Ἀκολουθία Ὁσίου ΙΩΣΗΦ τοῦ Ὑμνογράφου
Ψαλλομένη τῇ 3η Ἀπριλίου
ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ
Εἰς τό Κύριε ἐκέκραξα ἱστῶμεν στίχους στ΄ καὶ ψάλλομεν
Στιχηρά γ΄ τοῦ Τριωδίου καὶ γ΄ τοῦ Ὀσίου.
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Ἦρας, ἐπὶ ὤμων τὸν σταυρόν, καὶ συνεσταυρώθης τῷ κόσμῳ, καὶ ἠκολούθησας,
ἴχνεσι τοῦ Κτίσαντος, ἐκ τοῦ μὴ ὅντος τὸ πᾶν, Θεοῦ Λόγου ὡς ἔφησε, στοργὴν τὴν
ἐν βίῳ, πάσαν τε προσπάθειαν, ἀποσεισάμενος· ὅθεν, ἀρεταῖς διαλάμψας, πράξεσί
τε θείαις πρὸς λῆξιν, αἰωνίαν Πάτερ ἐσαββάτισας.
Σάλπιγξ, ἀνεδείχθης μυστική, πρὸς πνευματικὴν ὑμνωδίαν, πάντας προτρέπουσα,
λίρα τε θεόκρουστος τὰς θείας φάλαγγας, εὐφημοῦσα δοξάζουσα, ἁπάντων Ἁγίων, καὶ
τὰ τούτων τρόπαια, τρανῶς κηρύττουσα· σὺ γὰρ ἐκ πηγῶν σωτηρίου, ἄβυσσον
ἐξήντλησας λόγων, τοῦ Θεοῦ τὸν οἶκον καταρδεύουσα.
Ὤφθης, θησαυρὸς τῶν ἀρετῶν, πάντας τοὺς ἐν βίῳ Κυρίῳ εὐαρεστήσαντας, πόθῳ
πυρπολούμενος ἀναζητῶν καὶ ὑμνῶν, ἱεροῖς μελῳδήμασι, καὶ τούτων ἐν πίστει, θεῖα
κατορθώματα συνεκμιμούμενος· ὧνπερ κοινωνὸς χρηματίσας, τῶν ἐνθέων τρόπων
ἐδείχθης, καὶ τῆς ἀπολαύσεως συμμέτοχος.
Δόξα. Καὶ νῦν. Θεοτοκίον. Ὅμοιον.
Θλίψεις καὶ δεινῶν ἐπαγωγαί, πάθη τε ποικίλα χειμάζει, τὴν ταπεινήν μου
ψυχήν, Κόρη ἀπειρόγαμε, Μῆτερ Χριστοῦ τοῦ Θεοῦ, κυβερνῆτις μοι φάνηθι, θαλάσσῃ
τοῦ βίου, καὶ τὸν ἐπικείμενον πράϋνον κλύδωνα, ὅρμῳ γαληνῷ μετανοίας, καὶ ἀναψυχῆς
ὁδηγοῦσα, τὸν τῇ θείᾳ σκέπῃ σου προστρέχοντα.
Ἢ Σταυροθεοτοκίον. Ὅμοιον.
Ὅτε σε ὁ ἄνομος λαός, Σῶτερ, τὴν ζωὴν τῶν ἁπάντων, ξύλῳ ἀνήρτησε, τότε ἡ
πανάμωμος, Ἁγνὴ καὶ Μήτηρ Σου, παρεστῶσα ἐκραύγαζεν, ὀλοφυρομένη· Τέκνον μου
γλυκύτατον, φῶς τῶν ἐμῶν ὀφθαλμῶν, οἴμοι! πῶς κακούργων ἐν μέσῳ, ξύλῳ προσπαγῆναι
ἠνέσχου, ὁ τὴν γῆν κρεμάσας ἐν, τοῖς ὕδασιν;
ΕΝ Τῼ ΟΡΘΡῼ
Ὁ Κανὼν τοῦ Ὁσίου.
ᾨδὴ α΄. Ἦχος β΄. Δεῦτε λαοί.
ᾈσματικῶς, τὸν Ὑμνογράφον τιμήσωμεν, οἱ τὰ αὐτοῦ μελίῤῥυτα ᾄσματα ᾄδοντες,
Ἰωσὴφ ὡς ἐξ ὕμνων εἰς ὕμνους αἰωνίους μεταναστεύσαντα.
Ὡς Προφητῶν καὶ Ἀποστόλων τὸ κήρυγμα, πᾶσαν τὴν γῆν κατέλαμψεν, οὕτως οἱ
ὕμνοι σου, τῶν χειλέων τὸν κόσμον, πρὸς δόξαν τοῦ τῶν ὅλων Θεοῦ ἐγείρουσιν.
Ἐξ ἀγκαλῶν ἀνατεθεὶς Ἰωσὴφ τῷ Χριστῷ, ἀσκητικῶς ἐβίωσας, ὅθεν χαρίσμασι, σὲ
πεπλούτικε θείοις, ἐλπίδι καὶ ἀγάπῃ καὶ πίστει ἐιλικρινεῖ.
Θεοτοκίον.
Σὲ Προφητῶν, πάλαι ὁ θεῖος κατάλογος, πύλην Θεοῦ προήγγειλε καὶ ὄρος ἅγιον,
Θεοτόκε Παρθένε, τῶν θείων Ἀθλοφόρων τὸ ἐγκαλλώπισμα.
ᾨδὴ γ΄. Στερέωσον ἡμᾶς.
Ἁγνείας ἐρασθεὶς Θεὸν ἱκέτευσας, ὀρέξαι μεσίταις προσκεχρημένος, τοῖς
ἀλήπταις καὶ πατράσι σου καὶ τετύχηκας Πάτερ, τῆς ἐλπίδος σου.
Ἀγάπης ἐναργοῦς δεικνύων γνώρισμα, καὶ οἶκον καὶ πρᾶξιν καὶ τὴν σοφίαν, τὰ
θεόθεν δωρηθέντα σοι, ὥσπερ θύρας Ἰὼβ τοῖς πᾶσι ἤνοιξας.
Βαρβάρων συσχεθεὶς χοροῖς πανόλβιε, ὡς πάλαι κατ’ Αἴγυπτον ὁ γενναῖος,
Ἰωσὴφ μετὰ πίστεως καὶ ἁγνείας τὸ δῶρον διετήρησας.
Θεοτοκίον.
Παράδεισος τρανὸς ἐν μέσῳ ἔχουσα, τὸ ξύλον Παρθένε τῆς ἀφθαρσίας, Ἰησοῦν
Χριστὸν τὸν Κύριον, ἀπεγνώσθη διό Σε μακαρίζομεν.
Κάθισμα. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.
Ὤφθης πρᾷος ἥσυχος καὶ ταπεινόφρων, τρέμων θεῖα λόγια, τοῦ σοῦ Δεσπότου καὶ
πληρῶν, ὃς ἐν σοὶ Πάτερ ἐπέβλεψε, καὶ πρὸς τὰς ἄνω Μονὰς κατεσκήνωσεν.
Δόξα. Καὶ νῦν. Θεοτοκίον. Ἔδωκας σημείωσιν.
Ἡσαῦ νέος γέγονα, πᾶσιν ἐν τρόποις Πανάχραντε, ἐμπαθὴς ὑπὲρ ἄνθρωπον, μόνος ὤφθην ἄθλιος, ἀρετῆς ἐνθέου, γυμνὸς μόνος ὅλος· τίς οὖν μὴ κλαύσει ἐπ' ἐμέ; τίς μὴ θρηνήσει μου τὴν ἀπώλειαν· διὸ πρὸ τέλους κράζω σοι· ἥμαρτον Δέσποινα, σῶσόν με, ὥσπερ ἔσωσε πρότερον, ὁ Υἱός Σου τὸν Ἄσωτον.
Ἢ Σταυροθεοτοκίον ὅμοιον.
Νεκρούμενον βλέπουσα, Χριστὸν ἡ Πάναγνος Δέσποινα, καὶ νεκροῦντα τὸν δόλιον, ἠλάλαζε κράζουσα, πικρῶς τῷ ἐκ σπλάγχνων, αὐτῆς προελθόντι, καὶ τὸ μακρόθυμον Αὐτοῦ, ἀποθαυμάζουσα κατεπλήττετο, τέκνον μου ποθεινότατον μὴ ἐπιλάθῃ τῆς δούλης Σου, μὴ βραδύνῃς Φιλάνθρωπε, τὸ ἐμὸν καταθύμιον.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Διακρίσεως γνώμονα καὶ μοναστῶν σε σύμμετρον κανόνα, ὁ Χριστὸς ἀνέδειξε
Πάτερ Ὅσιε.
Ταπεινώσεως γέφυραν, τὴν σεαυτοῦ ὑπέδειξας θεόφρον, πολιτείαν φέρουσαν πρὸς
τὴν ὄντως ζωήν.
Προλαβὼν ἐμακάρισε, σὲ ὁ Δεσπότης Πάτερ ὡς διδόντα, ἐν καιρῷ τοῦ λόγου τὸ
σιτηρέσιον.
Θεοτοκίον.
Φῶς ἐπέφανας Κύριε, τοῖς ἐν νυκτὶ καὶ σκότει τῶν πταισμάτων, ἐξ ἁγνῆς
Παρθένου κυοφορούμενος.
ᾨδὴ ε΄. Ὁ τοῦ φωτὸς χορηγός.
Οὓς ἐπὶ γῆς ἐνδημῶν, Ἁγίους ὕμνησας πιστῶς Ὅσιε, τούτοις συνών, νῦν καὶ
ἐπακούων, τῶν ὕμνων μετ’ αὐτῶν, ἀγάλλη δοξάζων ἀπαύστως τὸν Κύριον.
Πρὸς τὴν μετάνοιαν, καὶ ἐξαγόρευσιν σοφὲ ἅπαντας, ἕλκων σαυτῶ ὑπέγραψας
πᾶσαν αἰτίαν προσευχάς, Θεῷ ἀναφέρων τυχεῖν συγχωρήσεως.
Ὅλον τὸν βίον σου, ταῖς τῶν Ἁγίων ἀσχολῶν πράξεσιν, ὡς ἀληθῶς ἔμπορος
ἐγένου, ὡς λίθους τιμίους καὶ λόγους καὶ πράξεις, αὐτῶν ἐξωνούμενος.
Θεοτοκίον.
Ῥῦσαι ἡμᾶς πειρασμῶν, καὶ καταιγίδος λογισμῶν ἄχραντε, πάσης ὀργῆς πάσης
ἁμαρτίας, λοιμοῦ τε καὶ λιμοῦ καὶ τῆς αἰωνίου Παρθένε κολάσεως.
ᾨδὴ στ΄. Ἐν ἀβύσσῳ πταισμάτων.
Ἡ ποικίλη πληθὺς τῶν ᾀσμάτων σου, ὡς ἐν στερεώματι τῇ Ἐκκλησίᾳ Χριστοῦ
ἀστροφανῶς ἐκλάμπουσα, νυσταγμὸν ἀπελαύνεις ψυχόλεθρον.
Ἡ τοῦ λόγου σου ἔντευξις ἥδιστα, τοῖς κατὰ ψυχὴν ἀθυμοῦσι πανόλβιε, οἷά τις
σπόγγος ἅπασαν, ἀφαιρῶν τὴν κατήφειαν πέφυνεν.
Τοῖς λιμώττουσι λόγον σωτήριον, καὶ σωματικαῖς πλησθεῖσι κακώκεσι, τῆς
καταλλήλου Ὅσιε, θεραπείαις ἀφθόνως μετέδωκας.
Θεοτοκίον.
Ἐν ὁδῷ με τοῦ βίου πλανώμενον, καὶ ταῖς ἀνοδίαις συχνῶς περιπίπτοντα, τῆς
ἁμαρτίας Δέσποινα, μετανοίας πρὸς τρίβους ὁδήγησον.
Συναξάριον.
Τῇ Γ΄ τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ὁσίου Ιωσὴφ τοῦ Ὑμνογράφου
Ζῶντος Θεοῦ σὺ θεῖος ὑμνητὴς Πάτερ,
Ἐγὼ δὲ σοῦ θανόντος ὑμνητὴς νέος.
Αὐτοῦ ἁγίαις πρεσβείαις, Χριστέ ὁ Θεός, ἐλέησον καί
σῶσον ἡμᾶς, Ἀμήν.
ᾨδὴ ζ΄. Ῥήτορες ἀνεδείχθησαν.
Ἔσπευσας καὶ μεθ’ ὕπνον θανάτου, κεκαλυμμένους τῆς ψυχῆς τοὺς ὀφθαλμούς σου
μὴ ἔχειν, συμμελῳδεῖς γὰρ ὕμνοις τοῖς ψάλλουσι· ὁ ὑπέρθεος τῶν Πατέρων, καὶ
ἡμῶν Θεός, εὐλογητὸς εἶ.
Στέφανον μαρτυρίου κομίζῃ, ὡς μακαρίσας ἐμμελῶς, χοροὺς Μαρτύρων ἀπείρους
καὶ ἀσιγήτως Πάτερ συμψάλλεις αὐτοῖς· ὁ ὑπέρθεος τῶν Πατέρων, καὶ ἡμῶν Θεός,
εὐλογητὸς εἶ.
Ἴαμα ἁμαρτίας μεγάλας, ὡς καταπαῦον ἣν σοφῶς ἐξομολόγησιν ἔθου, τοῖς
μελῳδοῦσι Πάτερ τοὺς ὕμνους σου, ὁ ὑπέρθεος τῶν Πατέρων, καὶ
ἡμῶν Θεός, εὐλογητὸς εἶ.
ἡμῶν Θεός, εὐλογητὸς εἶ.
Θεοτοκίον.
Φωτός Σου Θεοτόκε Παρθένε, καθαρωτάταις ἀστραπαῖς, τὴν σκοτισθεῖσαν ψυχήν
μου, ταῖς πονηραῖς δεινῶν παραβάσεσι, φωταγώγησον πύλη οὖσα τοῦ φωτός, ὅπως
ὑμνολογῶ Σε.
ᾨδὴ η΄. Τὸν ἐν καμίνῳ τοῦ πυρός.
Ὥσπερ παρόδιον σκηνήν, τὴν παροῦσαν ἀληθῶς ζωὴν γινώσκων, τῆς ἀφθάρτου
λαβέσθαι διηγωνίσω σοφέ, ἐντεῦθεν σεπτὰ ἀσκητήρια, πλεῖστα ἀνεδείμω, ψυχῶν εἰς
σωτηρίαν.
Μετὰ τοῦ πράου τὸ εὐθές, καὶ τὸ πνεύματι πτωχὸν ἔχων ἀνδρείαν, ἐπεδείκνυσο
πᾶσαν, ὥστε μὴ μόνο σαυτόν, στηρίζειν δουλεύειν τῷ κτίσαντι, Πάτερ ἀλλὰ πάντας
καὶ τοὺς σὲ καθορῶντας.
Τὸ ἀμνησίκακον τὸ σόν, καὶ ἡ χύσις τῆς ἀγάπης σου τρισμάκαρ, τὴν εἰκόνα
παρίστου τοῦ φιλανθρώπου Χριστοῦ, πρὸς Ὅνπερ ἀνενδότως ἔμελπες· Σὲ ὑπερυψοῦμεν
εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον.
Ὢ μυστηρίου φοβεροῦ, ὢ ἀκούσματος φρικτοῦ, πῶς ἡ Παρθένος, ἀποῤῥήτῳ ἑνώσει
ὁμοιωθέντα ἡμῖν, τὸν Λόγον τίκτει διαμένουσα, ὥσπερ πρὸ τοῦ τόκου ἁγνὴ εἰς τοὺς
αἰῶνας!
ᾨδὴ θ΄. Τὸν ἐκ Θεοῦ Θεὸν Λόγον.
Τῶν ἀρετῶν τὰς ἰδέας, ὡς πυξίῳ ἐγγράψας, τῇ καθαρᾷ ψυχῇ σου πρακτικῶς,
πᾶσιν Ἁγίοις ἀπένειμας, καταλλήλως ἑκάστῃ, τῶν ἀρετῶν καὶ ὕμνους εὐαγῶς,
ἀξιόδεκτον φέρων ἐξ ἔργων καὶ τὸν ἔπαινον.
Αἱ τῶν Ἀγγέλων χορεῖαι, Ἀποστόλων ὁ κλῆρος, ἡ Θεοτόκος σὺν τῷ Βαπτιστῇ, τῶν
Προφητῶν ὁ κατάλογος, Ἱερέων αἱ τάξεις, σὺν Ἀσκηταῖς Μαρτύρων στρατιαὶ Ἰωσὴφ
ἀντιμέτρης, ἐπαίνοις σὲ νῦν στέφουσιν.
Τῶν λογικῶν σου θρεμμάτων, μνημονεύειν μὴ παύσῃ, ἀλλ’ ὥσπερ ζῶν προΐστασο
σοφέ, οὕτως ζωὴν πρὸς τὴν ἄληκτον, μεταστὰς μὴ ἐλλίπῃς, σωματικῶν παθῶν καὶ
ψυχικῶν, ἐξαιρούμενος Πάτερ, ταῖς πρὸς Χριστὸν δεήσεσιν.
Θεοτοκίον.
Ὑπὲρ ἡμῶν δυσωποῦσα, τὸν Υἱόν Σου μὴ παύσῃ, Παρθένε τὸν φιλάνθρωπον Θεόν·
Σὲ γὰρ ἐλπίδα κεκτήμεθα, καὶ τῇ Σῇ προστασίᾳ λυτρούμεθα κινδύνων, καὶ παθῶν καὶ
πταισμάτων, καὶ νόσων οἱ πίστει Σε δοξάζοντες.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου