Τρίτη 16 Ιουνίου 2015

Ἱερομάρτυρος ΜΕΘΟΔΙΟΥ Ἐπισκόπου Πατάρων



Ἀκολουθία Ἱερομάρτυρος ΜΕΘΟΔΙΟΥ Ἐπισκόπου Πατάρων
Ψαλλομένη τῇ 20η Ἰουνίου


ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ
Εἰς τό Κύριε ἐκέκραξα ἱστῶμεν Στίχους στ´ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια.
Ἦχος δ´. Ἔδωκας σημείωσιν.
Μέθοδον ἡ μνήμη σου, ἡμῖν σωτήριον φέρουσα, Ἱεράρχα Μεθόδιε, λαμπρῶς ἐπεδήμησεν, ἐν αὕτη διὸ σέ, ἀνυμνολογοῦμεν, ἀνακηρύττοντες τοὺς σούς, φαιδροὺς ἀγῶνας καὶ τὰ παλαίσματα, δι’ ὧν τόν  πολυμήχανον, καὶ πονηρὸν κατεπάλαισας, καὶ τῆς νίκης διάδημα, ἀνεπλέξω γηθόμενος.

Λόγοις κατεφώτισας, τῆς Ἐκκλησίας τὸ πλήρωμα, θεοφάντορ Μεθόδιε, ἄθλων δὲ λαμπρότητι, τῆς πολυθεΐας, ἐμείωσας ζόφον, καὶ μεταβέβηκας πρὸς φῶς, Ἱεροφάντα, νῦν τὸ ἀνέσπερον· διό σου τὴν πανέορτον, καὶ φωτοφόρον πανηγύριν, ἑορτάζομεν σήμερον, εὐσεβείᾳ λαμπόμενοι.

Αἵμασιν ἐπέχρωσας, τὴν ἱερὰν διπλοΐδα σου, θεοφάντορ Μεθόδιε, μεθ᾿ ἧς εἰς τὰ ἅγια, τῶν Ἁγίων μάκαρ, ἐχώρησας χαίρων, καὶ κατοπτεύεις τηλαυγῶς, τὴν τῆς Τριάδος θεῖον λαμπρότητα, μυούμενος τρανότερον, τὰ ὑπὲρ νοῦν καὶ διάνοιαν, καὶ θεούμενος ἀρίστᾳ, Ἱεράρχα πανόλβιε.

Ἕτερα Προσόμοια. Ἦχος α´. Τῶν οὐρανίων ταγμάτων.
Τῶν μοναζόντων τὸ κλέος, καὶ τὸ ἀγλάϊσμα, Ἀρχιερέων δόξαν, τῶν Πατάρων τὸν θεῖον, ποιμένα καὶ διδάσκαλον οἱ πιστοί, εὐφημήσωμεν ἅπαντες, οἱ συνελθόντες τῷ θείῳ ναῷ αὐτοῦ, τὸν πανένδοξον Μεθόδιον.

Αἱρετιζόντων τὰ θράση, Πάτερ διέλυσας, ἐχθροῦ τε μεθοδείας, ὦ Μεθόδιε μάκαρ, τῇ θείᾳ βοηθείᾳ, ὅθεν σαφῶς, Ὠριγένους τὰ βλάσφημα, ὡς κεραμέως τὰ σκεύη θεουργικῶς, σὺ συνέτριψας πανεύφημε.

Ἐν οὐρανοῖς νῦν εὐφραίνου, θεομακάριστε, ὁ πρότερον ἀσκήσει, διαπρέψας ἐνθέως, καὶ ὕστερον ποιμάνας Θεοῦ λαόν, τὸ μακάριον εἴληφας, τέλος Μεθόδιε Ἅγιε Ἱερεύς, χρηματίσας τε καὶ Μάρτυς ὁμοῦ.
Δόξα. Ἦχος πλ. β’.
Τῶν μοναστῶν τὸ θεῖον κειμήλιον, τὸν κατηγλαϊσμένον Ἱερωσύνης στολῇ, καὶ φοινιχθέντα μαρτυρίου τοῖς αἵμασι, Μεθόδιον τὸν θεῖον Ἱερομάρτυρα, ἐν ὕμνοις καὶ ἐγκωμίοις καταστέψωμεν πιστοί, βοῶντες καὶ λέγοντες· χαίροις Ὀρθοδοξίας τῶν δογμάτων ὁ ὑπέρμαχος καὶ αἱρετικῶν ὁ μέγας ἀντίπαλος. Πρέσβευε Ἱερομάρτυς ἔνδοξε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν. Τῆς ἑορτῆς ἤ Θεοτοκίον.
Τίς μὴ μακαρίσει σέ...

Εἴσοδος, Φῶς ἱλαρόν, τὸ Προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα.
Παροιμιῶν τὸ Ἀνάγνωσμα (ι´ 7, γ´ 13-16, ἐκλογή).
Μνήμη δικαίου μετ᾿ ἐγκωμίων, καὶ εὐλογία Κυρίου ἐπὶ κεφαλὴν αὐτοῦ. Μακάριος ἄνθρωπος, ὃς εὗρε σοφίαν, καὶ θνητός, ὃς εἶδε φρόνησιν. Κρεῖσσον γὰρ αὐτὴν ἐμπορεύεσθαι, ἢ χρυσίου καὶ ἀργυρίου θησαυρούς. Τιμιωτέρα δέ ἐστι λίθων πολυτελῶν· πᾶν δὲ τίμιον, οὐκ ἄξιον αὐτῆς ἐστιν. Ἐκ γὰρ τοῦ στόματος αὐτῆς ἐκπορεύεται δικαιοσύνη, νόμον δὲ καὶ ἔλεον ἐπὶ γλώσσης φορεῖ. Τοιγαροῦν ἀκούσατέ μου, ὦ τέκνα, σεμνὰ γὰρ ἐρῶ· καὶ μακάριος ἄνθρωπος, ὃς τὰς ἐμὰς ὁδοὺς φυλάξει. Αἱ γὰρ ἔξοδοί μου, ἔξοδοι ζωῆς, καὶ ἑτοιμάζεται θέλησις παρὰ Κυρίου. Διὰ τοῦτο παρακαλῶ ὑμᾶς, καὶ προΐεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων. Ὅτι ἐγὼ ἡ Σοφία κατεσκεύασα βουλὴν καὶ γνῶσιν καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην. Ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ δὲ ἰσχύς. Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ ζητοῦντες, εὑρήσουσι χάριν. Νοήσατε τοίνυν ἄκακοι πανουργίαν, οἱ δὲ ἀπαίδευτοι ἔνθεσθε καρδίαν. Εἰσακούσατέ μου καὶ πάλιν, σεμνὰ γὰρ ἐρῶ, καὶ ἀνοίγω ἀπὸ χειλέων ὀρθά. Ὅτι ἀλήθειαν μελετήσει ὁ λάρυγξ μου, ἐβδελυγμένα δὲ ἐναντίον ἐμοῦ χείλη ψευδῆ. Μετὰ δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στόματός μου· οὐδὲν ἐν αὐτοῖς σκολιόν, οὐδὲ στραγγαλιῶδες. Πάντα εὐθέα ἐστὶ τοῖς νοοῦσι, καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν. Διδάσκω γὰρ ὑμῖν ἀληθῆ, ἵνα γένηται ἐν Κυρίῳ ἡ ἐλπὶς ὑμῶν, καὶ πλησθήσεσθε Πνεύματος.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (δ´ 14, Παροιμ. ι´ 31).
Στόμα δικαίου ἀποστάζει σοφίαν, χείλη δὲ ἀνδρῶν ἐπίστανται χάριτας. Στόμα σοφῶν μελετᾷ σοφίαν· δικαιοσύνη δὲ ῥύεται αὐτοὺς ἐκ θανάτου. Τελευτήσαντος ἀνδρὸς δικαίου, οὐκ ὄλλυται ἐλπίς· υἱὸς γὰρ δίκαιος γεννᾶται εἰς ζωήν· καὶ ἐν ἀγαθοῖς αὐτοῦ καρπὸν δικαιοσύνης τρυγήσει. Φῶς δικαίοις διαπαντός, καὶ παρὰ Κυρίου εὑρήσουσι χάριν καὶ δόξαν. Γλῶσσα σοφῶν καλὰ ἐπίσταται, καὶ ἐν καρδίᾳ αὐτῶν ἀναπαύσεται σοφία. Ἀγαπᾷ Κύριος ὁσίας καρδίας· δεκτοὶ δὲ αὐτῷ πάντες ἄμωμοι ἐν ὁδῷ· Σοφία Κυρίου φωτιεῖ πρόσωπον συνετοῦ· φθάνει γὰρ τοὺς ἐπιθυμοῦντας αὐτήν, πρὸ τοῦ γνωσθῆναι, καὶ εὐχερῶς θεωρεῖται ὑπὸ τῶν ἀγαπώντων αὐτήν. Ὁ ὀρθρίσας πρὸς αὐτὴν οὐ κοπιάσει· καὶ ὁ ἀγρυπνήσας δι᾿ αὐτήν, ταχέως ἀμέριμνος ἔσται. Ὅτι τοὺς ἀξίους αὐτῆς αὐτὴ περιέρχεται ζητοῦσα, καὶ ἐν ταῖς τρίβοις φαντάζεται αὐτοῖς εὐμενῶς. Σοφίας οὐ κατισχύσει ποτὲ κακία. Διὰ ταῦτα καὶ ἐραστὴς ἐγενόμην τοῦ κάλλους αὐτῆς, καὶ ἐφίλησα ταύτην, καὶ ἐξεζήτησα ἐκ νεότητός μου, καὶ ἐζήτησα νύμφην ἀγαγέσθαι ἐμαυτῷ. Ὅτι ὁ πάντων Δεσπότης ἠγάπησεν αὐτήν. Μύστις γάρ ἐστι τῆς τοῦ Θεοῦ ἐπιστήμης, καὶ αἱρέτις τῶν ἔργων αὐτοῦ. Οἱ πόνοι αὐτῆς εἰσιν ἀρεταί· σωφροσύνην δὲ καὶ φρόνησιν αὕτη διδάσκει· δικαιοσύνην καὶ ἀνδρείαν, ὧν χρησιμώτερον οὐδέν ἐστιν ἐν βίῳ ἀνθρώποις· Εἰ δὲ καὶ πολυπειρίαν ποθεῖ τις, οἶδε τὰ ἀρχαῖα καὶ τὰ μέλλοντα εἰκάζειν· ἐπίσταται στροφὰς λόγων, καὶ λύσεις αἰνιγμάτων· σημεῖα καὶ τέρατα προγινώσκει, καὶ ἐκβάσεις καιρῶν καὶ χρόνων· καὶ πᾶσι σύμβουλός ἐστιν ἀγαθή. Ὅτι ἀθανασία ἐστὶν ἐν αὐτῇ, καὶ εὔκλεια ἐν κοινωνίᾳ λόγων αὐτῆς. Διὰ τοῦτο ἐνέτυχον τῷ Κυρίῳ, καὶ ἐδεήθην αὐτοῦ, καὶ εἶπον ἐξ ὅλης μου τῆς καρδίας· Θεὲ Πατέρων, καὶ Κύριε τοῦ ἐλέους, ὁ ποιήσας τὰ πάντα ἐν λόγῳ σου, καὶ τῇ σοφίᾳ σου κατασκευάσας τὸν ἄνθρωπον, ἵνα δεσπόζῃ τῶν ὑπὸ σοῦ γενομένων κτισμάτων, καὶ διέπῃ τὸν κόσμον ἐν ὁσιότητι καὶ δικαιοσύνῃ· δός μοι τὴν τῶν σῶν θρόνων πάρεδρον σοφίαν, καὶ μή με ἀποδοκιμάσῃς ἐκ παίδων σου· ὅτι ἐγὼ δοῦλος σός, καὶ υἱὸς τῆς παιδίσκης σου. Ἐξαπόστειλον αὐτὴν ἐξ ἁγίου κατοικητηρίου σου, καὶ ἀπὸ θρόνου δόξης σου, ἵνα συμπαροῦσά μοι διδάξῃ με, τί εὐάρεστόν ἐστιν παρὰ σοί. Καὶ ὁδηγήσῃ με ἐν γνώσει, καὶ φυλάξῃ με ἐν τῇ δόξῃ αὐτῆς. Λογισμοὶ γὰρ θνητῶν πάντες δειλοί, καὶ ἐπισφαλεῖς αἱ ἐπίνοιαι αὐτῶν.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (δ´ 7-15).
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι, φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως, βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ. Βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

ΕΙΣ ΤΗΝ ΛΙΤΗΝ. Ἰδιόμελα. Ἦχος β´.
Δεῦτε συμφώνως οἱ πιστοί, τὸν τοῦ Χριστοῦ Ἱεράρχην καὶ στεῤῥὸν Ἀθλητήν, Μεθόδιον τὸν πάνσοφον, ᾄσμασιν ἐγκωμίων καταστέψωμεν, ὡς ἀγωνισάμενον ὑπὲρ τῆς τοῦ Χριστοῦ Ἐκκλησίας, καὶ τῶν ὀρθῶν δογμάτων Αὐτῆς· τὴν πίστιν τε τηρήσαντα, καὶ τὸν δρόμον τῆς ἀθλήσεως τελέσαντα, καὶ ἑαυτὸν ἱερεῖον ἄμωμον προσενέγκαντα τῷ Θεῷ· ᾧ καὶ πρεσβεύει ἀπαύστως, σὺν Ἱεράρχαις καὶ Μάρτυσι, λυτρωθῆναι ἐκ κινδύνων καὶ παθῶν, αἱρέσεων καὶ πάσης πλάνης, τοὺς ἐν πίστει τιμῶντας, τὴν θείαν μνήμην αὐτοῦ.
Ὁ αὐτός.
Ἡ φωταυγής σου μνήμη, Μεθόδιε Ἱεράρχα, Πατὴρ παμμακάριστε, τὰς ἡμῶν διανοίας, ἐπιδημήσασα κατεφώτισε, μαρμαρυγαῖς τῶν στεῤῥῶν σου ἀγώνων, καὶ συγγραφῶν σου ἀκτῖσι πνευματικαῖς, δι᾿ ὧν ὁδήγησον ἡμᾶς τοὺς εὐφημοῦντάς σε, εἰς ἐργασίαν τῶν τοῦ Θεοῦ ἐντολῶν. Ὃν ἀεὶ καθικέτευε, τυχεῖν ἡμᾶς ἐλέους, ἐν τῇ ἡμέρᾳ τῆς Κρίσεως.
Δόξα. Ἦχος πλ. α´.
Πιστῶς πανηγυρίζομεν, τὴν σὴν μνήμην, Ἱεράρχα Κυρίου Μεθόδιε, ἐν ψαλμοῖς καὶ ὕμνοις, καὶ εὐσεβῶς ἀνυμνοῦντές σε κράζομεν· χαίροις τῶν Ἀρχιερέων ἐγκαλλώπισμα, καὶ τῶν Μαρτύρων κλέος· χαίροις Ἐκκλησίας πρόμαχε, καὶ ἐλέγχε Ὠριγένους· χαίροις ὁ Θεοῦ ἀληθὴς καὶ γνήσιος ποιμήν, παρ᾿ Οὑ καὶ χάριν, ἐξαιρέτως εἴληφας, τὴν ὀλέθριον πληθὺν τῶν δαιμόνων διώκειν, μὴ δυναμένων φέρειν τήν τοῦ ὀνόματός σου ἐπίκλησιν. Χριστὸν καθικέτευε Ἱερομάρτυς, λυτρωθῆναι ἡμᾶς ἐκ δαιμόνων, καὶ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν. Τῆς ἑορτῆς.

Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια. Ἦχος πλ. δ´. Ὦ τοῦ παραδόξου θαύματος.
Πάτερ ἱερὲ Μεθόδιε, τῆς Ἐκκλησίας φωστήρ, Ἱερέων ἀγλάϊσμα, μοναζόντων καύχημα, τὸ τῆς πίστεως στήριγμα, τῶν κακοδόξων τεμὼν τὸ ἄστατον, καὶ Ὀρθοδόξων, τρανῶν τὸ ἄσειστον· ὦ τῶν μεγάλων σοῦ, χαρισμάτων Ἅγιε! δι᾿ ὧν ἡμᾶς σκέπε ταῖς πρὸς Κύριον, ἀεὶ πρεσβείαις σου.

Στίχ. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Πάτερ θαυμαστὲ Μεθόδιε, Ἱεραρχῶν ἡ κρηπίς, τῶν Πατάρων ὁ Πρόεδρος, χαρισμάτων ἔμπλεως, Παναγίου τοῦ Πνεύματος, θείας ἐλλάμψεις ὁ ἐκδεχόμενος, σὺ προεώρας κόσμου τὰ μέλλοντα· ὦ τῆς πρεσβείας σου, τῆς ἀφράστου Ἅγιε, δι’ ἧς ἡμῖν, δώρησαι κατάνυξιν, καὶ μέγα ἔλεος.

Στίχ. Οἱ Ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην καὶ οἱ Ὅσιοι Σου ἀγαλλιάσονται.
Ἄθλοις μαρτυρίου Ὅσιε, καὶ ἐναρέτῳ ζωῇ, τῶν Μαρτύρων ὁμόσκηνος, καὶ Δικαίων γέγονας, οὐρανοῖς ἀγαλλόμενος· διὸ Κυρίῳ πρέσβευε Ἅγιε, ὑπὲρ τῶν πίστει, μακαριζόντων σε, δοῦναι τὴν ἄφεσιν, τῶν πταισμάτων πάντων τε, καὶ τῶν δεινῶν, ἔνδοξε Μεθόδιε, Ἱερομάρτυς σοφέ.
Δόξα. Ἦχος πλ. δ´.
Δεῦτε σήμερον πιστοὶ εὐφρανθῶμεν ἐνθέως, ἐπὶ τῇ μνήμῃ τοῦ ἐνδόξου Ἱερομάρτυρος· οὗτος γὰρ τὰς μηχανὰς τοῦ ἐχθροῦ διέλυσε, καὶ πᾶν στόμα αἱρετικῶν ἐσφράγισε. Δεῦτε οὖν ὡς Ἱεράρχην καὶ Μάρτυρα στέψωμεν ἐν ᾠδαῖς πνευματικαῖς Μεθόδιον, τὸν μέγαν τοῦ Κυρίου θεράποντα. Πρεσβεύει γὰρ Χριστῷ τῷ Θεῷ, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν. Τῆς ἑορτῆς ἤ Θεοτοκίον.
Ἀνύμφευτε Παρθένε...

Νῦν ἀπολύεις, Τρισάγιον καὶ Ἀπολυτίκιον.
Ἦχος γ´. θείας πίστεως.
Θείαν μέθοδον τῆς εὐσέβειας, ἐθησαύρισας τῇ Ἐκκλησία ὡς Ἱεράρχης καὶ Μάρτυς Μεθόδιε· σὺ γὰρ σοφίας τὸν πλοῦτον δρεψάμενος, ἀθλητικῶς τὸ σὸν τάλαντον ηὔξησας. Πάτερ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς ἤ Θεοτοκίον.
Τὸ ἀπ᾿ αἰῶνος ἀπόκρυφον...

Ἀπόλυσις.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν α´ Στιχολογίαν, Κάθισμα.
Ἦχος α´. Τὸν τάφον Σου Σωτήρ.
Τὸν μέγαν ἀληθῶς, Ἱεράρχην τὸν θεῖον, τὸν ὄντως Ἀθλητήν, καὶ Πατέρων τὸ κλέος, ὑμνήσωμεν κραυγάζοντες, πρὸς αὐτὸν μετὰ πίστεως· ὦ Μεθόδιε, Ἀρχιερέων ἡ δόξα, φρούρει πάντοτε, ἀπὸ παντοίων κινδύνων, ἡμᾶς τοὺς ὑμνοῦντὰς σε.
Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς ἤ Θεοτοκίον.
Μαρία τὸ σεπτόν, τοῦ Δεσπότου δοχεῖον, ἀνάστησον ἡμᾶς, πεπτωκότας εἰς χάος, δεινῆς ἀπογνώσεως, καὶ πταισμάτων καὶ θλίψεων· Σὺ γὰρ πέφυκας, ἁμαρτωλῶν σωτηρία, καὶ βοήθεια, καὶ κραταιὰ προστασία, καὶ σώζεις τοὺς δούλους Σου.

Μετὰ τὴν β´ Στιχολογίαν, Κάθισμα.
Ἦχος δ´. Ἐπεφάνης σήμερον.
Ἐπεφάνη σήμερον, τῇ οἰκουμένῃ, ἡ φαιδρὰ καὶ πάντιμος, τοῦ Ἱεράρχου ἑορτή, καταφαιδρύνουσα ἅπαντας, τοὺς ἐκβοῶντας· χαίροις Πάτερ Μεθόδιε.
Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς ἤ Θεοτοκίον.
Τῶν ἀνθρώπων Πάναγνε, ἡ προστασία, καὶ πιστῶν τὸ στήριγμα, πέλεις Ἀνύμφευτε Ἁγνή, Μαρία πάντων τὸ καύχημα· χαῖρε ἡ μόνη, παρθένος κυήσασα.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα.
Ἦχος δ´. Κατεπλάγη Ἰωσήφ.
Κατεπλάγησαν σοφοί, τοῖς σοῖς συγγράμμασι Σοφέ, οἷς προηγόρευσας σαφῶς, βασιλειῶν ἐναλλαγάς, Ἀνάκτων αἱρετικῶν καὶ Ὀρθοδόξων, περὶ μελλόντων ἃ προεθέσπισας, τόπων ἐρημώσεως Μεθόδιε, καὶ περὶ Ἀντίχριστου βασιλείας, καὶ συντέλειας, παντὸς κόσμου. Πλάνην δὲ φλέξας, τοῦ Ὠριγένους, πὰσῃ γῆ ἐφημίσθης.
Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς ἤ Θεοτοκίον.
Κατεπλάγη Ἰωσήφ, τὸ ὑπὲρ φύσιν θεωρῶν, καὶ ἐλάμβανεν εἰς νοῦν, τὸν ἐπὶ πόκον ὑετόν, ἐν τῇ ἀσπόρῳ συλλήψει Σου Θεοτόκε, βάτον ἐν πυρὶ ἀκατάφλεκτον, ῥάβδον Ἀαρὼν τὴν βλαστήσασαν, καὶ μαρτυρῶν ὁ Μνήστωρ Σου καὶ φύλαξ, τοῖς Ἱερεῦσιν ἐκραυγαζε· παρθένος τίκτει, καὶ μετὰ τόκον, πάλιν μένει παρθένος.

Οἱ Ἀναβαθμοί. Τὸ α´ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Ἐκ νεότητός μου πολλὰ πολεμεῖ με πάθη· ἀλλ’ αὐτὸς ἀντιλαβοῦ καὶ σῶσον, Σωτήρ μου (δίς).
Οἱ μισοῦντες Σιῶν, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου· ὡς χόρτος γὰρ πυρὶ ἒσεσθε ἀπεξηραμμένοι (δὶς).
Δόξα Πατρί.
Ἁγίω Πνεύματι πᾶσα ψυχὴ ζωοῦται καὶ καθάρσει ὑψοῦται, λαμπρύνεται τῇ τριαδικῇ μονάδι ἱεροκρυφίως.
Καὶ νῦν.
Ἁγίῳ Πνεύματι ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα ἅπασαν τὴν κτίσιν πρὸς ζωογονίαν.

Προκείμενον. Τὸ στόμα μου λαλήσει σοφίαν...
Στίχ. Οἱ Ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην.
Εὐαγγέλιον εἰς Ἱερομάρτυρα.
Ὁ Ν´  Ψαλμός.
λέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἐπὶ πλεῖον πλῦνον μὲ ἀπὸ τῆς ἀνομίας μου, καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με.
Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διὰ παντός.
Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα· ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.
Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.
Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας· τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι.
Ῥαντιεῖς μὲ ὑσσώπω καὶ καθαρισθήσομαι· πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι.
Ἀκουτιείς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.
Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τάς ἀνομίας μου ἐξάλειψον.
Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου.
Μὴ ἀπορρίψης με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ ἐμοῦ.
Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με.
Διδάξω ἀνόμους τάς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι.
Ῥῦσαὶ μὲ ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου.
Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.
Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ, πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.
Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ.
Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα.
Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Δόξα. Ταῖς του Ἱεράρχου...
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β . Στίχ. Ἐλέησόν με ὁ Θεός…
 Τὸν θεῖον Ἱεράρχην καὶ γενναῖον ἐν Μάρτυσι, Μεθόδιον τιμήσωμεν, τὸν ἀήττητον στεφανίτην καὶ ἀρετῆς τὸ ἀκροθίνιον· πρεσβεύει γὰρ Χριστῷ τῷ Θεῷ, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Οἱ Κανόνες· τῆς Θεοτόκου καὶ τοῦ Ἁγίου, οὑ ἡ ἀκροστιχίς· Τῆς ἀρετῆς μέθοδον μέ, πανολβιε μύστα, δίδαξον. Θεοφάνους.
ᾨδὴ α'. Ἦχος βαρὺς.
Νεύσει σου πρὸς γεώδη τρίβου συντονωτάτης, πρὸς τὸν Θεὸν με φερούσης, δεικνύων τὴν μέθοδον, Ἱερομύστα δίδαξον, ὅπως τῆς ἀτελευτήτου, τύχοιμι ζωῆς, ταῖς πρεσβείαις σου πάνσοφε.

Ἤστραψας φωτοφόρος, ἐν τῇ τοῦ Χριστοῦ Ἐκκλησίᾳ, διτταῖς λαμπρυνόμενος, Ἱεροφάντα χάρισιν· ὅθεν διπλοῖς σε στεφάνοις, ἱεροπρεπῶς ὁ Χριστὸς ἐστεφάνωσε.

Στέφει τοῦ μαρτυρίου, Ἱερωσύνης τε μύρῳ, Παμμάκαρ κοσμούμενος, δι’ ἀμφοτέρων ἤστραψας· ὅθεν τῆς ἀληθεστάτης, καὶ θεοειδοῦς κληρουχίας τετύχηκας.

Ἄμωμος ὡς θυσία, καὶ Ἱερὰ τῷ Δεσπότη, καὶ ζῶσα καὶ ἔμψυχος, ἱερουργήθης ἔνδοξε· ὅθεν θυσιαστηρίῳ, τῷ ἐν οὐρανοῖς προσεδέχθης Μεθόδιε.
Θεοτοκίον.
Ῥύστην βροτείου γένους, καὶ λυτρωτὴν καὶ Σωτῆρα, Χριστὸν ἡμῖν τέτοκας, Παρθενομῆτορ Ἄχραντε· ὅθεν σαφῶς Σε εἰδότες, πρόξενον ζωῆς αἰωνίου δοξάζομεν.

ᾨδὴ γ'. Ὁ κατ' ἀρχὰς τοὺς οὐρανοὺς.
Ἐπιπολάζουσαν ἰδών, τὴν τοῦ Ὠριγένους ἀπάτην, ὡς ὑπάρχων ἄριστος ποιμήν, τῷ θείῳ πυρὶ συντόμως ἔφλεξας, πᾶσαν ἐκείνου τὴν ἀχλύν, τὴν ἀπαστράπτουσαν αἴγλην, ἅψας τῆς σοφίας, Θεόληπτε.

Τῆς παρθενίας τὸ σεπτόν, καὶ τῆς ἁγνείας τὸ κάλλος, διὰ πείρας, Ἔνδοξε μαθών, σοφίᾳ τῇ σῇ καὶ λόγων χάριτι, πᾶσι τὴν τούτων καλλονήν, ὑποδεικνύεις Θεόφρον, καὶ τὴν αἰωνίζουσαν φαιδρότητα.

Ἡ τῶν σῶν λόγων ἀστραπή, καὶ ἡ τῆς γνώσεως σάλπιγξ, καὶ δογμάτων εὔσημος φθογγή, εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν Ὅσιε, πάντας καλοῦσα τοὺς πιστούς, πρὸς μετουσίαν Παμμάκαρ, τῶν ἐπουρανίων ἀπολαύσεων.

Στερεωτέρας ἐδωδῆς, πνευματικῶν συμποσίων, οἱ πλησθέντες Πάνσοφε τῶν σῶν, τὴν ὄντως τρυφὴν ἐκεῖθεν τρέφονται, τὴν διαμένουσαν ἀεί, συμφυομένην ἀρρεύστως, καὶ συναυξουμένην τοῖς μετέχουσι.
Θεοτοκίον.
Μετὰ τοῦ θείου Γαβριήλ, εὐλογημένη τὸ Χαῖρε, σοὶ Παρθένε κράζομεν ἀεί· χαρᾶς γὰρ ἡμῖν αἰτία γέγονας, καὶ εὐφροσύνης ἀληθοῦς, τὸν Λυτρωτὴν καὶ Σωτῆρα, πάντων μετὰ σώματος κυήσασα.

Κάθισμα. Ἦχος δ'. Ὁ ὑψωθεὶς.
Θυσιαστήριον τερπνὸν τὴν καρδίαν, ἀποτελέσας ἐν αὐτῷ ἀναιμάκτους, Ἱερουργὲ προσήγαγες θυσίας Θεῷ, ἀθλήσας δὲ στερρότατα, καὶ τυθεὶς προσηνέχθης, θυσία ὦ Μεθόδιε, δι' ἡμᾶς τῷ τυθέντι, ὃν ἐκτενῶς ἱκέτευε ἀεί, πάντας σωθῆναι, τοὺς πόθῳ ὑμνοῦντάς σε.
Θεοτοκίον.
Τῇ Θεοτόκῳ ἐκτενῶς νῦν προσδράμωμεν, ἁμαρτωλοὶ καὶ ταπεινοί, καὶ προσπέσωμεν, ἐν μετανοίᾳ κράζοντες, ἐκ βάθους ψυχῆς· Δέσποινα βοήθησον, ἐφ' ἡμῖν σπλαγχνισθεῖσα, σπεῦσον ἀπολλύμεθα, ὑπὸ πλήθους πταισμάτων, μὴ ἀποστρέψῃς Σοὺς δούλους κενούς· Σὲ γὰρ καὶ μόνην, ἐλπίδα κεκτήμεθα.

ᾨδὴ δ'. Ὁ πατρικοὺς κόλπους.
Εἰς ἀρετῶν σὺ περιωπήν, μαρτυρικῶς τελειωθεὶς διέδραμες, μεγαλόδωρον ἀντίδοσιν, τῆς ἱερουργίας σου, κομισάμενος Παμμακάριστε.

Θρόνον λαχὼν ἱεραρχικόν, ἱερωτάτην γὰρ ζωὴν ἐκέκτησο, τὴν Ὀρθόδοξον ἐκήρυξας, πίστιν Πανσεβάσμιε, καὶ ἐδίδαξας σοῦ τὸ ποίμνιον.

Ὁ γλυκασμὸς ὁ ψυχωφελής, τῶν σῶν δογμάτων ὡς πηγὴ προέρχεται, τοὺς μετέχοντας εὐφραίνουσα, καὶ καταγλυκαίνουσα, τὰ τῆς ψυχῆς ἡμῶν αἰσθητήρια.

Διαφανὲς ὡς ἔσοπτρον Θεοῦ, θείας ἐμφάσεις ἀπλανῶς δεχόμενος, ἀναδέδειξαι Μεθόδιε· δι' εὐτονωτέρας γάρ, σεαυτὸν σπουδῆς ἀπεστίλβωοας.

Ὁ πατρικοὺς κόλπους μὴ λιπών, καὶ ἐκ Παρθένου σαρκωθείς, Χριστὸς ὁ Θεός, διαφύλαξον τὴν ποίμνην Σου, τῆς οἰκονομίας Σου, προσκυνοῦσαν τὰ θεῖα σύμβολα.

ᾨδὴ ε'. Κύριε ὁ Θεός μου.
Νέκρωσιν ζωηφόρον, ἐνεδύσω Πάτερ πρὸ τελευτῆς σου, καὶ ξίφει τεμνόμενος, τῷ τοῦ μαρτυρίου σου, πρὸς ζωὴν ἀπειροπλασίως, μετετέθης ἔνδοξε κρείττονα.

Μύστα τῶν ἀπορρήτων, κοινωνὲ τῆς ἄνω χοροστασίας, τοὺς πόθῳ τιμῶντάς σε, σῶσον Παναοίδιμε, πειρασμῶν δεινῶν τὰς ἐφόδους, διαλύων ταῖς ἱκεσίαις σου.

Ἔχων πρὸς τὸν Δεσπότην, παρρησίαν Πάτερ, οὗ καὶ τὸ πάθος, προθύμως ἐζήλωσας, διὰ τῶν ἀγώνων σου, τοῖς πιστοῖς τὴν θείαν εἰρήνην, καὶ γαλήνην αἴτησαι πάνσοφε.

Πρῶτον ἱερουργήσας, τὸν ἀμνὸν Θεοῦ τὸν τὰς ἁμαρτίας, τοῦ κόσμου καθαίροντα, ὕστερον θυόμενος, λογικὴ καὶ ζῶσα θυσία, προσηνέχθης τούτῳ Μεθόδιε.
Θεοτοκίον.
Ἄχραντε Θεοτόκε, τὴν ἐμὴν ψυχὴν τὴν ἐσκοτισμένην, δοχεῖον ὑπάρξασα, τοῦ ἀκαταλήπτου φωτός, καὶ ναὸς τῆς θείας ἀκτῖνος, τῷ φωτί Σου λάμπρυνον δέομαι.

ᾨδὴ ς'. Ναυτιῶν τῷ σάλῳ.
Νυσταγμὸν βλεφάροις, καὶ τοῖς ὀφθαλμοῖς δέ σου ὕπνον, Παμμάκαρ οὐκ ἔδωκας ἕως πάντων, τῶν παθημάτων σαυτὸν ἠλευθέρωσας καὶ χωρητικὸν ναὸν εἰργάσω, τῆς ἀκτινοβόλου ἀστραπῆς τοῦ Πνεύματος.

Ὁλικῶς τῇ θείᾳ, καὶ θεοειδεῖ λαμπηδόνι, θεόφρον ἑνούμενος τῆς ἐνθέου, Ἱερωσύνης κανὼν ἐχρημάτισας, καὶ πρὸς τὸν Θεὸν μεσίτης, ὤφθης, πάσης Ἐκκλησίας τῶν πιστῶν Μεθόδιε.

Λαμπροτάτῳ βίῳ, ἡ φωτιστικὴ συνελθοῦσα, τῶν ὄντων κατάληψις θεορρῆμον, φωτὸς λαμπτῆρα τῷ κόσμῳ σε ἔδειξε, τὴν αἱρετικὴν ἀδολεσχίαν, καὶ τῆς ἀθεΐας τὴν ἀχλύν διώκοντα.
Θεοτοκίον.
Βασιλίδα πάντων, Σὲ τῶν γεγονότων εἰδότες, Θεὸν ὡς γεννήσασαν, Θεομῆτορ τὸν ἐκ μὴ ὄντων, τὰ πάντα ποιήσαντα, τὴν χαρμονικὴν ὑμνολογίαν, μετὰ τοῦ Ἀγγέλου Γαβριὴλ Σοι κράζομεν.

Συναξάριον.
Τῇ Κ´ τοῦ αὐτοῦ μηνὸς μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Μεθοδίου, Ἐπισκόπου Πατάρων.
Στίχοι.
Μέθοδον Μεθόδιος βίου πρὸς βίον,
Μεθεὶς ὁδεύει, οὗ μέθοδος οὐ πέλει.
Εἰκάδι ἀρχιθύτην Μεθόδιον ἄορ κατέπεφνεν.
Ταῖς αὐτοῦ ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ'. Οἱ ἐν καμίνῳ τοῦ πυρὸς.
Ἱερωμένος θεόφρον, καὶ Μαρτύρων τῆς ἀληθείας, φαιδρῶς ἐκλάμπων ἐν αἵματι, σὺν αὐτοῖς τῷ Δεσπότῃ μέλπεις ἀπαύστως· εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.

Ἐστηριγμένος τῇ πίστει, τῶν εἰδώλων ἔσβεσας φλόγα, ῥοαῖς ἁγίων αἱμάτων σου, διὰ τῆς μαρτυρίας οὕτω κραυγάζων· εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.

Μεμυημένος τὰ θεῖα, θεωρίᾳ τῇ ἀνωτάτῃ, τὸν νοῦν πανσόφως ἐτράνωσας, τοῖς πιστῶς μελῳδοῦσι συνανακράζων· εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.
Θεοτοκίον.
Ὑμνολογίαις δοξάζει, τὸν Σὸν τόκον πᾶσα κτίσις, Θεὸν Παρθένε γινώσκουσα, καὶ σεπτῶς προσκυνοῦσα τούτῳ κραυγάζει· εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.

ᾨδὴ η'. Τὸν μόνον ἄναρχον.
Σὲ τὸν ἀόρατον, ὡς ὁρῶν ἐκαρτέρει, τοὺς τῶν τυράννων αἰκισμοὺς ὁ θεόφρων, καὶ στέφανον ἀνεδήσατο μέλπων· ὑμνεῖτε Ἱερεῖς, λαὸς ὑπερυψοῦτε, αὐτὸν εἰς τούς αἰῶνας.

Τὴν ἀδιάδοχον, τοῦ Χριστοῦ βασιλείαν, εἰλικρινῶς ἐπιποθῶν Ἱεράρχα, τὴν ταύτην σοι προξενοῦσαν ὁδεύεις τρίβον, κραυγάζων τῷ Χριστῷ· λαὸς ὑπερυψοῦτε, Αὐτόν εἰς τοὺς αἰῶνας.

Ἀπειροπλάσιον, ὁ Χριστὸς σοι παρέσχε, τῶν σῶν καμάτων τὸν μισθὸν θεοφόρε, διάνοιαν ὑπερβαίνοντα πᾶσαν, ὑμνοῦντι εὐσεβῶς, αὐτοῦ τὴν βασιλείαν, εἰς πάντας τοὺς αἰῶνας.

Δογμάτων πέλαγος, καὶ πυξίον δογμάτων, καὶ θεωρίας ὑψηλὸν θησαυρὸν σε, γινώσκομεν καὶ αἰσθήσεως θρόνον, ὑμνοῦντες εὐσεβῶς· Λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.
Θεοτοκίον.
Ἱκέτης Πάναγνε, Σοὶ προσέρχομαι πίστει, τῇ συλλαβούσῃ τὸν τῶν ὅλων Δεσπότην· νῦν σῶσόν με διωγμῶν καὶ κινδύνων, ὑμνοῦντα εὐσεβῶς, Θεὸν τὸν σαρκωθέντα, ἐκ Σοῦ ἀνερμηνεύτως.

ᾨδὴ θ'. Μήτηρ Θεοῦ καὶ Παρθένος.
Διαπαντὸς τὸν Χριστὸν ἱκέτευε, θεομακάριστε Πάτερ, τῶν αἱρέσεων παῦσαι, τὰ καθ᾽ ἡμῶν μηχανουργήματα, καὶ τὸν νῦν ζόφον ἐκ μέσου ποιῆσαι· ὡς γὰρ Ἱεράρχης, δυνατὸς πρέσβυς πέφηνας.

Ἀπὸ τῆς γῆς πρὸς τὴν ἐπουράνιον, διαγωγὴν μετετέθης, λειτουργίας γέρας, τοῦτο λαβών, καὶ τῆς ἀθλήσεως, ἔνθα ζωῆς ἀκηράτου μετέχων, συνδιαιωνίζειν τῷ Χριστῷ κατηξίωσαι.

Ξύλου ζωῆς τὸν καρπὸν ἐτρύγησας, τῆς ἀθανάτου Παμμάκαρ, τῆς ζωῆς τῶν ἀνθρώπων, τὸν ἀρχηγὸν ἐμπορευσάμενος, οὗ τῆς χαρᾶς ἀπολαύων πλουσίως, ὑπὲρ τῶν ὑμνούντων σε, πιστῶς ἐκδυσώπησον.

Ὅλον τὸν νοῦν ἀνατείνων Ὅσιε, διὰ χρηστότητος βίου, τῆς Χριστοῦ θεωρίας, καὶ τῆς τερπνῆς ἀγαλλιάσεως, κατηξιώθης ὡς Ἱερομάρτυς, ὡς ὑφηγητὴς τῆς εὐσεβείας καὶ πρόμαχος.
Θεοτοκίον.
Νόμου καινοῦ κιβωτὸν καλοῦμέν Σε, καὶ θεοχάρακτον πλάκα, ἐν ᾗ ὁ Λόγος ἐγράφη, ὁ τοῦ Θεοῦ βροτὸς γενόμενος, διὰ τὸ σῶσαι τὸν κόσμον ἐκ πλάνης, κεχαριτωμένη Θεοτόκε Πανύμνητε.

Ἐξαποστειλάριον. Ὁ οὐρανὸν τοῖς ἄστροις.
Ὁ πάντιμος μυστολέκτης, τῶν μεγαλείων τοῦ Θεοῦ, ἐν ὕμνοις ἀνευφημείσθω, Μεθόδιος ὁ θαυμαστός, ὁ θεῖος οὐρανόφαντωρ, καὶ Ἐκκλησίας ὁ στῦλος.
Θεοτοκίον.
Ὁ γλυκασμὸς τῶν Ἀγγέλων, τῶν θλιβομένων ἡ χαρά, Χριστιανῶν ἡ προστάτις, Παρθένε Μήτηρ Κυρίου, ἀντιλαβοῦ μου καὶ ῥῦσαι, τῶν αἰωνίων βασάνων.

Εἰς τοὺς Αἰνούς ἱστῶμεν Στίχους δ´  καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια.
Ἦχος πλ. δ´. Τὶ ὑμᾶς καλέσωμεν.
Τὶ σὲ ὀνομάσω Μεθόδιε; κοινωνὸν τῶν μυστηρίων, τῶν ἀῤῥήτων τοῦ Θεοῦ; Ἀποστόλων μιμητήν, καὶ Ἱεράρχην θαυμαστόν; Ὁσίων, παναλκέστατον θησαύρισμα, καὶ πάντων, τῶν ·Ἁγίων ἐγκαλλώπισμα; Μαρτύρων ἔνδοξον καύχημα, καὶ τῶν δογμάτων σαφήνειαν; Ἱκέτευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Τὶ σέ, ὀνομάσω Μεθόδιε; ἁμαρτίας τὴν ἰσχύν, καταμαράναντα στεῤῥῶς καὶ αἱρέσεων ὀφρύν, κατηδαφίσαντα σφοδρῶς; τὸν πάντας, θεῖᾳ χάριτι ἐκλάμποντα, καὶ δόξης, οὐρανίου νῦν τυγχάνοντα; λαβόντα στέφος ἀμάραντον, καὶ αἰωνίζουσαν εὔκλειαν; Ἱκέτευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Τὶ σὲ νῦν καλέσω πανένδοξε; τῶν Ὁσίων καλλονήν, καὶ Μοναστῶν ὑπογραμμόν; ἀσθενούντων ἰατρόν, καὶ τῶν ψυχῶν θεραπευτήν; Ποιμένα, καὶ παμμέγιστον διδάσκαλον; μεσίτην, τὸν θερμότατον πρὸς Κύριον; Ἱερομάρτυρα ἔνδοξον, καὶ τῶν πιστῶν τὸ διάσωσμα. Ἱκέτευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Τὶ σὲ νῦν καλέσω Μεθόδιε; Ἱεράρχην εὐκλεῆ, καὶ ἱερὸν δογματιστήν; Ὀρθοδόξων στηριγμόν καὶ Ἐκκλησίας ὀφθαλμόν; φωστῆρα, τοῦ Χριστοῦ φῶς ἑξαστράπτοντα; Μαρτύρων, εὐδοξίᾳ διαπρέποντα; τῆς ἀληθείας ὑπέρμαχον; τοῦ Ὠριγένους κατήγορον; Ἱκέτευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Δόξα. Ἦχος πλ. δ´.
Τῶν Ἀποστόλων μιμητής καὶ διάδοχος, καὶ τοῦ Πάθους τοῦ Σωτῆρος συμμέτοχος, ἀνεδείχθης παμμάκαρ Μεθόδιε, Ἀρχιερέων τὸ καύχημα, οἰκουμένης ἀγλάϊσμα. Πρέσβευε τοῦ ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν. Τῆς ἑορτῆς ἤ Θεοτοκίον.
Δέσποινα πρόσδεξαι..

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ
Τὰ Τυπικά, οἱ Μακαρισμοί, καὶ ἐ τοῦ Κανόνος τοῦ Ἁγίου ἡ γ’ καὶ ς’ ᾠδή.

Κοινωνικόν. Εἰς μνημόσυνον αἰώνιον...

Μεγαλυνάριον.
Χαίροις τῶν Ὁσίων ἡ καλλονή, καὶ αἱρετιζόντων, ὁ θειότατος ἐλεγκτής, τῶν Ἀρχιερέων, τὸ καύχημα τὸ μέγα, καὶ κλέος τῶν Μαρτύρων, Πάτερ Μεθόδιε.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου