Ἀκολουθία 20.000 ΜΑΡΤΥΡΩΝ Νικομηδείας.
Ψαλλομένη τῇ 28η Δεκεμβρίου
Ποίημα Ἱερομονάχου Ἰωάννου Δανιηλίδου
ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ
Εἰς τό Κύριε ἐκέκραξα ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν
Στιχηρὰ Προσόμοια τῆς Ἑορτῆς. Ἦχος πλ. α'. Χαίροις ἀσκητικῶν.
Φέρεις Ἀδαμιαίαν μορφήν, ὁ ἐν μορφῇ Θεοῦ ὑπάρχων παντέλειος, καὶ θέλεις
χερσὶ κρατεῖσθαι, ὁ τῇ χειρὶ τοῦ παντός, περιδεδραγμένος δυναστείᾳ σου· Ἁγνὴ ἡ
πανάμωμος, προσεφθέγγετο λέγουσα, πῶς Σε σπαργάνοις, ἐνειλήσω ὡς νήπιον; πῶς
θηλάσω Σε, τὸν τὰ σύμπαντα τρέφοντα; πῶς μὴ τὴν ὑπὲρ ἔννοιαν, πτωχείαν θαυμάσω
Σου; πῶς Σε Υἱόν μου καλέσω, δούλη Σου νῦν χρηματίζουσα; Ὑμνῶ εὐλογῶ Σε, τὸν
παρέχοντα τῷ κόσμῳ, τὸ μέγα ἔλεος.
Βρέφος σωματωθὲν ἐξ Αὐτῆς, τὸν προαιώνιον Θεὸν ἡ Πανάμωμος, ὁρῶσα, χερσὶ
κρατοῦσα, καταφιλοῦσα πυκνῶς, καὶ χαρᾶς πλησθεῖσα, προσεφθέγγετο, Αὐτῷ· Θεὲ
Ὕψιστε, Βασιλεῦ ἀθεώρητε, πῶς καθορῶ Σε, καὶ νοεῖν τὸ μυστήριον, οὐ δεδύνημαι,
τῆς ἀμέτρου πτωχείας Σου; Σπήλαιον γὰρ σμικρότατον, καὶ τοῦτο ἀλλότριον, ἔνδον
χωρεῖ Σε τεχθέντα, καὶ παρθενίαν μὴ λύσαντα, νηδὺν συντηροῦντα, ὡς πρὸ τόκου
καὶ διδόντα, τὸ μέγα ἔλεος.
Ταῦτα ἱκετικῶς ἡ Σεμνή, θαμβητικῶς τε φθεγγομένη ἀκήκοε, τῶν Μάγων πρὸ τοῦ
Σπηλαίου, παρισταμένη ὁμοῦ, καὶ πρὸς τούτους ἔφη· τίνα θέλετε; ὑμεῖς, ὡς ὁρῶ
γάρ, ἀλλοδαπῆς χώρας ἤλθετε, Περσῶν τὸ σχῆμα, οὐ τὸ φρόνημα ἔχοντες, ξένην
ἄφιξιν, καὶ πορείαν πεποίησθε· καὶ πρὸς τὸν ξενιτεύσαντα, ἐξ ὕψους καὶ ξένως
μοι, ἐνοικισθέντα ὡς οἶδε, μετὰ σπουδῆς παρεγένεσθε, Αὐτὸν προσκυνῆσαι, τὸν
δωρούμενον τῷ Κόσμῳ, τὸ μέγα ἔλεος.
Στιχηρὰ Προσόμοια τῶν Ἁγίων. Ἦχος α'. Πανεύφημοι
Μάρτυρες
Δισμύριοι Μάρτυρες Χριστοῦ, τοῦ Θεοῦ τῇ χάριτι, συναθροισθέντες ἐν
Πνεύματι, δῆμος μακάριος, φωταυγεῖς ἀστέρες, πλάνης νύκτα λύσαντες, πρὸς ἄδυτον
αὐγὴν μετετέθητε, καὶ νῦν πρεσβεύσατε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην,
καὶ τὸ μέγα ἔλεος.
Πληθὺς πολυάριθμος πυρί, ἤδη ὡλοκαύτωται, καὶ εὐωδίας ἐπλήρωσε, τὰ
ἐπουράνια, καὶ τῶν Πρωτοτόκων, ἐκλεκτὴν ὁμήγυριν, ἐφαίδρυνε, χαρᾶς τε ἐπλήρωσε,
νῦν τὰ ἐπίγεια, καὶ πρεσβεύει τοῦ σωθῆναι ἡμᾶς, τοὺς τελοῦντας, τὴν ἔνδοξον
μνήμην αὐτῶν.
Παρθένοι νεάνιδες τῶν Σῶν, μύρων ὀσφραινόμεναι, Σοῖς ἠκολούθησαν ἴχνεσι, τὸ
Σὸν μιμούμεναι, ζωηφόρον Πάθος, τὸ ψυχοσωτήριον, καὶ πρὸς τὴν ἐκ νεκρῶν
ἐξανάστασιν, ἐν Σοὶ γηθόμεναι, Εὐεργέτα κατῳκίσθησαν, τοῦ Σοῦ κάλλους, σαφῶς
ἀπολαύουσαι.
Δόξα.
Αἱ οὐράνιαι πύλαι, ἠνεώχθησαν ὑμῖν πανένδοξοι Μάρτυρες, ἡνίκα τά σώματα ὑμῶν, θυσία διὰ πυρὸς προσήγοντο τῷ
Βασιλεῖ τῶν Δυνάμεων. Οἱ τῶν Ἀγγέλων χοροὶ ἐξεπλήττοντο, καθορῶντες κόρια καὶ
πρεσβύτας, νεανίσκους καὶ βρέφη ὑπομάζια καὶ πᾶσαν ἡλικίαν τῷ πυρὶ
προσριπτουμένην, ὅπως μὴ Χριστὸν ἀρνήσηται. Ὅθεν ἡ Ἁγία Τριάς, ὑπὲρ πᾶσαν
θυσίαν δεξαμένη τὸν ἀθλητικὸν ὑμῶν θάνατον, πάντας οὐρανίῳ στέφει καὶ
κατέστεψεν· ᾟ πρεσβεύσατε ἐκτενῶς, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν. Ἦχος δ'.
Εὐφράνθητι Ἱερουσαλήμ, καὶ πανηγυρίσατε πάντες, οἱ ἀγαπῶντες Σιών. Σήμερον
ὁ χρόνιος ἐλύθη δεσμός, τῆς καταδίκης τοῦ Ἀδάμ, ὁ Παράδεισος ἡμῖν ἠνεώχθη, ὁ
ὄφις κατηργήθη· ἣν γὰρ ἠπάτησε πρώην, νῦν ἐθεάσατο, τοῦ Δημιουργοῦ γενομένην
Μητέρα. Ὢ βάθος πλούτου, καὶ σοφίας, καὶ γνώσεως Θεοῦ! ἡ προξενήσασα τὸν
θάνατον πάσῃ σαρκί, τῆς ἁμαρτίας τὸ ὄργανον, σωτηρίας ἀπαρχὴ ἐγένετο τῷ κόσμῳ
παντί, διὰ τῆς Θεοτόκου· βρέφος γὰρ τίκτεται ἐξ Αὐτῆς, ὁ παντέλειος Θεός, καὶ
διὰ τοῦ τόκου, παρθενίαν σφραγίζει, σειρὰς ἁμαρτημάτων, λύων διὰ σπαργάνων, καὶ
διὰ νηπιότητος, τῆς Εὔας θεραπεύει, τὰς ἐν λύπαις ὠδῖνας. Χορευέτω τοίνυν, πᾶσα
ἡ κτίσις καὶ σκιρτάτω· ἀνακαλέσαι γὰρ αὐτήν, παραγέγονε Χριστός, καὶ σῶσαι τὰς
ψυχὰς ἡμῶν.
Εἴσοδος, Φῶς ἱλαρόν, Προκείμενον τῆς ἡμέρας,
Ἀναγνώσματα.
Προφητείας
Ἡσαΐου τὸ ἀνάγνωσμα (Κεφ. ΜΓ΄ 9-14).
Τάδε λέγει Κύριος· πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ
συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. τίς ἀναγγελεῖ ταῦτα; ἢ τὰ ἐξ ἀρχῆς τίς
ἀναγγελεῖ ὑμῖν; ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν καὶ εἰπάτωσαν
ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς, λέγει Κύριος ὁ Θεός, καὶ ὁ παῖς
μου, ὃν ἐξελεξάμην, ἵνα γνῶτε καὶ πιστεύσητε καὶ συνῆτε ὅτι ἐγώ εἰμι. ἔμπροσθέν
μου οὐκ ἐγένετο ἄλλος Θεὸς καὶ μετ᾿ ἐμὲ οὐκ ἔσται. Ἐγὼ ὁ Θεός, καὶ οὐκ ἔστι
πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα καὶ οὐκ ἦν ἐν ὑμῖν
ἀλλότριος. ὑμεῖς ἐμοὶ μάρτυρες καὶ ἐγὼ Κύριος ὁ Θεός. Ἔτι ἀπ᾿ ἀρχῆς καὶ οὐκ
ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος· ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό; Οὕτως
λέγει Κύριος ὁ Θεὸς ὁ λυτρούμενος ὑμᾶς, ὁ ἅγιος τοῦ Ἰσραήλ.
Σοφίας
Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. γ' 1).
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν
βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος
αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καί γὰρ ἐν ὄψει
ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα
παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν
αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς
ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι,
καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν,
καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ αὐτόν,
συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καί
ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας
Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. ζ′.7).
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται.
Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι
φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος,
ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν
αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά,
καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε
χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου
πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ
τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς
ἐκλεκτοῖς αὐτοῦ.
Εἰς τὴν Λιτήν. Ἦχος α΄.
Τὸν πολυάριθμον χορὸν τῶν Ἁγίων Μαρτύρων, τὸν τὴν
πλάνην τῶν εἰδώλων καταβαλόντα, τῇ στεῤῥᾷ καὶ ἀηττήτῳ ἐνστάσει, καὶ πανσθενεῖ
δυνάμει τοῦ Ἁγίου Πνεύματος, καὶ τὴν Ὀρθόδοξον πίστιν ὁμολογήσαντα, καὶ τῷ
ἀθλητικῷ θανάτῳ ἐπικυρώσαντα, ᾄσμασιν ἐνθέοις ὑμνήσωμεν, καὶ προσπέσωμεν πρὸς
αὐτοὺς δεόμενοι, ἵνα πρεσβεύωσιν ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Ὁ αὐτός.
Καθάπερ κλίμαξ, ἣν ὁ Ἰακὼβ πάλαι ἐθεάσαντο, οὕτως ἡ
τοῦ πυρὸς φλόξ, ἐφ’ ὑμῖν γέγονεν καλλίνικοι Μάρτυρες, ἀναφέρουσα τὰς ψυχὰς ἡμῶν
πρὸς τὰ οὐράνια. Ὁ δὲ Χριστὸς προσηνῶς προσδεχόμενος ὑμᾶς, συνεισῆξε πάντας εἰς
τὸν χορὸν τῶν προτοτόκων, συνευφραίνεσθαι εἰς αἰῶνα τὸν ἄληκτον, καὶ πρεσβεύειν
ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Ἦχος β΄.
Φαιδρὰν πανήγυριν συγκροτήσωμεν σήμερον ἀδελοφί, ἐπὶ
τῇ ἐνδόξῳ μνήμῃ, τῶν πανευφήμων Δισμυρίων Μαρτύρων. Οὗτοι γὰρ τῇ τοῦ Χριστοῦ
ἀγάπῃ, καὶ τῇ τῶν κρειττόνων ἐπαπολαύσει πυρπολούμενοι, ὥσπερ οἱ Παῖδες πυρὸς
κατετόλμησαν. Ὅθεν καὶ τῆς οὐρανίου δόξης ἐπέτυχον, μετὰ τῶν Ἀγγέλων
συναυλιζόμενοι, καὶ μετὰ τῶν Ἁγίων πρεσβεύοντες, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Ὁ αὐτός.
Τὰ αἵματα ὑμῶν Ἅγιοι Μάρτυρες, ταῖς σαρξὶ καὶ τῷ χοΐ
μεμιγμένα, πλοῦτος ἄσυλος πάντων τῶν Ὀρθοδόξων ὑπάρχει· πίστει γὰρ ταῦτα
προσκυνοῦντες καὶ ἀσπαζόμενοι, ἀρυόμεθα τὴν ἐκ τούτων βοήθειαν· πρὸς ὑμᾶς δὲ
δι’ αὐτῶν ἀναβιβάζοντες τὸν νοῦν, ἐνθεαστικῶς
γεραίρομεν ὑμᾶς, ἱκετεύοντες πρεσβεύειν, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Ἦχος δ΄.
Ὢ τοῦ παραδόξου θαύματος! Οἶον ἀγῶνα οἱ καλλίνικοι
Μάρτυρες τοῦ Χριστοῦ, οἱ Δισμύριοι ἐπεδείξαντο· πάντοθεν γὰρ ὑπὸ τοῦ πυρὸς
κυκλούμενοι, εἷς τὸν ἕτερον ἐνεθάῤῥυνε· πάντες ἴσην ἔχοντες τὴν γενναιότητα,
ἕκαστος ὑπὲρ τοῦ ἑτέρου ἐφρόντιζε, διὰ τούτου δεικνύοντες τῆς πρὸς ἀλλήλους
ἀγάπης τὸν σύνδεσμον. Ὅθεν ὁμοφώνως ἔψαλλον, τοὺς Τρεῖς Παῖδας μιμούμενοι· νῦν
δὲ ἐν παῤῥησίᾳ πρεσβεύουσιν, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Δόξα. Ἦχος πλ. α΄.
Σήμερον τὰ στίφη τῶν πιστῶν, εἰς ἓν συνελθόντα, τὸν πολυάριθμον χορὸν τῶν
Δισμυρίων Μαρτύρων, ἐνθέοις ὕμνοις ἐγκωμιάσωμεν, καὶ γηθοσύνως πρὸς αὐτοὺς
ἀνακράξωμεν, λέγοντες· Ἀστέρες τοῦ νοητοῦ οὐρανοῦ φωταυγέστατοι, κρίνα
κροκόλευκα τῆς Ἄνω Σιών, ἀδάμαντες ἔμψυχοι, τῆς πόλεως τοῦ Βασιλέως τοῦ
μεγάλου· οἱ τῷ ἐρυθραίῳ αἵματι ὑπερστίλβοντες, καὶ τὴν γαῖαν αὐγάζοντες· μὴ
παύσησθε δεόμενοι, ὑπὲρ τῶν ἐκτελούντων τὴν ἱερὰν ὑμῶν ἄθλησιν.
Καὶ νῦν. Τῆς ἑορτῆς.
Εἰς τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Χαίροις, τὸ τοῦ Χριστοῦ ἐκλεκτόν, πεποθημένον καὶ ἐράσμιον στράτευμα,
Μαρτύρων τῶν Δισμυρίων, τὸ σθεναρῶς τὸν ἐχθρόν, τοῦ βροτείου γένους
τροπωσάμενον, καὶ τούτου τὰς φάλαγγας, καταστρέψας πανάριστα, Πνεύματος θείου,
τῇ δυνάμει καὶ χάριτι, Ὃ ἱκέτευε, σὺν Ἀνθίμῳ τῷ κήρυκι, πάντων ὑμῶν καὶ
πρύτανι, καὶ πᾶσι τοῖς Μάρτυσιν, Αὐτοῦ τὴν χάριν δωρῆσαι, τοῖς εὐφημοῦσιν ἐν
ᾄσμασι, καὶ πόθῳ καρδίας, τῆς ἀθλήσεως τοὺς πόνους, καὶ τὰ παλαίσματα.
Στ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.
Χαίροις, Μάρτυρων θεῖος χορός, ὁ τὸ θανεῖν ὑπὲρ τὸ ζεῖν ἐκλεξάμενος, ἀγάπῃ
τῇ τοῦ Δεσπότου, Χριστοῦ τοῦ μόνου Θεοῦ, τοῦ σαρκὶ παθόντος, καὶ ὑψώσαντος, τὴν
φύσιν τὴν βρότειον, εἰς τὰ θεῖα σκηνώματα, Οὗπερ τὸ πάθος, μιμησάμενοι ἔνδοξοι,
νῦν ἀγάλλεσθε, σὺν Αὐτῷ βασιλεύοντες, κύκλῳ Αὐτοῦ ἱστάμενοι, ὡς ἥλιοι
λάμποντες, καὶ ἐσαεὶ εὐλογοῦντες, Αὐτὸν καὶ πόθῳ δεόμενοι, ἡμῖν δωρηθῆναι, τὴν
εἰρήνην καὶ τῷ κόσμῳ, τὸ μέγα ἔλεος.
Στ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.
Πᾶσαν παρερχομένην σοφῶς, τιμὴν καὶ δόξαν ἀπεστράφητε Μάρτυρες, ἐνθέως
ἀποσκοποῦντες, τῶν αἰωνίων τερπνῶν, καὶ στεφάνων ὧνπερ ἀπολαύουσι, νομίμως οἱ
βάσανα, καὶ ξεσμοὺς ὑπομένοντες, χάριν ἀγάπης, τοῦ Χριστοῦ· ὅθεν ἅπαντες,
εὐφραινόμενοι, τοῦ πυρὸς τὴν δριμύτητα, χαίροντες ὑπεμείνατε, Τριάδα
δοξάζοντες, ἐντὸς αὐτοῦ ὡς οἱ Παῖδες, ἐκδυσωπεῖτε καλλίνικοι, δωρῆσαι τῷ κόσμῳ,
τὴν εἰρήνην καὶ ἡμῖν δέ, τὸ θεῖον ἔλεος,
Δόξα. Ἦχος β΄.
Εὐφράνθη μυστικῶς ἡ ἄνω Ἱερουσαλήμ, δεξαμένη τὰ πνεύματα ὑμῶν, τροπαιοῦχοι
καὶ καλλίνικοι Δισμύριοι Μάρτυρες· ὁ δὲ χορὸς τῶν Μαρτύρων, προϋπαντῶντες ὑμᾶς,
ἠσπάζοντο ἀγαλλιώμενοι, καὶ χαίροντες σὺν τοῖς Ἀγγέλοις, ἐδοξολόγουν ὁμοφώνως,
τὸν ἐνισχύσαντα ὑμᾶς Κύριον· ἅπας ὁ οὐρανὸς ἐόρτασε, τὰ ἐπινίκια ὑμῶν. Ἡμεῖς δὲ
μέρη τῶν διασωθέντων ἁγίων λειψάνων ὑμῶν κατέχοντες, εὐφραινόμεθα τῷ πνεύματι,
ὑμνοῦντες ὑμᾶς καὶ ἱκετεύοντες, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν. Ἦχος α'.
Δόξα ἐν ὑψίστοις Θεῷ, ἐν Βηθλεὲμ ἀκούω, ὑπὸ Ἀσωμάτων σήμερον, τῷ ἐπὶ γῆς
εἰρήνην, εὐδοκήσαντι γενέσθαι. Νῦν ἡ Παρθένος οὐρανῶν πλατυτέρα· ἐξανέτειλε γάρ
φῶς τοῖς ἐσκοτισμένοις, καὶ ταπεινοὺς ὕψωσε, τοὺς ἀγγελικῶς μελῳδοῦντας· δόξα
ἐν ὑψίστοις Θεῷ.
Νῦν ἀπολύεις, Τρισάγιον, Ἀπολυτίκιον τῶν Ἁγίων. Ἦχος
δ'. Ταχὺ προκατάλαβε.
Τιμήσωμεν ἅπαντες τοὺς τοῦ Χριστοῦ Ἀθλητάς, τὴν πλάνην γὰρ ἤλεγξαν τὴν τῶν
Ἑλλήνων λαμπρῶς, Χριστὸν δὲ ἐκήρυξαν, Κύριον καὶ Δεσπότην, καὶ Σωτῆρα τοῦ
κόσμου· ὅθεν πυρὶ καφθέντες, σὺν Ἀγγέλοις οἰκοῦσι, πρεσβεύοντες ἀπαύστως, ὑπὲρ
πάντων ἡμῶν.
Δόξα. Καὶ νῦν. Καὶ τῆς Ἑορτῆς. Ἀπολυτίκιον. Ἦχος δ'.
Ἡ γέννησίς Σου Χριστὲ ὁ Θεὸς ἡμῶν, ἀνέτειλε τῷ κόσμῳ, τὸ φῶς τὸ τῆς
γνώσεως· ἐν αὐτῇ γὰρ οἱ τοῖς ἄστροις λατρεύοντες, ὑπὸ ἀστέρος ἐδιδάσκοντο, Σὲ
προσκυνεῖν, τὸν Ἥλιον τῆς δικαιοσύνης, καὶ Σὲ γινώσκειν ἐξ ὕψους ἀνατολήν,
Κύριε δόξα Σοι.
Ἀπόλυσις.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν α' Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον
Σου, Σωτήρ.
Θυσία καθαρά, προσηνέχθητε πάντες, Χριστῷ τῷ δι’ ἡμᾶς, ἐκ Παρθένου
τεχθέντι, ὦ Μάρτυρες καλλίνικοι, μηδαμῶς δειλιάσαντες, ἀπειλὴν πυρός, ἀλλὰ τῇ
Τούτου ἀγάπῃ, πυρπολούμενοι, κατετολμήσατε ὅθεν, ἀξίως γεραίρεσθε.
Δόξα. Καὶ νῦν. Ἦχος πλ. δ'. Ἀνέστης ἐκ νεκρῶν.
Παράδοξον πιστοί, τὸ μυστήριον τοῦτο! Θεὸς ἐκ γυναικός, ἐγεννήθη ὡς οἶδε,
τάγματα τῶν Ἀγγέλων, καταπλαγέντα τῇ καταβάσει Αὐτοῦ, κράζουσιν ἀνυμνοῦντα· ὅτι
ἐτέχθη Χριστὸς ὁ Κύριος, ὁ εὐδοκήσας σῶσαι ὡς Θεός, τὸ γένος τῶν ἀνθρώπων.
Μετὰ τὴν β' Στιχολογίαν, Κάθισμα. Ἠ Παρθένος σήμερον.
Δεῦτε πάντες σήμερον, ἀνευφημήσωμεν ὕμνοις, τοὺς ἀνδρείους Μάρτυρας, τοὺς
Δισμυρίους τῷ πλήθει· οὗτοι γάρ, ἐν παῤῥησίᾳ πρὸς τὸν Δεσπότην, ἵστανται,
ἐκλιπαροῦντες ὑπὲρ τοῦ κόσμου, καὶ ἡμῶν τοῖς θείοις ὕμνοις, τὴν τούτων μνήμην ἑορτάζοντες
ἀεί.
Δόξα. Καὶ νῦν. Ἦχος πλ. δ'. Αὐτόμελον.
Αὐλῶν ποιμενικῶν, καταπαύων ᾆσμα, στρατὸς Ἀγγελικός, ἐπεφώνει λέγων. Αἶνον
ᾄσατε θεῖον, οἱ τῶν θρεμμάτων ἡγεμονεύοντες, κράξατε ἀνυμνοῦντες. Ὅτι ἐτέχθη
Χριστὸς ὁ Κύριος, ὁ εὐδοκήσας σῶσαι ὡς Θεός, τὸ γένος τῶν ἀνθρώπων.
Ὁ α΄ Κανὼν τῆς Ἑορτῆς. Εἶτα τῶν Ἁγίων, οὗ ἡ
Ἀκροστιχίς: Πληθὺς με
σῴζοις Καλλινίκων Μαρτύρων. Ἰωσήφ.
ᾨδὴ α'. Ἦχος α'.
ᾨδὴν ἐπινίκιον, ᾄσωμεν πάντες, Θεῷ τῷ ποιήσαντι, θαυμαστὰ τέρατα, βραχίονι
ὑψηλῷ, καὶ σώσαντι τὸν Ἰσραήλ, ὅτι δεδόξασται.
Πληθὺς πολυάριθμε, σεπτῶν Μαρτύρων, τὰ πλήθη ἐξάλειψον, τῶν πολλῶν
πταισμάτων μου, τῇ μεσιτείᾳ σου, καὶ δίδου λόγον ἀνυμνεῖν, τὴν σὴν πανήγυριν.
Λαμπτῆρες ὑπέρφωτοι, τῆς Ἐκκλησίας, καλλίνικοι Μάρτυρες, τοῖς οἰκείοις
μέλεσι, Θεὸν δοξάσαντες, τῇ φωτοφόρῳ νῦν ἡμῖν, μνήμῃ δοξάζεσθε.
Ἡ πίστις ἡ ἔνθεος, τῶν Ἀθλοφόρων, ἀπίστων τὴν ἄθεον, τυραννίδα ὤλεσε, καὶ
ἐξηφάνισε, τὴν τῶν δαιμόνων πονηράν, ἔνστασιν χάριτι.
Θεὸν παντοδύναμον, σάρκα λαβόντα, καὶ θάνατον λύσαντα, τῷ θανάτῳ Μάρτυρες,
ὁμολογήσαντες, ἐθανατώθητε ζωήν, λαβόντες ἄληκτον.
Θεοτοκίον.
Ὑμνῶ Σε Πανύμνητε, εὐλογημένη, Θεὸν ὑπερύμνητον, ἐν σαρκὶ κυήσασαν, τὸν
μεγαλύναντα, τοὺς Ἀθλοφόρους, καὶ τὸν ἐχθρὸν καταπαλαίσαντας.
ᾨδὴ γ'.
Στερεωθήτω ἡ καρδία μου, εἰς τὸ θέλημά σου Χριστὲ ὁ Θεός, ὁ ἐφ' ὑδάτων
οὐρανόν, στερεώσας τὸν δεύτερον, καὶ ἑδράσας ἐν τοῖς ὕδασι, τὴν γῆν
παντοδύναμε.
Ὡραιοτάτως ἐκπυρούμενοι, τῇ Χριστοῦ ἀγάπῃ Πανεύφημοι, ὑφαπτομένης τῆς
πυρᾶς, οὐδαμῶς ἐπτοήθητε· ἀλλ' ἐν ταύτῃ τελειούμενοι, ὑφ' ἓν ἐδοξάσθητε.
Ζώσῃ φωνῇ Θεὸν κηρύττοντες, ἀπειλὰς ἀθέων οὐκ ἔπτηξαν, ἀλλὰ τῶν Παίδων τὴν
φωνήν, ὁμοφρόνως ἐκραύγαζον, οἱ πανεύφημοι ὁπλῖται, τοῦ Χριστοῦ τελειούμενοι.
Οὐ δειλιῶμεν πῦρ ὁμόδουλον, οἱ γενναῖοι ἅμα ἐκραύγαζον, ἀγαλλομένῃ δὲ ψυχῇ,
διὰ σὲ θανατούμεθα, τὸν θανόντα καὶ τὸν θάνατον, Σωτὴρ καταργήσαντα.
Θεοτοκίον.
Ἵνα θεώσῃ τὸ ἀνθρώπινον, ὁ Θεὸς ἐγένετο ἄνθρωπος, ἐκ Σοῦ Παρθένε τῆς Ἁγνῆς,
ὑπὲρ λόγον καὶ ἔννοιαν· διὰ τοῦτό Σε συμφώνως, οἱ πιστοὶ μακαρίζομεν.
Κάθισμα τῶν Ἁγίων. Ἦχος α'. Τὸν τάφον Σου, Σωτὴρ.
Στρατὸς ἐν ἀριθμῷ, Δισμυρίων Μαρτύρων, τιμώμενος ἡμῖν ἀνατέλλει φωτίζων,
καρδίας καὶ νοήματα, εὐσεβῶν διὰ πίστεως· ἐξαφθέντες γάρ, θείᾳ στοργῇ τοῦ
Δεσπότου, τέλος ἅγιον, διὰ πυρὸς οἱ
γενναῖοι, προθύμως ἐδέξαντο.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς, ὅμοιον.
Ἐν φάτνῃ δι' ἡμᾶς, τῶν ἀλόγων ἐτέθης, μακρόθυμε Σωτήρ, νηπιάσας βουλήσει·
Ποιμένες δὲ Σε ὕμνησαν, μέτ' Ἀγγέλων κραυγάζοντες. Δόξα αἴνεσις, τῷ ἐπὶ γῆς
γεννηθέντι, καὶ ὑψώσαντι, τῶν γηγενῶν τὴν οὐσίαν, Χριστῷ τῷ Θεῷ ἡμῶν.
ᾨδὴ δ'.
Εἰσακήκοα Κύριε, τὴν ἀκοήν Σου καὶ ἐφοβήθην, κατενόησα τὰ ἔργα σου, καὶ
ἐξέστην Κύριε, ὅτι τῆς αἰνέσεως πλήρης ἡ γῆ.
Σοῦ τῷ πόθῳ προσέδησαν, καρδίας Λόγε οἱ Ἀθλοφόροι, διὰ σὲ δὲ θανατούμενοι,
ὡς ἀρνία ἄμωμα, μιμηταὶ τοῦ πάθους σου ὤφθησαν.
Κυβερνήσαντες Ἅγιοι, πρὸς τὸν λιμένα τῆς σωτηρίας, τὰς ψυχὰς ὑμῶν ἐν Πνεύματι,
ζάλην διεφύγετε, εἰδωλομανίας Μακάριοι.
Ἀπερίτρεπτοι ὤφθητε, ἐν τῷ ἀγῶνι τοῦ μαρτυρίου, ἀκατάσειστοι, ἀπτόητοι,
διωκτῶν τὴν ἔνστασιν, τῇ ἐνθέῳ πίστει νικήσαντες.
Θεοτοκίον.
Λυτρωθέντες τῷ τόκῳ Σου, Εὐλογημένη, τῆς
πρὶν κατάρας, εὐλογίαν ἀπειλήφαμεν, καὶ ζωὴν καὶ λύτρωσιν, οἱ Σὲ
Θεοτόκον δοξάζοντες.
ᾨδὴ ε'.
Τὸ φαεινὸν ἡμῖν ἐξανάτειλον, φῶς τὸ ἀπρόσιτον, τοῖςὀρθρίζουσιν ἐπὶ τὰ
κρίματα τῶν ἐντολῶν σου, Δέσποτα φιλάνθρωπε, Χριστὲ ὁ Θεὸς ἡμῶν.
Λαμπροφανῶς ἡ μνήμη ἐπέλαμψε τῶν Ἀθλοφόρων σου, καὶ ἐφώτισε τῆς γῆς τὰ
πέρατα, ταῖς τῶν θαυμάτων, θείαις διαδόσεσι, Χριστὲ ὁ Θεὸς ἡμῶν.
Ἱερουργοὶ θυσίαν προσάγοντες, θύματα τέλεια, προσηνέχθησαν ὁλοκαυτούμενοι,
σὺν πᾶσιν ἄλλοις, πλείοσι συμμάρτυσι, Χριστὸν μεγαλύνοντες.
Ναοὶ Θεοῦ ὑπάρχοντες Ἅγιοι, διὰ βαπτίσματος, τέλος ἅγιον, ὁμοῦ ἐδέξασθε, ἐν
οἴκῳ θείῳ καὶ πρὸς ἐπουράνιον, Ναὸν ἀνηνέχθητε.
Θεοτοκίον.
Ἵνα Θεὸς τοῖς ἄνω συνάψειε, τοὺς ὀλισθήσαντας, παραβάσεως εἰς μέγα
βάραθρον, τὴν σὴν γαστέρα ᾤκησε Πανάχραντε, καὶ σάρξ ἐχρημάτισε.
ᾨδὴ ς'.
Τὸν προφήτην Ἰωνᾶν, ἐκμιμούμενος βοῶ· Τὴν ζωήν μου Ἀγαθέ, ἐλευθέρωσον
φθορᾶς, καὶ σῶσόν με, Σωτὴρ τοῦ κόσμου, κράζοντα· Δόξα Σοι.
Κορυφαῖος ἱεροῦ, ἐχρημάτισας λαοῦ, καὶ προέπεμψας αὐτόν, ἐν χαρᾷ πρὸς
οὐρανόν, ἀθλήσαντα, Ἱερομάρτυς Ἄνθιμε Ὅσιε.
Ὡς χρυσίον καθαρόν, ἀναμέσον τοῦ πυρός, ἡ εὐσέβεια ὑμῶν, Ἀθληταὶ τοῦ Ἰησοῦ,
ἐγνώρισται, ἡλίου πλέον ἐναπαστράπτουσα.
Νεκρωθέντες τῇσαρκί, τὴν ζωὴν τὴν ἀληθῆ, ἐκληρώσασθε σοφοί, συνυπάρχοντες
Χριστῷ, τῷ δείξαντι, δυνατωτέρους ὑμᾶς κολάσεων.
Θεοτοκίον.
Μετὰ τόκον ἀληθῶς, ὡς πρὸ τόκου Μαριάμ, τῇδυνάμει τοῦ ἐκ σοῦ, σαρκωθέντος,
Ἰησοῦ, διέμεινας, Παρθένος, ὄντως, θαῦμα παράδοξον!
Κοντάκιον.
Ἦχος γ΄. Ἡ Παρθένος σήμερον.
Τοῖς σπαργάνοις Κύριε, ἐνειληθεὶς οἷα βρέφος, τοὺς
ἀξίους Εὔσπλαγχνε, μαρτυρικῶς ἁγιάζεις, ἥρμοσας, διὰ πυρός τε τούς Δισμυρίους,
ἔδειξεν, ὁ οὐρανός Σε διὰ τοῦ ἄστρου, ὑπὸ Σοῦ γὰρ ἀνεδείχθη, στρατὸς Μαρτύρων,
πυρὶ φλεγόμενος.
Ὁ Οἶκος.
Ὡς ἥλιος δικαιοσύνης, λάμψας ἡμῖν τοῖς ἐν σκότει τοῦ
βίου γεννηθεὶς Σωτὴρ ἐν Βηθλεὲμ ὡς ἄνθρωπος, δείκνυσι κόσμου ἀστέρας
φωτολαμπεῖς τοὺς Δισμυρίους Μάρτυρας, ἀστράπτοντας αἴγλην φωτὸς ἀῤῥήτου,
λάμπουσι γὰρ θανόντες ὡς ζῶντες οἱ ἱεροὶ Ἀθληταί, οὓς πόθῳ μέλποντες, ὕμνοις
εὐφημήσωμεν, τούτων τὴν ἔνθεον μνήμην γεραίροντες, καὶ τὸν Χριστὸν
δοξολογοῦντες καὶ μεγαλύνοντες, ὑπ’ Αὐτοῦ γὰρ ἀνεδείχθη, στρατὸς Μαρτύρων, πυρὶ
φλεγόμενος.
Συναξάριον.
Τῇ ΚΗ' τοῦ αὐτοῦ μηνός, μνήμη τῶν Ἁγίων Δισμυρίων Μαρτύρων, τῶν ἐν
Νικομηδείᾳ καέντων.
Ὡς προσφοραὶ Σοι Σῶτερ ἐξωπτημέναι,
Οἱ Δισμύριοι τοῦ νεὼ κεῖνται μέσον.
Ἀνέρας ὀγδοάτῃ κτάνεν εἰκάδι Δισμυρίους πῦρ.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἀγίων Μαρτύρων, τῶν ἀπὸ τῆς Συγκλήτου, ἔξω τῆς
πυρᾶς ἀπολειφθέντων, καὶ τελειωθέντων.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστέ ὁ Θεός, ἐλέησον
καὶ σῶσον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ'.
Τοὺς ἐν καμίνῳ Παῖδάς Σου Σωτήρ, οὐχ ἥψατο, οὐδὲ παρηνώχλησε τὸ πῦρ· τότε
οἱ τρεῖς ὡς ἐξ ἑνὸς στόματος, ὕμνουν καὶ εὐλόγουν λέγοντες· Εὐλογητὸς ὁ Θεός, ὁ
τῶν Πατέρων ἡμῶν.
Ἀποσκοποῦντες μόνα τὰ ἐκεῖ, Μακάριοι μένοντα, δυνάμει θεϊκῇ, ὥσπερ οἱ Τρεῖς
ἐν Βαβυλῶνι θεῖοι Παῖδες, τοῦ πυρὸς ἀνώτεροι, ὤφθητε θείῳ φωτὶ καταλαμπόμενοι.
Ῥῆμα Τυράννου ἄλογον Σοφοί, φαυλίσαντες, σὺν ἱερωτάταις γυναιξί, καὶ κομιδῇ
ὡς ἀληθῶς, θείοις νηπίοις, προσφοραὶ ὁλόκληροι, τῷ Βασιλεῖ τοῦ παντὸς
προσανηνέχθητε.
Τὸν φωτισμὸν τῆς γνώσεως Χριστοῦ, προσφέροντες ἔνδον ἐν ψυχῇ πανευλαβῶς, τὸ
σκοτεινὸν τῆς ἀθεΐας νέφος ὄντως, Ἀθληταὶ διήλθετε, καὶ εἰς αἰώνιον φῶς
μετεβιβάσθητε.
Θεοτοκίον.
Ὑψηλοτέρα ὤφθης οὐρανῶν κυήσασα, πάντων τὸν Δεσπότην καὶ Θεόν, Ὅν ἐκτενῶς,
καθικετεύουσα μὴ παύσῃ, Παναγία ἄχραντε σῶσαι, τοὺς πίστει θερμῇ δοξολογοῦντάς
Σε.
ᾨδὴ η'.
Τὸν τοὺς ὑμνολόγους ἐν καμίνῳ διασώσαντα Παῖδας, καὶ τὴν βροντόφλογον
κάμινον, μεταβαλόντα εἰς δρόσον, Χριστὸν τὸν Θεὸν ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς
πάντας τοὺς αἰῶνας.
Ῥέουσιν ἐνθέου εὐωδίας, ἰαμάτων τὰ μύρα, Μαρτύρων τὰ λείψανα, καὶ παθῶν δυσωδίαν
ξηραίνουσι, τῶν πίστει ἀνυμνολογούντων, Χριστὸν εἰς τοὺς αἰῶνας.
Ὤφθητε ὡς ῥόδα Ἀθλοφόροι, ὡραιότατα μέσον, περιχεόμενοι τοῦ πυρός, καὶ
προθύμως ἐκράζετε· ὑμνεῖτε καὶ ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.
Νεανίσκοι ἅμα καὶ Παρθένοι, καὶ πρεσβῦται καὶ νέοι, Ἅγια Νήπια, γυναικῶν τε
πληθὺς ἀναρίθμητος, τῆς ἄνω ἔτυχον χορείας, ὁμοῦ ἐνηθληκότες.
Θεοτοκίον.
Ἰεζεκιὴλ Σε πύλην βλέπει, κεκλεισμένην Παρθένε, δι' ἧς διώδευσεν, Ἰησοῦς, ὁ
σκηνώσας ἐν μήτρᾳ Σου, καὶ σάρκα ἐκ τῶν Σῶν αἱμάτων, φορέσας ἀσυγχύτως.
ᾨδὴ θ'.
Τὴν φωτοφόρον νεφέλην, ἐν ᾗ ὁ πάντων Δεσπότης, ὡς ὑετὸς ἐξ οὐρανοῦ, ἐπὶ
πόκον κατῆλθε, καὶ ἐσαρκώθη δι' ἡμᾶς, γενόμενος ἄνθρωπος ὁ ἄναρχος, μεγαλύνομεν
πάντες, ὡς Μητέρα, τοῦ Θεοῦ ἡμῶν ἁγνήν.
Ὡς ἐθελόθυτοι ἄρνες, ὡλοκαυτώθητε ἅμα, καὶ ὡς θυσία καθαρά, τῷ τυθέντι
Δεσπότῃ, ὑπὲρ ἡμῶν τῶν γηγενῶν, καλλίνικοι Μάρτυρες, προσήχθητε, καὶ στεφάνους
τῆς νίκης, ἐπαξίως, ἐκομίσασθε ὁμοῦ.
Σὺν τοῖς Ἁγίοις Προφήταις, σὺν τοῖς σεπτοῖς Ἀποστόλοις, σὺν τοῖς χοροῖς τῶν
ἐκλεκτῶν, καὶ ἁγίοις Ἀγγέλοις, πληθὺς Μαρτύρων εὐκλεῶν, Κυρίου δεήθητε, τοῦ
σώζεσθαι, πειρασμῶν καὶ κινδύνων, τοὺς ἐν πίστει, μακαρίζοντας ὑμᾶς.
Ἡλιακῶν λαμπηδόνων, ἡ ἱερὰ ὑμῶν μνήμη, πλέον ἐκλάμπει Ἀθληταί, τῶν δαιμόνων
τὸ σκότος, ἀποδιώκουσα ἀεί, καὶ πάντας φωτίζουσα, Πανεύφημοι, τοὺς ἐν πίστει
καὶ πόθῳ, κατὰ χρέος, μακαρίζοντας ὑμᾶς.
Θεοτοκίον.
Φῶς ἡ τεκοῦσα τὸ θεῖον, τὸ ἐκ Πατρὸς ἀναλάμψαν, τὴν σκοτισθεῖσάν μου ψυχήν,
ταῖς ἀπάταις τοῦ βίου, καὶ γεγονυῖαν τῶν ἐχθρῶν, Πανάμωμε παίγνιον,
οἰκτείρησον, καὶ φωτὶ μετανοίας, σωτηρίου, καταξίωσον Ἁγνή.
Ἐξαποστειλάριον τῶν Ἁγίων. Γυναῖκες ἀκουτίσθητε
Πληθὺς Μαρτύρων πάντιμε, καὶ φάλαγξ θεοσύλλεκτε, τῶν Δυσμυρίων Ἁγίων, τὸν
ἐκ Παρθένου τεχθέντα, Θεὸν ἐκδυσωπήσατε, ῥυσθῆναι πάσης θλίψεως, τοὺς νῦν ὑμᾶς
γεραίροντας, καὶ τὴν λαμπρὰν ἐκτελοῦντας, καὶ πάμφωτον ὑμῶν μνήμην.
Τῆς Ἑορτῆς.
Εἰκόνος ἧς μετέλαβον, θεουργικῶς τῆς κρείττονος, ἐξώσθην οἴμοι ὁ τλήμων!
δι' ἀκρασίας τῆς πάλαι· Σὺ δὲ Χριστὲ ὡς εὔσπλαγχνος, ἀρρήτως κοινωνήσας μοι,
τοῦ χείρονος μετείληφας, καινοποιήσας Σωτὴρ με, Παρθενικῶν ἐξ αἱμάτων.
Αἶνοι. Ἦχος δ΄. Ἔδωκας σημείωσιν.
Ζῆλον ἐνδεικνύμενοι, τὸν τῆς ψυχῆς θεῖοι Μάρτυρες, τῶ ναῷ συνηθρίσθητε,
ἀκοῦσαι τὴν ἔνθεον, διδαχὴν τοῦ λόγου, ὑπὸ τοῦ Ἀνθίμου, Ἀρχιερέως τοῦ κλεινοῦ,
καὶ ἀναπέμψαι ὕμνους πρὸς Κύριον, ἐκεῖ δὲ τὸ μακάριον, ἀθλητικῶς τέλος εὕρατε,
τῷ Σωτῆρι πρεσβεύσατε, ὑπὲρ πάντων μακάριοι. (Δίς).
Θυσίαν ἀναίμακτον, ἱερουργήσας ὁ Ἄνθιμος, μεταδέδωκεν ἅπασιν, ὑμῖν· ὅθεν
πύρινοι, ὅλως γεγονότες, τοῦ πυρὸς τολμήσατε, τοῦ φθειρομένου ἀδεῶς,
ἀγαλλιῶντες καὶ ὕμνοις ᾄδοντες, Τριάδι ᾟ πρεσβεύσατε, ὑπὲρ ἡμῶν θεῖοι Μάρτυρες,
τῶν πταισμάτων συγχώρησιν, ἡμῖν πᾶσι δωρήσασθαι.
Ἱερεῖς Διάκονοι, ἱεροψάλται Πρεσβύτεροι, Ἄνδρες τε καὶ Γύναια, Νέοι καὶ
Νεάνιδες, μείρακες καὶ βρέφη, ἱερὰ χορεία, θεία εὐάρεστος Θεῷ, συνδεδεμένη
Χριστοῦ τῷ ἔρωτι, τοὺς δαίμονας κατέαξε, καὶ τοὺς τυράννους ἀπήλεγξε, τοῦ πυρὸς
κατετόλμησεν, ὄντως θαῦμα παράδοξον!
Δόξα.Ἦχος πλ. α'.
Δεῦτε τῶν πιστῶν αἱ χορεῖαι, τὴν καλλίνικον Δισμυρίων Μαρτύρων, τὴν
σεβάσμιον καὶ πανίερον μνήμην, μελῳδικῶς ἐγκωμιάσωμεν, καὶ γηθοσύνως
ἐκβοήσωμεν, λέγοντες· χαίρετε οἱ ἄρνες οἱ λογικοί, οἱ τῷ πυρὶ ὠπτηθέντες, καὶ
τῷ Σωτῆρι Χριστῷ, ὡς θυσία ἄμωμος προσεχεχθέντες· χαίρετε πανένδοξοι Μάρτυρες,
οἱ τὴν γῆν ἁγιάσαντες τοῖς τιμίοις ὑμῶν αἵμασι, καὶ τὸν οὐρανὸν πλουτίσαντες,
τοῖς Ἁγίοις ὑμῶν πνεύμασι. Μὴ διαλήπῃτε πρεσβεύειν παμμακάριστοι, ὑπὲρ τῶν
ψυχῶν ἡμῶν.
Καὶ νῦν. Προεόρτιον.
Ἀκατάληπτον τὸ τελούμενον, ἐν Βηθλεὲμ σήμερον μυστήριον! ὁ ἀόρατος ὁρᾶται,
ὁ ἄσαρκος σαρκοῦται, ὁ Λόγος παχύνεται, καὶ ὁ Ὢν γίνεται ὃ οὐκ ἦν. Παρθένος
τίκτει ἐν Σπηλαίῳ βρέφος νέον, τὸν Πλάστην τῆς φύσεως· φάτνη ἐκτυποῦται, εἰς
θρόνον ἐπουράνιον, κτήνη ἀπεικάζει, χερουβικὴν παράστασιν, Ποιμένες θαυμάζουσι·
Μάγοι δῶρα προσφέρουσιν. Ἄγγελοι ἀνυμνοῦντες λέγουσι· Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ
ἐπὶ γῆς εἰρήνη· ἐν ἀνθρώποις γὰρ εὐδόκησεν ἀναλλοιώτως ὁ Ἐμμανουήλ.
Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.
Μεγαλυνάριον.
Τὴν τῶν Δισμυρίων θείαν πληθύν, τὴν δεδοξασμένην, εὐφημήσωμεν ἐκ ψυχῆς, τῇ
γὰρ Χριστοῦ ἀγάπῃ, ἀθλήσασα γενναίως, πρεσβεύει νῦν ἀπαύστως, εἰς τοῦ σωθῆναι
ἡμᾶς.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου