Ἀκολουθία ΑΓΙΩΝ 37 ΜΑΡΤΥΡΩΝ τῶν ἐν Βυζίῃ τῆς Θράκης.
Ψαλλομένη τῇ 20η Αυγούστου
ΕΣΠΕΡΙΝΟΣ
Εἰς τό Κύριε ἐκέκραξα ἱστῶμεν στίχους στ΄ καὶ ψάλλομεν
γ΄ στιχηρὰ προσόμοια τῆς ἑορτῆς.
Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Ὅτε, ὁ δι’ ἡμᾶς καθ’ ἡμᾶς, ἐκ τῶν πανάγνων Σου αἱμάτων γενόμενος, ἐκ κόσμου
Σὲ μετεστῆσαι, καὶ πρὸς Αὐτὸν ὡς ἁγνήν, προσλαβέσθαι ξένως ἐπευδό-κησεν, Αὐτοῦ
ἀπεσύναξε, τοὺς ἰδίους κηδεῦσαί Σε, διὰ νεφέλης, ὁπαδοὺς Τούτου νεύματι,
παραστήσας Σοι, εἰς τιμὴν τῆς ἐξόδου Σου, οἵτινες θεασάμενοι, τῆς χάριτος
ἔμπλεοι, γεγενημένοι Παρθένε, Σὲ ἱερῶς προσεκύνησαν, πιστῶς ἐκβοῶντες· χαῖρε
κόσμῳ ἡ τεκοῦσα, τὸ μέγα ἔλεος.
Πόθεν, τὸ ἐπιγνῶναι ὑμᾶς, τὴν ἐκ τοῦ σώματός μου ἔξοδον; ἔφησεν ἡ πάναγνος
Θεοτόκος τοῖς ἱεροῖς Μαθηταῖς, τί τὸ ξένον τοῦτο τέκνα θέαμα; Οἱ δὲ ἄφνω
ἔφησαν, ἐν νεφέλαις ἐπήρθημεν, καὶ καθὼς βλέπεις, τῇ σκηνῇ Σου ἐπέστημεν,
προσκυνῆσαί Σε, ὥσπερ θρόνον πυρίμορφον, βλέψαι τε Σοῦ τὴν ἔνδοξον, καὶ θείαν
Μετάστασιν, καὶ ταῖς παλάμαις κηδεῦσαι, τὸ θεοδόχον Σου σκήνωμα, σκηνὴ Παν-αγία,
δι’ἧς εὕρατο ὁ κόσμος, τὸ μέγα ἔλεος.
Κλίνην, περιεστῶτες τὴν Σήν, οἱ Μαθηταὶ τοῦ Λυτρωτοῦ καὶ προπέμποντες, πρὸς
τάφον φύσεως νόμῳ, Σὲ Παναγία ἁγνή, ἐξοδίους ὕμνους προσ-εφώνουν Σοι· Σεμνὴ
χαῖρε λέγοντες, τοῦ Θεοῦ τὸ παλάτιον, χαῖρε ἑτοίμη, τῶν ἀνθρώπων βοήθεια, χαῖρε
ὄχημα, καθαρὸν τῆς Θεότητος, ἄπιθι καὶ μετάβαινε, πρὸς ὄρη αἰώνια, σκήνωμα
δόξης πρὸς θεῖα, νῦν κατασκήνου σκηνώματα, πιστοῖς αἰτουμένη, τὴν ἀνέκλειπτον
εἰρήνην, καὶ μέγα ἔλεος.
Καὶ γ΄ τῶν Μαρτύρων. Ἦχος δ΄. Ἔδωκας σημείωσιν.
Θύματα πανεύοσμα, καὶ Ἐκκλησίας οἱ πρόβολοι, ἀνεδείχθητε ἔνδοξοι, ἐν Θράκῃ
ἀθλήσαντες ὑπὲρ τῆς Τριάδος, ἠρνήθητε κόσμον, καὶ τῆς σαρκὸς τὰς ἡδονάς, Θεὸν
ποθοῦντες τὸν μόνον Κύριον, διὸ κατεσκηνώσατε, ἐν χώρᾳ ζώντων μακάριοι, καὶ
στεφάνους ἐλάβετε, ἐκ χειρὸς τοῦ Παντάνακτος.
Μάξιμον Γενέθλιον, Θεοσεβῆ καὶ Εὐστάθιον, Ἀχιλλέα καὶ Βίκτωρα, Εὐδαίμονα
Δίφιλον, Ζωτικὸν Σεβῆρον, Κερκᾶν καὶ τὸν Εὗρον, Μέμνονα Ὦρον Ἀγαθόν, καὶ
Ἐπαφρόδιτον Ἡλιόδωρον, τιμήσωμεν ἐν ᾄσμασι, καὶ ἐγκωμίοις φιλόθεοι, τὸν Χριστὸν
ὡμολόγησαν, πανενδόξως οἱ Μάρτυρες.
Νίκωνα Κρονίωνα, Σιλουανὸν καὶ τὸν Στράτωνα, Σατορνίνον Τιμόθεον, Μολίαν
Νεόφυτον, Φωτεινὴν καὶ Ῥίνον, Ἀντίλινον Βόσβαν, Μέστον Πανσθένην καὶ Δοσᾶν, τὸν
Παντολέοντα καὶ Ὠρίωνα, Ὀρέστην καὶ Πανθήριον, καὶ τὸν Παλμᾶτον τοὺς Μάρτυρας,
εὐφημήσωμεν ἅπαντες, ἐγκωμίοις καὶ ἄσμασιν.
Δόξα. Ἦχος πλ. β΄.
Τῇ ἐτησίᾳ ὑμῶν μνήμῃ, θεηγόροι Μάρτυρες Χριστοῦ, τὰ πλήθη τῶν φιλοχρίστων
συνελθόντα προσάδουσιν ὑμῖν· χαίρετε, ἄδυτοι φωστῆρες, ἐλλαμφθέντες τῇ χάριτι
τοῦ Ἀκτίστου Φωτός· χαίρετε, στύλοι ἀκλινεῖς, τὰς ψυχὰς τῶν εὐλαβῶς τιμώντων,
τὴν ἱερὰν ὑμῶν μνήμη στηρίζοντες· χαίρετε, Ἀχιλλεῦ, Σέβηρε, Μέμνον, σὺν τοῖς
λοιποῖς Ἀθλοφόροις, τὸν τῆς πλάνης δεσμὸν διαῤῥήξαντες, καὶ εὐθαρσῶς τὸν
Χριστὸν Υἱὸν Θεοῦ ἀνακηρύξαντες· πρὸς Ὃν πρεσβεύσατε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν. Τῆς ἑορτῆς.
Τῇ ἀθανάτῳ Σου Κοιμήσει, Θεοτόκε Μήτηρ τῆς ζωῆς, νεφέλαι τοὺς Ἀποστόλους, αἰθερίους
διήρπαζον, καὶ κοσμικῶς διεσπαρμένους, ὁμοχώρους παρέστησαν τῷ ἀχράντῳ Σου σώματι·
οἳ καὶ κηδεύσαντες σεπτῶς, τὴν φωνὴν τοῦ Γαβριήλ, μελῳδοῦντες ἀνεβόων· χαῖρε
κεχαριτωμένη, Παρθένε Μήτηρ ἀνύμφευτε, ὁ Κύριος μετὰ Σοῦ. Μεθ' ὧν ὡς Υἱόν Σου
καὶ Θεὸν ἡμῶν, ἱκέτευε σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Εἰς τὸν Στίχον. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Τὸν Ἀχιλλέα ἐν ὕμνοις δεῦτε τιμήσωμεν, σὺν τοῖς λοιποῖς συνάθλοις,
διεκήρυξαν κόσμῳ, ἄναρχον Πατέρα Λόγον Θεὸν, καὶ Παράκλητον Κύριον, μίαν οὐσίαν
Θεότητα Ἑνικήν, Τρισυπόστατον παντέλειον.
Στ. Ὑπομένων ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχε μοι καὶ εἰσήκουσε τῆς φωνῆς τῆς
δεήσεώς μου.
Τὴν τῶν Μαρτύρων χορείαν δεῦτε τιμήσωμεν, αὕτη γὰρ τῆς Τριάδος, ὡμολόγησε
πίστιν, θάνατον ὑπέστη μαρτυρικόν, καὶ βραβεῖον ἐδέξατο, παρὰ Χριστοῦ τοῦ
Σωτῆρος ἐν οὐρανοῖς, Βασιλείαν ἀνεκλάλητον.
Στ. Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατεύθυνε τὰ διαβήματά μου.
Τοὺς Ἀθληφόρους τῆς Θράκης δεῦτε τιμήσωμεν, προσφέροντες ἐν ὕμνοις,
ἐγκωμίων στεφάνους, ἔδοσαν τοῖς πᾶσιν ὑπογραμμόν, καὶ τῷ αἵματι ἔσβεσαν,
πολυθεΐας τὴν πλάνην καὶ τῶν πιστῶν, τὰς καρδίας ἐπεστήριξαν.
Δόξα. Ἦχος β΄.
Ὁ τῶν Ἀθλητῶν παμμακάριστος σύλλογος, μετὰ παῤῥησίας ὡμολόγησε, Θεὸν
Τρισάγιον καὶ Ὁμοούσιον. Διὸ ἐν τῇ Θράκῃ οἱ κλεινοὶ Μάρτυρες· Ἀχιλλεύς, Σεβῆρος
καὶ Μέμνων, σὺν τοῖς τριάκοντα καὶ ἓξ συνάθλοις αὐτῶν, ἔθυσαν τῷ Πανοικτίρμονι
Κυρίῳ τὰς ψυχάς, μὴ πτοηθέντες τύραννον ἄθεον καὶ μαρτυρίου αἰκισμούς. Πρὸς οὓς
βοήσωμεν· καλλίνικοι Μάρτυρες, πρεσβεύσατε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν. Τῆς ἑορτῆς.
Ἡ τῶν οὐρανῶν ὑψηλοτέρα ὑπάρχουσα, καὶ τῶν Χερουβὶμ ἐνδοξοτέρα, καὶ πάσης
κτίσεως τιμιωτέρα, ἡ δι' ὑπερβάλλουσαν καθαρότητα, τῆς ἀϊδίου οὐσίας δοχεῖον
γεγενημένη, ἐν ταῖς τοῦ Υἱοῦ χερσί, σήμερον τὴν παναγίαν παρατίθεται ψυχήν, καὶ
σὺν αὐτῇ πληροῦται τὰ σύμπαντα χαρᾶς, καὶ ἡμῖν δωρεῖται τὸ μέγα ἔλεος.
Νῦν ἀπολύεις, Τρισάγιον, Ἀπολυτίκιον. Ἦχος α΄. Ἐν τῇ
Γεννήσει.
Τοῦ Βυζαντίου τὰ πανευώδη βλαστήματα, ὁμολογοῦσι Θεὸν τὸν ἐκ Παρθένου σαρκὶ
ἐλθόντα, συντρέχουσι σὺν αὐτοῖς, Φιλιππουπόλεως οἱ καρποί, καὶ στεφανοῦνται
χερσὶ τοῦ Σωτῆρος, εὐφραινόμενοι οἱ Μάρτυρες.
Δόξα.
Τὸν Ἀχιλλέα τὸ τῶν Μαρτύρων καλλώπισμα, καὶ τοὺς ἐνδόξους συμμάρτυρας
τιμήσωμεν εὐφροσύνως, ἐτέχθησαν ἐν ζωῇ, κάρας τμηθέντες ὑπὲρ Χριστοῦ, καὶ σὺν
Ἀγγέλοις ἀγάλλονται πάντες, καθορῶντες φῶς τὸ ἄδυτον.
Καὶ νῦν. Τῆς ἑορτῆς.
Ἐν τῇ Γεννήσει τὴν παρθενίαν ἐφύλαξας, ἐν τῇ Κοιμήσει τὸν κόσμον οὐ
κατέλιπες Θεοτόκε. Μετέστης πρὸς τὴν ζωήν, μήτηρ ὑπάρχουσα τῆς ζωῆς, καὶ ταῖς
πρεσβείαις ταῖς Σαῖς λυτρουμένη, ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.
Ἀπόλυσις.
ΟΡΘΡΟΣ
Μετὰ τὴν α΄ Στιχολογίαν, Κάθισμα. Ἦχος γ΄. Τὴν
ὡραιότητα.
Οἱ παντευλόγητοι, ἔνδοξοι Μάρτυρες, πόθῳ ἐνήθλησαν, ὑπὲρ τῆς πίστεως, καὶ
ἐν βασάνοις θαυμαστῶς ἐδείχθησαν θεοφόροι, ὅθεν κατηδάφισαν, τῶν δαιμόνων
σεβάσματα, ζήλῳ τροπωσάμενοι, ἀσεβῶν τὰ φρυάγματα, διὸ μετ’ εὐφροσύνης βοῶμεν·
Χαίρετε πύργοι Ἐκκλησίας.
Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς.
Εἰς τὰ οὐράνια, ἡ νοερά Σου ψυχή, εἰς τὸν Παράδεισον, ἡ καθαρά Σου σκηνή,
μετατεθεῖσα ἐκ φθορᾶς, ἀγάλλεται Παναγία, ὅθεν ἀνταπέδωκε, τοῖς ἀνόμοις ὁ
Κύριος, δόλον γὰρ εἰργάσαντο, τῷ τιμίῳ Λειψάνῳ Σου, διὸ σὺν Ἀποστόλοις βοῶμεν·
Χαῖρε ἡ Κεχαριτωμένη.
Μετὰ τὴν β΄ Στιχολογίαν, Κάθισμα. Ἦχος δ΄. Κατεπλάγη
Ἰωσήφ.
Ἐπιγνῶμεν ἀδελφοί, τὰς ἀπαρχὰς τοῦ οὐρανοῦ, τῶν Μαρτύρων τοὺς χορούς, τοὺς
καρτερίᾳ αἰκισμῶν, ἐξαφανίσαντες πλάνην πολυθεΐας, ὅθεν καὶ ἡμεῖς μιμησώμεθα,
βίου ἀρετὰς καὶ μαρτύριον, καὶ σὺν αὐτοῖς κηρύξωμεν ἐν κόσμῳ, Θεὸν Τρισάγιον
ἄναρχον, τοῦ κόσμου Κτίστην, καὶ Ἐκκλησίας, βάσιν καὶ σωτηρίαν.
Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς.
Ἐν χερσὶ τοῦ δι’ ἡμᾶς, ἐνανθρώπησαντος ἐκ Σοῦ, παραθεμένην τὴν ψυχήν, ὡς
πλαστουργός Σου καὶ Θεός, πρὸς τὴν ζωὴν τὴν ἀκήρατον μετέστησεν, ὅθεν Σε σεπτῶς
μακαρίζομεν, τὴν μόνην καθαρὰν καὶ ἀμόλυντον, καὶ Θεοτόκον ἅπαντες κυρίως,
ὁμολογοῦντες κραυγάζομεν· Χριστὸν δυσώπει, πρὸς Ὃν μετέστης, σῶσαι τὰς ψυχὰς
ἡμῶν.
Ὁ Ν΄ Ψαλμός.
Εἶτα οἱ Κανόνες.
Ὁ πρῶτος κανὼν τῆς ἑορτῆς, οὗ ἡ ἀκροστιχίς: Πανηγυριζέτωσαν οἱ θεόφρονες. Ποίημα τοῦ Κυρίου Κοσμᾶ.
ᾨδὴ α' Ἦχος α' Ὁ Εἱρμός
Πεποικιλμένη τῇ θείᾳ δόξῃ, ἡ ἱερὰ καὶ εὐκλεὴς Παρθένε μνήμη Σου, πάντας
συνηγάγετο, πρὸς εὐφροσύνην τοὺς πιστούς, ἐξαρχούσης Μαριάμ, μετὰ χορῶν καὶ
τυμπάνων τῷ Σῷ, ᾄδοντας Μονογενεῖ, ἐνδόξως ὅτι δεδόξασται.
Ἀμφεπονεῖτο ἀΰλων τάξις, οὐρανοβάμων ἐν Σιὼν τὸ θεῖον σῶμά Σου, ἄφνω δὲ συῤῥεύσασα,
τῶν Ἀποστόλων ἡ πληθύς, ἐκ περάτων Θεοτόκε, Σοὶ παρέστησαν ἄρδην, μεθ' ὧν Ἄχραντε,
Σοῦ τὴν σεπτήν, Παρθένε μνήμην δοξάζομεν.
Νικητικὰ μὲν βραβεῖα ἤρω, κατὰ τῆς φύσεως Ἁγνή, Θεὸν κυήσασα, ὅμως
μιμουμένη δέ, τὸν ποιητήν Σου καὶ Υἱόν, ὑπὲρ φύσιν ὑποκύπτεις, τοῖς τῆς φύσεως
νόμοις· διὸ θνῄσκουσα, σὺν τῷ Υἱῷ ἐγείρῃ διαιωνίζουσα.
Καὶ τῶν Ἁγίων, οὗ ἡ ἀκροστιχίς: Τοῖς ἐν Θράκῃ Μάρτυσιν αἶνος. Νικοδήμου.
ᾨδὴ α΄. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.
Τοὺς Μάρτυρας ᾄσμασιν ἐν Ἐκκλησίαις τιμήσωμεν, καὶ χεῖρας κροτήσωμεν, ἐν εὐφροσύνῃ
πολλῇ, οὗτοι ἔλυσαν, εἰδώλων τὴν μανίαν, κηρύξαντες αἵμασιν, μίαν Θεότητα.
Ὀρθρίσωμεν ἅπαντες μετ’ εὐφροσύνης γηθόμενοι, καὶ πλέξωμεν στέφανον, τοῖς Ἀθλοφόροις
Χριστοῦ, τοῖς συντρίψασι, τὰς στήλας τῶν δαιμόνων, δυνάμει τοῦ Πνεύματος, οἱ
καρτερόψυχοι.
Ἰσχὺς καὶ ὀχύρωμα τῆς Θράκης ὤφθητε Μάρτυρες, φρουροῦντες ἐν αἵμασι, τὴν Ἐκκλησίαν
αὐτῆς, καὶ πρεσβεύοντες, ἐνώπιον Κυρίου, φυλάττειν ἀήττητον, καὶ ἀπροσμάχητον.
Θεοτοκίον.
Σημείωσιν δέδωκας τοῖς σεβομένοις Πανάχραντε, τὴν ἄσπορον κύησιν τοῦ Θεοῦ
Λόγου ἐν Σοί, Ὃν οἱ Μάρτυρες, καρδίᾳ προσκυνοῦντες, πιστῶς ἐμιμήθησαν, κάρας
τεμνόμενοι.
ᾨδὴ γ'. Ὁ Εἱρμός.
Ἡ δημιουργική, καὶ συνεκτικὴ τῶν ἁπάντων, Θεοῦ σοφία καὶ δύναμις, ἀκλινῆ ἀκράδαντον,
τὴν Ἐκκλησίαν στήριξον Χριστέ· μόνος γὰρ εἶ Ἅγιος, ὁ ἐν ἁγίοις ἀναπαυόμενος.
Γυναῖκά Σε θνητήν, ἀλλ' ὑπερφυῶς καὶ Μητέρα, Θεοῦ εἰδότες Πανάμωμε, οἱ
κλεινοὶ Ἀπόστολοι, πεφρικυΐαις ἥπτοντο χερσί, δόξῃ ἀπαστράπτουσαν, ὡς θεοδόχον
σκῆνος θεώμενοι.
Ὑπέφθασε χερσί, ταῖς ὑβριστικαῖς τοῦ αὐθάδους, τομὴν ἡ δίκη ἐπάξασα, τοῦ
Θεοῦ φυλάξαντος, τὸ σέβας τῇ ἐμψύχῳ κιβωτῷ, δόξῃ τῆς Θεότητος, ἐν ᾗ ὁ Λόγος
σάρξ ἐχρημάτισε.
Τῶν Ἁγίων. Τοὺς Σοὺς ὑμνολόγους.
Ἐνθέως ἐνήθλησαν ἐν Θράκῃ, χορεία Μαρτύρων εὐκλεῶν, γόνοι Φιλιππουπόλεως,
καὶ Βυζαντίου ἔνδοξοι, ἐν οἷς ὁρᾶται ἄριστος, ὁ Ἀχιλλεὺς ὁ τρισόλβιος.
Νενίκηται τύραννος βελίαρ, Μαρτύρων ἀθλήσει κραταιᾷ, πίπτων εἰς ᾅδου
πέταυρον, παναληθῶς ἀνίσχυρος, ὅθεν πιστοὶ τιμήσωμεν, ἐν ὕμνοις δόξης τοὺς
Μάρτυρας.
Θεὸν ἀληθῆ ὁμολογοῦντες, οἱ Μάρτυρες ἔσπευδον χαρᾷ, πάθος δεχθῆναι τίμιον, ἵνα
ζωὴν κερδήσωσιν, καὶ αἰωνίαν λύτρωσιν, ἐν χώρᾳ ζώντων οἱ ἔνθεοι.
Θεοτοκίον.
Ῥημάτων ἐνθέων ἠχηθεῖσα, συνέλαβες Ἄχραντε ἁγνή, ἐν μήτρᾳ Σου τὸν ἄχρονον, ἀνερμηνεύτως Δέσποινα, ὅθεν ἐν πίστει ἅπαντες,
στεφάνους ὕμνων Σοὶ πλέκομεν.
Κοντάκιον τῆς ἑορτῆς. Ἦχος πλ. β'. Αὐτόμελον.
Τὴν ἐν πρεσβείαις ἀκοίμητον Θεοτόκον, καὶ προστασίαις ἀμετάθετον ἐλπίδα,
τάφος καὶ νέκρωσις οὐκ ἐκράτησεν· ὡς γὰρ ζωῆς Μητέρα, πρὸς τὴν ζωὴν μετέστησεν,
ὁ μήτραν οἰκήσας ἀειπάρθενον.
Κάθισμα. Ἦχος γ΄. Θείας πίστεως.
Θεῖοι Μάρτυρες, τῆς ἀληθείας, τέκνα ἔνδοξα, τῆς Ἐκκλησίας, ζηλωταὶ τῆς εὐσεβείας
γενόμενοι, ὑπὲρ Χριστοῦ αἰκισμοὺς ὑπομείναντες, τῶν πρωτοτόκων τὴν χάριν ἐδέξαντο,
ὅθεν ἅπαντες, Χριστὸν τὸν Θεὸν δοξάσωμεν, τοὺς Μάρτυρας ἐνδόξως θαυμαστώσαντα.
Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς.
Ἐν τῇ Γεννήσει Σου, σύλληψις ἄσπορος, ἐν τῇ Κοιμήσει Σου, νέκρωσις ἄφθορος,
θαῦμα ἐν θαύματι διπλοῦν, συνέδραμε Θεοτόκε, πῶς γὰρ ἡ ἀπείρανδρος, βρεφοτρόφος
ἁγνεύουσα; Πῶς δὲ ἡ Μητρόθεος, νεκροφόρος μυρίζουσα; Διὸ σὺν τῷ Ἀγγέλῳ βοῶμέν
Σοι· Χαῖρε ἡ Κεχαριτωμένη.
ᾨδὴ δ'. Ὁ Εἱρμός.
Ῥήσεις Προφητῶν καὶ αἰνίγματα, τὴν σάρκωσιν ὑπέφηναν, τὴν ἐκ Παρθένου Σου
Χριστέ, φέγγος ἀστραπῆς Σου, εἰς φῶς ἐθνῶν ἐξελεύσεσθαι, καὶ φωνεῖ Σοι ἄβυσσος,
ἐν ἀγαλλιάσει, τῇ δυνάμει Σου δόξα Φιλάνθρωπε.
Ἴδετε λαοὶ καὶ θαυμάσατε· τὸ ὄρος γὰρ τὸ ἅγιον, καὶ ἐμφανέστατον Θεοῦ, τῶν ἐπουρανίων
βουνῶν, ἐφύπερθεν αἴρεται, οὐρανὸς ἐπίγειος, ἐν ἐπουρανίῳ, καὶ ἀφθάρτῳ χθονὶ οἰκιζόμενος.
Ζωῆς ἀϊδίου καὶ κρείττονος, ὁ θάνατός Σου γέγονε, διαβατήριον Ἁγνή, ἐκ τῆς ἐπικήρου
πρὸς θείαν ὄντως καὶ ἄῤῥευστον, μεθιστῶν Σε Ἄχραντε, ἐν ἀγαλλιάσει, τὸν Υἱὸν
καθορᾶν Σου καὶ Κύριον.
Ἐπήρθησαν πύλαι οὐράνιαι, καὶ Ἄγγελοι ἀνύμνησαν, καὶ ὑπεδέξατο Χριστός, τὸ
τῆς παρθενίας Αὐτοῦ, μητρῷον κειμήλιον. Χερουβὶμ ὑπεῖξέ Σοι, ἐν ἀγαλλιάσει,
Σεραφὶμ δὲ δοξάζει Σε χαίροντα.
Τῶν Ἁγίων. Ὁ καθήμενος ἐν δόξῃ.
Ἀριστεῖς τῆς Ἐκκλησίας ἀνεδείχθητε Μάρτυρες, καὶ τῆς οἰκουμένης πάσης ἀληθῆ
ὑποδείγματα, ὁμολογήσαντες πίστει Θεὸν τέλειον, τὸν προάναρχον, Λόγον Πατρός, τὸ
ἀπαύγασμα.
Καθαρθῶμεν τὰς αἰσθήσεις οἱ τιμῶντες τοὺς Μάρτυρας, καὶ ἐν Ἐκκλησίαις ᾄσμασιν
αὐτοὺς καταστέψωμεν, ἐμμελετῶντες ἐν πόθῳ τὴν τελείωσιν, καὶ τὴν ἄθλησιν, δόξα
βοῶντες τοῖς Μάρτυσιν.
Ἡ χορεία τῶν Μαρτύρων ἐν Βιζύῃ κατήσχυνεν, εἰδωλολατρίαν καὶ τῶν ἐθνικῶν τὴν
δυσσέβειαν, ἀνακηρύττουσα λόγοις καὶ παθήμασι, τὸν Τρισάγιον, μόνον Θεὸν
Παντοδύναμον.
Θεοτοκίον.
Μακαρία ἡ κοιλία καὶ ὁ Τόκος σωτήριος, τῆς Παρθένου πέλει ἄῤῥητον μυστήριον
ἔνθεον, ὃ προσκυνοῦντες ἐν πίστει οἱ θεόφρονες, ἀνακράζομεν· δόξα Παρθένε τῷ
Τόκῳ Σου.
ᾨδὴ ε'. Ὁ Εἱρμός.
Τὸ θεῖον καὶ ἄῤῥητον κάλλος, τῶν ἀρετῶν Σου Χριστὲ διηγήσομαι· ἐξ ἀϊδίου γὰρ
δόξης συναΐδιον, καὶ ἐνυπόστατον λάμψας ἀπαύγασμα, παρθενικῆς ἀπὸ γαστρός, τοῖς
ἐν σκότει καὶ σκιᾷ, σωματωθεὶς ἀνέτειλας ἥλιος.
Ὡς ἐπὶ νεφέλης Παρθένε, τῶν Ἀποστόλων ὁ δῆμος ὀχούμενος, πρὸς τὴν Σιὼν ἐκ
περάτων λειτουργῆσαί Σοι, τῇ νεφέλῃ τῇ κούφῃ ἠθροίζετο, ἀφ' ἧς ὁ Ὕψιστος Θεός,
τοῖς ἐν σκότει καὶ σκιᾷ, δικαιοσύνης ἔλαμψεν ἥλιος.
Σαλπίγγων θεόληπτοι γλῶσσαι, τῶν θεολόγων ἀνδρῶν εὐηχέστερον, τῇ Θεοτόκῳ ἐβόων
τὸν ἐξόδιον, ἐνηχούμεναι ὕμνον τῷ Πνεύματι. Χαίροις ἀκήρατε πηγή, τῆς τοῦ Θεοῦ
ζωαρχικῆς, καὶ σωτηρίου πάντων σαρκώσεως.
Τῶν Ἁγίων. Ἐξέστη τὰ σύμπαντα.
Ἀντέστησαν Μάρτυρες, κατὰ ἀθέου δόγματος, ζήλῳ πυρπολούμενοι ἐνθέῳ, ὅθεν εἰσῆλθον
εἰς οὐρανίους μονάς, ὁρῶντες τὸν ἄναρχον Θεόν, τὸν ἀντιδοξάζοντα, τῶν Μαρτύρων
τὸν σύλλογον.
Ῥανίδος ἐγεύθησαν, χαρᾶς Θεοῦ οἱ Μάρτυρες, ὅτε ὡμολόγησαν ἐν πίστει, ἕνα τῇ
φύσει τὸν ἐν Τριάδι Θεόν, καὶ ῥήξαντες πόθου τῆς σαρκός, ἔσπευδον ἀθλήμασι,
κατακτῆσαι τὰ κρείττονα.
Τριάδα τὴν ἄκτιστον, Θεὸν τῶν πάντων Κύριον, πίστει ἀπεκάλυψαν τῷ κόσμῳ,
Μάρτυρες θεῖοι, ὁμολογίᾳ θερμῇ, καὶ πάσχοντες ἄλλην βιοτήν, ἤλπιζον ἐν
Πνεύματι, ἀπολαῦσαι αἰώνιον.
Θεοτοκίον.
Ὑψοῦσαι Πανάχραντε, ἐν δόξῃ θείᾳ Δέσποινα, βίῳ παντελείῳ Θεοτόκε, θρόνῳ τοῦ
Κτίστου παρισταμένη ἀεί, τοὺς Μάρτυρας ἕλκεις πρὸς Θεόν, ζήλῳ ἀναφλέγουσα, τῆς
καρδίας τὴν ἔφεσιν.
ᾨδὴ ς'. Ὁ Εἱρμός.
Ἅλιον ποντογενές, κητῷον ἐντόσθιον πῦρ, τῆς τριημέρου ταφῆς Σου ἦν
προεικόνισμα, οὗ Ἰωνᾶς ὑποφήτης ἀναδέδεικται· σεσωσμένος γὰρ ὡς καὶ προὐπέπωτο,
ἀσινής ἐβόα· θύσω Σοι μετὰ φωνῆς αἰνέσεως Κύριε.
Νέμει Σοι τὰ ὑπὲρ φύσιν, Ἄναξ ὁ πάντων Θεός· ἐν γὰρ τῷ τίκτειν, Παρθένον ὥσπερ
ἐφύλαξεν, οὕτως ἐν τάφῳ τὸ σῶμα διετήρησεν, ἀδιάφθορον, καὶ συνεδόξασε, θείᾳ
μεταστάσει, γέρα Σοι ὥσπερ Υἱὸς Μητρὶ χαριζόμενος.
Ὄντως Σε ὡς φαεινὴν λυχνίαν, ἀΰλου πυρός, θυμιατήριον θείου χρύσεον ἄνθρακος,
ἐν τοῖς Ἁγίων Ἁγίοις κατεσκήνωσε, στάμνον ῥάβδον τε πλάκα θεόγραφον, κιβωτόν ἁγίαν,
τράπεζαν ἄρτου ζωῆς, Παρθένε ὁ τόκος Σου.
Τῶν Ἁγίων. Τὴν θείαν ταύτην.
Σκιρτᾷ ἡ Θράκη ἐν Πνεύματι, κατέχουσα Μαρτύρων τὰ λείψανα, τὰ θεοδώρητα, δεῦτε
πιστοὶ προσκυνήσωμεν, μετ’ εὐλαβείας ταῦτα, Θεὸν δοξάζοντες.
Ἰσχὺς πιστῶν ἀνεδείχθητε, καὶ τεῖχος ἀῤῥαγὲς καὶ προπύργιον, ὦ
Χριστομάρτυρες, πάθει τὸν κόσμον νικήσαντες, καὶ τοῦ ἐχθροῦ παγίδας,
κατασυντρίψαντες.
Νικᾶται δράκων ὁ βύθιος, βροτῶν ταῖς ἀρεταῖς τιτρωσκόμενος, καὶ τοῖς ἀθλήμασι,
δεῦτε πιστοὶ καταστέψωμεν, τοὺς ἀριστεῖς ἐν ὕμνοις, Θεὸν κηρύξαντας.
Θεοτοκίον.
Ἀφράστως ἄσπιλε ἔτεκες, τὸν Λόγον τοῦ Πατρὸς τὸν προάναρχον, καὶ ὁμοούσιον,
πᾶσι τοῖς Μάρτυσι Δέσποινα, Αὐτὸν δεικνύεις μόνον, Σωτῆρα Κύριον.
Κοντάκιον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τοὺς ἀριστεῖς τῶν καλλινίκων Μαρτύρων, τὸν Ἀχιλλέα καὶ Σεβῆρον τιμῶμεν, σὺν
τῷ ἐνδόξῳ Μέμνονι, Χριστοῦ μιμητάς, εὔφραναν ἐν τοῖς παθήμασι, τοὺς πιστοὺς ἀδελφοὺς
αὐτῶν, πόθῳ ἐνιστάμενοι κατὰ τῆς ἀσεβείας, τῆς Ἐκκλησίας ὤφθησαν βλαστοί,
σώζεσθαι πάντας, Θεὸν ἱλασκόμενοι.
Ὁ Οἶκος.
Γόνοι τοῦ Βυζαντίου θεόμορφοι, καὶ καρποὶ πανεύγευστοι Φιλιππουπόλεως, τῷ
Θεῷ ἡρμόσθητε ἐν πίστει ἀληθεῖ, καὶ ὑπὲρ Αὐτοῦ, ὥσπερ ἄρνες, ἐν τῇ Βιζύῃ τῆς
Θράκης σφαγιασθέντες, τοῖς πρωτοτόκοις ἀδελφοῖς συνηριθμήθητε ἐν οὐρανοῖς, ὅθεν
στεφάνους λαβόντες παρὰ τοῦ ἀθλοθέτου Χριστοῦ, ἐν σκηναῖς δικαίων ἀνεπαύθητε, ἀδιαλείπτως
καθορῶντες, τὸ ἀπρόσιτον τῆς Τρισηλίου Θεότητος φῶς, τοὺς τιμῶντας δὲ ὑμᾶς ἐν ὕμνοις
καὶ ᾠδαῖς πνευματικαῖς, σώζεσθαι πάντας, Θεὸν ἱλασκόμενοι.
Συναξάριον.
Τῇ Κ΄ τοῦ αὐτοῦ Μηνός, Μνήμη τῶν Ἁγίων Τριάκοντα Ἑπτὰ Μαρτύρων, τῶν ἐν Βιζύῃ
τῆς Θράκης μαρτυρησάντων.
Τρεῖς ἐνδέουσι πρὸς τὸ τοὺς κεκαυμένους,
Χάριν Τριάς σοῦ, τετράκις τελεῖν δέκα.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον
καὶ σῶσον ἡμᾶς.
ᾨδὴ ζ'. Ὁ Εἱρμός.
Ἰταμῷ θυμῷ τε καὶ πυρί, θεῖος ἔρως ἀντιταττόμενος, τὸ μὲν πῦρ ἐδρόσιζε, τῷ
θυμῷ δὲ ἐγέλα, θεοπνεύστῳ λογικῇ, τῇ τῶν Ὁσίων τριφθόγγῳ λύρᾳ ἀντιφθεγγόμενος,
μουσικοῖς ὀργάνοις ἐν μέσῳ φλογός, ὁ δεδοξασμένος, τῶν Πατέρων καὶ ἡμῶν Θεὸς εὐλογητὸς
εἶ.
Θεοτεύκτους πλάκας Μωϋσῆς, γεγραμμένας τῷ θείῳ Πνεύματι, ἐν θυμῷ
συνέτριψεν, ἀλλ' ὁ τούτου Δεσπότης, τὴν τεκοῦσαν ἀσινῆ, τοῖς οὐρανίοις φυλάξας
δόμοις, νῦν εἰσῳκίσατο. Σὺν αὐτῇ σκιρτῶντες βοῶμεν Χριστῷ· ὁ δεδοξασμένος, τῶν
Πατέρων καὶ ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Ἐν κυμβάλοις χείλεσιν ἁγνοῖς, μουσικῇ τε καρδίας φόρμιγγι, ἐν εὐήχῳ
σάλπιγγι, ὑψηλῆς διανοίας, τῆς Παρθένου καὶ ἁγνῆς, ἐν τῇ εὐσήμῳ κλητῇ ἡμέρᾳ τῆς
Μεταστάσεως, πρακτικαῖς κροτοῦντες βοῶμεν χερσίν· ὁ δεδοξασμένος, τῶν Πατέρων
καὶ ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Ὁ θεόφρων ἤθροισται λαός· τῆς γὰρ δόξης Θεοῦ τὸ σκήνωμα, ἐν Σιὼν μεθίσταται
πρὸς οὐράνιον δόμον, ἔνθα ἦχος καθαρὸς ἑορταζόντων, φωνὴ ἀφράστου ἀγαλλιάσεως,
καὶ ἐν εὐφροσύνῃ βοώντων Χριστῷ· ὁ δεδοξασμένος, τῶν Πατέρων καὶ ἡμῶν, Θεὸς εὐλογητὸς
εἶ.
Τῶν Ἁγίων. Οὐκ ἐλάτρευσαν.
Ἱκετεύσατε τὸν Κτίστην θεοτίμητοι, τοῦ δοῦναι ἄφεσιν, ἡμῖν τοῖς πόθῳ θερμῷ,
τιμῶσιν ἐν Πνεύματι, Λόγον προάναρχον· ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς
εὐλογητὸς εἶ.
Νικητήρια προσοίσωμεν ἐγκώμια, τοῖς μαρτυρήσασιν, ὑπὲρ Χριστοῦ ἀνδρικῶς, καὶ
στήσωμεν τρόπαια, Κυρίῳ ψάλλοντες· ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς
εἶ.
Οὐρανώσατε τὴν γῆν ὦ παμμακάριστοι, Θεὸν κηρύξαντες, Μαρτύρων αἱ ἀπαρχαί,
βασάνοις τηκόμενοι, ᾔδετε χαίροντες· ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς
εὐλογητὸς εἶ.
Θεοτοκίον.
Σὺ πανάμωμε τοὺς Μάρτυρας προσήγαγες, τῇ μεσιτείᾳ Σου, τῷ Σῷ Υἱῷ καὶ Θεῷ, ἐν
Θράκῃ ἐνήθλησαν, πνεύματι μέλποντες· ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς
εὐλογητὸς εἶ.
ᾨδὴ η'. Ὁ Εἱρμός.
Φλόγα δροσίζουσαν Ὁσίους, δυσσεβεῖς δὲ καταφλέγουσαν, Ἄγγελος Θεοῦ ὁ
πανσθενής, ἔδειξε Παισί· ζωαρχικὴν δὲ πηγὴν εἰργάσατο τὴν Θεοτόκον, φθορὰν
θανάτου, καὶ ζωὴν βλυστάνουσαν τοῖς μέλπουσι, τὸν Δημιουργὸν μόνον ὑμνοῦμεν, οἱ
λελυτρωμένοι, καὶ ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας.
Ῥήμασιν εἴχοντο τῆς θείας, κιβωτοῦ τοῦ ἁγιάσματος, πᾶσα ἡ πληθὺς τῶν
θεολόγων ἐν τῇ Σιών. Ποῦ νῦν ἀπαίρεις σκηνὴ κραυγάζοντες, Θεοῦ τοῦ ζῶντος; Μὴ
διαλίπῃς ἐποπτεύουσα, τοὺς πίστει μέλποντας· τὸν Δημιουργὸν μόνον ὑμνοῦμεν, οἱ
λελυτρωμένοι, καὶ ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας.
Ὅπως ὑψώσασα τὰς χεῖρας, ἐκδημοῦσα ἡ πανάμωμος, χεῖρας τὰς Θεὸν ἠγκαλισμένας,
σωματικῶς ἐν παῤῥησίᾳ, ὡς Μήτηρ ἔφησε πρὸς τὸν τεχθέντα, οὓς μοι ἐκτήσω, εἰς αἰῶνας
φύλαττε βοῶντάς σοι· τὸν Δημιουργὸν μόνον ὑμνοῦμεν, οἱ λελυτρωμένοι, καὶ ὑπερυψοῦμεν
εἰς πάντας τοὺς αἰῶνας.
Τῶν Ἁγίων. Παῖδας εὐαγεῖς.
Νέκρωσιν ὑπέστησαν ἐμφρόνως, βασάνοις δοκιμαζόμενοι οἱ Μάρτυρες, λάκκῳ
συγκλειόμενοι, νῦν δὲ δοξαζόμενοι, τῆς οἰκουμένης πρόβολοι, ἀπαύστως ψάλλουσι·
Τὸν Κύριον, ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Ἴθυνον καρδίας πρὸς τὸν Κτίστην, οἱ γόνοι Φιλιππουπόλεως καὶ Βύζαντος, Λόγῳ
στερεούμενοι, ἔργῳ φανερούμενοι, τῆς Ἐκκλησίας πρόμαχοι, σὺν ταύτῃ ψάλλοντες· Τὸν
Κύριον, ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Κράτος τοῦ Παντάνακτος τιμῶσιν, οἱ Μάρτυρες Ἐκκλησίας οἱ θεόμορφοι, ἅπαντα ὡς
σκύβαλα, πίστει ἀρνησάμενοι, τὸν οὐρανὸν ἐκτήσαντο, ἀεὶ κραυγάζοντες· Τὸν
Κύριον, ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον.
Ὅλην τὴν ὑφήλιον ἀῤῥήτως, ὁ Τόκος τῆς Θεοτόκου διεσώσατο, σάρκα
προσλαβόμενος, πίστει προσκυνούμενος, τὴν οἰκουμένην ἅπασαν ἀγείρει ψάλλουσαν·
Τὸν Κύριον, ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
ᾨδὴ θ'.
Μεγαλυνάριον, ὅπερ στιχολογεῖται ἐν ἑκάστῳ τροπαρίῳ τῆς
παρούσης ᾨδῆς.
Αἱ γενεαὶ πᾶσαι, μακαρίζομέν Σε, τὴν μόνην Θεοτόκον.
Ὁ Εἱρμός.
Νενίκηνται τῆς φύσεως οἱ ὅροι, ἐν Σοὶ Παρθένε ἄχραντε· παρθενεύει γὰρ
τόκος, καὶ ζωὴν προμνηστεύεται θάνατος. Ἡ μετὰ τόκον Παρθένος, καὶ μετὰ θάνατον
ζῶσα, σῴζοις ἀεί, Θεοτόκε, τὴν κληρονομίαν Σου.
Ἐξίσταντο Ἀγγέλων αἱ δυνάμεις, ἐν τῇ Σιὼν σκοπούμεναι, τὸν οἰκεῖον
Δεσπότην, γυναικείαν ψυχὴν χειριζόμενον· τῇ γὰρ ἀχράντως τεκούσῃ, υἱοπρεπῶς
προσεφώνει· Δεῦρο Σεμνή, τῷ Υἱῷ καὶ Θεῷ συνδοξάσθητι.
Συνέστειλε χορὸς τῶν Ἀποστόλων, τὸ θεοδόχον Σῶμά Σου, μετὰ δέους ὁρῶντες,
καὶ φωνῇ λιγυρᾷ προσφθεγγόμενοι· Εἰς οὐρανίους θαλάμους, πρὸς τὸν Υἱὸν ἐκφοιτῶσα,
σῴζοις ἀεί, Θεοτόκε τὴν κληρονομίαν Σου.
Τῶν Ἁγίων. Ἅπας γηγενής.
Δεῦτε τοὺς κλεινούς, Εὐστάθιον Σίδην τε, καὶ Ἐπαφρόδιτον, Εὗρον Ἀχιλλέα τε,
καὶ Ὦρον θεῖον, Στράτωνα Τύραννον, τὸν Ζωτικὸν Εὐδαίμονα, καὶ Ἡλιόδωρον, τὸν
Σεβῆρον, Μέμνονα καὶ Λούκιον, ἐγκωμίοις φαιδρῶς καταστέψωμεν.
Ἤρθησαν ἐκ γῆς, Ἀντίλινος Ἄνθανας, Κερκᾶς καὶ Δίφιλος, Βίκτωρ Βόσβας
Μάξιμος, Κρονίων Μέστος, Μέμνων Νεόφυτος, ἡ Φωτεινὴ Πανσθένης τε, καὶ ὁ
Πανθήριος, Παντολέων, Γάϊος οἱ Μάρτυρες, οὓς ἐν ὕμνοις πιστοὶ μεγαλύνωμεν.
Μάρτυρας Χριστοῦ, Μολίαν καὶ Νίκωνα, Δοσᾶν καὶ Χρύσανθον, Ζωϊλὸν Ὠρίωνα, Ῥηγίνον
Ῥίνον, θεῖον Γενέθλιον, καὶ τὸν κλεινὸν Ἀγάθωνα, καὶ τὸν Τιμόθεον, μετὰ δόξης, ἅπαντες
τιμήσωμεν, οὓς Χριστὸς ἐν Ἁγίοις κατέταξεν.
Ὄρη νοητά, οἱ Μάρτυρες ὤφθησαν, λαμπρῶς τιμώμενα, τῆς Φιλιππουπόλεως καὶ
Βυζαντίου, γόνοι πανάριστοι, τῇ βιοτῇ παντέλειοι, δόξαν ἐπόθησαν, μαρτυρίου, οὗ
κατηξιώθησαν, καὶ Θεῷ Τρισαγίῳ ἡνώθησαν.
Θεοτοκίον.
Ὕμνησαν χοροί, Ἀγγέλων γηθόμενοι, τὴν Θεομήτορα, τὸν Θεὸν γὰρ ἔτεκεν, ἐν
κόσμῳ λῦσαι μερόπων πταίσματα, διὸ πιστοὶ
ἐγκώμια, Αὐτῇ προσείπωμεν, καὶ ἐν πόθῳ, πάντες προσκυνήσωμεν, τὴν Μητέρα
τοῦ Κτίστου τὴν ἄχραντον.
Ἐξαποστειλάριον. Ὁ οὐρανὸν τοῖς ἄστροις.
Τὸν οὐρανὸν οἰκεῖτε, στεφανηφόροι Ἀθληταί, καὶ ὑπὲρ ἡμῶν αἰτεῖσθε, τὸν ἀθλοθέτην
Ἰησοῦν, ἵνα φυλάττῃς ἀτρώτους, ἐπιβουλῆς ἀντιδίκου.
Θεοτοκίον.
Ἀπόστολοι ἐκ περάτων, συναθροισθέντες ἐνθάδε, Γεθσημανῇ τῷ χωρίῳ, κηδεύσατέ
μου τὸ σῶμα, καὶ σὺ Υἱὲ καὶ Θεέ μου, παράλαβέ μου τὸ πνεῦμα.
Αἶνοι. Ἦχος β΄. Ὅτε ἐκ τοῦ Ξύλου.
Χαίρει, Βυζαντίου ὁ λαός, καὶ Φιλιππουπόλεως χώρα, ἐπὶ
τῇ μνήμῃ ὑμῶν, γόνοι γὰρ ὑπάρχετε αὐτῶν πανόλβιοι, καὶ ἡ Θράκη νῦν γάνυται, ἰδοῦσα
τὸ πάθος, ὅπερ ὑπεμείνατε, πίστει πτερούμενοι, ὅθεν, Ὀρθοδόξων τὰ πλήθη,
σήμερον γεραίρουσι πόθῳ, καὶ πανηγυρίζουσιν ἐν πνεύματι. (Δίς).
Δεῦτε, φιλομάρτυρες σεπτούς, Μάρτυρας Χριστοῦ ἐγκωμίοις, ἐπευφημήσωμεν νῦν,
Θράκῃ ἐναθλήσαντας σεπτῶς ἐν χάριτι, ἐν Βιζύῃ παρέδοσαν, ψυχὰς τῷ Κυρίῳ, σώματα
δὲ τίμια πιστοῖς κατέλιπον, ὅθεν, συνδοξάζονται πάντες, μετὰ τῶν ἁγίων Ἀγγέλων,
ἐν τῇ Βασιλείᾳ τοῦ Παντάνακτος.
Ὅτε, Ἀχιλλεὺς ὁ εὐκλεής, μετὰ τῶν συνάθλων ἐδίδου, τὴν παναγίαν ψυχήν, τότε
ὁ Σεβῆρός τε καὶ Μέμνων ἔσπευδον, σὺν αὐτοῖς ἀγωνίσασθαι, καρδίᾳ καὶ πόθῳ, πᾶσαν
ἡδυπάθειαν, ἀπαρνησάμενοι, ὅθεν, συνελθόντες ἐν πίστει, ὕμνοις καταστέψωμεν
τούτους, καὶ πανηγυρίσωμεν φιλέορτοι.
Δόξα. Ἦχος πλ. δ΄.
Τῶν Μαρτύρων τὴν κλῆσιν δεξάμενοι, τοῦ παναγίου Θεοῦ, ναοὶ ἀνεδείχθητε
ἔνδοξοι, σκεύη ἱερὰ τοῦ Πνεύματος, ἀγωνισάμενοι στεῤῥῶς, καὶ ἐν βασάνοις
ἀνδρείως ὁμολογήσαντες Χριστόν, τοῦ δεινοῦ βελιὰρ καθείλετε τὴν δύναμιν. Καὶ
νίκης ἄραντες τρόπαια, στεφανηφόροι ἐν ὑψίστοις Θεῷ παρίστασθε. ᾯ καὶ
πρεσβεύοντες μὴ ἐλλίπητε, ὑπὲρ τῶν ὑμᾶς γεραιρόντων, Μαρτύρων ἐγκαλλωπίσματα.
Καὶ νῦν. Τῆς ἑορτῆς. Ἦχος α΄.
Ἔπρεπε τοῖς αὐτόπταις τοῦ Λόγου καὶ ὑπηρέταις, καὶ τῆς κατὰ σάρκα Μητρὸς Αὐτοῦ,
τήν Κοίμησιν ἐποπτεῦσαι, τελευταῖον οὖσαν ἐπ' αὐτῇ μυστήριον, ἵνα μὴ μόνον τὴν ἀπὸ
γῆς τοῦ Σωτῆρος ἀνάβασιν θεάσωνται, ἀλλὰ καὶ τῆς Τεκούσης Αὐτὸν τῇ μεταθέσει
μαρτυρήσωσι. Διόπερ πάντοθεν, θείᾳ δυνάμει περαιωθέντες, τὴν Σιὼν κατελάμβανον,
καὶ πρὸς οὐρανὸν ἐπειγομένην, προέπεμπον τὴν ἀνωτέραν τῶν Χερουβίμ, ἣν καὶ ἡμεῖς,
σὺν αὐτοῖς προσκυνοῦμεν, ὡς πρεσβεύουσαν ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.
Μεγαλυνάριον.
Δεῦτε εὐφημήσωμεν οἱ πιστοί, τοὺς ἐκ Βυζαντίου, Ἀθλοφόρους θεοστεφεῖς, καὶ
Φιλιππουπόλεως, γόνους πανενδόξους, ἐν οἷς τὸν Ἀχιλλέα, τὸν εὐκλεέστατον.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου