος ἀδιάσειστον, πάντες ἐπαινοῦμέν σε καὶ πόθῳ,
ὑμνολογοῦμεν, σὴν ἐν σταδίῳ στεῤῥάν, ἐνάθλησιν Μάρτυς γεραρά, καὶ τὸν
ἀκατάβλητον, τῆς ἐνθέους καρδίας σου.
Τὰ κέντρα συνέτριψας, τοῦ παμβεβήλου δράκοντος, καὶ τὴν κεφαλὴν Πολυχρονία,
τοῦ Γεωργίου, τοῦ στρατηλάτου κοιτίς, πλευρῶν ὑπομένουσα ξεσμούς, καὶ λαμπάδων
πύρωσιν, ὥσπερ Μάρτυς πολύαθλος.
Θεοτοκίον.
Ἡγίασε Πάναγνε, τὴν Σὴν νηδὺν ὁ Ὕψιστος, καὶ ναὸς ἐποίησέ Σε δόξης, ἀφάτου
ὅθεν, αἱ τῶν βροτῶν στρατιαί, προστρέχοντες χάριτι τῇ Σῇ, καὶ ἁγιαζόμενοι, Σὲ
ἀεὶ μεγαλύνομεν.
ᾨδὴ στ΄. Τὴν θείαν ταύτην.
Νομίμως Μάρτυς ἀθλήσασα, ἀπίστων ἀπειλὰς ὡς ἀθύρματα, νηπίων πάνσοφε,
Πολυχρονία ὑπήνεγκας, ἀνεπιστρόφῳ γνώμῃ, καὶ λίαν σώφρονι.
Γεώργιον τὸν ἀήττητον, ἐν μάχαις στρατηλάτην τῆς πίστεως, καὶ τόκον
πάνσεπτον, τὸν σὸν ὁρῶσα μαχόμενον, ὑπὲρ τῆς εὐσεβείας, Χριστὸν ἐδόξασας.
Εἰκὼν ὀφθεῖσα χρηστότητος, κανὼν ὑπομονῆς καὶ παλάτιον, ὡραῖον πίστεως,
Πολυχρονία ἠδάφισας, τῶν εἰδωλομανούντων, ἰσχὺν τὴν πρόσκαιρον.
Θεοτοκίον.
Ὡς ξύλον Μῆτερ κατάκαρπον, βλαστῆσαν ὑπὲρ φύσιν τὸν Κύριον, ἡμῶν ὑμνοῦμέν
Σε, καὶ ἀνακράζομεν Δέσποινα, εὐλογημένη χαῖρε, πιστῶν βοήθεια.
Κοντάκιον. Ἦχος πλ. δ’. Τῇ Ὑπερμάχῳ.
Ἀνδρειοφρόνως τῶν ἀνόμων κατεπάτησας, Πολυχρονία Μάρτυς ἔνδοξε τὸ φρύαγμα,
παριδοῦσα τὴν ἀσθένειαν τοῦ οἰκείου, φύλλου ὅθεν αἰκισμοὺς ξεσμούς τε μάστιγας,
κατεδέξω καὶ λαμπάδα φλόγα μέλπουσα, τὸν κρατύναντα σὲ στεῤῥῶς ἐν τῷ σκάμματι.
Ὁ Οἶκος.
Τοῦ τροπαιοφόρου Γεωργίου φιλόστοργε μῆτερ, Παλαιστίνης μέγα καύχημα,
ἐναθλῆσαι παρωτρύνας τὸν υἱόν σου, καὶ λαβεῖν νίκης στέφανον ἄφθαρτον, σαυτὴν
δὲ προσενήνοχας τῷ Κυρίῳ, θυσίαν λογικὴν καὶ ὁλοκάρπωμα θεῖον, ἀνδρικῷ
ὁπλισθεῖσα φρονήματι· ὅθεν καθυπέστης ἀνηκέστους βασάνους, ἐπὶ ξύλου
ἐκρεμάσθης, λαμπάδων φλογὶ κατεκαύθης, καὶ τῷ πνεύμᾳ σου παρέδωκας, χαίρουσα τῷ
Δεσπότῃ, τῷ κρατύναντί σε στεῤῥῶς ἐν τῷ σκάμματι.
Συναξάριον.
Τῇ 24ῃ τοῦ αὐτοῦ μηνός, μνήμη τῆς Ἁγίας ἐνδόξου Μάρτυρος Πολυχρονίας, τῆς
μητρὸς τοῦ Μεγαλομάρτυρος Γεωργίου τοῦ Τροπαιοφόρου.
Στίχοι·
Θήλεος φύσιν Πολυχρονία μῆτερ,
Γεωργίου θείου ἀνδρικῶς παρεῖδες.
Αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ΄. Οὐκ ἐλάτρευσαν.
Ῥάβδων ἔφοδον, σφοδρὰν ψυχὴν στεῤῥόφρονι, ὑπέστης χαίρουσα, Πολυχρονία
σεμνή, καὶ πόνους ὑπήνεγκας, διὰ τὸν Κύριον, ὅθεν ἔδραμες, Αὐτῷ ἐν θείοις
δώμασιν, ὑπαντῆσαι λαμπροχίτων.
Γεωργήσασα, καλῶς ψυχῆς εὐσέβειαν, καρποὺς χρηστότητος, Πολυχρονία ἡδεῖς,
ἀνδρείως ἐξήνεγκας, καὶ τῷ Νυμφίῳ σου, ὥσπερ δώρημα, αὐτοὺς σεπτὸν προσήνεγκας,
καὶ εὐπρόσδεκτον θυσίαν.
Ἱταμότητα, ἀπίστων κατεπάτησας, τῶν διωκόντων σε, καὶ ἐπὶ ξύλου πικρῶς,
κλεινὴ κρεμασάντων σε, Χριστοῦ τῇ χάριτι, ἀναμέλπουσα· Σὺ δύναμις ὑπάρχεις μοι,
καὶ ἰσχὺς καρδιογνώστα.
Θεοτοκίον.
Ὁλοπόρφυρον, τοῦ Λυτρωτοῦ παλάτιον, καθέδρα πάγχρυσος, καὶ θεόδοχος ξενών,
ἐπώφθης Παντάνασσα, Κυρία Δέσποινα, ἀγαλλίαμα, πιστῶν καὶ περιτείχισμα, ἐν
θυέλλαις ταῖς τοῦ βίου.
ᾨδὴ η΄. Παῖδας εὐαγεῖς.
Ὕδατος ζωῆς κατατρυφῶσα, Μαρτύρων Πολυχρονία ἀκροθίνιον, ἐν πηγαῖς
κατεύθυνον, βιοτῆς ἀμείνονος, τοὺς ἀνυμνολογοῦντάς σε, καὶ τὴν ὑπέρτιμον,
γεραίροντας ἁγίαν σου μνήμην, πρὸς ζωὴν εἰρήνης, σοφίας καὶ ἀγάπης.
Μάστιξιν οἱ πλάνοι ἐπαλλήλοις, σαρκίον τὸ ἱερόν σου κατατύψαντες, καὶ ῥοαῖς
αἱμάτων σου, ἀληθῶς φοινίξαντες, τὸ ἔδαφος πανάριστε, σὲ ἀνεβίβασαν, πρὸς δόξαν
οὐρανῶν ὑπερτάτην, μῆτερ ἀθλοφόρου, κλυτὴ Πολυχρονία.
Ἥνεγκας τὴν ξέσιν τῶν πλευρῶν σου, γενναίως καὶ τῶν πολλῶν λαμπάδων
πύρωσιν, καρτερῶς τῷ Κτίστῃ σου, ἐνδομύχως ψάλλουσα, διόπερ καὶ οἱ Ἄγγελοι,
λευχειονοῦσάν σου, παρέλαβον ψυχὴν τὴν ὀλβίαν, καὶ προς οὐρανίους, μετήνεγκον
σκηνώσεις.
Θεοτοκίον.
Τεῖχος σωτηρίας τῶν ἀνθρώπων, ὑπάρχεις Ἁγνὴ Παρθένε ἀδιάσειστον, καὶ
στεῤῥὸν προπύργιον, πάντων τῶν ἐν θλίψεσι, δειναῖς καὶ περιστάσεσι, διὸ
προστρέχοντες, ταῖς Σαῖς πρὸς τὸν Υἱόν Σου πρεσβείαις, ταῖς ἀδιαλείπτοις,
ὑμνοῦμέν Σε ἀπαύστως.
ᾨδὴ θ΄. Ἅπας γηγενής.
Ἔστης καρτερῶς, ἀδίκων πρὸ βήματος, καὶ ὡμολόγησας, κλῆσίν σου χριστώνυμον,
Πολυχρονία ὁρμὰς μὴ δείσασα, τῶν δυσσεβῶν ἀλλ’ ἤμβλυνας, αὐτῶν τὴν δύναμιν, τὸν
Σωτῆρα, καὶ ἠγαπημένον σου, Ἰησοῦν ἀσιγήτως δοξάζουσα.
Ῥήματα δεινῶν, ἀνόμων ἐξέκοψας, πανσόφως ἅπαντα, ἐκβοῶσα πάγκαλε,
Πολυχρονία Χριστὸν τὸν Κύριον, οὐκ ἀπαρνοῦμαι δείλαιοι, ἀλλὰ τὰ στίγματα,
Τούτου φέρω, ἐν σαρκὶ καὶ βάσανον, δι’ Αὐτὸν ὑποφέρω κατώδυνον.
Ἄριστος γυνή, ὀφθεῖσα πολύαθλε, μῆτερ τοῦ Μάρτυρος, Γεωργίου ἄλογον, ὁρμῆν
τῶν πλάνων σταυρὸν καὶ τραύματα, ἐπώδυνα ὑπέμεινας, διὰ τὸν Κύριον, ἀλκιφρόνως,
ἔχουσα τὸ βλέμμα σου, ἐστραμμένον πρὸς πόλιν τὴν μέλλουσαν.
Θεοτοκίον.
Χάρισαι κἀμοί, εὐῶδες ἡδύοσμε, Χριστοῦ καὶ ῥάδαμνε, ἥδιστε τοῦ Κτίσαντος,
τῆς μετανοῖας γνῶσιν σωτήριον, Παρθένε παναμώμητε, τοῦ παναλάστορος, ἵνα μῆνιν,
φύγω ὁ ταλαίπωρος, εἰς αἰῶνας λαμπρῶς καὶ δοξάζω σε.
Ἐξαποστειλάριον. Ἦχος β΄. Γυναῖκες ἀκουτίσθητε.
Δυναμωθεῖσα χάριτι, Χριστοῦ τοῦ Παντοκράτορος, ἀθλητικῶς ἠγωνίσω, καὶ τὴν
ὀφρῦν τῶν ἀθέων, εἰς τέλος καταβέβληκας, ἐφέσει ὁλοτρόπῳ σου, Πολυχρονία
ἔνδοξε, καὶ καρτερῶς ἐν σταδίῳ, ὑπέστης πλῆθος βασάνων.
Θεοτοκίον ἤ τῆς ἑορτῆς.
Νυμφὼν φωτοειδέστατος, Παρθένε καὶ ὑπέρλαμπρος, ἐπώφθης ἐν σῇ νηδύϊ,
χωρήσασα τὴν ἁπάντων, ἀνθρώπων ἀπολύτρωσιν, Χριστὸν τὸν πολυεύσπλαγχνον, τὸν
δυσμενοῦς συντρίψαντα, τὸ κράτος καὶ εἰρηναῖον, ἡμῖν δωρήσαντα βίον.
Αἶνοι. Ἦχος πλ. δ’. Ὤ τοῦ παραδόξου θαύματος.
Δεῦτε, οἱ πιστοὶ τιμήσωμεν, Πολυχρονίαν λαμπρῶς, τὴν ῥεόντων ἀπόλαυσιν,
πίστει διατύψασαν, καὶ μανίαν ἐλέγξασαν, τῶν ἀντιθέων Χριστοῦ τῇ χάριτι,
νενευρωμένην, Αὐτοῦ δὲ ὄνομα, ὁμολογήσασαν, καὶ καθυπομείνασαν ἀνδροπρεπῶς,
ὕβρεις καὶ μαστίγωσιν, ἰδίου σώματος.
Δεῦτε, οἱ πιστοὶ τιμήσωμεν, ἀμνάδα τὴν ἐκλεκτήν, τὴν ἀπίστων τὰ ἔνεδρα,
λογισμῷ στεῤῥόφρονι, καὶ ψυχῇ καρτερόφρονι, ἐν τῷ σταδίῳ ὑποσκελίσασαν,
Πολυχρόνιαν, Χριστοῦ τὴν Μάρτυρα, ἧς τῆς φρονήσεως, τὴν ἰσχὺν μὴ φέροντες εἰς
κολασμούς, καὶ ξεσμοὺς παρέδοσαν, οἱ ἀνομώτατοι.
Δεῦτε, οἱ πιστοὶ τιμήσωμεν, τὴν τοῦ ἐχθροῦ μηχανάς, θείῳ σθένει
συντρίψασαν, καὶ ὁμολογήσασαν , εὐθαρσῶς τὴν ἀλήθειαν, Πολυχρονίαν ἀμνάδα
πάγκαλον, σφαγιασθεῖσαν, ὡς θῦμα ἄμωμον, ταύτῃ κραυγάζοντες· τῷ Κυρίῳ πρέσβευε
ὑπὲρ ἡμῶν, τῶν ἀνευφημούντων σε, Μαρτύρων πρότυπον
Δεῦτε, οἱ πιστοὶ τιμήσωμεν, ἐν γηθοσύνῃ πολλῇ, τὴν τρυγόνα τοῦ Κτίσαντος,
τὴν Αὐτῷ κομίσασαν, νεοσσὸν ἀξιέραστον, τὸν στρατηλάτην σεπτὸν Γεώργιον, ὅν
ἐπαινοῦντες, αὐτῇ κραυγάζομεν· χαῖρε καλλίτεκνε, ἀθληφόρε ἔνδοξε ἡ καλλιάν, ἐν
τῇ πέτρᾳ πήξασα, στεῤῥῶς τῆς πίστεως.
Δόξα. Ἦχος δ΄.
Ἡ τοῦ Παρακλήτου χάρις ὅλην σὲ ἀνεκαίνισε, καὶ ναὸν εἰργάσατό σε
γενναιότητος, Πολυχρονία Μαρτύρων ἀρχέτυπον, ὁρῶσα γὰρ ἐν τοῖς σκάμμασι, τὸ μαρτύριον
τοῦ υἱοῦ σου Γεωργίου, ἠξιώθης λαβεῖν πρὸ ἐκείνου τὸ τῆς νίκης βραβεῖον, καὶ
νῦν μετὰ αὐτοῦ συγχορεύουσα, καὶ εὐφραινομένη, πρέσβευε Χριστῷ τῷ Θεῷ,
καταπέμψαι ἐφ’ ἡμᾶς, Αὐτοῦ ἐλέη τὰ πλούσια.
Καὶ νῦν. Τῆς ἑορτῆς.
Ἀναστάσεως ἡμέρα...
Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.
ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ
Τὰ Ἀντίφωνα τοῦ Πάσχα ἤ τὰ Τυπικά, οἱ Μακαρισμοί καὶ
ἐκ τοῦ Κανόνος τοῦ Ἁγίου ἡ γ΄ καὶ στ΄ ᾠδή.
Ἀπόστολος. Γαλ. γ΄23 - δ΄5.
Εὐαγγέλιον. Λουκᾶ κα΄ 12-19.
Κοινωνικόν. Εἰς μνημόσυνον αἰώνιον...
Μεγαλυνάριον.
Ῥίζα ἐκβλαστήσασα εὐκλεῶς, ὦ Πολυχρονία, ἀθλοφόρων τὴν καλλονήν, τὸν
Τροπαιοφόρον, Γεώργιόν σε πάντες, ὡς Μάρτυρα Κυρίου ὕμνοις γεραίρομεν.
Δίστιχον·
Πολυχρονία ὕμνησε τὴν Μάρτυρα,
Καὶ μητέρα Γεωργίου Χαραλάμπης.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου