Τρίτη 16 Ιουνίου 2015

127.Aγίου ΠΕΤΡΟΥ Ἐπισκόπου Ἄργους



Ἀκολουθία Aγίου ΠΕΤΡΟΥ Ἐπισκόπου Ἄργους
Ψαλλομένη τῇ 3η Μαΐου


ΕΣΠΕΡΙΝΟΣ
Εὐλογήσαντος τοῦ Ἱερέως ὁ Προοιμιακός καὶ τό Μακάριος ἀνήρ. Εἰς δὲ τό Κύριε ἐκέκραξα ἱστῶμεν στίχους στ΄ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τῆς Ἑορτῆς γ΄ καὶ τοῦ Ἁγίου γ΄.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Ὅλην ἐν καρδίᾳ σου, τὴν μετοχὴν τῶν κρειττόνων, μάκαρ εἰσδεξάμενος, θεῖον οἰκητήριον ὄντως γέγονας, τῆς σαρκὸς ἅπασαν, τὴν γεώδη ὕλην, ὥσπερ φόρτον τιναξάμενος, καὶ τὴν οὐράνιον πόλιν περιὼν ἐν τῷ σώματι, παμμάκαρ αὐλιζόμενος, καὶ τῆς ἐν αὐτῇ ἐντρυφώμενος, ἔτυχες τοῦ πόθου, Ἀγγέλοις διαιτώμενος σοφέ, καὶ Τρισηλίου Θεότητος, αἴγλῃ φωτιζόμενος.

Πόνοις τοῦ Κυρίου σου, προσομιλῶν κατὰ μόνας, καὶ αὐτῷ ἑνούμενος, θεωρίαν πράξεων βάσιν ἔσχηκας· τὸν γὰρ νοῦν ἄριστα, ὡς ποθῶν ἀστόργως, ἡγεμόνα ποιησάμενος, σαρκὸς καὶ πνεύματος, ὥσπερ χαλινῷ κατεδάμασας, τῇ σωφροσύνῃ Ἅγιε, καὶ δικαιοσύνῃ κοσμούμενος, φονήσει καὶ ἀνδρείᾳ, καὶ ταύτης ἐπιδίφριος ἀρθείς, ὥσπερ Ἠλίας κατείληφας, χῶρον τὸν οὐράνιον.

Ἕστης τῆς ἐφέσεως, μακαριώτατε Πέτρε, ὀρεκτῶν εὑράμενος, ὡς ἐπόθεις ἄριστα τὸ ἀκρότατον· τῷ Χριστῷ ζήσας γάρ, ἀλλ’ οὐχὶ τῷ κόσμῳ, τῆς τε τούτου δόξης ἔτυχες, μάκαρ σκηνούμενος, ἔνδον ἀκηράτων λαμπόμενος, καὶ θρόνῳ τοῦ παντάνακτος, οἷα λειτουργὸς παριστάμενος· μέμνησο τῆς ποίμνης, τῆς σῆν ἣν ἐξεθρέψω μυστικῶς, καὶ τοῖς τῶν λόγων σου νάμασι, ταύτην ἐνεφόρησας.

Δόξα. Ἦχος β΄.
Ἡ τῶν λειψάνων σου θήκη πανεύφημε Πέτρε, πηγάζει ἰάματα, καὶ ἡ ἁγία σου ψυχή, Ἀγγέλοις συνοῦσα ἀξίως ἀγάλλεται· ἔχων οὖν πρὸς Κύριον Ὅσιε παῤῥησίαν, καὶ μετὰ τῶν Ἀσωμάτων χορεύων ἐν οὐρανοῖς, Αὐτὸν ἱκέτευε σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν. Τῆς ἑορτῆς.
Εἴσοδος, Φῶς ἱλαρόν, Προκείμενον τῆς ἡμέρας, Ἀναγνώσματα.
Παροιμιῶν τὸ Ἀνάγνωσμα (Κεφ. ι′.7).
Μνήμη δικαίου μετ’ ἐγκωμίων, καὶ εὐλογία Κυρίου ἐπὶ κεφαλὴν αὐτοῦ. Μακάριος ἄνθρωπος, ὃς εὗρε σοφίαν, καὶ θνητὸς ὃς οἶδε φρόνησιν. Κρεῖσσον γὰρ αὐτὴν ἐμπορεύεσθαι, ἢ χρυσίου καὶ ἀργυρίου θησαυρούς. Τιμιωτέρα δὲ ἐστι λίθων πολυτελῶν· πᾶν δὲ τίμιον οὐκ ἄξιον αὐτῆς ἐστιν. Ἐκ γὰρ τοῦ στόματος αὐτῆς ἐκπορεύεται δικαιοσύνη, νόμον δὲ καὶ ἔλεον ἐπὶ γλώσσης φορεῖ. Τοιγαροῦν ἀκούσατέ μου, ὦ τέκνα· σεμνὰ γὰρ ἐρῶ, καὶ μακάριος ἄνθρωπος, ὃς τὰς ἐμὰς ὁδοὺς φυλάξει. Αἱ γὰρ ἔξοδοί μου, ἔξοδοι ζωῆς, καὶ ἑτοιμάζεται θέλησις παρὰ Κυρίου. Διὰ τοῦτο παρακαλῶ ὑμᾶς, καὶ προΐεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων. Ὅτι ἐγὼ ἡ σοφία κατεσκεύασα βουλήν, καὶ γνῶσιν καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην. Ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ δὲ ἰσχύς. Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ ζητοῦντες εὑρήσουσι χάριν. Νοήσατε τοίνυν ἄκακοι πανουργίαν, οἱ δὲ ἀπαίδευτοι ἔνθεσθε καρδίαν. Εἰσακούσατέ μου καὶ πάλιν· σεμνὰ γὰρ ἐρῶ, καὶ ἀνοίγω ἀπὸ χειλέων ὀρθά. Ὅτι ἀλήθειαν μελετήσει ὁ λάρυγξ μου, ἐβδελυγμένα δὲ ἐναντίον ἐμοῦ χείλη ψευδῶ. Μετὰ δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στόματός μου, οὐδὲν ἐν αὐτοῖς σκολιόν, οὐδὲ στραγγαλιῶδες. Πάντα εὐθέα ἐστὶ τοῖς νοοῦσι, καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν. Διδάσκω γὰρ ὑμῖν ἀληθῆ, ἵνα γένηται ἐν Κυρίῳ ἡ ἐλπὶς ὑμῶν, καὶ πλησθήσεσθε πνεύματος.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. ι′.32).
Στόμα δικαίου ἀποστάζει σοφίαν, χείλη δὲ ἀνδρῶν ἐπίστανται χάριτας· Στόμα σοφῶν μελετᾷ σοφίαν, δικαιοσύνη δὲ ῥύεται αὐτοὺς ἐκ θανάτου. Τελευτήσαντος ἀνδρός δικαίου οὐκ ὄλλυται ἐλπίς· υἱὸς γὰρ δίκαιος γεννᾶται εἰς ζωήν, καὶ ἐν ἀγαθοῖς αὐτοῦ καρπὸν δικαιοσύνης τρυγήσει. Φῶς δικαίοις διαπαντός, καὶ παρὰ Κυρίου εὑρήσουσι χάριν καὶ δόξαν. Γλῶσσα σοφῶν καλὰ ἐπίσταται, καὶ ἐν καρδίᾳ αὐτῶν ἀναπαύσεται σοφία. Ἀγαπᾷ Κύριος ὁσίας καρδίας, δεκτοὶ δὲ αὐτῷ πάντες ἄμωμοι ἐν ὁδῷ. Σοφία Κυρίου φωτιεῖ πρόσωπον συνετοῦ· φθάνει γὰρ τοὺς ἐπιθυμοῦντας αὐτήν, πρὸ τοῦ γνωσθῆναι, καὶ εὐχερῶς θεωρεῖται ὑπὸ τῶν ἀγαπώντων αὐτήν. Ὁ ὀρθρίσας πρὸς αὐτὴν οὐ κοπιάσει, καὶ ὁ ἀγρυπνήσας δι' αὐτήν, ταχέως ἀμέριμνος ἔσται. Ὅτι τοὺς ἀξίους αὐτῆς αὐτὴ περιέρχεται ζητοῦσα, καὶ ἐν ταῖς τρίβοις φαντάζεται αὐτοῖς εὐμενῶς. Σοφίας οὐ κατισχύσει ποτὲ κακία. Διὰ ταῦτα καὶ ἐραστὴς ἐγενόμην τοῦ κάλλους αὐτῆς καὶ ἐφίλησα ταύτην, καὶ ἐξεζήτησα ἐκ νεότητός μου, καὶ ἐζήτησα νύμφην ἀγαγέσθαι ἐμαυτῷ. Ὅτι ὁ πάντων Δεσπότης ἠγάπησεν αὐτήν. Μύστης γὰρ ἐστι τῆς τοῦ Θεοῦ ἐπιστήμης, καὶ αἱρέτις τῶν ἔργων αὐτοῦ. Οἱ πόνοι αὐτῆς εἰσὶν ἀρεταί· σωφροσύνην δὲ καὶ φρόνησιν αὕτη διδάσκει, δικαιοσύνην καὶ ἀνδρείαν, ὧν χρησιμώτερον οὐδέν ἐστιν ἐν βίῳ ἀνθρώποις. Εἰ καὶ πολυπειρίαν ποθεῖ τις, οἶδε τὰ ἀρχαῖα καὶ τὰ μέλλοντα εἰκάζειν, ἐπίσταται στροφὰς λόγων, καὶ λύσεις αἰνιγμάτων, σημεῖα καὶ τέρατα προγινώσκει, καὶ ἐκβάσεις καιρῶν καὶ χρόνων, καὶ πᾶσι σύμβουλός ἐστιν ἀγαθή. Ὅτι ἀθανασία ἐστὶν ἐν αὐτῇ, καὶ εὔκλεια ἐν κοινωνίᾳ λόγῳ αὐτῆς. Διὰ τοῦτο ἐνέτυχον τῷ Κυρίῳ, καὶ ἐδεήθην αὐτοῦ, καὶ εἶπον ἐξ ὅλης μου τῆς καρδίας. Θεὲ Πατέρων, καὶ Κύριε τοῦ ἐλέους, ὁ ποιήσας τὰ πάντα ἐν λόγῳ σου, καὶ τῇ σοφίᾳ σου κατασκευάσας τὸν ἄνθρωπον, ἵνα δεσπόζῃ τῶν ὑπὸ σοῦ γενομένων κτισμάτων, καὶ διέπῃ τὸν κόσμον ἐν ὁσιότητι καὶ δικαιοσύνῃ, δός μοι τὴν τῶν σῶν θρόνων πάρεδρον σοφίαν, καὶ μὴ με ἀποδοκιμάσῃς ἐκ παίδων σου, ὅτι ἐγὼ δοῦλος σός, καὶ υἱὸς τῆς παιδίσκης σου. Ἐξαπόστειλον αὐτὴν ἐξ ἁγίου κατοικητηρίου σου καὶ ἀπὸ θρόνου δόξης σου, ἵνα συμπαροῦσά μοι διδάξῃ με, τὶ εὐάρεστόν ἐστι παρὰ σοί. Καὶ ὁδηγήσῃ με ἐν γνώσει, καὶ φυλάξῃ με ἐν τῇ δόξῃ αὐτῆς. Λογισμοὶ γὰρ θνητῶν πάντες δειλοὶ καὶ ἐπισφαλεῖς αἱ ἐπίνοιαι αὐτῶν.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. ζ′.7).
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.  

Λιτή. Ἦχος β΄.
Τὸν ἐν σαρκὶ ἰσάγγελον βίον σου, Ἄγγελοι καὶ ἄνθρωποι ἐθαύμασαν, Ἱερεῖς καὶ μονάζοντες εὐλανήθησαν· καὶ εὐσεβὴς λαὸς τῶν Ἀργείων, εὐφραίνεται καὶ σκιρτᾷ· Θεὸς γάρ σε ἐδόξασεν, ὁ ὑπὸ σοῦ δοξασθείς· Ὃν νῦν ἡμῖν, ἐξιλέωσαι Πάτερ Ἁγιώτατε.

Ἦχος γ΄.
Τὸν θρόνον τῆς Ἱερωσύνης διττῶς ἐκόσμησας Ὅσιε Πάτερ, ἀρετῇ τε καὶ τάξει· τῇ μέν τῶν Ἀγγέλων ἐφάμιλλος γενόμενος, τῇ δὲ τὸν Χριστὸν ἐξεικόνισας· ἀλλὰ καὶ νῦν τῷ θρόνῳ τῆς μεγαλωσύνης ἐν ὑψηλοῖς, σὺν παῤῥησίᾳ παριστάμενος, αἴτησαι ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.

Ἦχος δ΄.
Ὡς ὅρος εὐσεβείας, καὶ κανὼν ἀρετῆς, πίστεως τε ἀκρίβειαν τοῖς ἔργοις δεικνύμενος, Πέτρε Ἱεράρχα, τῷ θείῳ Πνεύματι, τοῖς Πατρᾶσιν ἐγχαραχθέντα ὅρον ἁγιώτατον, πνευματοκινήτως ἐκύρωσας, καὶ στήλην Ὀρθοδοξίας ἡμῖν παρέδωκας· ἀλλ’ αἴτησαι Χριστὸν τὸν Θεόν, σὺν τοῖς σοῖς ἀγωνισταῖς καὶ στεφανίταις, ἀπαράτρωτον ταύτην τὴν καλὴν ὁμολογίαν ἡμῶν διαφυλάττεσθαι, εἰς αἰῶνας αἰῶνος.

Δόξα. Καὶ νῦν. Ἦχος β΄.
Τὸν τῶν Ἀργείων ἅπαντες σοφὸν Ἱεράρχην τιμήσωμεν, τὸν πρᾶον καὶ εὐθύτατον, τῆς Ἐκκλησίας τὸ στήριγμα, καὶ τῆς οἰκουμένης τὸ καύχημα, τὸ λαμπρότατον σκεῦος τοῦ Πνεύματος, τὸν ποταμὸν τὸν ᾀεὶ πλήρη τῶν θαυμάτων, εὐφημοῦντες λέγοντες· χαῖρε πιστὲ οἰκονόμε τῆς χάριτος, δοχεῖον διδασκαλίας ἀνεξάντλητον, ταμεῖον θησαυρισμάτων ἀδαπάνητον, Ἀρχιερέων ἐγκαλλώπισμα, τῶν Ὀρθοδόξων ἀγλάϊσμα, ἡ πέτρα τῆς εὐσεβείας ἡ ἀκράδαντος· Πέτρε θειότατε, δεόμεθα ᾀεὶ ὑπὲρ ἡμῶν, πρέσβευε ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἰς τὸν Στίχον. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Σημειοφόρος ἐγένου διὰ τῆς πίστεως, καὶ ζηλωτὴς τῆς θείας, μακαρίας Τριάδος, τὸ σῶμα μὴ φροντίζων ὅλως τὸ σόν, κακουχίαις βαλόμενον, πόλιν Ἀργείων διδάσκων μέχρι σοφέ, κατελάμπρυνας τοῖς λόγοις σου.

Στ. Τὸ στόμα μου λαλήσει σοφίαν καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.
Ἡ φωτοφόρος σου μνήμη συγκαλεῖ σήμερον, πᾶσαν τὴν πόλιν Ἄργους, εὐσεβῶς ἑορτάσαι, καὶ ᾆσαι τὴν σὴν δόξαν ἣν ἐκ Θεοῦ, εἴληφας Πέτρε Ὅσιε, καὶ ἀμφιάσαι τὸ κλέος μάκαρ τὸ πρίν, τῇ πρεσβείᾳ σου θεόσοφε.

Στ.: Οἱ Ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην καὶ οἱ Ὅσιοι Σου ἀγαλλιάσονται.
Κατακοσμήσας τὸν θρόνον τοῦ Ἄργους Ὅσιε, θαυματουργίαις θείαις, αἷς τελεῖς καθ’ ἑκάστην, ὡς ἔχων παῤῥησίαν πρὸς τὸν Θεόν, μὴ ἐπιλάθη τῆς ποίμνης σου· νῦν ὑπαρχούσῃ δὲ ταύτῃ ἐν τοῖς δεινοῖς, χορηγίαν ἐπιβράβευσον.

Δόξα. Ἦχος πλ. δ΄.
Οὐκ ἔτι ἐπὶ τὰ τοῦ Ἀγαμέμνονος, σκῆπτρα κομπάζει ἡ πόλις τοῦ Ἄργους, ἀλλὰ ἐπὶ τὴν ποιμαντικὴν ῥάβδον τῆς σῆς θεοσόφου διοικήσεως αὐχεῖ, Ἱεραρχῶν ἁγιώτατε Πέτρε· πρῶτον γὰρ Ἱεράρχην, καὶ πρέσβην ἐκτήσατο, καὶ ἐπὶ σοὶ τὰς ἐλπίδας μετὰ Θεὸν ἀνατέθεικε· διὸ μὴ ἐπιλάθῃ αὐτῆς ἀκτινοβολούσης σε μετὰ δακρύων· πιεζομένη γὰρ ὑπὸ πενίας, καὶ τῆς δεινῆς δουλείας, κάμφθητι τοίνυν τοῖς στεναγμοῖς, καὶ διὰ τάχους τὰς τῶν λυπηρῶν ἐπαγωγὰς διάλυσον, καὶ τῶν τοῦ βίου συμφορῶν ἐλευθέρωσον· ὅπως χαρμοσύνως ὑμνήσῃ τὴν πανέορτον καὶ πάνσεπτον μνήμην σου.

Καὶ νῦν. Θεοτοκίον.

Νῦν ἀπολύεις, Τρισάγιον, Ἀπολυτίκιον. Ἦχος γ΄. Μέγαν εὕρατο.
Ὄλβον εὕρατο, πόλις Ἀργείων, σὲ ἐκτήσατο, φρουρὸν προστάτην, ποιμενάρχης γὰρ Πάτερ καθέστηκας, τῶν πολεμίων τὰ θράση κατάβαλε, ἐπερχόμενα εἰς ᾀεὶ κατ’ αὐτῆς Πέτρε Ὅσιε, δυσπραγίας πάσης αὐτὴν ἀπάλλαξον, καὶ δώρησαι αὐτῇ, τὸ ἔτος εὐφρόσυνον.

Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς.

Ἀπόλυσις.

ΟΡΘΡΟΣ
Μετὰ τὴν α΄ Στιχολογίαν, Κάθισμα τῆς ἑορτῆς.

Μετὰ τὴν β΄ Στιχολογίαν, Κάθισμα. Ἦχος γ΄. Θείας πίστεως.
Νέος γέγονας, Μωσῆς τοῖς ἔργοις, πλάκας πίστεως, ἐπὶ τοῦ Ὄρους, τῆς μυστικῆς θεοφανείας δεξάμενος, νομοθετήσας λαοῖς τὴν εὐσέβειαν, τοῦ τῆς Τριάδος μυστηρίου θείοτατε, Πέτρε μακάριε· ὅθεν ἅπαντες, τιμῶμεν τὴν μνήμην σου Ὅσιε, αἰτοῦντες διὰ σοῦ τὸ μέγα ἔλεος.
Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου, Σωτήρ.
Ὡς θῦμα ἱερόν, σεαυτὸν προσενέγκας, οὐράνιον μονήν, ἐκληρώσω παμμάκαρ, Ἀγγέλοις χορεύων τε, καὶ Ὁσίοις μακάριε, εὐφραινόμενος, χαρὰν τὴν ἄληκτον Πέτρε· ὅθεν πρέσβευε, ὑπὲρ ἡμῶν τῷ Δεσπότῃ, ῥυσθῆναι κολάσεως.
Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς.

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον. Τὸ στόμα μου λαλήσει σοφίαν καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.
Στ. Οἱ Ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην καὶ οἱ Ὅσιοι Σου ἀγαλλιάσονται.
Εὐαγγέλιον Ἱεραρχικόν.
Ὁ Ν΄ Ψαλμός.
Δόξα. Ταῖς τῶν Ἀποστόλων...
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ. Ἐλέησόν με ὁ Θεός...
Τοὺς τελοῦντας τὴν πανσεβάσμιον ἑορτήν σου, λύτρωσαι παντοίων πειρασμῶν, καὶ δυσχερῶν Πέτρε θειότατε.

Εἶτα οἱ Κανόνες· τῆς Ἑορτῆς εἰς η΄ καὶ τοῦ Ἁγίου εἰς στ΄.
Ὁ Κανὼν τοῦ Ἁγίου, οὗ ἡ ἀκροστιχίς: Ἀρχιερῆα Θεοῖο, μέγαν Πέτρον, ἔξοχα μέλπω.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ἁρματηλάτην Φαραώ.
Ἀνακραθεὶς δι’ ἀρετῶν ἀκρότητα τῷ ποθουμένῳ Χριστῷ, καὶ τῆς Αὐτοῦ αἴγλης, μάκαρ ἐμφορούμενος, καὶ νῦν κατοπτριζόμενος, τὸ ἀμήχανον κάλλος, τοῖς ὑμνηταῖς σου κατάπεμψον, ἄνωθεν τοῦ Πνεύματος ἔλλαμψιν.

Ῥευστῶν ἁπάντων παριδών τὸ ἄστατον, καὶ παροσάμενος, τῆς ἐμπαθοῦς ὕλης, Πέτρε τὸ ἐπίκηρον, καὶ μόνον τῷ Κυρίῳ σου, προσλαλῶν ἀνενδότως, ἐφέσεως οὐ διήμαρτες, ἄφθαρτα φθαρτοῖς ἀλλαξάμενος.

Χριστοῦ τῷ νόμῳ γεγονὼς πειθόμενος, τὸν ἐλαφρότατον, ἐξ ἁπαλῶν ᾖρας, τῶν ὀνύχων Ὅσιε, ζυγὸν τὸν ἐπαυχένιον, σεαυτὸν προσένεγκας, τῷ Κτίσαντι θῦμα τέλειον· ὅθεν σε σεπτῶς μακαρίζομεν.

Θεοτοκίον.
Ἵνα τὸν πάλαι τῇ ἀπάτῃ ῥεύσαντα, καὶ ἀποκλίναντα, καὶ πρὸς φθορὰν ὅλον, νενευκότα ἄνθρωπον, ὁ λόγος ἀνακτήσηται, ἐξ ἁγνῶν Σου λαγόνων, τὴν σάρκα Κόρη ἐνδύεται, μείνας ὥσπερ ἦν ὁ Φιλάνθρωπος.

ᾨδὴ γ΄. Ὀ στερεώσας κατ’ ἀρχάς.
Ἐπὶ τὴν πέτραν τῆς ζωῆς, προσεπερείσας τοὺς πόδας, ἀκλινὴς τὶς ἐμβολεὺς τῶν θαυμάτων, τῷ σοφῷ λογιστικῷ, διέμεινας μακάριε· τὴν γὰρ ψυχὴν οἰκείαν, οὐκ ἐπὶ ψάμμων δεδόμηκας.

Ῥώμῃ τοῦ κρείττονος σοφέ, τὸ χεῖρον καταπαλαίσας, καὶ κριτὴς οὐκ ἀγενὴς δεδειγμένος, κατεδίκασας σφοδρῶς, τὰ πάθη καὶ ἐξώρισας, ψυχῆς ἐκ τῆς ἰδίας, ἀπαλείψας τοὺς τύπους αὐτῆς.

Ἡ κατὰ μέρος ἀρετή, τῇ γενικῶς ἐκτεθεῖσα, καὶ θυγάτηρ ὡς μητρὶ ἑπομένη, τῆς ψυχῆς σου τὸ εὐθές, ἐδήλωσε μακάριε· διὸ τὴς τοῦ ποιμαίνει, Πάτερ φροντίδος ἠξίωσαι.

Θεοτοκίον.
Ἀνασκευάσαι βουληθείς, τὴν συντριβεῖσαν εἰκόνα, καὶ τοῖς κάτω ἐπιγράψαι μητέρα, ἐπ’ ἐσχάτων ἀληθῶς, ἐκ Σοῦ προῆλθεν Ἄχραντε, ἐκ Σῶν ἁγνῶν λαγόνων, σάρκα φορέσας ὁ εὔσπλαγχνος.

Κάθισμα. Ἦχος πλ. δ΄. Τὴν σοφίαν καὶ λόγον.
Ἀπὸ βρέφους Κυρίῳ ἀνατεθείς, τὸν ζυγὸν ὑπεισέδυς τὸν ἐλαφρόν, καὶ σάρκα ἐδάμασας, ἐγκρατείᾳ μακάριε, καὶ σαυτὸν τελέσας, τοῦ Πνεύματος τέμενος, θεωρίᾳ καὶ πράξει, τὸν βίον ἐκόσμησας, ἔχων καὶ τὸν λόγον, συνεργοῦντα τῷ τρόπῳ· σοφία γὰρ ἔῤῥει σου, ἐκ χειλέων ὡς νάματα· Ἱεράρχα θεόπνευστε, πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ τὴν ἁγίαν μνήμην σου.
Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς.

ᾨδὴ δ΄. Σύ μου ἰσχὺς Κύριε.
Θῦμα δεκτόν, ὅλον σαυτὸν προσενήνοχας, τῷ Κυρίῳ, ὅλην σου τὴν ἔφεσιν, ἀρνητικῶς, Πέτρε πρὸς Αὐτόν, καὶ τὴν τοῦ σαρκίου, προσπάθειαν ἀπωσάμενος, νηστείᾳ σου τὸν βίον, χαμευνίᾳ καὶ στάσει, καὶ θανάτου μελέτῃ φραξάμενος.

Ἔξω σαρκός, καὶ τὸ τοῦ κόσμου γενόμενος, καὶ τῷ ὄντι, μύσας τὰς αἰσθήσεις σου, βίον ἀσώματον ἀληθῶς, Πάτερ ἀνεδείξω, τῷ σήνει τούτων βαρούμενον· οὐδὲν γὰρ τῶν τοῦ νέφους, σὲ προσκάλυμμα Πέτρε, ἀμιλλᾶσθαι τοῖς ἄνω κεκώλυκεν.

Ὁ τοὺς νεφρούς, καὶ τὰς καρδίας ἐτάζων Θεός, τῇ ψυχῇ σου, βλέπων τὸ ἀθόλωτον, σώματος δέ, σοῦ τὸ καθαρόν, ἀρχιερωσύνῃ, καὶ προεδρίᾳ τετίμηκεν· διὸ καὶ Ἐπισκόπων, ἐν καθέδρᾳ καθήσας, τὸν λαὸν τοῦ Κυρίου ἐποίμανας.

Θεοτοκίον.
Ἴδε τῆς Σῆς, κληρονομίας τὸ σχοίνισμα, Θεοτόκε, ἄρδην καλυπτόμενον, βαρβαρικῆς ὑπὸ δεξιᾶς, ξίφει τομωτάτῳ, ἐλεεινῶς θεριζόμενον, καὶ στῆσον τὴν τοσαύτην, τῆς ὁρμῆς καταιγίδα· ἀπειρήκαμεν γὰρ ταῖς κακώσεσιν.

ᾨδὴ ε΄. Ἵνα τί με ἀπώσω.
Ὁ Μωσῆς ἐν τῷ ὄρει, γνόφῳ καὶ θυέλλῃ ποτὲ σκιαζόμενος, τὸν σκιώδη νόμον, ἐν πλαξὶ ταῖς λιθίναις ἐδέχετο, ἀλλ’ αὐτὸς ἀδιαλείπτως, τοῖς ἱεροῖς καθυπεισδύνων, μυστηρίων φρικτῶν ἐνεπίπλασο.

Μεμυσταγωγημένος, Πέτρε τὰ ἀπόῤῥητα καὶ ἀνεξερεύνητα, αὐτεμυσταγώγεις, ὃν ἐκτήσω λαὸν περιούσιον, ἁμαρτίας πάσης, ἀπέχεσθαι τρανῶς προτρέπων, ἀπειλὴν τοῦ Θεοῦ ὅπως φύγωσι.

Ἐπιβλέπων συνήθως, Κύριος ἐπέβλεψεν ἐπὶ τὸν κλῆρον Αὐτοῦ, τὸν εὐθὺν καὶ πρᾶον, ἀόργητον καὶ καθαρώτατον, δεδωκὼς σὲ μάκαρ, τοῖς ἑαυτοῦ λαοῖς ποιμένα, τὴν καρδίαν ἑκάστου ῥυθμίζοντα.

Θεοτοκίον.
Γεννηθῆναι θελήσας, ἐκ καθαρωτάτης Παρθένου ὁ Κύριος, τὴν ἁγνὴν Μητέρα, ἀνωτάτην ἁπάσης τῆς κτίσεως, εὑρηκὼς ἐκ Ταύτης, τὸ καθ’ ἡμᾶς εἴληφας ὅλον, τὸ πεσὸν καὶ φθαρὲν ἀνορθούμενος.

ᾨδὴ στ΄. Ἱλάσθητί μοι Σωτήρ.
Ἀνάλωτον συντηρῶν, τὸ τῆς καρδίας σου φρούριον, τὸ τῆς ψυχῆς τριμερές, καλῶς περιέφραξας, τοὺς κατεπεμβαίνοντας, λογισμοὺς ἀστάτους, ἐντοξεύων τοῖς βελτίοσι.

Νοήσας σου τὸ στεῤῥόν, τῆς διανοίας ὁ δόλιος, πολλάκις σοὶ προσβαλών, αἰσχρῶς ἀνατέτραπτα, ὁσάκις τε ὥρμησεν, ὅλως ἀνετράπη, προσευχῇ σου καὶ διόλωλε.

Πολλῶν ἐγκύμων φανείς, σοφῶν ῥημάτων μακάριε, ἀπέτεκες τὴν καλήν, ὠδῖνα τῶν λόγων σου, ῥητοτεύων Ἅγιε, πολυστίχοις βίβλοις, τῶν Μαρτύρων τὰ παλαίσματα.

Θεοτοκίον.
Ἐξέλειπον ἀληθῶς, ἀπὸ ἰσχύος χειρός Σου Χριστέ, ἀπόστησον ἀπ’ ἐμοῦ, τὰς μάστιγας δέομαι, Μητέρα προβάλλομαι, τὴν Σὴν εἰς πρεσβείαν, μὴ ἀπώσῃ τὸν οἰκέτην Σου.

Κοντάκιον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῶ.
Τὸν Ἱεράρχην τοῦ Χριστοῦ θεῖον Πέτρον, τῆς Ἐκκλησίας τὸν φωσφόρον λαμπτῆρα, τὸν ὁμοούσιον τὸν Λόγον Πατρὶ κηρύξαντα, ἐν μέσῳ πολλῶν τρανώτατα, καὶ τὸν θρόνον κοσμήσαντα, λαμπρῶς τὴν τῶν Ἀργείων, χάριν τε κομισάμενον, ἰαμάτων πλουσίαν ἐκ Θεοῦ, συμφώνως τοῦτον, ὑμνήσωμεν ἅπαντες.
Ὁ Οἶκος.
Ὁ μυστολέκτης τοῦ Θεοῦ ἀῤῥήτων μυστηρίων, Ἀπόστολος ὡς ὁ μέγας Παῦλος, τὸ στόμα τοῦ Χριστοῦ πόῤῥωθεν προέβλεπε, καὶ τὸ μέλλον προέγραφε, τὸν ἄξιον πρέφησε τῆς πόλεως Ἀργείων, τοιοῦτος ὑμῖν φάσκων, ἔπρεπεν Ἀρχιερεύς, ὅσιος καὶ ἄκακος, δίκαιος καὶ ἀμίαντος, κεχωρισμένος ἀπὸ τῶν ἁμαρτωλῶν, καὶ ἡνωμένος τῷ πνεύματι, ταῖς ἄνω οὐρανίαις Δυνάμεσιν, ὡς ἔχων παῤῥησίαν, εἰς τὴν εἴσοδον τῶν Ἁγίων παρίσταται ᾀεί, καὶ χάριν εὑρεῖν, καὶ εὔκαιρον βοήθειαν. Αὐτὸν οὖν χρεωστικῶς ἀνευφημοῦντες, ὡς χάριν ἐκ Θεοῦ λαβόντα, συμφώνως τοῦτον, ὑμνήσωμεν ἅπαντες.

Συναξάριον.
Τῇ Γ΄ τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ὁσίου Πέτρου τοῦ Σημειοφόρου, Ἐπισκόπου Ἄργους.
Ῥίψας τὸν ἐχθρὸν ἔνθεν ἀτρώτῳ βίῳ·
Ζωστιτῆρα νίκης ζῶν ἤ θανὼν Πέτρε.
Πέτρος ἐν τριτάτῃ ἀνεβήσατο εἰς θεῖον ἄστυ.
Ταῖς αὐτοῦ ἁγίαις πρεσβείαις, Χριστέ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Τοῦ δι’ οἶκτον ἀφθόνως καὶ κόσμον ἐλέῳ σώσαντος Πέτρε Ὅσιε, μιμούμενος τοὺς τρόπους, ἐξέχεας πλουσίως, τοῖς αἰτοῦσι τὸν ἔλεον· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Ῥημάτων ἐνεργείᾳ ὡς Ἠλίας ἀλεύρῳ θεραπεύων τὴν ἔνδειαν, παμμάκαρ δεομένοις, ἐπήρκεσας ἀφθόνως, καὶ κραυγάζοντας ἔδειξας· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Οὐκ ἐξέλειπας Πάτερ ἐκ τῶν διαρπαζόντων ῥύεσθαι πένητα, ἐλέγχων τοὺς ἀδίκους, τὴν γνώμην ἀναστέλλων, εἰς κακίαν τὴν πρόχειρον, ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Νεκρὰν ὥσπερ τὴν κόρην ἀπὸ πνεύματος Πάτερ δηχθεῖσαν τοῦ πονηροῦ, εὐχῇ συντονωτάτῃ, ἐλαίῳ ὑπαλείψας, δεινῶν ἔλυσας ψάλλουσαν· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Θεοτοκίον.
Ἐπ’ ἐμέ Σου τὸν πλοῦτον τὸν τῆς φιλανθρωπίας κενώσασα ἄχραντε, ὁρῶσα συμφοραῖς με, διόλου βεβλημένον, καὶ πρὸς γῆν ἀποκλίνατα, μή με παρόψῃ Ἁγνή, τὸν πεποιθότα εἰς Σέ.

ᾨδὴ η΄. Ἑπταπλασίως κάμινον.
Ξύλου ζωῆς μετέσχηκας, τὴν φθορὰν βδελυξάμενος, καὶ πρὸς ἀφθαρσίαν, διαβὰς μακάριε, μὴ δ’ ὅλως μετάφθορος, ταῖς ἡδοναῖς Πάτερ γεγονώς, μόνην περιφέρων, τὴν σκιὰν τοῦ σαρκίου, οὐκ ἔζης γὰρ τῷ κόσμῳ, ἀλλ’ αὐτῷ τῷ Σωτῆρι, βοῶν ὑπερυψοῦτε, λαὸς εἰς τοὺς αἰῶνας.

Ἀπολυθεὶς τοῦ σώματος, φωταυγὴς ὥσπερ ἥλιος, λάμπων τῷ προσώπῳ, ὤφθης τρισμακάριε, φωτὶ λαμπρυνόμενος, Ἡλίου Πάτερ τοῦ νοητοῦ, καὶ γὰρ τοῦ φωτός, ὄντως υἱὸς ἀνεδείχθης· διὸ καὶ ἐνεργείας, ἐπέτυχες ἀφθόνως, ὥσπερ ἀχλὺν διώκειν, τὰς νόσους τῶν καμνόντων.

Τυραννουμένοις Ἅγιε, καὶ ποικίλαις κακώσεσι, κατατρυχομένοις, ῥύστης ἑτοιμότατος, ἐδείχθης τρανώτατα, τῆς δυναστείας τῶν δυσσεβῶν, τούτους ἐκλυτρῶν, κᾀκείνους καταπλήττων· διὸ ὑμνολογοῦμεν, Τριάδα τὴν Ἁγίαν, θερμὸν ἥ σε προστάτην, ἀνέδειξε τῷ κόσμῳ.

Θεοτοκίον.
Μόνη Θεὸν ἐγέννησας, Παρθενομῆτορ Ἄχραντε, μόνη διαδρᾶσα, ὅρους τοὺς τῆς φύσεως, παρθένος γὰρ ἔμεινας, ὡς πρὸ τοῦ τόκου Πανύμνητε, τῇ ὑπερφυεῖ, καὶ ὑπὲρ νοῦν Σῇ λοχείᾳ· διό Σε εὐλογοῦμεν, χείλεσι καὶ καρδίᾳ, λαοὶ φυλαὶ καὶ γλῶσσαι, εἰς πάντας τοὺς αἰῶνας.

ᾨδὴ θ΄. Ἐξέστη ἐπὶ τούτῳ.
Ἐδέξω τῶν καμάτων τὰς ἀμοιβάς, ὀφθαλμὸς ἃ οὐκ εἶδε καὶ οὖς ἀληθῶς, Πέτρε σοφέ, ἃ οὐκ ἐνωτίσθη, καὶ ἐπὶ νοῦν ἀνθρώπου οὐκ ἀνέβησαν, ὅσα προητοίμασε τοῖς αὐτῶν, ἐξ ὅλης ἀγαπῶσι, ψυχῆς ὡς παντεπόπτης, Ὃν ἐκ καρδία ςἐπεόθησας.

Λαμπρά σου τὰ βραβεῖα καὶ εὐκλεῆ, θεραπεύει γὰρ πάθη ἀνίατα, καὶ μαρτυρεῖ, δαίμων πολυχρόνιος ἐκβληθείς, ἡ δὲ τὴν χεῖρα ἔχουσα, τὴν ἐξηραμένην καὶ σκολιάν, ἀπέλαβεν ὦ Πάτερ, ὁμοίαν τῇ ἑτέρᾳ, τῇ προσεγγίσει τῶν λειψάνων σου.

Πολλαὶ τῶν ἀναῤῥύσεων αἱ τιμαί, καὶ μακάριος εἶ καὶ καλῶς σοι ἔσται, ὅστις ζωῆς, τῆς νῦν ἀνωτάτω κατατρυφᾶς, ἀλλ’ ἴδε συνηγμένα σου, τῇ σορῷ τὰ τέκνα τῇ εὐκλεεῖ, ζητοῦντα τὸν Πατέρα, δακρύοις λελουμένα, τῇ μεταβάσει ὀλολύζοντα.

Θεοτοκίον.
Ὡς ἥλιος ὑπάρχουσα νοητός, τὴν ψυχήν μου Παρθένε καταύγασον, τὸ ζοφερόν νέφος διεστῶσα τῶν λυπηρῶν, ἀπενεκρώθην ὅλος γάρ, τῇ τῆς ἀθυμίας ὑπερβολῇ, δεινῆς αἰχμαλωσίας, ῥῦσαί με Θεοτόκε, τῶν θλιβομένων παραμύθιον.

Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.
Τὸν μέγαν ἀρχιποίμενα, καὶ Ἱεράρχην ἅπαντες, τὸν Πρόεδρον τῶν Ἀργείων, Πέτρον ἀνευφημοῦμεν, τὸν σῖτον γὰρ διένειμας, καὶ σὸν λαὸν ἐκόρεσας, καὶ ἰαμάτων τὴν χάριν, πλουσίαν Πάτερ ἐδέξω, ποιμὴν πολλῶν γὰρ ἐγένου, Πέτρε Πατέρων ἀκρότης.

Καὶ τὸ τῆς ἑορτῆς.

Αἶνοι. Ἦχος β΄. Ποίοις εὐφημιῶν στέμμασιν.
Ποίοις, πνευματικοῖς ᾄσμασιν, καταστέψωμεν τὸν Ἱεράρχην, τὸ τοῦ θείου Πνεύματος ὄργανον, καὶ φωτοειδέστατον ἄγαλμα, ἀρετῆς ἁπάσης τε κανόνα, τὸν λόγον διαφανῆ καὶ διαπρύσιον, τὸν βίον εἰλικρινῆ καὶ διαβόητον, τὴν τῶν δογμάτων κρηπίδα, τῶν θαυμάτων ἄβυσσον, δι’ ὧν Χριστὸς ὁ Θεὸς πιστοὺς κατεπλούτισεν, ὁ ἔχων τὸ μέγα καὶ πλούσιον ἔλεος. (Δίς).

Ποίοις, σὲ λογικοῖς χείλεσιν, ἀνυμνήσωμεν Πέτρε ἀξίως, τὸν οὐρανοβάμονα ἔρωτα, ἐπιθυμιῶν τῶν τοῦ Πνεύματος, ἄνδρα ἐπὶ γῆς Ἄγγελον ὄντα, τὸν ὅρον Ἱερωσύνης ἀκριβέστατον, τῶν θείων κατορθωμάτων τὴν τελείωσιν, τὸν ποταμὸν τῆς σοφίας, τῶν θαυμάτων ἄβυσσον, δι’ ἧς ἰαμάτων πηγάς, τοῖς πᾶσι χαρίζεται, ὁ ἔχων τὸ μέγα καὶ πλούσιον ἔλεος.

Τίμα, σοὶ τῶν ἐπῶν τὰ ᾄσματα, προσκομίσωμεν Πέτρε θεόφρων, τῷ τῆς θεωρίας καὶ πράξεως, ὄντως ἀκροβάμονι φύλακι, καὶ ῥευστῶν ἁπάντων ὑπερόπτῃ, τῷ χάριν διδασκαλίας πᾶσι βρύοντι, ἱερὸν θαυμάτων τὸ θησαύρισμα; Μεθ’ ὧν σε Χριστὸς κατέστεψεν, ὁ ἔχων τὸ μέγα καὶ πλούσιον ἔλεος.

Δόξα. Ἦχος β΄.
Θεία χάρις ἐπῃώρηστο, ἐπὶ τῇ θήκῃ τῶν λειψάνων σου, ἡ γῆ ἅπασα καταγλαΐζεται, σήμερον εὐφραινομένη καὶ χαίρουσα· διὸ καὶ εἰς ὀσμὴν μύρων σου δραμούμεθα, καὶ τῶν θαυμάτων, νοσημάτων τὴν ἴασιν ἀῤῥυόμενοι· Ἀρχιερεὺ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Τῆς ἑορτῆς.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου