Τρίτη 16 Ιουνίου 2015

128.Ἁγ. ΝΕΚΤΑΡΙΟΥ Αἰγίνης, ἐπί αἰτήσει συγγνώμης



Ἀκολουθία Ἁγ. ΝΕΚΤΑΡΙΟΥ Αἰγίνης, ἐπί αἰτήσει συγγνώμης.
Ψαλλομένη τῇ 15η Ἰανουαρίου
Ποίημα Μητροπ. Κυθήρων Σεραφείμ (2001)


ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ
Ἱστῶμεν στ’ δ΄. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσι.
Φιλεόρτων οἱ σύλλογοι, συναχθήτωσαν σήμερον, ἐν ᾠδαῖς καὶ ὕμνοις τε εὐφρανθήτωσαν, ἰδοὺ γὰρ νέαν πανήγυριν, Χριστὸς ἐδωρήσατο, εὐσεβεῖ Αὐτοῦ λαῷ, Νεκταρίου τρισμάκαρος, ὅν ἐδόξασεν, ὑπὲρ πάντας Ὁσίους καὶ Δικαίους, ἐν αἰώνων εἰκοσάδι, ἀπείρῳ δόξῃ καὶ θαύμασιν.

Ἐκκλησία ἀγάλλεται, καὶ φαιδρῶς ὡραΐζεται, καὶ Ἀλεξανδρέων θρόνος σεμνύνεται, ἀποκατέστη ὡς ἔπρεπε, κανόνων τὸ θέσπισμα, καὶ Νεκτάριος κλεινός, καὶ Ἀγγέλων συνόμιλος, τὴν δικαίωσιν, ἐκ Συνόδου πατέρων ἀπολάυει, οἵ ἐν δάκρυσιν ἐκθύμως, συγχώρησιν ἐξῃτήσαντο.

Νῆσος Αἴγινα τέρπεται, καὶ ἡδύνεται σύμπασα, καὶ μοναζουσῶν χορεῖαι συνᾴδουσι, ὑπερβαλλόντως δὲ γάνυται, Μονὴ πανσεβάσμιος, ἥ ἐδέξατο τὰ σά, ζωοπάροχα νάματα, καὶ καθίδρυται, ὑπὸ σοῦ ΠάτερἍγιε παμμάκαρ, διὸ λείψανόν σου νέμει, τῷ Πατριάρχῃ συγχαίρουσα.

Ἠγαθύνθης τρισόλβιε, εὐλογῆσαι σὴν ἤπειρον, σοῦ ἐπανακάμψαντος τῷ λειψάνῳ σου, εἰς τὴν κλεινὴν Ἀλεξάνδρειαν, μετὰ τὴν δικαίωσιν, ἥν ἐκύρωσε σοφῶς, τῶν ποιμένων ἡ Σύνοδος, καὶ ἠλέησας, σαῖς πρεσβείαις ἐνθέοις θεοδέκτοις, τοὺς διώξαντάς σε Πάτερ, οὐρανομύστα Νεκτάριε.

Δόξα. Ἦχος α΄.
Ἔλαμψεν ἡ δικαιοσύνη, ἀποκατέστη κανόνων ἡ τάξις, ἄφεσις ἐδόθη τοῖς πταίσασιν, συνοδικῶς αἰτηθεῖσα ὑπὸ τῶν Ἐπισκόπων, εἰρήνην πολιτεύεται ποίμνῃ σου, θεόφρον Νεκτάριε. Διὸ καὶ ἐπαναδραμόντος σου τῷ λειψάνῳ, δόξῃ καὶ τιμῇ, τῷ πεφιλημένῳ σοι κατ’ Ἀλεξάνδρειαν Πατριαρχείῳ, ἀκούεις μυστικῶς, ἀπόλαβέ σου τὸν θρόνον, Ἀρχιερεῦ Ὅσιε.

Καὶ νῦν. Θεοτοκίον.
Τῇ πρεσβείᾳ Κύριε, τοῦ Σοῦ Ἱεράρχου καῖ τῆς Θεοτόκου, τὴν Σὴν εἰρήνην δὸς ἡμῖν, καὶ ἐλέησον ἡμᾶς, ὡς μόνος Οἰκτίρμων.

Ἀπόστιχα. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Χαίρει ὁ οὐρανός, καὶ γῇ ἀγαλλιᾶται, Νεκτάριε θεόφρον, πρεπόντως δοξασθέντος, σοῦ Πάτερ πανσεβάσμιε.

Στ. Οἱ Ἱερεῖς Σου Κύριε...
Χαίρετε Ἱερεῖς, μονάζοντες σκιρτᾶτε, Ἀρχιερεῖς καυχᾶσθε, καὶ εὐσεβῶν ὁ κλῆρος, χορεύσατε εὐφράνθητε.

Στ. Τίμιος ἐναντίον Κυρίου...
Χαίρετε σὺν αὐτοῖς, Αἴγινα καὶ Ἀθῆναι, Σηλύβρια καὶ Χίος, Ἀλεξανδρέων δῆμος, Ῥιζάρειος καὶ Κάϊρον.

Δόξα. Τριαδικόν.
Δόξα Σοὶ τῷ Πατρί, καὶ τῷ Υἱῷ προσήκει, καὶ Πνεύματι Ἁγίῳ, Ζωοποιῷ Τριάδι, τῇ θαυμαστῇ Ἁγίοις Σου.

Καὶ νῦν. Θεοτοκίον.
Χαῖρε καὶ Σὺ Σεμνή, Ἁγίων λαμπροτέρα, ὑψηλοτέρα πάντων, καὶ θείου Νεκταρίου, ἡδύτατον ἐντρύφημα.

Νῦν ἀπολύεις, Τρισάγιον, Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Σηλυβρίας τὸν γόνον, Πενταπόλεως πρόεδρον, τὸν Ἀλεξανδρείας προστάτην, καὶ Αἰγύπτου ὡράϊσμα, Νεκτάριον ὑμνήσωμεν πιστοί, ὡς φίλον καὶ οἰκεῖον τοῦ Χριστοῦ, ἀναβλύζει γὰρ ἰάσεις παντοδαπάς, τοῖς πόθῳ ἀνακράζουσι· δόξα τῷ δεδωκότι σοι ἰσχύν, δόξα τῷ σὲ θαυμαστώσαντι, δόξα τῷ ἐν ὑστέροις τοῖς καιροῖς, λαμπρῶς σε ἁγιάσαντι.

Ἀπόλυσις.

ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ.
Μετά τόν Προοιμιακόν τό Μακάριος ἀνήρ, εἰς δέ τό Κύριε ἐκέκραξα Προσόμοια.
Ἦχος α΄. Ὦ τοῦ παραδόξου θαύματος.
Χαίρει Ἐκκλησίας ἄθροισμα, καὶ σκιρτᾷ ἐν χορῷ, θεόφρον Νεκτάριε, πανήγυρίν τε καινήν, συστησαμένην φαιδρῶς, ἐπὶ μετακομιδῇ, μέρους λειψάνων σου Πάτερ θεόληπτε, ἡπείρῳ Ἀφρικανῶν, Ἀλεξανδρέων σεπτῇ Ἐκκλησίᾳ σου, τρισευλογημένε Πάτερ, Ἐπισκόπων σέμνωμα, καὶ Ὁσίων ποιμένων, πανευφρόσυνον ἀγλάϊσμα.

Λάμπει, κλεινὴ Ἀλεξάνδρεια, καὶ Καΐρου πόλις, γηθοσύνως τέρπεται, ἐδέξαντο γὰρ λαμπρῶς, σὴν ἐπιφανείαν. Λειψάνου σου ἱεροῦ, ἡ εὐλογία καὶ χάρις ἐπέλαμψεν, ὡς ἄστρον ἑωθινόν, καὶ τῶν πιστῶν τὰς καρδίας κατηύφρανε. Τρισευλογημένε Πάτερ, οἰκουμένης καύχημα, Ἀφρικῆς δὲ ἀπάσης, ὁ προστάτης τε καὶ ἔφορος.

Σήμερον, φαιδρῶς σεμνύνεται, σοῦ δικαιωθέντος, τῶν Ποιμένων Σύνοδος, σὺν κλήρῳ καὶ τῷ λαῷ, Πατριαρχείου σου, ἀπόσβεσις γὰρ ποινῆς, ἀδίκου καὶ ἰσοβίου ἐγένετο, καὶ ἄφεσις ἐνοχῆς, συνοδικῶς συντριβῇ ἐξῃτήθη σου, τρισευλογημένε Πάτερ, Ἅγιε Νεκτάριε, Πενταπόλεως δόξα, Μονῆς Αἰγίνης ὡράϊσμα.

Προσόμοια ἕτερα. Ἦχος β΄. Ποίοις εὐφημιῶν.
Ποίοις, οἱ εὐτελεῖς χείλεσιν, ἐπαινέσωμεν τὸν Ἀρχιθύτην, τὸν ἀγαθωσύνη βιώσαντα, καὶ τὸν Ἀγαθὸν μιμησάμενον, ἀγαθοεργίαις πεπλησμένον, τὸν μέγαν ἐν Ἱεράρχαις διαπρέψαντα, σοφίᾳ καὶ καρτερίᾳ καὶ πρᾳότητι, θεῖον Νεκτάριον πάντες, ἐκ μέσης καρδίας, ἐγκωμίοις τε καὶ ᾠδαῖς, συμφώνως ὑμνήσωμεν, καὶ τὸν Ὕψιστον δοξάσωμεν.

Ποίοις, τιμητικοῖς φθέγμασιν, μακαρίσωμεν τὸν Ἱεράρχην, τὸν μακαριότητι ζήσαντα, καὶ ζωῇ μακάρων ἀστράπτοντα, τὸν μακαριώτατον Ποιμένα· τὸν πράξει, καὶ θεωρίᾳ διαλάμψαντα, τὸν χάριτας καὶ μῦρα ἀποπνέοντα, ἐκ σοφῶν χειλέων καὶ ἐνθέου διαγωγῆς, Κυρίῳ ἀρέσαντι, τὸν θεόσοφον Νεκτάριον.

Ποίοις, χαρμονικοῖς ᾄσμασιν, δῶμεν μέγαν αἶνον τῷ Δεσπότῃ, οὗ τῇ εὐδοκίᾳ καὶ χάριτι, ἑορτὴ πανεύσημος πέφηνε, κόσμον Ὀρθοδόξων εὐφραίνουσα· ὁ θρόνος, Ἀλεξανδρέων νῦν λελάμπρυται, ἡ τάξις θείων κανόνων ἐπανίδρυται, Συνοδικῇ διαγνώμῃ, καὶ αἰτήσει χάριτος, παρὰ σοῦ τοῦ κλεινοῦ Πατρός, τρισμάκαρ Νεκτάριε, ἀντιλῆπτορ, χαριτόβρυτε.

Δόξα. Ἦχος πλ. β΄.
Ἡμέρα ἔκλαμπρος καὶ φαιδρά, ἀνέτειλεν σήμερον, ὡς ἄστρον ἐωθινόν, Ἀλεξανδρέων Ἐκκλησίᾳ, τὴν ὑπ’ οὐρανὸν καταγλαΐζουσα· ἰδοὺ γὰρ Νεκτάριος ὁ πάνσεπτος, ὥς ποτε ὁ θεῖος Χρυσόστομος, δοκιμασθεὶς ὥσπερ χρυσίον ἐν χωνευτηρίῳ, καὶ ἀδίκως ἀπελαθεὶς τῆς ποίμνης αὐτοῦ, ἐβίωσεν ἄχρι τέλους ἐν ὁσιότητι καὶ δικαιοσύνῃ. Θείᾳ συνάρσει δὲ δικαιωθείς, ὑπὸ Συνόδου Ἐπισκόπων, ἐν τῇ Ἀλεξάνδρου μεγάλῃ πόλει, συνοδικῶς τε αἰτηθείσης παρ’ αὐτοῦ ἀφέσεως, πᾶσι τοῖς διώξασι τοῦτον, εἰρήνη ἅμα καὶ χαρὰ μεγάλη γίνεται, πάσῃ γῇ Αἰγύπτου καὶ πάσῃ Ἀφρικῇ. Δεῦτε οὖν, τῶν Ὀρθοδόξων οἱ παῖδες, ἐν φωνῇ ἀγαλλιάσεως, τούτῳ προσείπωμεν· χαίροις Πατέρων Πάτερ Νεκτάριε, ἀνεξίκακε καὶ πρᾳότατε, ἀπόλαβέ σου, ὥς ποτε ὁ Χρυσοῤῥήμων, τὸν θρόνον Ἅγιε, ἀναπαυόμενος τοῦ λοιποῦ, τῷ κομισθέντι λειψάνῳ σου, ἐν τοῖς κόλποις τοῦ σοῦ πεφιλημένου Πατριαρχείου, καὶ ἐπιδαψιλεύων πιστοῖς, τὸ μέγα ἔλεος.

Καὶ νῦν. Θεοτοκίον.
Τίς μὴ μακαρίσει σε Παναγία Παρθένε;...

Φῶς ἱλαρόν, Προκείμενον τῆς ἡμέρας καὶ Ἀναγνώσματα.
Παροιμιῶν τὸ Ἀνάγνωσμα.
Μνήμη δικαίου μέτ’ ἐγκωμίων, καὶ εὐλογία Κυρίου ἐπὶ κεφαλὴν αὐτοῦ. Μακάριος ἄνθρωπος, ὃς εὗρε σοφίαν, καὶ θνητὸς ὃς οἶδε φρόνησιν. Κρεῖσσον γὰρ αὐτὴν ἐμπορεύεσθαι, ἢ χρυσίου καὶ ἀργυρίου θησαυρούς. Τιμιωτέρα δὲ ἐστι λίθων πολυτελῶν, πᾶν δὲ τίμιον οὐκ ἄξιον αὐτῆς ἐστιν. Ἐκ γὰρ τοῦ στόματος αὐτῆς ἐκπορεύεται δικαιοσύνη, νόμον δὲ καὶ ἔλεον ἐπὶ γλώσσης φορεῖ. Τοιγαροῦν ἀκούσατέ μου, ὦ τέκνα· σεμνὰ γὰρ ἐρῶ, καὶ μακάριος ἄνθρωπος, ὃς τὰς ἐμὰς ὁδοὺς φυλάξει. Αἱ γὰρ ἔξοδοί μου, ἔξοδοι ζωῆς, καὶ ἑτοιμάζεται θέλησις παρὰ Κυρίου. Διὰ τοῦτο παρακαλῶ ὑμᾶς, καὶ προΐεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων. Ὅτι ἐγὼ ἡ Σοφία κατεσκεύασα βουλήν, καὶ γνῶσιν καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην. Ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ δὲ ἰσχύς. Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ ζητοῦντες εὑρήσουσι χάριν. Νοήσατε τοίνυν ἄκακοι πανουργίαν, οἱ δὲ ἀπαίδευτοι ἔνθεσθε καρδίαν. Εἰσακούσατέ μου καὶ πάλιν· σεμνὰ γὰρ ἐρῶ, καὶ ἀνοίγω ἀπὸ χειλέων ὀρθά. Ὅτι ἀλήθειαν μελετήσει ὁ λάρυγξ μου, ἐβδελυγμένα δὲ ἐναντίον ἐμοῦ χείλη ψευδῶ. Μετὰ δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στόματός μου, οὐδὲν ἐν αὐτοῖς σκολιόν, οὐδὲ στραγγαλιῶδες. Πάντα εὐθέα ἐστὶ τοῖς νοοῦσι, καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν. Διδάσκω γὰρ ὑμῖν ἀληθῆ, ἵνα γένηται ἐν Κυρίῳ ἡ ἐλπὶς ὑμῶν, καὶ πλησθήσεσθε πνεύματος.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα.
Ἐγκωμιαζομένου δικαίου, εὐφρανθήσονται λαοί· ἀθανασία γὰρ ἐστιν ἡ μνήμη αὐτοῦ, ὅτι καὶ παρὰ Θεῷ γινώσκεται, καὶ παρὰ ἀνθρώποις, καὶ ἀρεστὴ Κυρίῳ ἡ ψυχὴ αὐτοῦ. Ἐπιθυμήσατε τοιγαροῦν, ὦ ἄνδρες, σοφίαν, καὶ ποθήσατε, καὶ παιδευθήσεσθε· Ἀρχὴ γὰρ αὐτῆς ἀγάπη, καὶ τήρησις νόμων. Τιμήσατε σοφίαν, ἵνα εἰς τὸν αἰῶνα βασιλεύσητε. Ἀπαγγελῶ ὑμῖν, καὶ οὐ κρύψω ἀφ' ὑμῶν μυστήρια Θεοῦ. Ὅτι αὐτὸς καὶ τῆς σοφίας ὁδηγὸς ἐστι, καὶ τῶν σοφῶν διορθωτής· καὶ ἐν τῇ χειρὶ αὐτοῦ πᾶσα φρόνησις, καὶ ἐργασιῶν ἐπιστήμη. Ἡ πάντων τεχνῖτις ἐδίδαξέ με σοφία· ἔστι γὰρ ἐν αὐτῇ πνεῦμα νοερόν, ἅγιον, ἀπαύγασμα φωτὸς ἀϊδίου, καὶ εἰκὼν τῆς ἀγαθότητος τοῦ Θεοῦ. Αὕτη φίλος Θεοῦ καὶ Προφήτας κατασκευάζει. Εὐπρεπεστέρα δὲ ἐστιν ἡλίου, καὶ ὑπὲρ πᾶσαν ἀστέρων θέσιν, φωτὶ συγκρινομένη, εὑρίσκεται προτέρα. Αὕτη τοὺς θεραπεύσαντας αὐτὴν ἐκ πόνων ἐρρύσατο, καὶ ὡδήγησεν ἐν τρίβοις εὐθείαις. Ἔδωκεν αὐτοῖς γνῶσιν ἁγίαν, καὶ διεφύλαξεν αὐτοὺς ἀπὸ ἐνεδρευόντων, καὶ ἀγῶνα ἰσχυρὸν ἑβράβευσεν αὐτοῖς, ἵνα γνῶσι πάντες, ὅτι δυνατωτέρα παντὸς ἐστιν ἡ εὐσέβεια, καὶ οὐ μὴ κατισχύσῃ ποτὲ κακία σοφίας, οὐδ' οὐ μὴ παρελεύσεται πονηρούς ἐλέγχουσα ἡ δίκη. Εἶπον γὰρ ἐν ἑαυτοῖς, λογισάμενοι οὐκ ὀρθῶς. Καταδυναστεύσωμεν τὸν δίκαιον, μὴ φεισώμεθα τῆς ὁσιότητος αὐτοῦ, μηδὲ ἐντραπῶμεν πολιὰς πρεσβύτου πολυχρονίους· ἔστω δὲ ἡμῶν ἡ ἰσχὺς νόμος. Καὶ ἐνεδρεύσωμεν τὸν δίκαιον, ὅτι δύσχρηστος ἡμῖν ἐστι, καὶ ἐναντιοῦται τοῖς ἔργοις ἡμῶν καὶ ἐπιφημίζει ἡμῖν ἁμαρτήματα παιδείας ἡμῶν. Ἐπαγγέλλεται γνῶσιν ἔχειν Θεοῦ, καὶ παῖδα Κυρίου ἑαυτὸν ὀνομάζει. Ἐγένετο ἡμῖν εἰς ἔλεγχον ἐννοιῶν ἡμῶν. Βαρὺς ἐστιν ἡμῖν καὶ βλεπόμενος· ὅτι ἀνόμοιος τοῖς ἄλλοις ὁ βίος αὐτοῦ, καὶ ἐξηλλαγμέναι αἱ τρίβοι αὐτοῦ. Εἰς κίβδηλον ἐλογίσθημεν αὐτῷ, καὶ ἀπέχεται τῶν ὁδῶν ἡμῶν, ὡς ἀπὸ ἀκαθαρσιῶν, καὶ μακαρίζει ἔσχατα δικαίων, ἴδωμεν οὖν εἰ οἱ λόγοι αὐτοῦ ἀληθεῖς, καὶ πειράσωμεν τὰ ἐν ἐκβάσει αὐτοῦ. Ὕβρει καὶ βασάνῳ ἐτάσωμεν αὐτόν, ἵνα γνῶμεν τὴν ἐπιείκειαν αὐτοῦ, καὶ δοκιμάσωμεν τὴν ἀνεξικακίαν αὐτοῦ. Θανάτῳ ἀσχήμονι καταδικάσωμεν αὐτόν· ἔσται γὰρ αὐτοῦ ἐπισκοπὴ ἐκ λόγων αὐτοῦ. Ταῦτα ἐλογίσαντο, καὶ ἐπλανήθησαν· ἀπετύφλωσε γὰρ αὐτοὺς ἡ κακία αὐτῶν. Καὶ οὐκ ἔγνωσαν μυστήρια Θεοῦ, οὐδὲ ἔκριναν, ὅτι σὺ εἶ Θεὸς μόνος, ὁ ζωῆς ἔχων καὶ θανάτου ἐξουσίαν, καὶ σῴζων ἐν καιρῷ θλίψεως καὶ ῥυόμενος ἐκ παντὸς κακοῦ, ὁ οἰκτίρμων καὶ ἐλεήμων, καὶ διδοὺς τοῖς Ὁσίοις σου χάριν, καὶ τῷ σῷ βραχίονι τοῖς ὑπερηφάνοις ἀντιτασσόμενος.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα.
Στόμα δικαίου ἀποστάζει σοφίαν, χείλη δὲ ἀνδρῶν ἐπίστανται χάριτας. Στόμα σοφῶν μελετᾷ σοφίαν, δικαιοσύνη δὲ ῥύεται αὐτοὺς ἐκ θανάτου. Τελευτήσαντος ἀνδρός δικαίου οὐκ ὄλλυται ἐλπίς· υἱὸς γὰρ δίκαιος γεννᾶται εἰς ζωήν, καὶ ἐν ἀγαθοῖς αὐτοῦ καρπὸν δικαιοσύνης τρυγήσει. Φῶς δικαίοις διαπαντός, καὶ παρὰ Κυρίου εὑρήσουσι χάριν καὶ δόξαν. Γλῶσσα σοφῶν καλὰ ἐπίσταται, καὶ ἐν καρδίᾳ αὐτῶν ἀναπαύσεται σοφία. Ἀγαπᾷ Κύριος ὁσίας καρδίας, δεκτοὶ δὲ αὐτῷ πάντες ἄμωμοι ἐν ὁδῷ. Σοφία Κυρίου φωτιεῖ πρόσωπον συνετοῦ· φθάνει γὰρ τοὺς ἐπιθυμοῦντας αὐτήν, πρὸ τοῦ γνωσθῆναι, καὶ εὐχερῶς θεωρεῖται ὑπὸ τῶν ἀγαπώντων αὐτήν. Ὁ ὀρθρίσας πρὸς αὐτὴν οὐ κοπιάσει, καὶ ὁ ἀγρυπνήσας δι' αὐτήν, ταχέως ἀμέριμνος ἔσται. Ὅτι τοὺς ἀξίους αὐτῆς αὐτὴ περιέρχεται ζητοῦσα, καὶ ἐν ταῖς τρίβοις φαντάζεται αὐτοῖς εὐμενῶς. Σοφίας οὐ κατισχύσει ποτὲ κακία. Διὰ ταῦτα καὶ ἐραστὴς ἐγενόμην τοῦ κάλλους αὐτῆς καὶ ἐφίλησα ταύτην, καὶ ἐξεζήτησα ἐκ νεότητός μου, καὶ ἐζήτησα νύμφην ἀγαγέσθαι ἐμαυτῷ. Ὅτι ὁ πάντων Δεσπότης ἠγάπησεν αὐτήν. Μύστης γὰρ ἐστι τῆς τοῦ Θεοῦ ἐπιστήμης, καὶ αἱρέτις τῶν ἔργων αὐτοῦ. Οἱ πόνοι αὐτῆς εἰσιν ἀρεταί, σωφροσύνην δὲ καὶ φρόνησιν αὕτη διδάσκει, δικαιοσύνην καὶ ἀνδρείαν, ὧν χρησιμώτερον οὐδὲν ἐστιν ἐν βίῳ ἀνθρώποις. Εἰ δὲ καὶ πολυπειρίαν ποθεῖ τις, οἶδε τὰ ἀρχαῖα καὶ τὰ μέλλοντα εἰκάζειν, ἐπίσταται στροφὰς λόγων, καὶ λύσεις αἰνιγμάτων, σημεῖα καὶ τέρατα προγινώσκει, καὶ ἐκβάσεις καιρῶν καὶ χρόνων, καὶ πᾶσι σύμβουλὸς ἐστιν ἀγαθή. Ὅτι ἀθανασία ἐστὶν ἐν αὐτῇ, καὶ εὔκλεια ἐν κοινωνίᾳ λόγῳ αὐτῆς. Διὰ τοῦτο ἐνέτυχον τῷ Κυρίῳ, καὶ ἐδεήθην αὐτοῦ, καὶ εἶπον ἐξ ὅλης μου τῆς καρδίας. Θεὲ Πατέρων, καὶ Κύριε τοῦ ἐλέους, ὁ ποιήσας τὰ πάντα ἐν λόγῳ σου, καὶ τῇ σοφίᾳ σου κατασκευάσας τὸν ἄνθρωπον, ἵνα δεσπόζῃ τῶν ὑπὸ σοῦ γενομένων κτισμάτων, καὶ διέπῃ τὸν κόσμον ἐν ὁσιότητι καὶ δικαιοσύνῃ, δὸς μοι τὴν τῶν σῶν θρόνων πάρεδρον σοφίαν, καὶ μὴ με ἀποδοκιμάσῃς ἐκ παίδων σου, ὅτι ἐγὼ δοῦλος σός, καὶ υἱὸς τῆς παιδίσκης σου. Ἐξαπόστειλον αὐτὴν ἐξ ἁγίου κατοικητηρίου σου καὶ ἀπὸ θρόνου δόξης σου, ἵνα συμπαροῦσά μοι διδάξῃ με, τὶ εὐάρεστόν ἐστι παρὰ σοί. Καὶ ὁδηγήσῃ με ἐν γνώσει, καὶ φυλάξῃ μὲ ἐν τῇ δόξῃ αὐτῆς. Λογισμοὶ γὰρ θνητῶν πάντες δειλοὶ καὶ ἐπισφαλεῖς αἱ ἐπίνοιαι αὐτῶν.

Εἰς τὴν Λιτήν. Ἦχος α΄.
Σκίρτα καὶ χόρευε Αἴγυπτε, καὶ σὺ Κυρηναϊκὴ Πεντάπολις· χαῖρε Ἀλεξανδρείας ἔνδοξος πόλις, φαιδρύνου καὶ σὺ Νειλούπολις Καΐρου, καινὴν γὰρ καὶ λαμπρὰν ἑορτήν, ἄγετε σήμερον. Νεκτάριος, ὁ ἱερός ἀρχιθύτης, ὁ διαλάμψας τῇ πεπυρωμένῃ ἠπείρῳ, ὡς ἀστὴρ νεοφανής, ὁ τῆς ἀρετῆς φίλος γνήσιος, καὶ τῆς θεολογίας σφοδρὸς ἐραστής, ὁ φθόνῳ τοῦ μισοκάλου δαίμονος ἐξόριστός ποτε γενόμενος, εὐδοκίᾳ Θεοῦ γεραίρεται νῦν δόξῃ καὶ τιμη. Χαίρει ἐπὶ τούτῳ ὁ οὐρανὸς καὶ ἡ γῆ, ἄφεσις δωρεῖται τοῖς πταίσασι, καὶ εἰρήνη βραβεύεται, Ἀλεξανδρέων Ἐκκλησίᾳ.

Ἦχος β΄.
Ἱεραρχῶν σεπτὴ χορεία, θείᾳ νεύσει ἐν Συνόδῳ συνελθοῦσα, Ἀλεξανδρέων μεγαλουπόλει, ὕμνοις τε ἐγκωμίοις καὶ δάκρυσι, τάξιν κανονικὴν ἀποκατέστησε, καὶ συγχώρησιν παρὰ τοῦ νέου Ἰώβ, Νεκταρίου τοῦ θειοτάτου Πατρὸς ἐξῃτήσατο, τοῖς τῷ καιρῷ ἐκείνῳ αὐτὸν ἀδικήσασι. Αὐτοῦ ταῖς ἱκεσίαις Χριστὲ ὁ Θεός, εἰρήνευσον τὸν κόσμον σου.

Ἦχος γ΄.
Τοῦ ἐπὶ σοὶ δικαίου, τρανῶς διακηρυχθέντος μετὰ πότμον, θεόφρον Νεκτάριε, εἰρήνη τῇ ποίμνῃ σου δαψιλεύεται. Ἀλεξανδρείας θρόνος λαμπρύνεται, τῇ σῇ διὰ τῇ πεφιλημένῃ σου χώρᾳ, ποιμένες τε καὶ τὸ ποίμνιον αὐτῆς χαριτοῦνται, καὶ ἡ σύμπασα τέρπεται.

Ἦχος δ΄.
Ὡς πάλαι ἡ περιάκουστος τῶν Ἀλεξανδρέων πόλις, ἔσχε κλεινοὺς ποιμενάρχας, Μᾶρκον τὸν Εὐαγγελιστήν τε καὶ Πέτρον, Ἀθανάσιον καὶ Κύριλλον, Ἰωάννην τὸν Ἐλεήμονα, οὕτω καὶ ἐν τοῖς ἐσχάτοις καιροῖς, εὗρέ σε ποιμένα ἰσάξιον καὶ κήρυκα θεῖον ἔνζηλον, τρισμάκαρ Νεκτάριε. Σεμνύνεται οὖν ἐπὶ σοί, τὸν πανέκλαμπρον Ἰεράρχην, τὸν ἁγιότητι βίου, ὑπομονῇ τε ἄκρᾳ, ἀρετῇ σπανίᾳ διαπρέψαντα, καὶ ὑπερλίαν παρὰ Θεοῦ δόξῃ τε καὶ χάριτι στεφανωθέντα. Σαὶς θεοδέκτοις εὐχαῖς τῷ ποιμνίῳ σου ἡ εὐλογία ἐπιστρέφεται.

Δόξα. Ἦχος πλ. α΄.
Ὅτε ἐν Αἰγύπτῳ θείῳ νεύματι παρῴκησας, καὶ Ἀρχιερεὺς Πενταπόλεως ἐχρίσθης, Χριστοῦ εὐωδία τοῖς τε σωζομένοις καὶ τοῖς ἀπολλυμένοις, ἐχρημάτισας. Θεῖον ἄρωμα ἔργων τε καὶ λόγων, κηρυγμάτων καὶ συγγραφῶν, ἀρετῶν τε καὶ οὐρανίων χαρίτων, ἀπέπνεε, ἡ ἁγία σου μορφή. Ἀπελαθέντος δέ σου ἀδίκως τῆς ποίμνης Ὅσιε, ἐμύρισας θείοις μύροις τὴν Ἐκκλησίαν Χριστοῦ. Καὶ αὖθις σοῦ ἀνακάμψαντος τῷ πανιέρῳ λειψάνῳ σου, τῇ ἠγαπημένῃ ταύτῃ χώρᾳ, ὥσπερ ἄλλος Νεῖλος τοῦ Πνεύματος, πλημμυροῖς χαρίτων καὶ εὐωδίας, τοὺς πιστῶς σὲ γεραίροντας.

Καὶ νῦν. Θεοτοκίον.
Μακαρίζομέν Σε, Θεοτόκε Παρθένε...

Εἰς τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Χαίροις, ὁ Σηλυβρίας βλαστός, Χιοπολίτιδος Μονῆς τὸ ὡράϊσμα, τῆς πόλεως Κωνσταντίνου, θεοφιλὴς νεοσσός, καὶ τῆς Ἐκκλησίας ἄστρον ἄδυτον, ὁ κήρυξ τῆς χάριτος, τῶν νοσοῦντων ἡ ἴασις, τῶν ἐναρέτων, ὁδηγὸς ὁ θεσπέσιος, τῶν ἐν διωγμοῖς, παρακλήτωρ θερμότατος. Πάτερ Πατέρων κάλλιστε, θεόφρον Νεκτάριε, Ἀλεξανδρείας τὸ κλέος, καὶ τοῦ Καΐρου τὸ σέμνωμα. Πιστῶν δὲ ἁπάντων, ἀντιλήπτωρ καὶ προστάτης σὺ ἀσφαλέστατος.

Στ. Τὸ στόμα μου λαλήσει σοφίαν...
Χαίροις, τῶν μοναζόντων κανών, θεολογίας ὁ φωστὴρ τηλαυγέστατος, ἐνζήλων Ἀρχιερέων, ὑπογραμμὸς ἀληθῶς, τὸ τῆς Ἐκκλησίας ἀκροθίνιον. Αἰγίνης ὁ ἔφορος, Πενταπόλεως Πρόεδρος, Μονῆς οἰκείας, τῆς Τριάδος τὸ τέμενος, ὁ πανάριστος, ἀρωγὸς καὶ διδάσκαλος. Πάντιμε Πάτερ Ἅγιε, ἐπίβλεψον πρόστηθι, ἱλέῳ ὄμματι ἴδε, καὶ ἐπιφάνηθι ἔνδοξε, πιστοῖς δαψιλεύων, τοῖς τιμῶσί σε ἐκ πόθου, χάριν καὶ ἔλεος.

Στ. Οἱ Ἱερεῖς Σου Κύριε...
Θείᾳ, δικαιοσύνῃ σοφέ, καὶ ἀρετῇ καὶ ἀληθείᾳ ἑδράσας σου, ψυχήν τε νοῦν καὶ καρδίαν, τῷ πανεράστῳ Χριστῷ, θαυμαστῶς σὺ Πάτερ ἠκολούθησας, ἀδίκως ἀμέτρως τε, πληγωθείσης καρδίας σου, καὶ μακρυνθέντος σου τῆς ποίμνης πανάρετε, ὁσιότητι, καὶ ἁγνότητι ἔλαμψας. Νῦν δὲ κόσμῳ ἐξήστραψεν, ὡς ἥλιος ἔκλαμπρος, δικαιοσύνης τὸ φέγγος, καὶ οἱ πιστοὶ κατηυφράνθημεν, βοῶντες ἀπαύστως· δόξα, αἶνος τῷ Ὑψίστῳ, τῷ σὲ δοξάσαντι.

Δόξα. Ἦχος πλ. δ΄.
Θείᾳ προγνώσει καὶ βουλῇ, σοῦ ἐξορισθέντος, γῇ Αἰγίνης ὤφθης, καὶ Μονὴν ἱερὰν σὺ ἔπηξας· ἀσκήσει δὲ γυμνασθείς, καὶ ἀρεταῖς ἐμπρέψας, θεωρίᾳ καὶ εὐχῇ, τὸν νοῦν ἀνεπτέρωσας, ὅμως ἀγαθέ, τρωθεὶς σῇ καρδίᾳ, ἐδοκιμάσθης πικρῶς, ἀλλὰ ὁσίως τελειωθείς, μυροβλύτης ἐδείχθης, καὶ μυριπνόῳ λειψάνῳ ἐπανῆκες ἠπείρῳ σου, διό σε τιμῶντες, θεῖε Νεκτάριε, ἐγκωμίοις καταστέφομεν.

Τρισάγιον, Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Σηλυβρίας τὸν γόνον, Πενταπόλεως Πρόεδρον, τὸν Ἀλεξανδρείας προστάτην, καὶ Αἰγύπτου ὡράϊσμα, Νεκτάριον ὑμνήσωμεν πιστοί, ὡς φίλον καὶ οἰκεῖον τοῦ Χριστοῦ, ἀναβλύζει γὰρ ἰάσεις παντοδαπάς, τοῖς πόθῳ ἀνακράζουσι· δόξα τῷ δεδωκότι σοι ἰσχύν, δόξα τῷ σὲ θαυμαστώσαντι, δόξα τῷ ἐν ὑστέροις τοῖς καιροῖς, λαμπρῶς σε ἁγιάσαντι.

Δόξα. Ἕτερον. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Ἀμέμπτως ἐβίωσας, ὡς Ἱεράρχης Χριστοῦ, ἁγνότητι πίστει τε καὶ καρτερίᾳ συζῶν, θεόφρον Νεκτάριε· ὅθεν Αἴγινα χαίρει, καὶ Σηλύβρια ἅμα, Κάϊρον καὶ Ἀθῆναι, Ἀλεξάνδρεια πᾶσαι, κόσμημα τίμιον λαμπρόν, πλουτοῦσαί σε, ὄλβιε.

Καὶ νῦν. Θεοτοκίον.
Τὸ ἀπ’ αἰῶνος ἀπόκρυφον....

Ἀπόλυσις.

ΟΡΘΡΟΣ
Μετὰ τὴν α΄ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου, Σωτήρ.
Ἐπέφανε πιστοῖς, ὥσπερ ἄστρον ἐκλάμπον, ἡ νέα ἑορτή, Νεκταρίου τοῦ θείου, καὶ ἅπαντα κατηύφρανε, Ὀρθοδόξων συστήματα, μεγαλύνομεν, καὶ ἀνυμνοῦμεν ἀπαύστως, τὸν δοξάσαντα, καὶ δικαιώσαντα τοῦτον, Χριστὸν τὸν Θεὸν ἡμῶν.
Δόξα.
Ἡ χάρις τοῦ σεπτοῦ, καὶ τιμίου λειψάνου, συνοῦσα ἀπ’ ἀρχῆς, τῷ κλεινῷ Νεκταρίῳ, ὡς μῦρον ἐπιχέεται, καὶ μυρίζει τὰ πρόσωπα, καὶ ζωογονεῖ, τῶν εὐσεβῶν τὰς καρδίας, διεγείρουσα, τούτους πρὸς ἔρωτα θεῖον, καὶ πόθον θεώσεως.
Καὶ νῦν. Θεοτοκίον.
Μητρόθεε Ἀγνή, Παναγία Παρθένε, ἐλπὶς Χριστιανῶν, καταφύγιον κόσμου, ἐπόμβρισον χαρίσματα, καὶ ἰάματα ἄνωθεν· Σὺ γὰρ τέτοκας, τὸν ἰατρὸν τῶν νοσούντων, Σὺ εἶ Πάναγνε, τῶν θλιβομένων προστάτις, καὶ Σοὶ νῦν προστρέχομεν.

Μετὰ τὴν β΄ Στιχολογίαν, Κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα.
Τὴν ὁσιότητα, τῆς πολιτείας σου, καὶ τὸ ἀσάλευτον, τῆς εὐσεβείας σου, ὁ τῆς καρδίας ἐραστὴς καὶ πάντων καρδιογνώστης, ἔγνωκε Νεκτάριε, τὴν καρδίαν κρατύνων σου, καὶ ἐπιστηρίζων σε, κατ’ ἐχθρῶν μαχομένων σοι, καὶ ἔνεδρα τοῦ πλάνου σκορπίζων, ὡς ἀντιλήπτωρ θερμότατος.
Δόξα. Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.
Κατεπλάγησαν τῇ σῆ, ὑπερθαυμάστῳ βιοτῇ, τῶν Ἀγγέλων οἱ χοροί, καὶ εὐσεβῶν συναγωγή, ὁρῶντες ἄκραν ὑπομονὴν καὶ ταπείνωσιν, Νεκτάριε σοφέ, Ἱεραρχῶν καλλονή, κανὼν ὑπογραμμέ, τῆς παναρέτου ζωῆς, δόξαν τῷ Ὑψίστῳ μέλποντες, τῷ ἄφθονον χάριν διδόντι βροτοῖς, καὶ ὑπὲρ φύσιν τούτους ἀνάγων, ἐν θείῳ γνόφῳ τε καὶ φωτί.
Καὶ νῦν. Θεοτοκίον.
Ἀειπάρθενε Ἁγνή, σεμνῶν παρθένων ἡ τρυφή, παρθενευόντων ὁ λιμήν, καὶ παρθενίας ἡ κρηπίς, παρθενικῇ σου χάριτι φρούρησον πάντας, ἁγνότητι ψυχῆς, ἁγνῶς πορεύεσθαι, ἁγνεύειν ἀληθῶς, λόγοις καὶ πράξεσιν, τοῦ τῇ Πανσέπτῳ Τριάδι νέμειν, ἁγνὴν τιμὴν καὶ προσκύνησιν, ἁγνῶν χειλέων καὶ ἁγνευούσης, σεμνῆς καρδίας ἐκχείλισμα.

Μετὰ τὸν Πολυέλεον, κάθισμα. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Τὸν σὸν βίον ἀνέθου τῷ Πλαστουργῷ, ἐκ νεότητος Πάτερ περιχαρῶς, θεόφρον Νεκτάριε, καὶ Αὐτῷ ἠκολούθησας, θεῖον νόμον φιλήσας, καὶ τούτῳ ἑπόμενος, ἀρετῶν τε ἐνθέων, ἀεὶ ἐγκοσμούμενος· ὅθεν ἄχρι τέλους τῷ Κυρίῳ δουλεύσας, διέμεινας ἄτρωτος, τοῖς τοῦ δαίμονος βέλεσι, καὶ ἐβόας τῷ Κτίστῃ σου· σπλαγχνίσθητι ἐλέησον οὖν, καὶ ἐνίσχυσον κατ’ ἐχθρῶν δυσμενῶν, σὲ γὰρ πάντες πλουτοῦμεν, θησαυρόν τε καὶ ἔλεος.
Δόξα.
Πειρασμοῖς πολυτρόποις περιπεσών, ἐξ ἐχθρῶν νοητῶν τε καὶ αἰσθητῶν, ὑπέμεινας Ὅσιε, καρτερῶς ἐνασκούμενος, τὰς ἐκείνων ἐνέδρας, ὁμοῦ καὶ τὰ σκάνδαλα, καὶ ἐξόριστος ἤχθης, μακρὰν τοῦ ποιμνίου σου, ὅμως οὐκ ἀπέστης, τῆς εὐθείας σου τρίβου, σωφρόνως δικαίως γάρ, εὐσεβῶς σὺ ἐβίωσας, διὸ πάντες βοῶμέν σοι· δεήθητι Κυρίου Θεοῦ, τοῖς διώκταις σου δοῦναι τὴν ἄφεσιν, διωγμοῖς τε ἀδίκοις, περιπίπτουσι δυνάμωσον.
Καὶ νῦν. Θεοτοκίον.
Παναγία Παρθένε Μῆτερ Θεοῦ, ἡ τοῦ κόσμου νεφέλη ἡ νοητή, σκέπασον Πανύμνητε, τοὺς εἰς Σὲ καταφεύγοντας, καὶ ἀπέλασον τούτων, κακίας τὸν καύσωνα, καὶ τὰ βέλη τοῦ πλάνου, ἐν τάχει ἀπόκρουσον, ἵνα δυνηθῶσι, γρηγορεῖν ἐν τῷ βίῳ, καὶ πράττειν Πανάμωμε, τοῦ Κυρίου τὸ θέλημα, καὶ συμφώνως βοῶσί Σοι· Δέσποινα Πανάχραντε Ἁγνή, ἡ ἀφράστως Σὸν Κτίστην κυήσασα, ἐκδυσώπησον Τοῦτον, τοῦ σωθῆναι κόσμον ἅπαντα.

Οἱ Ἀναβαθμοί. Τὸ α΄ ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον. Τὸ στόμα μου λαλήσει σοφίαν...
Στ. Οἱ Ἱερεῖς Σου Κύριε...
Εὐαγγέλιον ἐκ τοῦ κατὰ Ματθαῖον: Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς· πάντα μοι παρεδόθη... (ζήτει κατά τήν ἑορτὴν τοῦ ἁγ. Σάββα, ἐν τῇ Θείᾳ Λειτουργίᾳ).
Δόξα. Ταῖς τοῦ Ἱεράρχου πρεσβείαις…
Καί νῦν. Ταῖς τῆς Θεοτόκου πρεσβείαις…
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ. Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Σήμερον, αἱ τῶν πιστῶν χορεῖαι ἀγάλλονται, ἐπὶ τῇ νέᾳ πανηγύρει, Νεκταρίου τοῦ τρισμάκαρος. Εὐδοκίᾳ γὰρ τοῦ Παντάνακτος Θεοῦ, ἐλύθη ἄδικος ψῆφος, καὶ μυρίπνοον αὐτοῦ λείψανον τεθησαύρισται, τῇ Ἀλεξανδρέων Ἐκκλησίᾳ.

Εἶτα οἱ Κανόνες· τῆς Θεοτόκου εἰς στ΄ καὶ τοῦ Ἁγίου οἱ δύο εἰς η΄.
Ὁ Κανὼν τῆς Θεοτόκου, φέρων τήνδε ἀκροστοιχίσα: Ἀγγελικῶς ᾔνει Πάναγνον θεῖος Νεκτάριος.
ᾨδὴ α΄. Ἦχος γ΄. Χέρσον ἀβυσσοτόκον.
Ἄνθος τῆς ἀφθαρσίας Κόρη πέφυκας, ἀπείρανδρε Παρθένε, ἁγνότητι βιώσασα, καὶ ὑπέραγνος οὖσα, τοὺς ἁγνεύοντας φυλάσσουσα, ἡ τῶν χαρίτων ἀκρότης, μέλπομέν Σοι ὦ Μῆτερ, ἁγνείας τὸ ὡράϊσμα.

Γόνος λαμπρὸς Ἰωακεὶμ ὑπάρχουσα, καὶ τῆς σώφρονος Ἄννης, Θεοκυῆτορ Ἄχραντε, χάρα Θεοπατόρων, σεμνὸν τῆς χάριτος γνώρισμα, Ὁσίων ἐγκαλλώπισμα, πρέσβευε τῷ Υἱῶ Σου, μητέρων ἀγαλλίαμα.

Γένος ἅπαν τῶν βροτῶν Θεοδόξαστε, μακαρίζειν Σε Ἀγνή, καὶ πιστῶς Σε μεγαλύνει, ἀειπάρθενε Νύμφη, Κόρη σεμνή τε καὶ ἄσπιλε, εὐλογημένη Πάναγνε, ναὲ ἡγιασμένε, Θεοῦ κατοικητήριον.

Εὐρύχωρον παλάτιον τοῦ Σοῦ Τόκου, Ἄχραντε Θεοτόκε, χαρὰ παρθενικῶν χορῶν, λαμπροτέρα ἀκτίνων, Χριστιανῶν ἡ σωτηρία, λιμὴν τῶν χειμαζομένων, Ἄνασσα θεοφόρε, ὑπάρχεις καὶ κραταίωμα.

Λειμὼν εὐθαλὴς μυστικῆς εὐωδίας, κέκλησαι Θεομῆτορ, μυρίζεις κόσμου πέρατα, ἀθανάτῳ Σου μύρῳ, εὐσεβούντων τε τὰ πρόσωπα, ἱλαρύνεις καὶ καρδίας, διό Σε δοξάζομεν, τὴν μόνην ὑπερένδοξον.

Ὁ α΄ Κανὼν τοῦ Ἁγίου, οὗ ἡ ἀκροστιχίς: Νεκτάριε πρόστηθι σῆς Ἐκκλησίας. Σεραφείμ.
Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.
Νεκτάριον κέκτηται, Ἀλεξανδρέων ἡ πρόκριτος, καὶ μείζων τῶν πόλεων, ὑπέρμαχον καὶ φρουρόν, καὶ ἡ Αἴγυπτος σὺν πάσῃ περιχώρῳ, ἐγκάρδιον ᾄδουσαι τούτῳ μελῴδημα.

Ἐξαίσια ᾄσματα, ψάλλει ὁμοῦ ἡ Σηλυβρία, καὶ πόλις ἡ ἄνασσα, τοῦ Βυζαντίου κλεινή, καὶ τῆς Χίου τε, νῆσος ἡ μυροβόλος, χορὸν συστησάμεναι, θείοις σκιρτήμασι.

Κύκλῳ συνιστάμεναι καὶ συγχορεύουσαι ἅπασαι, αἱ πόλεις σου Ἅγιε, θεῖε Νεκτάριε, ἐν αἷς ἕδρασας, πιστοὺς καθαγιάζων, καὶ λόγον σωτήριον, κηρύσσων ἔνδοξε.

Τρανῶς συνδοξάζει σε, τῶν Ἀθηνῶν περιώνυμον, περίφημον ἄστυ σου, σὺν Ῥιζαρείῳ Σχολῇ, Εὐβοέων τε, Χαλκὶς καὶ Καρυστία, Λαμία καὶ Ἄμφισσα καὶ νῆσος Αἴγινα.

Θεοτοκίον.
Ἁγία θεόνυμφε, Ἁγίων μείζων ὑπάρχουσα, Ὁσίων ἁπάντων τε καὶ μοναζόντων τρυφή, ἀγαλλίαμα καὶ θεία εὐφροσύνη, Ὁσίου Πατρὸς ἡμῶν τὸ ἐγκαλλώπισμα.

Κανὼν Δεύτερος, οὗ ἡ ἀκροστιχίς: Νεκταρίου χάρις Ἀλεξανδρέων Ἐκκλησίᾳ.
Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Νεκτάριον μέλψωμεν εὐλαβῶς, καρδίᾳ καὶ φθόγγοις μελῳδήμασιν ἱεροῖς, προσάγοντες τούτῳ θεῖον αἶνον, καὶ τῇ πανσέπτῳ Τριάδι προσκύνησιν.

Ἐκ λίκνου ἠγάπησας τὸν Χριστόν, καὶ Τούτου ἠράσθης, θείῳ ἔρωτι θερμουργῷ· Νεκτάριε θεῖε μυστολέκτα, μυσταγωγέ τῶν ποθούντων τὴν θέωσιν.

Κληθεὶς θείᾳ νεύσει ἀπὸ παιδός, μελέτην σοῦ βίου, θεῖον νόμον ἐποίησας, παμμάκαρ Νεκτάριε θεόφρον, καὶ τὸν Χριστὸν σὺ κηρύττειν ἐζήλωσας.

Θεοτοκίον.
Τὸν θεῖόν Σου Τόκον ὑμνολογῶ, ὦ ἄνυμφε Νύμφη, καὶ γεννήτρια τοῦ Χριστοῦ, καὶ Σὲ ἱκετεύω Παναγία, λιταῖς σοφοῦ Νεκταρίου με λύτρωσαι.

ᾨδὴ γ΄. Τὸ στερέωμα.
Ἱκεσίαις Σου, πρὸς τὸν τῶν ὅλων Δεσπότην, περίσκεπε Θεόνυμφε τὸν λαόν Σου, καὶ δυσώπει, ὑπὲρ ἀχρείων δούλων Σου.

Κυριεύουσα, ὡς τοῦ κόσμου παντὸς Κυρία, κατακυριεύεις πιστῶν τὰς καρδίας, καὶ φυλάττεις, τὴν ποίμνην Σου ἄτρωτον.

Ὡς πύλη οὖσα, ἐπουρανίων δωμάτων, δι’ ἧς καταβέβηκεν ὁ ἐν ὑψίστοις, πρὸς τὰ ὕψη ὡς γέφυρα μετάγαγε.

Σὺ εἶ Πάναγνε, ἀκήρατε Θεοτόκε, πύργος ὁ ἀσάλευτος τῆς Ἐκκλησίας, προμαχοῦσα, ὡς στρατηγὸς ὑπέρμαχος.

Τοῦ Ἁγίου πρῶτος. Τοὺς Σοὺς ὑμνολόγους.
Ῥεόντων τὸ ἄστατον σὺ ἔγνως, ἐκ βρέφους εἰδὼς θείαν βουλήν, καὶ νόμον θεοχάρακτον, ζωοποιὸν Νεκτάριε, καὶ ἐν τῇ πέτρᾳ ἔστησας, τῶν ἐντολῶν σὴν ὑπόστασιν.

Ἱλύος παθῶν καὶ ἁμαρτίας, ἐτήρησας ἄμωμον ψυχήν, ἁγνείᾳ διαιτώμενος, καὶ προσευχῇ θεσπέσιε, καὶ τὸν χιτῶνα ὕφανας, τὸν φωτεινὸν καὶ πανάρετον.

Ἐγένου μονὴ θείας Τριάδος, φωτὸς ἐνδιαίτημα σοφέ, ἡ δ’ ἔνθεος καρδία σου, καὶ φωταυγὴς πανάριστε, κῆπος χαρίτων ἔμπλεως, καὶ ποταμὸς ἀνεξάντλητος.

Θεοτοκίον.
Παρθένε πανάχραντε Κυρία, παρθένων ὡράϊσμα Σεμνή, παρθενικῇ Σου χάριτι, καὶ ἀρετῇ ἐκλάμπρυνον, ψυχὰς Σῶν ὑμνητῶν Ἁγνή, τῶν ὀρθοδόξως τιμώντων Σε.

Τοῦ Ἁγίου δεύτερος. Οὐρανίας ἁψῖδος.
Ἀποῤῥήτῳ προγνώσει, τῆ τοῦ Θεοῦ ἄνακτος, Αἴγυπτον σὺ ᾤκησας Πάτερ, καὶ Ἀλεξάνδρεια, σὲ ὑπεδέξατο, καὶ ταύτην ὁ Ἀρχιποίμην, Πρεσβύτερον ἄξιον, προεχειρίσατο.

Ῥητορεύουσα γλῶσσα, πάντας πιστοὺς ηὔφρανε, θείων μυστηρίων τὸν πλοῦτον, διερμηνεύουσα, διὸ προστρέχοντες, ἀκολουθοῦμεν σαῖς τρίβοις, καρδίας εὐφραίνειν σε, θείοις διδάγμασιν.

Ἱερεύσας ὁσίως, ὥσπερ ποιμὴν ἄριστος, χάριτι Θεοῦ τ’ εὐδοκίᾳ, προσανανέβηκας, ὕψος ἀκρότατον, καὶ Ἀρχιθύτης ἐγένου, πάλαι Πενταπόλεως, θεῖε Νεκτάριε.

Θεοτοκίον.
Ὀμβροτόκε νεφέλη, τὸν ὑετὸν φέρουσα, χάριτος τῆς θείας Παρθένε Θεογεννήτρια, τὸν Σὸν Υἱὸν καὶ Θεόν, Ὅν ἐγαλούχησας Μῆτερ, Τοῦτον καθικέτευε, ὑπὲρ τῆς ποίμνης Σου.

Κάθισμα. Ἦχος δ΄. Ὁ ὑψωθείς.
Ἀλεξανδρέων περιώνυμος πόλις, σκιρτᾷ καὶ χαίρει θησαυρόν σε πλουτοῦσα, καὶ φρυκτωρὸν ἀκοίμητον καὶ μέγαν ὁδηγόν, Ἅγιε Νεκτάριε, τοῦ Καΐρου τὸ κλέος, Ἀφρικῆς ἁπάσης τε καὶ Αἰγύπτου ἡ δόξα, φύλαττε Πάτερ πάντας ἀσινεῖς, τοὺς εὐσεβῶς τε πιστῶς σε γεραίροντας.
Δόξα. Τὸν τάφον Σου, Σωτήρ.
Νεκτάριε σοφέ, Ἱεράρχα Ὑψίστου, ὡς ἄλλος νοητός, Νεῖλος σὺ τῆς Αἰγύπτου, καρδίας ἐπλημμύρισας, καὶ πιστοὺς ἀνεμόρφωσας· ὅθεν Κάϊρον καὶ Ἀλεξάνδρεια πᾶσα, συνευφραίνονται, καὶ συναγάλλονται ἅμα, λαμπρῶς σε γεραίρουσαι.
Καὶ νῦν. Θεοτοκίον.
Παντάνασσα σεμνή, τῶν Ἀγγέλων ἡ δόξα, Κυρία τοῦ παντός, τῶν πιστῶν ἡ προστάτις, Πανύμνητε Θεόνυμφε, τῶν παρθένων τὸ σέμνωμα, Σὲ δοξάζουσι, τῶν Ἀσωμάτων χορεῖαι, Σοὶ προσπίπτουσιν, αἱ γενεαὶ τῶν ἀνθρώπων, καὶ Σὲ μακαρίζομεν.

ᾨδὴ δ´. Ὁ Εἱρμός. Ἐκάλυψεν οὐρανούς.
Ἡλιακῶν μαρμαρυγῶν εἶ καθαρωτέρα, καὶ νοῶν τῶν Ἀγγελικῶν, Σὺ Πάναγνε τυγχάνεις ἐνδοξότερα, ὦ Μῆτερ Θεονύμφευτε, καὶ πάντας ἄγεις, πρὸς τὰ ὑπερκόσμια, χειραγωγούσα μυστικῶς, πιστοὺς ἱκέτας Σου.

Νεφέλη φωτοφόρε τε καὶ θεοδώρητε, ὡς φωτοπάροχος οὖσα, φωτὶ ἁγίῳ Σοὺς δούλους καταύγασον, τοῦ βοᾶν ὁλοκαρδίως, Κύριε πάντων, δόξα τῇ δυνάμει Σου, ἐπίσκεψαι τὸν κόσμον Σου, ὡς Ὑπεράγιος.

Ἔρεισμα σωφροσύνης παρθενίας ἄγαλμα, ὡς μείζων Ἁγίων Πάντων, καὶ ἁγιωτέρα εἶ πάσης κτίσεως, ναὸς ὁ καθαρώτατος, Παρθένε κόρη, Σὺ Θεοχαρίτωτε, καὶ χαριτοῦσα καρδίας, τῶν ἀνυμνούντων Σε.

Ἰατρεῖον ἔμψυχον θεόλεκτε Παρθένε, τῶν ἀσθενούντων ἡ ἰατρός, καὶ τῶν παντοίαις νόσοις ῥιπιζομένων, τὸ ἴαμα τῆς χάριτος, ὑπάρχεις Μῆτερ, δαψιλῶς χεόμενον, καὶ ἀπαλλάττεις συμφορῶν, ὡς πάντων ἔφορος.

Τοῦ Ἁγίου πρῶτος. Τὴν ἀνεξιχνίαστον.
Ῥυσθεὶς θεόφρον ἀπάτης κοσμικῆς, Νέα Μονὴ σὺ προσεφοίτησας, ἐν νήσῳ Χίου, Παχωμίω τῷ σοφῷ, καὶ τούτῳ ἐμαθήτευσας, νήφων ἐν πᾶσι θεοδόξαστε.

Ὅλον σὸν νοῦν ἐκάθηρας Ἅγιε, καὶ καρδίαν κατελάμπρυνας, θείᾳ δυνάμει καὶ εὐδοκίᾳ Πατρός, καὶ ἔξω κόσμου γέγονας, ναὸς ὧν τοῦ Κτίστου πανάγιος.

Στήριγμά σοι καὶ βάσις ἐγένετο, παράδοσις Πατέρων Ἁγίων ἠγλαϊσμένων, ἀκτίστῳ θείῳ φωτί, Νεκτάριε πανένδοξε, καὶ τὴν Τριάδα ὑπερύμνησας.

Θεοτοκίον.
Τιμιωτέρα οὖσα τῆς κτίσεως, Θεὸν ἐγέννησας Ἄχραντε, Μῆτερ ἅγια, Κυρία πάντων ἡμῶν, διὸ Νεκτάριος ᾔνει Σε, θεοτιμήτοις μελωδήμασι.

Τοῦ Ἁγίου δεύτερος. Εἰσακήκοα Κύριε.
Ὑπουργῶν τὰ μυστήρια, τῇ πανσθενουργῷ τοῦ Πνεύματος χάριτι, πάντα κόσμον εὐηργέτησας, τῶν Ἁγίων σύσκηνε Νεκτάριε.

Χριστομίμητος ὤφθης, εἰδὼς ἀπὸ βρέφους τὰ θεῖα γράμματα, ἀρετῆς κανὼν γενόμενος, ὅθεν φιλαρέτους ἡμᾶς ἔργασαι.

Ἀλεξάνδρεια ἅπασα, οἶδέ σε Ποιμένα θεῖον πανάρετον, καὶ Καΐρου πόλις τέρπεται, σοί ἐγκαυχωμένη Πάτερ ἅγιε.

Θεοτοκίον.
Ῥάνας θείαις ᾠδαῖς αὐτοῦ, πάνσεπτον Σοῦ πρόσωπον Παναμώμητε, καὶ ἐκχέας μύρα πάντιμα, ὕμνησέ Σε, Ἄνασσα, Νεκτάριος.

ᾨδὴ ε´. Ὁ Εἱρμός. Ὡς εἶδεν Ἠσαΐας συμβολικῶς.
Παρθενίας στεῤῥὸν ἀμυντήριον, τὴν ψυχήν μου Δέσποινα πάντων, ἁγνὴν καὶ ἀμόλυντον διατήρησον, ἵνα ἀπαύστως Σοι βοῶ, ἁγνείᾳ καὶ σωφροσύνῃ λάμπρυνον, στολὴν τῆς ψυχῆς μου, καὶ τὸν βίον διόρθωσον.

Ἀειπάρθενε νύμφη ἀνύμφευτε, παρθένων τεῖχος τὸ ἄῤῥηκτον, ἀπειρόγαμε πανακήρατε Κόρη, ὁ κόσμος Σοι ἀνακράζει, παντοίοις πάθεσι βαπτιζόμενος, καὶ Σὲ ἱκετεύει, ῥυσθῆναι τῆς κολάσεως.

Ναὲ καθαρώτατε τοῦ Σωτῆρος, Σὺ καθαρὸν νοός μου Ἁγνή, ῥύπον πάντα καὶ ὅλην ἀκαθαρσίαν, τοῦ μέλπειν εὐχάς Σοι Σεμνή, καὶ σωφροσύνης με δεῖξον ἄγαλμα, ἁγνὸν συντηροῦσα, καὶ τῇ χάριτι ἔμπλεων.

Ἀγγέλων ὑπερτέρα ὑπάρχουσα, καὶ θρόνος Βασιλέως Χριστοῦ, ἀγγελικῆς Σὺ ἀξίωσον χάριτος, ὥστε σὺν Ἀγγέλοις βοᾶν, τοὺς ἰσαγγέλως Θεῷ διάγοντας, μοναῖς ἐν ἁγίαις, καὶ Κυρίῳ ἀρέσκοντας.

Τοῦ Ἁγίου  πρῶτος. Ἐξέστη τὰ σύμπαντα.
Ἡλίου φαιδρότερον, ἐξέλαμψεν ἡ χάρις σου, πάσῃ γῇ Νεκτάριε τρισμάκαρ· Ἡλίῳ δόξης δὲ καταλαμπόμενος, πέμπεις θεϊκὰς μαρμαρυγάς, πᾶσι τοῖς γεραίρουσι, τὸ σὸν κλέος μακάριε.

Θεῷ εὐηρέστησας, θαυματουργὲ Νεκτάριε, θύων τὴν ἀναίμακτον θυσίαν, ὡς Ἀρχιθύτης ἔνθεος ἄμεμπτος, νέμων πᾶσι τὸν ἁγιασμὸν καὶ τὴν ἀπολύτρωσιν, τοῦ Σωτῆρος Θεοῦ ἡμῶν.

Ἰθύνων ὁλκάδα σου, Αἰγύπτου χώρα ὄλβιε, πάντας εἰς Χριστὸν ἐμυσταγώγεις, σῴζων ἐκ πλάνης καὶ τρικυμίας παθῶν, τοὺς πίστει καὶ πόθῳ καὶ χαρά, τῇ Τριάδι σπεύδοντας, τοῦ εὑρεῖν θεῖον ἔλεος.

Θεοτοκίον.
Σωτῆρα γεγέννηκας, ζωῆς ἀγήρω πάροχον, τὸν ζωογονοῦντα πᾶσαν κτίσιν, Σοῖς ζωηῤῥύτοις πανάγνοις νάμασι, ποτίζεις δὲ πλήθη τῶν πιστῶν, νέκταρι τῆς χάριτος, Νεκταρίου ἐντεύξεσιν.

Τοῦ Ἁγίου δεύτερος. Φώτισον ἡμᾶς.
Ἵλεων πτωχοῖς, ἐν Καΐρῳ πάντες ἔγνωσαν, καὶ ἀστέγοις τε καὶ πένησιν ὁμοῦ, Σὲ Νεκτάριε πλουτοῦντα τὰς ψυχὰς ἡμῶν.

Σίγασον σάλον, κυμάτων ἐν τῇ καρδία μου, καὶ παθῶν δυσιάτων καὶ πειρασμῶν, εἰρήνην θείαν βραβεύων ἡμῖν Νεκτάριε.

Ἄνεσιν ψυχῶν, καὶ σωμάτων καθαρότητα, καὶ πασῶν ἀσθενειῶν ἀπαλλαγήν, παράσχου τοῖς νέοις, θεῖε Ἱεράρχα Νεκτάριε.

Θεοτοκίον.
Λύτρωσαι Ἁγνή, περιστάσεων καὶ θλίψεων, θανατηφόρων νόσων τοὺς παῖδάς Σου, λιταῖς Νεκταρίου, γνησίου θείου θεράποντος.

ᾨδὴ στ’. Ὁ Εἱρμός. Ἐβόησε Σοι.
Γεώδη πάντα, καὶ τὰ ὑλώδη, ἐκ τῆς ζωῆς μου ἀπέλασον, ἃ στενοχωρεῖ με, καὶ τῇ ἁμαρτίᾳ συνάπτει.

Νύκτα τοῦ βίου, τῆς ἀγνωσίας, Πανύμνητε ἀποδίωξον, ἀπὸ τοῦ νοός μου, καὶ ἐκ τῆς καρδίας μου Κόρη.

Ὄρος Παρθένε, πῖον τυγχάνεις, τετυρωμένον ἐν Πνεύματι, καὶ πρὸς ὕψος Μῆτερ, ἀρετῶν ἐνθέων ὁδήγει.

Νεύσει ἁγίᾳ, καὶ Σαῖς πρεσβείαις ψυχῆς μου ὄμματα κάθαρον, Πάναγνε Μαρία, τοῦ φωτὸς δοχεῖον, ὡς οὖσα.

Τοῦ Ἁγίου πρῶτος. Τὴν θείαν ταύτην.
Ἠκόνισεν ὁ πειράζων σε, τὰ βέλη κατὰ σοῦ θεοτίμητε, καὶ κατεκέντησε, τὴν σὴν καρδίαν Νεκτάριε, ἀλλ᾿ ὅμως συνετρίβη, ὁ πολυμήχανος.

Σαυτὸν Θεῷ ἀνατέθηκας, καὶ σκέπῃ κραταιᾷ Θεομήτορος, σὺ περιβέβλησαι, τῶν δὲ ἐχθρῶν πανουργεύματα, καὶ μοχθηρίαι Πάτερ, σὲ παρεπίκραναν.

Ἐξωσθῇς ἀκῶν τῆς ποίμνης σου, καὶ πόλει Ἀθηνῶν σὺ προσέδραμες, ὡς ὑπερόριος, καὶ τῷ Χριστῷ συνεσταύρωσαι, ὧν ἀπεξενωμένος, Πατριαρχείου σου.

Θεοτοκίον.
Καταφυγὴ καὶ στερέωμα, πιστῶν παραμυθία καὶ καύχημα, ὑπάρχεις Πάναγνε, τῶν θλιβομένων τὸ στήριγμα, καὶ καταπονουμένων τὸ ἀγαλλίαμα.

Τοῦ Ἁγίου δεύτερος. Τὴν δέησιν ἐκχεῶ.
Ἐστήριξας εὐσέβειᾳ ἄριστα, ἐστερέωσας κατ᾿ οἶκον ἐκκλησίας, καὶ νῦν δυσώπει, τὸν πάντων Δεσπότην, οἰκογενείας ῥυσθῆναι κακώσεων, Νεκτάριε θαυματουργέ, τὴν ὁμόνοιαν πᾶσι δωρούμενος.

Ξενίζοντα καὶ ἀλλότρια ἤθη, ἀποδίωξον ἐν τάχει θεοκήρυξ, ἐκ τῆς σῆς ποίμνης, τῆς πεφιλημένης, καὶ ὑφηλίου ἁπάσης τρισόλβιε, καὶ κακοδόξων ἐκτροπάς, σὺ ἀπέλασον μάκαρ Νεκτάριε.

Ἀνύμνησας τρισυπόστατον κράτος, τὴν τριττήν τε καὶ μόνην θεαρχίαν, θεοπρεπῶς ὀρθοδόξως ὁσίως, ἐνθέοις ᾄσμασι λόγοις ποιήμασι Νεκτάριε μυσταγωγέ, καὶ ἀμώμητον πίστιν ἐκράτυνας.

Θεοτοκίον.
Θεούργησον νοῦν ψυχὴν καὶ καρδίαν, καὶ τὸ φρόνημα Πανάχραντε Παρθένε, Σῶν ὑμνητῶν προσκυνούντων τὰ Πάθη, καὶ τὴν Ἀνάστασιν Μῆτερ τοῦ Τόκου Σου, καὶ ἐκζητούντων εὐλαβῶς, Βασιλείαν Θεοῦ ἐπουράνιον.

Κοντάκιον. Ἦχος δ΄. Τῇ Ὑπερμάχῳ.
Νέκταρος θεῖου ἐμπιπλῶντα τὰς καρδίας, ἔγνωμεν πάντες Σὲ πανθαύμαστε Νεκτάριε, τὸν ἀσκήσει τε καὶ πόνοις λελαμπρυσμένον. Τὸν πανάρετον ποιμένα καὶ διδάσκαλον, τὸν διδάγμασι ἐνθέοις ἐξαστράπτοντα, ᾧ καὶ κράζομεν· Χαίροις Πάτερ Νεκτάριε.
Ὁ Οἶκος.
Ἄμεμπτος Ἱεράρχης, γῇ Αἰγύπτου ἐφάνης, ὡς δῶρον οὐρανοῦ θεοφόρε. Καὶ βιῶν ἰσαγγέλως σοφέ, ἀνεδείχθης Ἀρχιθύτης τρισόλβιος, ὅμως φθόνῳ διαβόλου διωχθέντος σου, κράζομέν σοι·
Χαῖρε, Ποιμένος Μεγάλου τύπε·
χαῖρε, ποιμένων ὁσίων φίλε.
Χαῖρε, Διδασκάλου Χριστοῦ ἐκμαγεῖον·
χαῖρε, διδασκάλων σοφῶν κορυφαῖε.
Χαῖρε, Πενταπόλεως κλεινὲ ἀρχιποίμην·
χαῖρε, Ἀλεξανδρείας ἀείφωτε φάρε.
Χαῖρε, Σηλυβρίας γόνε πανέκλαμπρε·
χαῖρε, Μονῆς Χίου θεῖον θησαύρισμα.
Χαῖρε, Ἀθηναίων τῆς πόλεως ἥδυσμα·
χαῖρε, Ῥιζαρείου Σχολῆς τὸ ὡράϊσμα.
Χαῖρε, τῆς νήσου Αἰγίνης τὸ καύχημα·
χαῖρε, Μονῆς σου ἁγίας ἀγλάϊσμα.
Χαίροις Πάτερ Νεκτάριε.

Συναξάριον.
Τῇ 15η τοῦ αὐτοῦ μηνός…
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμην ποιούμεθα τῆς ἐν Ἀλεξανδρείᾳ ἐν ἔτει 1998, εἰσηγήσει τοῦ Μακαριστοῦ Πάπα καὶ Πατριάρχου Ἀλεξανδρείας καὶ πάσης Ἀφρικῆς Πέτρου τοῦ Ζ΄, καὶ Συνοδικῇ διαγνώμῃ, γενομένης ἀποκαταστάσεως τῆς κανονικῆς τάξεως, τῆς διασαλευθείσης ἐκ τῆς ἐκδιώξεως ἀδίκως, τοῦ ἁγιωτάτου Μητροπολίτου Πενταπόλεως Νεκταρίου ἐκ τοῦ κλίματος τοῦ Ἀλεξανδρινοῦ θρόνου κατὰ Ἰούλιον ἔτους 1890, καὶ ἐκζητήσεως συγχωρήσεως παρὰ τοῦ Ἁγίου Νεκταρίου διὰ τὴν γενομένην εἰς αὐτὸν ἀδικίαν ὑπὸ τῶν προαπελθόντων πατέρων καὶ ἀδελφῶν τοῦ Πατριαρχικοῦ θρόνου Ἀλεξανδρείας, τῶν ὑπεναντίων τῷ Ἁγίῳ Νεκταρίῳ.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμην ποιούμεθα τῆς μετακομιδῆς τμήματος τῶν χαριτοβρύτων λειψάνων τοῦ Ἁγίου Πατρὸς ἠμῶν Νεκταρίου, εἰς Ἀλεξάνδρειαν καὶ Κάϊρον.
Στίχοι:
Χαίρει σὺν σοὶ Ὅσιε Ἀφρικῆς θρόνος,
ἀποκατέστη γὰρ κανονικὴ τάξις.
Ἐν καινῇ ἑορτῇ χάριν Νεκταρίου ἀναμέλπω.
Ταῖς αὐτοῦ ἁγίαις πρεσβείαις Χριστὲ ὁ Θεός, ἐλέησον και σῶσον ἠμᾶς. Ἀμήν.

ᾨδὴ ζ. Ὁ Εἱρμός. Σὲ τὸν ἐν πυρὶ δροσίσαντα.
Θρόνε ἀγλαὲ Θεοτόκε, Θεοῦ Παντάνακτος μόνου, θρόνον ἅγιον ἀπέργασαι καρδίαν μου, θεονύμφευτε Κόρη, τοῦ Υἱοῦ καὶ Θεοῦ Σου, Ὅν εὐλογοῦσι λαοί, εἰς πάντας τοὺς αἰῶνας.

Εὐσεβῶν ψυχῶν Σὺ ὑπάρχεις, ἡ ἀΐδιος αἴνεσις, διὸ καὶ κτίσις ἅπασα δοξολογεῖ Σε, Θεομῆτορ Ἄνασσα, ἀσινεῖς γὰρ φυλάττεις, εὐλογοῦντας ἀπαύστως, τὸν τῶν Πατέρων Θεόν.

Ἵλεων Δεσπότην ποίησον, πηγὴ τῆς χάριτος θεία, ἐπταικότων καὶ ἀχρείων ἡ συγχώρησις, ἀγαλλίαμα κόσμου, τῶν πιστῶν ἡ προστάτις, καὶ πενομένων τροφή, καύχημα ὑπέρλαμπρον.

Οὐρανῶν εἶ ἐκλαμπροτέρα, καὶ φωτὸς καθαρωτέρα, ἅρμα θείου Λόγου Προφητῶν τε τὸ χάρμα, ὦ Πανάρετε νύμφη, ἱκέτευε Σὸν Τόκον, τοῦ ἀπολαύσαι ἡμᾶς, οὐρανῶν βασιλείας.

Τοῦ Ἁγίου πρῶτος. Οὐκ ἐλάτρευσαν.
Κοιμηθέντος σου, ἐν ἐξορίᾳ Ἅγιε, μακρὰν τῆς Ποίμνης σου, μετὰ δεκάδας ἐτῶν, τῇ νεύσει τοῦ Πνεύματος, ἀποκατέστης σύ· διὸ ψάλλομεν, Τριὰς ὦ παντεπίσκοπε, Ἄναρχε, Εὐλογημένη.

Λύσιν εὕρατο, ἀδικοῦ ψήφου Ἅγιε, θεῖε Νεκτάριε, δεήσει καὶ συντριβῇ, Ποιμένων ἡ Σύνοδος, Κυρίῳ κραζουσα· Ὑπερύμνητε, λιταῖς τοῦ Σοῦ θεράποντος, ῥῦσαι θείας καταδίκης.

Ἡμαρτήκαμεν, καὶ περιτράνως Ἅγιε, σὲ ἠδικήκαμεν, βοᾷ Πατέρων χορός, σεπτῷ Πατριάρχῃ τε συγγνώμην σὴν ἐξαιτῶν, ἵνα μέλπωσι τῷ τῶν Πατέρων Ἄνακτι, καὶ Θεῷ εἰς τοὺς αἰῶνας.

Θεοτοκίον.
Ἵλεως γενοῦ, Παρθένε παντευλόγητε, τοῖς ἀδικοῦσι βροτοῖς, καὶ τοῦ πυρὸς ἀπειλήν, ἀπέλασον Δέσποινα τῇ μεσιτείᾳ Σου χάριν διδοῦσα, εἰρήνην καὶ μετάνοιαν, καὶ διόρθωσιν τοῦ βίου.

Τοῦ Ἁγίου δεύτερος. Οἱ ἐκ τῆς Ἰουδαίας.
Διωχθεὶς ἀναιτίως, φθόνῳ μισοκάλου καὶ βδελυροῦ δαίμονος, ἐκ πόλεως Καίρου καὶ τῆς Ἀλεξανδρείας, ἐν Ἀθήναις παρῴκησας· ὅθεν ὑπάρχεις προστάτης, τῶν ἐν πικροῖς διωγμοῖς.

Ῥύου πάσης ἀνάγκης, συκοφαντίας τε καὶ δεινῶν περιστάσεων, ἐργάτας ἀμπελῶνος, Ἐκκλησίας Κυρίου, τοὺς πιστῶς Αὐτῷ ψάλλοντας· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Ἐνδυνάμωσον Πάτερ, τοὺς μεμισημένους δικαιοσύνης ἕνεκεν, καὶ στήριξον ἐλπίδι, καὶ πίστει καὶ ἀγάπῃ, ἵνα πόθῳ κραυγάζωσιν· εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Θεοτοκίον.
Πανύμνητε Μῆτερ, ἐκραζε Νεκτάριος ὀδυνωμένῃ ψυχῇ, ἐπίσκεψαι Σὸν δοῦλον, ἐξηπορημένον καὶ αἰτοῦντα Σὸν ἔλεος· καὶ γλυκασμὸν τῇ καρδίᾳ μου, Σὺ ἐνστάλαξον.

ᾨδὴ η´. Ὁ Εἱρμός. Ἀστέκτῳ πυρὶ ἑνωθέντες.
Σωτηρίας λιμὴν εὔδιε, πολεμουμένων πάντων κραταιὰ προστασία, χαῖρε πιστῶν ὡράϊσμα, Μῆτερ εὐλογημένη, δεόμεθά Σου Ἁγνή, τυχεῖν τῆς σωτηρίας.

Νίκας δίδου θεοσεβέσι, ἀντιπαλαίουσι κατὰ δεινῶν πολεμίων, ὁρατῶν τε καὶ ἀοράτων, βουλομένων σπαράξαι, ψυχὴν καὶ σῶμα ὁμοῦ, Πανάμωμε Παρθένε.

Εὐτονία οὖσα παρθένων, κράτυνον πρεσβείαις Σου σωφροσύνης ἀγῶνας· χαῖρε Παρθένων τὸ καύχημα, ἔρεισμα μοναζόντων, παρθενευούσας ψυχάς, χαρίτωσον Παρθένε.

Καλλίρους πηγὴ θεόῤῥυτος, ἐξ ἧς ἀφθόνως ῥέει μέλι ὁμοῦ καὶ γάλα, πανακήρατε Πανάχραντε, σωτηρία τοῦ κόσμου, ὡς χώραν κατάῤῥυτον, τὴν ψυχήν μου ἄρδευσον.

Τιμιωτέρα εἶ Χερουβίμ, καὶ Σεραφεὶμ ἁπάντων ὑπερενδοξοτέρα, Θεοτόκε παντευλόγητε, τῶν Προφητῶν ὁ αἶνος, τράπεζα ζωηφόρε, τὸ μάννα τῶν ψυχῶν ἡμῶν.

Τοῦ Ἁγίου  πρῶτος. Παῖδας εὐαγεῖς.
Ἀλεξάνδρου πόλεως ὁ θρόνος, σεμνύνεται καὶ ἀγάλλεται καὶ τέρπεται, ἐπὶ δικαιώσει σου, καὶ ἐπὶ ἀφέσει σῇ, ἣν δαψιλῶς ἐχάρισας τοῖς σὲ διώξασι· διὸ πανευφροσύνως κραυγάζει, ἔλθετέ μοι πάντες, συγχάρητε σκιρτήσατε.

Σύλλογοι πιστῶν πανορθοδόξων, ἀθροίσθητε σὺν ἡμῖν εἰς Ἀλεξάνδρειαν, καὶ χορὸν συστήσαντες, ἱερὸν καὶ πάντιμον, νεοπαγῆ πανήγυριν συνεορτάσωμεν· τὸν Κύριον ὑμνοῦντες ἀπαύστως, τὸν θείᾳ βουλήσει, οὕτως εὐδοκήσαντα.

Σκιρτώσῃ καρδίᾳ εὐφρανθῶμεν, καινὴν ἑορτὴν φαιδρῶς πανηγυρίζοντες, μετακομιδῆς σεπτῆς, καὶ ὑποδοχῆς θερμῆς, τμήματος τῶν λειψάνων σου, θεῖε Νεκτάριε, ὅθεν καὶ Αἰγύπτου πᾶσα χώρα, ὄλβον κτησαμένη, ἀγάλλεται προφρόνως.

Ἐπαξίως ἅπασα σκιρτάτω, ψαλμοῖς ὑμνῳδίαις καὶ ᾠδαῖς πνευματικαῖς, Ἀφρικῆς ἡ ἤπειρος, Ὅσιε Νεκτάριε, τὴν οἰκουμένην σύμπασαν καλοῦσα περιχαρῶς, εἰς αἶνον καὶ προσκύνησιν θείαν, ἐπὶ θησαυρίσει, σεπτοῦ λειψάνου σου.

Θεοτοκίον.
Ῥάνον τὰς καρδίας τῶν ὑμνούντων, τὸν τόκον Σου Θεοτόκε τὸν πανάχραντον, μύροις τοῖς τοῦ Πνεύματος, τοῦ ζωογονήσαντος, Σὴν μήτραν Παναμώμητε παρθενικὴν καὶ ἁγνήν, τοῦ ᾄδειν καὶ ὑμνεῖν μετὰ πόθου, σωστικὴν καὶ θείαν τε ἐνανθρώπησιν.

Τοῦ Ἁγίου δεύτερος. Τὸν Βασιλέα.
Νίκην ἀρίστην, κατὰ τοῦ πλάνου θεόφρον, σὺ ἐπήγαγες βιῶν ἐν ἀκακίᾳ· ὅθεν ἀοργήτους, ἡμᾶς ἀπέργασαι.

Ἐθαυμαστώθης, ἀνεξίκακε Ὅσιε, σιωπῇ καὶ ὑπομονῇ ἐμπρέψας· καὶ νῦν δέομαί σου, κράτυνον τὰς καρδίας.

Κακῶν ἐῤῥύσθης, καὶ πειρασμῶν πολυτρόπων, μόχθῳ καὶ ἀσκήσει τε καὶ καμάτοις, καὶ λυτροῦσαι τάχει, τούς κεκακωμένους.

Θεοτοκίον.
Κινδύνων πάντων, καὶ τῶν δεινῶν ἀπαλλάττεις, καὶ ποιεῖς χαρίτων Σου μετόχους, Δέσποινα Κυρία, λιμὴν τῶν σῳζομένων.

ᾨδὴ θ´. Ὁ Εἱρμός. Ἐν νόμου σκιᾷ καὶ γράμματι.
Ἄχραντε Νύμφη Ὑπέραγνε, ἡ χαρὰ τοῦ σύμπαντος κόσμου, Παναγία Παρθένε πανάρετε, μύρον νοητόν, τὴν κακωθεῖσαν ψυχήν μου, φθοροποιοῖς πάθεσι καὶ παγκακίστοις δαίμοσιν, ἁγνὴν καὶ ἄσπιλον τήρησον.

Ῥόδον θεῖον καὶ ἀμάραντον, Μητροπάρθενε εἶ Ἄνασσα, ἀδιάφθορε Νύμφη ἀνύμφευτε, ἄνθος εὔοσμον, Κόρη Σὺ θεονύμφευτε, ψυχῶν ἡ ὡραιότης, φάος μέγα τοῦ νοός μου, μεγαλύνῃ ὑπὲρ ἔννοιαν.

Ἱκέτις Θεοῦ τυγχάνουσα, ὑπὲρ τοῦ λαοῦ ἡμαρτηκότος, Θεομῆτορ Μαρία Θεόνυμφε, στήλη νοητή, Σὸν Υἱὸν καθικέτευε, ἐν ἐλέει ἄπειρον, συντηροῦντα τὴν σύμπασαν, καὶ τῶν δεινῶν ἐκλυτρούμενον.

Οὐρανῶν εἶ ὑψηλότερα, πάσης κτίσεως λαμπροτέρα, ἀκτὶς τοῦ νοητοῦ ἡλίου, ἄστρον φαεινόν, φώτισον οὖν μου τὸ σκότος, φωτὶ θείῳ νοητῷ, ὁ φωτίζει καὶ φαιδρύνει, γένος βρότειον Πανάχραντε.

Σὺ εἶ μοναστῶν στερέωμα, Σὺ τὸ λύτρον τῶν αἰχμαλώτων, τῶν Προφητῶν ὑπάρχουσα ὁ αἶνος, ῥάβδος Ἀαρὼν καὶ τῶν Μαρτύρων τὸ σθένος, Παρθένε θεοφόρε, βάτος ἡ ἀκατάφλεκτος, ἡ προφαίνουσα τὸν Κτίστην Σου.

Τοῦ Ἁγίου πρῶτος. Ἅπας γηγενής.
Ἅρμα νοητόν, ἐκόμισεν ἅγιον σεπτόν σου Λείψανον, εἰς τὴν Ἀλεξάνδρειαν, καὶ τῇ Καΐρου πόλει πανεύφημε, καὶ μυστικῶς ἠκούετο ἀφ᾿ ὕψους θεία φωνή, ἐκβοῶσα, τὸν θρόνον ἀπόλαβε, ὃς ἀνῆκέ σοι θεῖε Νεκτάριε.

Φάνηθι φαιδρῶς, τοῖς πόθῳ τιμῶσί σε Πάτερ τρισόλβιε· καὶ εἰρήνην δώρησαι, πεφιλημένῃ ποίμνῃ σου Ὅσιε, Ἱεραρχῶν Συνόδῳ τε σὺν Κλήρῳ καὶ τῷ λαῷ, δαψιλεύων, ἅπασιν εἰρήνευσιν καὶ τοῖς πρῴην διώκταις συγχώρησιν.

Ἔπαρον σοφέ, ψυχῆς σου τὰ ὄμματα πρὸς τὸν Φιλάνθρωπον, καὶ εὐχὰς προσάγαγε, Κυρίῳ ὅλων τῷ Παντοκράτορι, ὅπερ Πατέρων ἅμα τε καὶ φλογερῶν πιστῶν, τῶν ἐν πόθῳ κηρυσσόντων Ἅγιε, Ἀφρικῇ τὸ Χριστοῦ Εὐαγγέλιον.

Ἵλεως γενοῦ, σεπτῇ Ἐκκλησίᾳ σου Ἀφρικανίτιδι, θεόφρον Νεκτάριε, καὶ λῦσον πλάνης κυκλοῦντα ἕνεδρα· ὀρθὴ δὲ πίστει ἴθυνον Πάτερ τὸ πλήρωμα, τῶν δοκούντων, μίαν φύσιν τῷ Χριστῷ, καὶ αἱρέσει στοιχούντων μακάριε.

Θεοτοκίον.
Μῆτερ τοῦ Φωτός, μητέρων ἀγλάϊσμα καὶ Μῆτερ πάντων ἡμῶν μητρικῇ Σου χάριτι, μητέρας κόσμου πάσας Σὺ ἔμπνευσον, θεῖον αὐτῶν λειτούργημα ἱερουργῆσαι λαμπρῶς, καὶ μητρῴου φίλτρου πάσας ἔμπλησον, καὶ τὰ ἄξια γέρα δαψίλευσον.

Τοῦ Ἁγίου δεύτερος. Κυρίως Θεοτόκον.
Λύσιν ἀδικοῦ ψήφου, δι᾿ ἣν ἀπηλάθης, Ἀλεξανδρέων τῆς ποίμνης Νεκτάριε, Ἀλεξανδρείας ποιμένες, Συνόδῳ ἔκριναν.

Ἡ τῶν Ἀλεξανδρέων, ἁγία Ἐκκλησία, ἐγκαυχωμένῃ σοι θεῖε Νεκτάριε αἰτεῖται ἄφεσιν πᾶσι τοῖς σὲ διώξασι.

Συγχώρησιν παράσχου, πραότατε Πάτερ, τῷ Σωφρονίῳ ποιμένι καὶ τοῖς διώκταις σου, ἐκδυσωπεῖ Ἐκκλησία, σὲ ἱκετεύουσα.

Ἱλέωσον θεόφρον, τὸν ἀγαθοδότην, ἁγία Σύνοδος δάκρυσιν ἔκραζε, σὺν τῷ σεπτῷ Πατριάρχῃ, ἀνευφημοῦσά σε

Θεοτοκίον.
Ἀπείρανδρε Παρθένε, Σὲ ὁμολογοῦμεν, ὡς ἀληθῆ Θεοτόκον Παντάνασσαν, Κυρίαν τῶν Ἀρχαγγέλων καὶ ἄνω τάξεων.

Ἐξαποστειλάριον. Ὁ οὐρανὸς τοῖς ἄστροις.
Ἀλεξανδρέων χαίρει, περίδοξος Ἐκκλησία, καὶ συναγάλλεται ταύτῃ, σύμπας Ὀρθόδοξος κόσμος, ἐπὶ καινῇ πανηγύρι, θεόφρονος Νεκταρίου.

Ἕτερον.
Νεκτάριε τρισμάκαρ, τῆς Πενταπόλεως φωστήρ, ἀπέλαβές σου τὸν θρόνον, ψήφῳ Ἁγίας Συνόδου, καὶ ἐπανῆκες ἐν δόξῃ, τῷ σῷ Ἁγίῳ Λειψάνῳ.

Θεοτοκίον.
Καὶ Σὺ Θεόνυμφε χαῖρε, ἐπὶ πανδήμῳ ἐορτῆ, τοῦ ἱεροῦ Νεκταρίου, γνησίου θεράποντός Σου, ὅς ὕμνησεν εὐαρέστως, Σὲ τὴν Μητρόθεον Κόρην.

Εἰς τοὺς Αἴνους. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Ἡ Ἀλεξάνδρεια πᾶσα σκιρτᾷ καὶ τέρπεται, καὶ ἡ Καΐρου πόλις, συνευφραίνεται ἅμα, Νεκτάριε παμμάκαρ καὶ θαυμαστέ, σὺν ἁπάσῃ ἠπείρῳ σου, ἐπὶ καινῇ πανηγύρει πνευματικῇ, ἥν δεδώρηται ὁ Κύριος.

Χαίρει ποιμένων χορεία ἡ θεοφρούρητος, Συνόδῳ συνελθοῦσα, Ἀρχιποίμενος νεύσει, ὡς ἔδοξε Πνεύματι θεϊκῷ, ψῆφον ἄδικον λύσασα. Καὶ τῷ δικαίῳ τὸ δίκαιον νεμηθέν, Ἐκκλησία νῦν ἀγάλλεται.

Νῆσος Ἀιγίνης συγχαίρει ἡ δεξαμένη σε, καὶ ἡ Μονή σου Πάτερ, ἥν ἠγάπησας λίαν, Νεκτάριε πανεύφημε καὶ σεπτέ, ἀνεξίκακε ἄμεμπτε, διὸ καὶ Ἅγιον λείψανον εὐλαβῶς, Πατριάρχῃ ἐπιδίδοται.

Χαῖρε εὐφραίνου καὶ σκίρτα θεόφρον ὄλβιε, ὑπέμεινας ὁσίως, ἐδοξάσθης ἀπείρως, ὑψώθης ἀνεικάστως σὺ ἀγαθέ, θεοῤῥῆμον Νεκτάριε, καὶ ἀπολαύεις τὰ γέρα ἐν οὐρανοῖς, ἀνθ’ ὧν ἔπαθες θεσπέσιε.

Δόξα. Ἦχος πλ. α΄.
Σκιρτήσωμεν σκιρτήμασιν ἐνθέοις, προσᾴσωμεν ἑόρτια, καὶ χορεύσωμεν εὐφραινόμενοι, ἐν τῇ καινῇ πανηγύρει τοῦ θεολήπτου Πατρός. Μοναστῶν οἱ σύλλογοι συναχθήτωσαν, καὶ τὸν ἐν ἀσκήσει καὶ ἁγνείᾳ λάμψαντα, μονοτρόπων ἀλείπτην καὶ τῶν μοναζόντων προστάτην εὐφημείτωσαν. Πατέρες καὶ Ἐπίσκοποι, τὸν τοῦ Ἀρχιποίμενος πανάρετον Ποιμένα, ἀθροισθέντες ἀνυμνείτωσαν. Οἱ φιλόσοφοι τὸν σοφόν, οἱ νηπτικοὶ τὸν θεόπτην, οἱ ἐν πειρασμοῖς τὸν προστάτην, οἱ ἐν πάλῃ τὸν ἐμπνευστήν, οἱ ἐν διωγμοῖς τὴν παραμυθίαν, τὸν πρᾳότατον οἱ φιλήσυχοι, οἱ ἐνάρετοι τὸν ἀδάμαντα, οἱ πάντες τὸν τῆς Ἀλεξανδρείας ἀστέρα, ἄριστον Ἀρχιθύτην ἐγκωμιάζοντες οὕτως εἴπωμεν· τρισόλβιε Νεκτάριε, φρούρησον θεοπειθέσιν ἁγίαις εὐχαῖς σου, καὶ σῶσον τὴν ποίμνην σου σαῖς ἐντεύξεσι.

Καὶ νῦν. Θεοτοκίον.
Μεγαλύνομέν Σε, Ἀειπάρθενε Κόρη, καὶ ᾠδάς Σοι μέλπειν ἀναξίως τολμῶμεν, τὴν βάτον τὴν ἄφλεκτον, τὸν πόκον τὸν ἔνδροσον, τὴν φωτοδόχον λαμπάδα, καὶ φωταγωγὸν τῆς ζωῆς ἡμῶν.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

Εἰς τὴν Θείαν Λειτουργίαν.
Τὰ Τυπικά, οἱ Μακαρισμοί καὶ ἐκ τῶν Κανόνων τοῦ Ἁγίου ἡ γ΄ καὶ στ΄ ᾠδή.
Ἀπόστολος ἐκ τῆς πρὸς Ἐφεσίους Ἐπιστολῆς (Κεφ. ε΄, 8): Ἀδελφοί, ὡς τέκνα φωτὸς περιπατεῖτε...
Εὐαγγέλιον ἐκ τοῦ κατὰ Ματθαῖον (Κεφ. δ΄, 24- 3΄, 1-12): Τῷ καιρῷ ἐκείνῳ, ἠκολούθησαν τῷ Ἰησοῦ ὄχλοι πολλοὶ ἀπὸ τῆς Γαλιλαίας... (ζῆτει ἐν τῇ Θείᾳ Λειτουργίᾳ τῆς 10ης Ἰανουαρίου).
Κοινωνικόν: Εἰς μνημόσυνον αἰώνιον...

Μεγαλυνάρια.
Ἐδείχθης ἑδραίωμα ἀῤῤαγές, καὶ στῦλος καὶ βάσις καὶ προπύργιον τοῦ Θεοῦ, ἐν καιροῖς ἀστάτοις, καὶ ῥεύμασι κακίας, καὶ τὸν Χριστὸν Νεκτάριε σὺ ἐδόξασας.

Ἱκέτης θερμότατος καὶ φρουρός, τῆς Ἀλεξανδρέων Ἐκκλησίας καὶ ὁδηγός, Νεκτάριε μάκαρ, τρισόλβιος ὑπάρχεις, τὸ ποίμνιον φυλάττων ἐχθροῖς ἀνάλωτον.

Φωστῆρα γινώσκομεν σε κλεινόν, καὶ οὐρανομύστην θεοφόρον μυσταγωγόν, διδάσκαλον μέγα, Ῥιζαρειτῶν ἀλείπτην, Μονῆς Αἰγίνης δόξαν καὶ ἐγκαλλώπισμα.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου