Τρίτη 16 Ιουνίου 2015

118.Ἁγίων ΚΛΗΜΕΝΤΟΣ ἐπ. Ἀγκύρας καί μ. ΑΓΑΘΑΓΓΕΛΟΥ



Ἀκολουθία Ἁγίων ΚΛΗΜΕΝΤΟΣ ἐπ. Ἀγκύρας καί μ. ΑΓΑΘΑΓΓΕΛΟΥ
Ψαλλομένη τῇ 23η Ἰανουαρίου


ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ
Εὐλογήσαντος τοῦ Ἱερέως ὁ Προοιμιακός καὶ τό Μακάριος ἀνήρ. Εἰς δὲ τό Κύριε ἐκέκραξα ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια γ’τοῦ ἁγ. Κλήμεντος.
Ἦχος β'. Ὅτε, ἐκ τοῦ ξύλου Σε νεκρόν.
Κλῆμα, τῆς ἀμπέλου τῆς ζωῆς, ὤφθης μυστικῇ γεωργίᾳ, περισκαπτόμενον· πόνοις γὰρ ἀσκήσεως, Πάτερ τεμνόμενος, τῷ δὲ ξίφει τρυγώμενος, τῷ τοῦ μαρτυρίου, οἶνον κατανύξεως, ἡμῖν ἐκέρασας, οὗ νῦν ἐμφορούμενοι πάντες, πίστει τὴν πανίερον μνήμην, τὴν σὴν ἑορτάζομεν μακάριε.

Ὅτε, ἱερούργεις τὴν φρικτήν, καὶ τελειοτάτην θυσίαν, καὶ ὑπερκόσμιον, τότε προσενήνεξαι ἱερουργούμενος· τὸ σὸν αἷμα δὲ Πάνσοφε, προθύμῳ καρδίᾳ, αἵματι προσέμιξας, τῷ τοῦ Δεσπότου σου· ᾧ σύ, ῥαντιζόμενος μάκαρ, ὅλος καθαρὸς ἀνεδείχθης, ὅλος ἱερώτατος θεσπέσιε.

Θύων, τὸν Ἀμνὸν τὸν τοῦ Θεοῦ, τὸν τῆς ἁμαρτίας τὸν κόσμον, ἀποκαθαίροντα, καὶ φθορὰν καὶ θάνατον ἐξαφανίσαντα, ἱερεῖον ὡς ἄμωμον, ἐτύθης θεόφρον, σύμφυτος γενόμενος τῷ ὁμοιώματι, Μάκαρ ζωηφόρου θανάτου· νῦν δὲ τῆς αὐτοῦ βασιλείας, ἀξιομακάριστε τετύχηκας.

Στιχηρὰ Προσόμοια τοῦ ἁγ. Ἀγαθαγγέλου. Ἦχος δ'. Ὡς γενναῖον ἐν Μάρτυσιν.
Ἀγαθαῖς ἀγγελίαις σε, συνοδίτην καὶ σύναθλον, Κλήμης ὁ πανάριστος κατεπλούτησε· μεθ’ οὗ τοὺς δρόμους διήνυσας, τοὺς θείους, στρεβλούμενος, καὶ παντοίοις ἀλγεινοῖς, ὁμιλῶν Ἀγαθάγγελε, ἕως τέλειος, γεγονὼς στεφανίτης, πρὸς τὰ ἄνω, μεταβέβηκας Ἀγγέλοις, συνεπαγάλλεσθαι πάντοτε.

Καὶ ξεσμοῖς δαπανώμενος, καὶ πυρὶ λιπαινόμενος, καὶ λαμπάσι πάντοθεν φλογιζόμενος, ἐπὶ κραβάτου ἁπλούμενος, σοφὲ Ἀγαθάγγελε, καὶ ὡς ἄρτος καθαρός, ἐπ’ ἀνθράκων ὀπτώμενος, προσενήνεξαι, οὐρανίῳ Τραπέζῃ, ἱκετεύων, τοὺς ἐν πίστει σε τιμῶντας, πάσης ῥυσθῆναι κολάσεως.

Ῥαβδισμοὺς ἐκαρτέρησας, καὶ ἐν ξύλῳ τεινόμενος, σπαραγμοὺς ὑπήνεγκας καρτερώτατα· καὶ ἐπὶ τέλει τῶν ἄθλων σου, σοφὲ Ἀγαθάγγελε, ἐκτμηθεὶς τὴν κεφαλήν, ταῖς ῥανίσι τοῦ αἵματος, ὅλην ἤρδευσας, τὴν σεπτὴν Ἐκκλησίαν εὐφημοῦσαν, τὰς λαμπράς σου ἀριστείας, κλέος Μαρτύρων πολύαθλε.

Δόξα. Ἦχος πλ. δ'.
Τὴν τῶν χρόνων τετραχῶς περίοδον, θεόληπτε ἑπταπλασίασας, τυπτόμενος, ξεόμενος, ἀμείβων πόλεις καὶ χώρας, σταυρούμενος ὑπὲρ τοῦ Χριστοῦ, ἀλλ’ οὔτε πῦρ, οὔτε ξίφος, οὔτε μάστιγες, τὸ τῆς ψυχῆς σου ἔλυσαν στερέμνιον· ἔθραυσας δὲ δαιμόνων ἰσχύν, ἱερομάρτυς Κλήμη· διὸ πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχάς ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον.
Ὁ Βασιλεὺς τῶν οὐρανῶν, διὰ φιλανθρωπίαν, ἐπὶ τῆς γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανεστράφη ἐκ Παρθένου γὰρ ἁγνῆς, σάρκα προσλαβόμενος καὶ ἐκ Ταύτης προελθὼν μετὰ τῆς προσλήψεως, εἷς ἐστιν Υἱός, διπλοῦς τὴν φύσιν, ἀλλ' οὐ τὴν ὑπόστασιν διὸ τέλειον αὐτὸν Θεόν, καὶ τέλειον ἄνθρωπον, ἀληθῶς κηρύττοντες, ὁμολογοῦμεν Χριστὸν τὸν Θεὸν ἡμῶν, ὃν ἱκέτευε Μήτηρ ἀνύμφευτε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἴσοδος, Φῶς ἱλαρόν, Προκείμενον τῆς ἡμέρας, Ἀναγνώσματα.
Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα (Κεφ. ΜΓ΄ 9-14).
Τάδε λέγει Κύριος· πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. τίς ἀναγγελεῖ ταῦτα; ἢ τὰ ἐξ ἀρχῆς τίς ἀναγγελεῖ ὑμῖν; ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς, λέγει Κύριος ὁ Θεός, καὶ ὁ παῖς μου, ὃν ἐξελεξάμην, ἵνα γνῶτε καὶ πιστεύσητε καὶ συνῆτε ὅτι ἐγώ εἰμι. ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεὸς καὶ μετ᾿ ἐμὲ οὐκ ἔσται. Ἐγὼ ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος. ὑμεῖς ἐμοὶ μάρτυρες καὶ ἐγὼ Κύριος ὁ Θεός. Ἔτι ἀπ᾿ ἀρχῆς καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος· ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό; Οὕτως λέγει Κύριος ὁ Θεὸς ὁ λυτρούμενος ὑμᾶς, ὁ ἅγιος τοῦ Ἰσραήλ.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. γ' 1).
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καί γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καί ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα  (Κεφ. ζ′.7).
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.  

Εἰς τήν Λιτήν. Ἦχος πλ. α΄.
Ἐπέλαμψεν ἡμῖν σήμερον ἱερὰ πανδαισία, ἐν τῇ τῶν Ἀθλοφόρων πανηγύρει· δεῦτε οὖν φιλέορτοι, πνευματικῶς ἑορτάσομεν τὴν μνήμην αὐτῶν· ὅτι γὰρ οὐ φύσεως νόμῳ ἠνώθησαν, ἀλλὰ χάαριτι θείᾳ σύναθλοι γεγόνασι, καὶ ὡς ἐν δυσσὶ σώμασι, μιᾷ ψυχῇ ἐνοικοῦντες, τὰς βασάνους ἀνδρικῶς ὑπέμειναν· διὸ καὶ τοὺς στεφάνους τῆς νίκης δεξάμενοι ἐν οὐρανοῖς, ἰσογεραιροῦσι, καὶ ἀδιαλείπτως πρεσβεύουσι, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Ἦχος β΄.
Δεῦτε μυστικῶς εὐφρανθῶμεν, ἐν τῇ φωταυγῇ μνήμῃ τῶν Μαρτύρων, καὶ ἀγαλλόμενοι βοήσομεν· χαίρετε, οἱ διὰ Χριστὸν τὰς βασάνους ἐγκαρτερίσαντες· χαίρετε, Γαλατῶν ἀγλάϊσμα, καὶ τῆς οἰκουμένης δόξα καὶ ἑδραίωμα.

Ἦχος γ΄.
Τριπλὴν τὴν χάριν τοῦ Πνεύματος ἐδέξω, Μαρτύρων κλέος Κλήμη πολύαθλε· τὴν μὲν τοῦ βαπτίσματος, τὴν δὲ τῆς ἀρχιερωσύνης, ὕστατον δὲ τοῦ μαρτυρίου· διὸ καὶ τοὺς στεφάνους τριπλοὺς ἐδέξω παρἀ Θεοῦ ἀγαλλόμενος ἐν οὐρανοῖς· μὴ παύσῃ τοίνυν περιέπων τὴν πόλιν ταύτην ἐκ πολεμίων ἐχθρῶν, συντηρῶν αὐτὴν ἄτρεπτον, ἐκ τῶν βελῶν αὐτοῦ, ὡς παῤῥησίαν ἔχων πρὸς Κύριον.

Ἦχος δ΄.
Ἀγάλλου πόλις Ἄγκυρα, καὶ καυχομένη μεγάλυνον τὸν σὲ περιέποντα, ἔχουσα γὰρ τοιοῦτον προστάτην ἐν οὐρανοῖς, οὐ φοβήσει ἐχθρῶν ἐπιδρομάς, οὐ δειλιάσει ἀντιμαχούντων ἐπιβουλάς, ἀλλ’ ἐνγκαχομένη Κύριον μεγάλυνον, τὸν ἀναδείξαντά σοι κράτος κατ’ ἐχθρῶν Κλήμην τὸν πολύαθλον.

Ἦχος πλ. α΄.
Ἡ Ἐκκλησία σήμερον στολισαμένη, τὸ κράτος σου Κλήμη σοφὲ εὐφραίνεται, καὶ τὴν σὴν θεσπεσίαν δόξαν, κατ’ ἀξίαν εὐφήμως κραυγάζει γεραίρουσα· χαῖρε, ὁ τὸν Παῦλον ζηλώσας, καὶ τὸν Σταυρὸν τοῦ Χριστοῦ ἀράμενος, καὶ τὰς παγίδας συντρίψας τοῦ ἀντιπάλου· χαίροις, Ἀγκύρας τὸ καύχημα, καὶ Ὀρθοδόξων κραταίωμα· ἀρχιποιμὴν πολύαθλε, ὑπὲρ ἡμῶν πρὸς Κύριον, μὴ διαλίπῃς πρεσβεύων, ὡς παῤῥησίαν ἔχων Ἀθλοφόρων ἐγκαλλώπισμα.

Δόξα. Ὁ αὐτός.
Δικαίων μνήμην μετ’ ἐγκωμίων γίνεται, ὡς φησὶ Σολομὼν ὁ θαυμάσιος· δεῦτε οὖν καὶ ἡμεῖς φιλέορτοι πνευματικοῖς μελέεσι ἐγκωμιάσωμεν, τοὺς ἀπλανεῖς φωστῆρας, καὶ στεῤῥοὺς προμάχους τῆς πίστεως· Κλήμεντα τὸν γενναῖον ἀδάμαντα, ὥσπερ γὰρ ἄλλου πάσχοντος ἀνδρικῶς τὰς βασάνους ὑπέμεινεν, καὶ θῦμα τῷ ὑπὲρ ἡμῶν θυέντι ἐγένετο· διὸ καὶ δίκῃ μαγνήτιδος τὸν Ἀγαθάγγελον ἑλκύσας, συγκοινωνὸν τοῦ μαρτυρίου ἀπέδειξεν· πρὸς οὓς βοήσωμεν· μὴ ἐλλίπητε Ἅγιοι πρεσβεύειν, ὑπὲρ τῶν ἐκτελούντων ὑμῶν τὰ μνημόσυνα.

Καὶ νῦν. Θεοτοκίον.
Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι' ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος, τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς ἔπλασε, κατ' εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν πρὸς αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἰς τὸν Στίχον. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσιν.
Ῥωμαλαίως ὑπέφερες, τὰς βασάνους ἀοίδιμε, ἑκουσίως πάσχων γὰρ ὥσπερ ἄσαρκος, ὑπερορῶν μὲν σπαράγματα, καὶ βίαιον θάνατον, ὡς ἐχέφρων ἐραστής, τῆς ἀφθάρτου λαμπρότητος, τοῦ Κυρίου Σου, Ὃν ἱκέτευε σῶσαι καὶ φωτῖσαι, τοὺς τιμῶντάς σου τὴν μνήμην, Κλήμη Μαρτύρων ἀγλάϊσμα.

Στ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.
Ἐξ ἑώας ἀνέτειλας, ὡς ἀστὴρ παμφαέστατος, ταύτην κατεφώτισας καὶ ἐποίμανας, οἷα ποιμὴν ἀληθέστατος, τὸ ποίμνιον ἔθρεψας, ἐπὶ χλόην ἀρετῶν, καὶ Θεῷ ἀνατέθηκας, κλῆρον ἄσυλον, Ὃν ἱκέτευε σῶσαι καὶ λυτρῶσαι, ἐκ πολλῶν πειρατηρίων, τοὺς τὴν σὴν μνήμην δοξάζοντας.

Στ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Ἀγαθάγγελον σήμερον, συνελθόντες αἰνέσομεν, καὶ συνεορτάσομεν εὐφραινόμενοι, καὶ πρὸς αὐτὸν μετὰ πίστεως, βοήσομεν ἅπαντες· χαίροις Μάρτυς τοῦ Χριστοῦ, Ἀθλητῶν ἐγκαλλώπισμα· χαίροις πρόμαχε, καὶ φωστὴρ τῆς ἑώας καὶ Ἀγκύρας, κλέος καύχημα καὶ δόξα, καὶ ἱερὸν ἐγκαλλώπισμα.

Δόξα. Ἦχος α'. Ἀνατολίου.
Τὸν θαυμαστὸν ἐν ἱερεῦσι, Μάρτυρα Κλήμεντα, ἡ ἐν μακρῷ τῷ χρόνῳ δοκιμὴ τῶν αἰκισμῶν, τῆς εἰς ἀεὶ τῶν ἀγαθῶν ἐπιτυχεῖν, ἠξίωσε τρυφῆς, καὶ πλουτεῖ τὰ θεῖα, ὁ πολλοὺς πρὸς ἀγῶνας ἀλείψας, τῷ καθ’ αὐτὸν ὑποδείγματι, καὶ πείσας τὴν σάρκα, ἀνωτέρω φρονεῖν τοῦ θανάτου· Πρὸς ὃν οἱ πιστοὶ βοήσωμεν· Μεγαλομάρτυς ἀοίδιμε, ταῖς πρὸς Χριστὸν πρεσβείαις σου, τὰς χρονίους ἐνστάσεις, λῦσον τῶν παθῶν ἡμῶν, καὶ ῥῦσαι τῶν δεινῶν ταῖς πρεσβείαις σου.

Καὶ νῦν. Θεοτοκίον.
Ἰδοὺ πεπλήρωται ἡ τοῦ Ἡσαΐου πρόῤῥησις· Παρθένος γὰρ ἐγέννησας, καὶ μετὰ τόκον, ὡς πρὸ τόκου διέμεινας. Θεὸς γὰρ ἦν ὁ τεχθείς· διὸ καὶ φύσις ἐκαινοτόμησεν. Ἀλλ’ ὦ Θεομῆτορ, ἱκεσίας σῶν δούλων, σῷ τεμένει προσφερομένας σοι, μὴ παρίδῃς· ἀλλ’ ὡς τὸν Εὔσπλαγχνον σαῖς ἀγκάλαις φέρουσα, σοῖς οἰκέταις σπλαγχνίσθητι, καὶ πρέσβευε σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Νῦν ἀπολύεις. Τρισάγιον. Ἀπολυτίκιον Ἁγίου Κλήμεντος. Ἦχος δ’.
Κλῆμα ὁσιότητος, καί στέλεχος ἀθλήσεως, ἄνθος ἱερώτατον, καί καρπός ὡς θεόσδοτος, τοῖς πιστοῖς πανίερε, ἡδύτατος ἐβλάστησας. Ἀλλ᾽ ὡς Μαρτύρων σύναθλος, καί ἱεραρχῶν σύνθρονος, πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχάς ἡμῶν.
 Δόξα. Ἀπολυτίκιον Ἁγίου Ἀγαθαγγέλου. Ἦχος δ’. Ὁ ὑψωθεῖς ἐν τῷ Σταυρῷ.
Ὡς ἀγαθῶν ἀγγελιῶν προμηθέα, τῆς πρὸς ἠμᾶς τοῦ Ἰησοῦ εὐσπλαχνίας, χαρμονικῶς ὑμνοῦμέν σε Μαρτύρων στεῤῥέ, σὺ γὰρ Ἀγαθάγγελε, ἐναθλήσας νομίμως, στάσεως ἠξίωσαι τῆς Ἀγγέλων ἀξίως, μεθ' ὧν πρεσβεύεις πάντοτε Χριστῷ, πάσης ῥυσθῆναι, ἡμᾶς περιστάσεως.
Καὶ νῦν. Θεοτοκίον.
Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον· διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, δι' οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

Ἀπόλυσις.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου, Σωτήρ.
Προστάτην σε θερμόν, πρὸς Θεὸν κεκτημένοι, προστρέχομεν ἀεί, τῷ ἁγίῳ τεμένει, αἰτούμενοι πρεσβείαις σου, τῶν δεινῶν λυτρωθείημεν, Κλήμη ἔνδοξε, Μαρτύρων δόξα καὶ κλέος, τοὺς τιμῶντάς σε, ῥῦσαι παθῶν καὶ κινδύνων, καὶ πάσης κολάσεως.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ἐγγίζει ὁ Κριτής, ἐπὶ θύραις τὸ τέλος, γρηγόρησον ψυχή, καὶ ἐκ βάθους καρδίας, στενάξασα βόησον· τῇ Μητρὶ τοῦ Θεοῦ ἡμῶν, ἐλευθέρωσον, τῶν φοβερῶν με βασάνων, καὶ κατάταξον, ἐν ἀναπαύσεως τόπῳ, Κυρία Θεόνυμφε.

Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα.
Κλήμην τὸν ἔνδοξον Ἱερομάρτυρα, καὶ Ἀγαθάγγελον, τὸν τούτου σύναθλον, δεῦτε φιλέορτοι εἰς ἕν, φαιδρῶς πανηγυρίσομεν, ἀνδρείως γὰρ κατέβαλον, πρὸς Χριστοῦ τὰ χαρίσματα· αὐτῶν ταῖς ἱκεσίαις οἰκτίρμων, δώρησαι πᾶσι τὸ μέγα ἔλεος.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τὰ ἐπουράνια, φόβῳ ἠγάλλοντο, καὶ τὰ ἐπίγεια, τρόμῳ ηὐφραίνοντο, ὅτε ἡ ἄχραντος φωνή, ἐπῆλθέ σοι Θεοτόκε, μία γὰρ πανήγυρις, ἀμφοτέροις ἐπέλαμψεν, ὅτε τὸν Πρωτόπλαστον, ὁ Δεσπότης ἐῤῥύσατο· διὸ σὺν τῷ Ἀγγέλῳ βοήσομεν· χαῖρε ἡ Κεχαριτωμένη.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Τῶν ἀνόμων τυράννων τὰς ἀπειλάς, θεϊκῇ δυναστείᾳ καταβαλών, Κλήμη πολύαθλε, κατὰ χρέος τιμῶμέν σε, οὐρανόθεν γὰρ πᾶσι πηγάζεις ἰάματα, καὶ πιστοῶν ἐγένου φωστὴρ παμφαέστατος· ὅθεν καὶ τῆς ἄνω, Βασιλεία ὀπλίτης, ἐδείχθης πανόλβιε, καὶ Παράδεισον ἔφθασας· διὰ τοῦτο βοῶμέν σοι· πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ τὴν ἁγίαν μνήμην σου.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τὸν φλογμὸν τῆς γεένης καὶ ἐμπρησμόν, τὸν κλαυθμὸν τὸν ἐν ταύτῃ καὶ ὀδυρμόν, τὸν ἐλεεινώτατον, χωρισμὸν καὶ πικρότατον, τοῦ τῶν Ἁγίων κλήρου, καὶ τῆς ὁμηγύρεως, ἐνθυμουμένη φρίξον, ψυχή μου καὶ στέναξον, καὶ τὰ γραμματεῖα, τῶν μυρίων χρεῶν σου, ἀπαλεῖψαι ἐπείχθητι, κατανύξεως δάκρυσι, συνεργὸν ἀκαταίσχυντον, ἔχουσα τὴν ἁγνὴν Θεομήτορα· δι’ αὐτῆς γὰρ τῶν πταισμάτων δίδοται ἡ ἄφεσις, τοῖς αὐτὴν Θεοτόκον, ὀρθοδόξως δοξάζουσι.

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.
Στ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Εὐαγγέλιον, ἐκ τοῦ κατὰ Λουκᾶν: Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς· Προσέχετε ἀπὸ τῶν ἀνθρώπων...
Ὁ Ν΄ Ψαλμός.
Δόξα. Ταῖς τῶν Σῶν Μαρτύρων...
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος δ΄. Στ. Ἐλέησόν με ὁ Θεός...
Ἀγάλλου πόλις Ἄγκυρα, καὶ καυχομένη μεγάλυνον, τὸν σὲ περιέποντα, ἔχουσα γὰρ τοιοῦτον προστάτην ἐν οὐρανοῖς, οὐ φοβήσει ἐχθρῶν ἐπιδρομάς, οὐ δειλιάσει ἀντιμαχούντων ἐπιβουλάς·  ἀλλ’ ἐγκαυχομένη Κύριον μεγάλυνον, τὸν ἀναδείξαντά σοι κράτος κατ’ ἐχθρῶν, Κλήμην τὸν πολύαθλον.

Εἶτα, οἱ Κανόνες· τῆς Θεοτόκου εἷς, καὶ τῶν Ἁγίων δύο.
Ὁ Κανὼν τοῦ Ἁγίου Κλήμεντος, οὗ ἡ Ἀκροστιχίς: Μέλπω τὸ κλῆμα τῆς νοητῆς ἀμπέλου. Θεοφάνους.
ᾨδὴ α'. Ἦχος πλ. β'. Ὡς ἐν ἠπείρῳ πεζεύσας.
Μετὰ τῆς ἄνω χορείας, ὡς Ἱερεύς, καὶ ὡς Μάρτυς ἔνδοξος, τῷ Χριστῷ παρεστηκώς, ἐκτενῶς ἱκέτευε τυχεῖν, τῆς ἐλλάμψεως τῆς σῆς, τοὺς εὐφημοῦντάς σε.

Ἐκτεταμένους ἀγῶνας ἐπὶ τῆς γῆς, διανύσας Ὅσιε, βασιλείας οὐρανῶν, ἠξιώθης στέφανον λαβεῖν, καὶ αἰώνιον ζωὴν τὴν ἀκατάλυτον.

Λελυτρωμένος τῷ πάθει τοῦ ἀπαθοῦς, διὰ πάθους ἔσπευσας, πρὸς αὐτὸν ἀναδραμεῖν, μιμητὴς γενόμενος παθῶν, θεοφόρε τῶν αὐτοῦ Ἀγγέλων σύσκηνε.

Θεοτοκίον.
Πεποικιλμένη τῷ κάλλει τῶν ἀρετῶν, Θεομῆτορ ἄχραντε, τὸν Θεὸν τὸν ἀληθῆ, ὑπὲρ νοῦν συνέλαβες ἡμῖν, τὴν πηγῆν τῶν ἀγαθῶν ἀναπηγάσασα.

Ὁ Κανὼν τοῦ Ἁγίου Ἀγαθαγγέλου, οὗ ἠ ἀκροστιχίς: Τὴν σὴν ἀνυμνῶ Παμμάκαρ χαίρων χάριν. Ἰωσήφ.
ᾨδὴ α'. Ἦχος δ'. Ὁ πατάξας Αἴγυπτον.
Τὸν κλεινὸν ἐν Μάρτυσι, τῶν ἀθλητῶν τὸ καύχημα, τὸν ἄγγελον τῇ κλήσει, γεγενημένον καὶ τῇ πράξει, χαρμονικῶς σήμερον, τιμήσωμεν ἐν πίστει, καὶ μακαρίσωμεν.

Ἠξιώθης, Ἔνδοξε, τῆς τῶν Μαρτύρων εὐκλείας, ἀθλοῦντα θεωρήσας μεγαλοφρόνως ἐν τῇ Ῥώμῃ, τὸν Ἱερὸν Κλήμεντα· μεθ’οὗ σε συνελθόντες, πίστει γεραίρομεν.

Νεκρωθεὶς Μακάριε, παντὶ τῷ κόσμῳ ἔδραμες, τὴν νέκρωσιν κηρύττων, τοῦ Ζωοδότου ἐν σταδίῳ· καὶ ὑποστὰς βάσανα, ζωῆς ἀδιαδόχου, νῦν κατηξίωσαι.

Θεοτοκίον.
Σαρκωθέντα Κύριον, δι’ εὐσπλαγχνίαν ἄφατον, ἐκύησας Παρθένε, ὃν Ἀγαθάγγελος ποθήσας, ἔξω σαρκὸς γέγονεν, ἀθλήσας παραδόξως, μεθ’ οὗ ὑμνοῦμέν σε.

Τοῦ Ἱεράρχου. ᾨδὴ γ'. Οὐκ ἔστιν ἅγιος.
Ὡραίους ἤνεγκας καρπούς, κλῆμα τῆς ζωηφόρου, χρηματίσας ἀμπέλου, καὶ τούτους μαρτυρικαῖς, κοσμήσας μαρμαρυγαῖς, τῷ Σωτῆρι, πάντων καθιέρωσας.

Τοῦ Παύλου ὤφθης μιμητής, πᾶσαν τὴν οἰκουμένην, διατρέχων Παμμάκαρ, βαπτίσματι θεουργῷ, καὶ αἵματος ῥαντισμῷ, ἁγιάζων, τῆς ὁμολογίας σου.

Θεοτοκίον.
Οὐκ ἔστιν ἄμεμπτος ὡς σύ, πάναγνε Θεομῆτορ· μόνη γὰρ ἐξ αἰῶνος, τὸν Θεὸν τὸν ἀληθῆ, καὶ πάντων Δημιουργόν, Θεὸν Λόγον, Πάναγνε ἐκύησας.

Τοῦ Μάρτυρος. Ἐστερεώθη ἡ καρδία μου.
Ὑμνολογῶ σου τοὺς ἀπείρους παμμάκαρ πόνους, τὰς στρεβλώσεις καὶ τὰς πολλὰς αἰκίσεις, τὴν ἀνδρείαν, τοὺς ξεσμούς, καὶ τὸν θάνατον, δι' ὧν ἠξιώθης, ζωῆς Ἀγαθάγγελε.

Μετὰ μυρίους αἰκισμοὺς σε καὶ ἀλγηδόνας, ῥαβδισμούς τε καὶ ξέσεις Ἀθλοφόρε, ὑποβρύχιος θαλάσσῃ, δέδοσαι ἔνδοξε· ἐξ ἧς ὁ τῶν ὅλων, Δημιουργὸς σε ἐρρύσατο.

Νεανικῶς τε καὶ ἀνδρείως γενναῖε Μάρτυς, πυρακτώσεις ὑπήνεγκας τῶν ἥλων, καιομένης τῆς σαρκός, καὶ ἄνωθεν δρόσον δεχομένης, ὑπομονῆς Ἀγαθάγγελε.

Θεοτοκίον.
Ὤ παραδόξου μυστηρίου! πῶς ἡ Παρθένος, πλατυτέρα τῶν οὐρανῶν ἐδείχθη, ἐν νηδύϊ τὸν ἀπεριόριστον, ἀστενοχωρήτως χωρήσασα.

Κάθισμα τοῦ ἁγ. Κλήμεντος. Ἦχος δ'. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τοῦ μαρτυρίου ἀληθῶς τῇ δρεπάνῃ, κατατεμνόμενος σοφὲ Ἱεράρχα, ὡς καρποφόρος ἄμπελος ἐξήνθησας, βότρυας περκάζοντας, καὶ σταλάζοντας γλεῦκος, θείας ἐπιγνώσεως, καὶ ἀθλήσεως Πάτερ· ἐξ ὧν μετέχων πᾶς τις εὐσεβῶς, καταγλυκαίνει ψυχῆς αἰσθητήρια.
Δόξα τοῦ ἁγ. Ἀγαθαγγέλου. Ὁ αὐτός. Ἐπεφάνης σήμερον.
Ἀγαθὸν σε Ἄγγελον γεγενημένον, θεοσδότοις λάμψεσιν, ἀνευφημοῦντες εὐσεβῶς, ἐπιτελοῦμεν τὴν μνήμην σου, κλέος Μαρτύρων, σοφὲ Ἀγαθάγγελε.
Καὶ νῦν. Θεοτοκίον.
Προστασία ἄμαχε τῶν θλιβομένων, καὶ πρεσβεία ἕτοιμε, τῶν ἀπορούντων ἐν δεινοῖς, ἀπὸ κινδύνων με λύτρωσαι· μὴ με παρίδῃς, ἡ πάντων ἀντίληψις.

Τοῦ Ἱεράρχου. ᾨδὴ δ'. Χριστός μου δύναμις.
Κυκλώσας ἅπασαν, τὴν γῆν ἐξέτεινας, τῶν ἀγώνων τὸ κλῆμα ἀθλητικήν, στάζον ἀγαλλίασιν, καὶ εὐωδίας γλυκασμόν, Ἀθλοφόρε παμμακάριστε.

Λειμῶνα θέοντες, τῆς σῆς ἀθλήσεως, ἰαμάτων τὰ ἄνθη μάκαρ τῶν σῶν, Ἔνδοξε δρεπόμεθα, καὶ ποικιλίᾳ θαυμάτων, τὰς αἰσθήσεις κατευφραίνομεν.

Ἡμέρας γέγονας, υἱὸς θαυμάσιε, καὶ φωτὸς ἀνεσπέρου διηνεκῶς, περιαυγαζόμενος, τῷ τρισηλίῳ φωτισμῷ, καὶ τῇ αἴγλῃ τοῦ κηρύγματος.

Θεοτοκίον.
Μαρία Πάναγνε, ἡ καθαρώτατον, γενομένη χωρίον χωρητικόν, θείας ἐνοικήσεως, τὸν ψυχικόν μου μολυσμόν, καὶ τὸν ῥύπον ἐξαφάνισον.

Τοῦ Μάρτυρος. Εἰσακήκοα ὁ Θεός.
Πολυώδυνα ἐνεγκών, βασάνων εἴδη γενναῖε Μάρτυς, σὺν τῷ θείῳ χαίρων Κλήμεντι, ταῖς ῥοαῖς τοῦ αἵματος, πᾶσαν τὴν γῆν θεόφρον ἡγίασας.

Ἀνηρτήθης ὡς ὁ Χριστός, ἐπὶ τοῦ ξύλου καὶ κατεξάνθης, τὰς πλευρὰς σιδήρῳ ἔνδοξε, καταπλήξας ἅπαντας, ὑπομονῇ σοφὲ Ἀγαθάγγελε.

Μεγαλύνοντες τὸν Χριστόν, φρουρὰν κατῴκουν οἱ Ἀθλοφόροι, ὡς φρουροὶ θείων προστάξεων, Κλήμης ὁ πανάριστος, καὶ Ἀγαθάγγελος ὁ ἀοίδιμος.

Θεοτοκίον.
Μακαρίζομέν σε ἀεί, Θεοκυῆτορ εὐλογημένη· δι' ἧς δόξης ἠξιώθημεν, καὶ τὸν πρὶν Παράδεισον, ὃν ἀπωλέσαμεν ἀπελάβομεν.

Τοῦ Ἱεράρχου. ᾨδὴ ε'. Τῷ θείῳ φέγγει Σου, Ἀγαθέ.
Αἰκίσεις πάνσοφε καρτερῶν, τὰς πολυχρονίους καὶ μακροτάτας, πολύαθλος πέφηνας· νῦν δὲ τῆς ἀφθάρτου μακαριότητος, τρυφὴν κατεκληρώσω διαιωνίζουσαν.

Τὴν πίστιν ἄγκυραν ἀσφαλῆ, ὡς καὶ τὴν ἐλπίδα καὶ τὴν ἀγάπην, θεμέλιον θέμενος, τῇ σεπτῇ Τριάδι σαυτὸν ἀνέθηκας, ναὸν ἡγιασμένον Πάτερ πανόλβιε.

Ἡ θεοκόσμητος ξυρωνίς, ἡ διαφανὴς ἠγωνισμένη, ἀθλήσεως στάδιον, ἐπιλαβομένη τῆς αἰωνίου ζωῆς, Ἀγγέλοις συγχορεύει καὶ συναγάλλεται.

Θεοτοκίον.
Σῶσαι βουλόμενος ἐκ φθορᾶς, τὴν καταφθαρεῖσαν φύσιν, τῶν ἀνθρώπων ὁ Κτίστης καὶ Κύριος, μήτραν ἁγνισθεῖσαν Ἁγίῳ Πνεύματι, οἰκήσας ἀπορρήτως ἀνεμορφώσατο.

Τοῦ Μάρτυρος. Ὄρθρον φαεινὸν ἡμῖν.
Ἄνθραξι πυρούμενοι, ἀγαπήσεως τοῦ Παντουργοῦ, ἐν ἀσβέστῳ πυρωθείσῃ ἐβλήθητε, καλλίνικοι Μάρτυρες.

Κόσμος ὡραιότατος, ἀνεδείχθητε τῶν Ἀθλητῶν, ἀφαιρούμενοι δορὰν τὴν τοῦ σώματος, ἀήττητοι Μάρτυρες.

Ἁπλωθεὶς εἰς κράβατον, καὶ ὀπτώμενος ἐν τῇ πυρᾷ, Ἀγαθάγγελε Ἀγγέλους ἐξέπληξας, ὁρῶντας τοὺς ἄθλους σου.

Θεοτοκίον.
Ῥυομένη φάνηθι, Ἀπειρόγαμε πάντας ἡμᾶς, πειρασμῶν τε καὶ κινδύνων καὶ θλίψεων, τοὺς πόθῳ ὑμνοῦντάς σε.

Τοῦ Ἱεράρχου. ᾨδὴ ς'. Τοῦ βίου τὴν θάλασσαν.
Νομίμως ἀθλήσαντες, τοὺς στεφάνους ἐκ χειρός, ζωαρχικῆς ἐδέξασθε, χαρισμάτων ποικίλων διανομήν, καὶ χάριν ἰάσεων, τῶν πιστῶν θεραπεύειν τὰ νοσήματα.

Ὁ βίος ὁ ἔνθεος, τῶν ἀγώνων ἡ τριβή, τῶν αἰκισμῶν ἡ ἔνστασις, εὐπρεπείας στεφάνωμα μυστικόν, καὶ κάλλους διάδημα, καὶ στολὴ ἀφθαρσίας σοι γεγόνασιν.

Θεοτοκίον.
Ἡ Πάναγνος Δέσποινα, ἡ τεκοῦσα τοῖς βροτοῖς, τὸν κυβερνήτην Κύριον, τῶν παθῶν μου τὸν ἄστατον καὶ δεινόν, κατεύνασον τάραχον, καὶ γαλήνην παράσχου τῇ καρδίᾳ μου.

Τοῦ Μάρτυρος. Ἐν πελάγει τοῦ βίου.
Χαριστήριον αἶνον Θεῷ προσῆξας, θεόφρον Ἀθλητά, ἐν τῇ καμίνῳ ἐμβληθείς, ὡς πάλαι οἱ αἰχμάλωτοι Παῖδες, καὶ δρόσον δεχόμενος, Ἀγαθάγγελε οὐρανόθεν.

Ἀγαθαῖς ἀγγελίαις ταῖς δι’Ἀγγέλων, νευρούμενος τὸν νοῦν, τοὺς αἰκισμούς τε καὶ ἀλγηδόνας, ὥσπερ πάσχοντος ἄλλου, ῥαδίως ὑπήνεγκας, Ἀγαθάγγελε γενναιόφρον.

Ἱερὰν ξυνωρίδα ὑμᾶς ὁ πλάνος, θεασάμενος σοφοί, δεσμοῖς συνθλίβει, καὶ ποιναῖς συγκόπτει, καὶ φρουραῖς κατακλείει καὶ γέλωτα ὤφλησε, τῇ ἀτρέπτῳ ὑμῶν ἐνστάσει.

Θεοτοκίον.
Ῥαθυμίαν ὕπνου θανατηφόρου, ἀπάλλαξον Ἁγνή, καὶ πρὸς ἐνθέους, γρηγορεῖν με ὕμνους, καὶ καλὰς ἐργασίας, ἐνίσχυσον Δέσποινα, ἵνα πόθῳ ὑμνολογῶ σε.

Κοντάκιον. Ἦχος δ'. Ἐπεφάνης σήμερον.
Τῆς ἀμπέλου γέγονας, τίμιον κλῆμα, τοῦ Χριστοῦ πανεύφημε, Κλήμη πολύαθλος ὀφθείς, σὺν τοῖς συνάθλοις τε ἔκραζες· Χριστέ, Μαρτύρων φαιδρὸν ἀγαλλίαμα.
Ὁ Οἶκος.
Υἱὸς φωτὸς ἀναδειχθείς, Θεοῦ συγκληρονόμος, ὡς Ἠλιοὺ ὁ θεῖος, τὸν Ἀχαὰβ ἤλεγξεν, οὕτω καὶ σύ, Κλήμη σοφέ, Βασιλεῖς ἀνόμους, καὶ Τυράννους ἀπηνεῖς, Ἑλλήνων τοὺς πρωτεύοντας, ἐν λόγῳ καὶ ἀληθείᾳ ἐνίκησας, καὶ προσάγεις θῦμα τῷ Κυρίῳ νῦν τὰ πλήθη τῶν εἰς Χριστὸν πιστευσάντων. Διὸ κοινωνὸν τῆς σῆς μαρτυρίας Ἀγαθάγγελον εὑρών, πόλεις ἐναθλῶν συνώδευσας φαιδρῶς κραυγάζων· Χριστέ, Μαρτύρων φαιδρὸν ἀγαλλίαμα.
Μηνολόγιον.
Τῇ ΚΓ΄ τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ἁγίου ἐνδόξου Ἱερομάρτυρος Κλήμεντος Ἐπισκόπου Ἀγκύρας καὶ τοῦ Ἁγίου Μάρτυρος Ἀγαθαγγέλου.
Ἀγαθαγγέλου καὶ Κλήμεντος αἱμάτων,
Τὸ τοῦ ξίφους δίψαιμον ἐπλήσθη στόμα.
Εἰκάδι δ’ ἐτμήθητε τρίτῃ Ἀγαθάγγελε, Κλήμη.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

Τοῦ Ἱεράρχου. ᾨδὴ ζ'. Οἱ Παῖδες ἐν Βαβυλῶνι.
Τῇ αἴγλῃ τοῦ Μαρτυρίου, τὴν οἰκουμένην ἐφαίδρυνας, ἀναμέλπων Χριστῷ διανοίας, καὶ ψυχῆς καθαρότητι· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἠιμῶν.

Ἡ τῶν σῶν κατορθωμάτων, ἱερωτάτη πανήγυρις, οὐρανίῳ φωτὶ λαμπομένη, καταυγάζει τοὺς κράζοντας· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν.

Θεοτοκίον.
Σοφίας τῆς ὑπερσόφου, Παρθένε Μήτηρ γεγένησαι, τῆς τὰ πάντα σοφῶς κυβερνώσης, φυσικῇ ἀγαθότητι· Εὐλογημένος Πάναγνε, ὁ καρπὸς τῆς κοιλίας σου.

Τοῦ Μάρτυρος. Μὴ παραδῴης ἡμᾶς.
Ὥσπερ οἱ δύο ἀεὶ φωστῆρες, φαιδρῶς τὴν Ἐκκλησίαν, φωτίζουσι πλουσίως ἄθλων λαμπρότητι, σὺν Ἀγαθαγγέλῳ ὁ μέγας Κλήμης σκοτασμὸν λύοντες πονηρῶν ἀπιστίας ἐχθρῶν· οὓς εὐφημήσωμεν μεγαλοφώνως.

Νεανικῶς τοὺς ξεσμοὺς ὑπέστης, καὶ πάσας τρικυμίας, τῶν ἀνυποίστων πόνων σαρκός σου τραύμασιν, ἐχθροὺς τραυματίζων τοὺς ἀοράτους, ἀθλητὰ ἔνδοξε, τῶν παθῶν τοῦ Χριστοῦ κοινωνέ, Ἀγγέλων σύσκηνε, Μαρτύρων κλέος.

Χαίρων ὑπέστης σοφέ, μολύβδου βαρείας πυρακτώσεις, κατὰ τῆς θείας κάρας ἐπενεχθείσας σου, καὶ καταφλεγούσας ταύτην διόλου, ὥσπερ τις ἄσαρκος, Ἀγαθάγγελε στρατιῶτα Χριστοῦ· ὅθεν πίστει σε δοξολογοῦμεν.

Θεοτοκίον.
Ἀνερμηνεύτου λόγῳ, μετέσχες Παρθένε μυστηρίου, Θεὸν τὸν ἐν πᾶσιν ὄντα ἀχώρητον, ἀστενοχωρήτως χωρεῖς καὶ τίκτεις, καὶ μαζοῖς ἔθρεψας, βουληθέντα οἰκτειρῆσαι ἡμᾶς, τοὺς Θεοτόκον σε ὁμολογοῦντας.

Τοῦ Ἱεράρχου. ᾨδὴ η'. Νόμων Πατρῴων.
Ἀναφανέντες φαεινότατοι, ἐπὶ τῆς γῆς φωστῆρες κατελαμπρύνατε, τὸ στερέωμα Πανόβλιοι, τῆς σεπτῆς Ἐκκλησίας· ἐν οὐρανοῖς δέ, φέγγει τῆς ἀθλήσεως ὑμῶν, πρωτοτόκων πανήγυριν εὐφραίνετε βοῶντες· Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Μέτ’ εὐφροσύνης τὴν χαρμόσυνον, τῶν σῶν ἀγώνων μνήμην νῦν ἑορτάζομεν· ὡς γὰρ ἄσαρκος ὑπέμεινας αἰκισμῶν τρικυμίας· ἀλλ’ ἀντὶ τούτων, διαιωνίζουσαν τρυφήν ἐπαξίως ἀπείληφας, ἀντίδοσιν πλουσίαν· Τὸν Κύριον ὑμνεῖτε κραυγάζων, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Πεποικιλμένην καὶ ὑπέρλαμπρον, καταστολὴν σὺ δόξης ἀμφιασάμενος, ἀντὶ Πνεύματος Πανόβλιε, χαλεπῆς ἀκηδίας, ἀντὶ βασάνων, τὴν Ἀγγελικὴν διαγωγήν, ἀντηλλάξω λαβόμενος, ζωῆς τῆς ἀϊδίου· Τὸν Κύριον ὑμνεῖτε κραυγάζων, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Θεοτοκίον.
Ἐξ ἀϊδίου τῷ Γεννήτορι, ὁ συνυπάρχων Λόγος καὶ συννοούμενος, ἐπὶ τέλει τῶν αἰώνων δέ, σαρκωθεὶς ἐκ Παρθένου, τὴν τῶν ἀνθρώπων, πᾶσαν ἐθεούργησε μορφήν, ἑαυτῷ καθ’ὑπόστασιν, ἀσυγχύτως ἑνώσας· Τὸν Κύριον ὑμνεῖτε βοώντων, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Τοῦ Μάρτυρος. Τὰ σύμπαντα Δέσποτα.
Ῥανίσιν αἱμάτων σου, πῦρ ἀποσβέσας ἀθεΐας, ἤρδευσας Πανεύφημε, Χριστοῦ τὴν Ἐκκλησίαν, πίστει ἀναθάλλουσαν, καὶ εὐφημοῦσαν ἀξίως, τοὺς μεγίστους σου πόνους, τὰ παλαίσματα, τὰς λαμπρὰς ἀριστείας, ἀπαύστως σοφὲ Ἀγαθάγγελε.

Ἴσους ἐκομίσαντο, τῆς νίκης τοὺς στεφάνους, Κλήμης ὁ πανάριστος, καὶ Ἀγαθάγγελος· ὅθεν, ἐν ὑψίστοις τῷ πάντων βασιλεύοντι παρεστῶντες, προστάται καὶ ῥύσται ἡμῶν χρηματίζουσιν, εὐλογοῦντες ὑμνοῦντες ἀπαύστως τὸν Κύριον.

Νέους ἐκμιμούμενος, τοὺς κατασβέσαντας τὴν φλόγα, τὸ πῦρ ὥσπερ ἄσαρκος, ὑπῆλθες ἀθλοφόρε, ζήλῳ πυρακτούμενος τῆς τοῦ Κυρίου ἀγάπης, καὶ θερμῶς ἀνεβόας Ἀγαθάγγελε· Εὐλογεῖτε τὰ ἔργα Κυρίου, ἀπαύστως τὸν Κύριον.

Θεοτοκίον.
Ἰσχυρὰν παράκλησιν, καὶ ἀκαταίσχυντον ἐλπίδα, τεῖχος ἀπροσμάχητον, καὶ θείαν προστασίαν, ὁ λαός σου ἔχει σε, ὁ σὲ δοξάζων Παρθένε· καὶ σῳζόμενος, κράζει ἐμμελέστατα· Εὐλογεῖτε τὰ ἔργα Κυρίου, ἀπαύστως τὸν Κύριον.

Τοῦ Ἱεράρχου. ᾨδὴ θ'. Θεὸν ἀνθρώποις ἰδεῖν ἀδύνατον.
Λουτρῷ τοῦ φωτοειδοῦς βαπτίσματος, τελειωθείς, καὶ τῆς ἱερωσύνης τῷ χαρίσματι, καὶ Μαρτύρων αἵματι λουσάμενος, ὅλος πεφωτισμένος, χαίρων ἀνέδραμες, πρός τὰς οὐρανίους στρατιὰς θεομακάριστε.

Ὁ τῶν ἁγίων Μαρτύρων στέφανος, Λόγος Θεοῦ στεφάνῳ τῶν χαρίτων ἐκόσμησε, σὴν ἁγίαν κορυφὴν θεσπέσιε, ὁ τῆς δικαιοσύνης, ἄδυτος Ἥλιος, δι’ ὃν τοὺς ἀγῶνας τοὺς μακρούς, χαίρων ὑπέμεινας.

Θεοτοκίον.
Υἱὸς καὶ Λόγος Θεοῦ ὁ ἄναρχος, σωματωθείς, υἱὸς καὶ τῆς Παρθένου γεγένηται, εὐδοκίᾳ τοῦ Πατρὸς καὶ Πνεύματος, θείου τῇ συνεργείᾳ· ὅθεν ἀνέπλασε, τὴν καταφθαρεῖσάν μου μορφήν, ὡς παντοδύναμος.

Τοῦ Μάρτυρος. Ἐποίησε κράτος.
Ὡς ζεῦγος ὡραῖον, Ἀγαθάγγελος ὁμοῦ, ὁ ἔνδοξος καὶ Κλήμης ὁ γενναῖος, φανέντες μαρτυρικαῖς, ἐλαμπρύνθησαν στολαῖς· καὶ νῦν στεφανηφόροι τῷ Θεῷ, καὶ Βασιλεῖ τῶν ὅλων, εὐκλεῶς παρίστανται, σὺν τοῖς Ἀσωμάτοις.

Σαρκὸς οὐκ ἐφείσω, ὁμιλούσης χαλεποῖς, ἐν πλείοσι καιροῖς κολαστηρίοις, ἐφέσει τῶν ἀγαθῶν, ὧν ἡτοίμασε Θεός, τοῖς θείοις θεράπουσιν αὐτοῦ· μεθ' ὧν περιπολεύεις, Μάρτυς Ἀγαθάγγελε, χαίρων εἰς αἰῶνας.

Ἡ γῆ ἑορτάζει, καὶ χορεύει οὐρανός, ἀγάλλονται χοροὶ τῶν Ἀσωμάτων, καὶ καρδίαι τῶν πιστῶν, εὐσεβῶς δοξάζουσι, τὴν μνήμην σου σήμερον σοφέ· ἐν ᾗ τοὺς σὲ τιμῶντας, σῷζε ταῖς πρεσβείαις σου, πάσης ἐπηρείας.

Θεοτοκίον.
Φωτίζεις τὸν κόσμον, ἀνατείλασα τὸ φῶς Πανάμωμε, τὸ λάμψαν πρὸ αἰώνων, ἐκ τοῦ Πατρὸς ὑπὲρ νοῦν, διὰ τοῦτό σοι βοῶ. Τὸ σκότος ἀπέλασον Ἁγνή, ἐκ τῆς ἐμῆς καρδίας, τῶν ἀτάκτων λογισμῶν, ὅπως ἀνυμνῶ σε.

Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.
Ὡς Παῦλος ὁ Ἀπόστολος, τὴν γῆν κυκλώσας ἅπασαν, καὶ τῶν μακρῶν σου ἀγώνων, ἐκτείνας Κλήμη τὸ κλῆμα, τῇ ἕλικι τῆς Πίστεως, ζωγρεῖς τὸν Ἀγαθάγγελον, συγκοινωνόν σοι Μάρτυρα, τῆς ἀγαθῆς ἀγγελίας, ἐπώνυμον ἀθλοφόρον.
Ἕτερον. Ὅμοιον.
Κλήμη ποιμὴν θεόληπτε, τῶν Ἀρχαγγέλων σύσκηνε, ὡς παῤῥησίαν πλουτίσας, πρὸς τὸν Χριστὸν ἱεράρχα, οὗ καὶ τῷ θρόνῳ Ἅγιε, ἐνδόξως νῦν παρίστασαι, τῶν ἐκτελούντων μέμνησο, τὴν φωτοφόρον σου μνήμην, καὶ σὲ τιμώντων ἐκ πόθου.
Θεοτοκίον.
Ὡς οὖσα καθαρώτατον, δοχεῖον Θεονύμφευτε, τῆς τῶν παθῶν με ἀχλύος, δεῖξον ἐλεύθερον Κόρη, βρυγμοῦ ὀδόντων σκώληκος, καὶ τοῦ πυρὸς ἐξάρπασον, τοῦ αἰωνίου Δέσποινα, ὅπως ἐν Πίστει ὑμνῶ σε, εὐλογημένη Μαρία.

Αἶνοι. Ἦχος α΄. Τῶν οὐρανίων Ταγμάτων.
Καθάπερ κάρπιμον κλῆμα τῆς ὁσιότητος, ἐν τῇ ἀμπέλῳ μείνας, ἱερώτατε Κλήμη, τῇ τοῦ μαρτυρίου κερνοδωτῶν, οἷον οἶνον σωτήριον, τὸ ἐκχυνόμενον αἷμα ἐκ σῆς σαρκός, τοῖς πιστοῖς Μαρτύρων ἔρεισμα.

Ἐξ ἀγαθῆς ἀγγελίας τοῦ σὲ διδάξαντος, Θεῷ ἀφιερώθης Ἀγαθάγγελε Μάρτυς, ὁλόκληρος θυσία· διὸ καὶ θυείς, πρὸς Αὐτὸν ἀναβέβηκας, τὸν τοὺς στεφάνους πορίζου τοῖς δὲ αὐτόν, ἐναθλοῦσι καρτερώτατα.

Ποικίλοις ἄνθεσι δεῦτε κατακοσμήσομεν, ἱεραρχῶν τὸ κλέος, καὶ Μαρτύρων τὴν δόξαν, Κλήμεντα τὸν θεῖον καὶ πρὸς αὐτόν, μετ’ αἰνέσεως κράξομεν· σῶσον τὴν ποίμνην σου ταύτην ἐκ συμφορῶν, καὶ παντοίων περιστάσεων.

Ὁ θαυμαστὸς ἐν Ἁγίοις ὑπάρχων Κύριος, σὲ τῇ ἀφθόνῳ δόξῃ, τοῦ αὐτοῦ χαρισμάτων, ἐδόξασεν ἐν κόσμῳ καὶ τῶν ψυχῶν, καὶ σωμάτων παρέχετο, θεραπευτὴν ἱεράρχα τοῖς εὐσεβῶς, εὐφημοῦσί σε Κλήμεντα.

Δόξα. Ἦχος πλ. δ΄.
Μαρτύρων τοὺς κοσμήτορας, καὶ κήρυκας τῆς ἀληθείας, δεῦτε φιλέορτοι πνευματικοῖς ὕμνοις ἐγκωμιάσωμεν· Κλήμην, τὸ κλῆμα τῆς πίστεως, τῷ ἐν τῇ ζωηῤῥύτῳ ἀμπέλῳ μείναντι, καὶ βότρυας ἀληθείας καρποδοτίσαντι· καὶ Ἀγαθάγγελον τὸν ὑπ’ αὐτοῦ ζωγρηθέντα, καὶ Θεῷ δι’ ἐκχύσεως αἵματος προσενεχθέντα· πρὸς οὓς βοήσομεν· μὴ παύσητε ἐξιλεεῖν, ὑπὲρ τῆς πόλεως ταύτης, τοῦ δοθῆναι αὐτῇ εἰρήνην σταθηράν, καὶ ὁμόνοιαν πίστεως καὶ μέγα ἔλεος.

Καὶ νῦν. Θεοτοκίον.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

Μεγαλυνάριον.
Τὸν ἐκ τῆς Ἀγκύρας θεῖον βλαστόν, καὶ τῆς Ἐκκλησίας ἱερώτατον θαυμαστόν, τὸν θεῖον ποιμένα, καὶ λειτουργὸν Κυρίου, Κλήμεντα τὸν μέγαν, πάντες ὑμνήσωμεν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου