Ἀκολουθία Μεγαλομάρτυρος ΠΡΟΚΟΠΙΟΥ
Ψαλλομένη τῇ 8η Ἰουλίου
ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ
Μετὰ τὸν Προοιμιακόν τὸ Μακάριος ἀνὴρ. Εἰς δέ τὸ Κύριε,
ἐκέκραξα, ἱστῶμεν στίχους στ´ καὶ ψάλλομεν Στιχηρὰ
Προσόμοια.
Ἦχος α´. Τῶν οὐρανίων ταγμάτων.
Ἀφωρισμένος ὑπάρχων ἀπὸ κοιλίας μητρός, ὑπὸ Θεοῦ πανσόφως, οὐρανόθεν τὴν
κλῆσιν, ἔσχες κατὰ Παῦλον· ὅθεν μαθών, τὰ ἑκούσια πάθη Χριστοῦ, κῆρυξ Αὐτοῦ
ἀνεδείχθης καὶ ζηλωτής, ἀληθῶς Μάρτυς Προκόπιε.
Τῇ μυστικῇ παντευχίᾳ καθωπλισμένος σοφέ, νικοποιῷ τροπαίῳ, τοῦ Χριστοῦ τῷ
σημείῳ, Προκόπιε θεόφρον θράση ἐχθρῶν, δυσμενῶν ἐξηφάνισας· καὶ τῶν εἰδώλων τὰ
ξόανα καθελών, μέχρις αἵματος ἐνήθλησας.
Ὡς τὸ στρατόπεδον πάλαι σὺν ταῖς πισταῖς γυναιξί, τῷ οὐρανίῳ Μάρτυς,
Βασιλεῖ καὶ Δεσπότῃ, προσήγαγες Κυρίῳ· οὕτω καὶ νῦν, τοὺς τελοῦντας τὴν μνήμην
σου, ταῖς σαῖς πρεσβείαις προσάγαγε τῷ Χριστῷ, ὦ Μαρτύρων ἐγκαλλώπισμα.
Ἕτερα Στιχηρὰ Προσόμοια. Ἦχος δ´. Ἔδωκας σημείωσιν.
Ἄστρον ἀνατέταλκας, ἐκ τῆς Ἑώας πολύφωτον, καταυγάζων Προκόπιε, τοῦ κόσμου
τὰ πέρατα, ταῖς θεοσημείαις, καὶ τῇ καρτερίᾳ, τῶν ἀλγεινῶν ὡς ἀληθῶς, καὶ ταῖς
τῶν ἄθλων μεγίσταις λάμψεσι· διό σου τὴν πανέορτον, καὶ φωτοφόρον πανήγυριν,
ἑορτάζομεν σήμερον, ἀθλοφόρε Προκόπιε.
Σῶμά σου Προκόπιε, καταξεόμενον ἔνδοξε, καὶ πυρὶ δαπανώμενον, εἱρκταῖς
συγκλειόμενον, ὁμιλοῦν παντοίαις, ἰδέαις βασάνων, ξίφει τεμνόμενον σοφέ, τὴν
βασιλείαν σοι προεξένησε, Παμμάκαρ τὴν οὐράνιον, ἐν ᾗ χορεύεις γηθόμενος,
ἀθλοφόρε πολύαθλε, τῶν Ἀγγέλων συμμέτοχε.
Δῆμον προσενήνοχας, τῷ ποιητῇ διὰ πίστεως, ἱερῶς ἐναθλήσαντα, θεόφρον
Προκόπιε, μεθ᾿ ὧν τῶν Μαρτύρων, χοροῖς ἠριθμήθης, καταβαλὼν τὸν δυσμενῆ,
ἀνδρειοφρόνως ἀξιοθαύμαστε· διό σε μακαρίζομεν, ὡς στρατιώτην ἀήττητον, ὡς
γενναῖον ἀδάμαντα, ὡς τῆς πίστεως πρόμαχον.
Δόξα. Ἦχος πλ. β´.
Ἐξέλαμψε σήμερον, ἡ ἔνδοξος μνήμη σου, Προκόπιε πολύαθλε, συγκαλοῦσα ἡμᾶς
τοὺς φιλεόρτους, πρὸς εὐφημίαν καὶ δόξαν, Χριστοῦ τοῦ Θεοῦ ἡμῶν. Ὅθεν καὶ
προστρέχοντες, ἐν τῇ σορῷ τῶν λειψάνων σου, ἰαμάτων χαρίσματα λαμβάνομεν· καὶ
τὸν σὲ στεφανώσαντα Σωτῆρα Χριστόν, ἀνυμνοῦμεν εἰς αἰῶνας, ἀκαταπαύστως
δοξάζοντες.
Καὶ νῦν. Θεοτοκίον.
Τίς μὴ μακαρίσει Σε Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει Σου, τὸν ἀλόχευτον
τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτὸς ὲκ Σοῦ τῆς
Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος
ἄνθρωπος δι᾿ ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ᾿ ἐν δυάδι φύσεων,
ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς
ἡμῶν.
Εἴσοδος, Φῶς Ἱλαρόν, τό Προκείμενον τῆς ἡμέρας καὶ τὰ
Ἀναγνώσματα.
Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα (μγ´ 9-14).
Τάδε λέγει Κύριος. Πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες
ἐξ αὐτῶν. Τίς ἀναγγελεῖ ταῦτα ἐν αὐτοῖς; ἢ τὰ ἐξ ἀρχῆς, τίς ἀκουστὰ ποιήσει
ὑμῖν; Ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν, καὶ εἰπάτωσαν ἀληθῆ.
Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς Κύριος ὁ Θεός, καὶ ὁ παῖς, ὃν ἐξελεξάμην·
ἵνα γνῶτε, καὶ πιστεύσητε, καὶ συνῆτε, ὅτι ἐγώ εἰμι. Ἔμπροσθέν μου οὐκ ἐγένετο
ἄλλος Θεός, καὶ μετ᾿ ἐμὲ οὐκ ἔσται. Ἐγώ εἰμι ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ
σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα, καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος. Ὑμεῖς
ἐμοὶ μάρτυρες, καὶ ἐγὼ Κύριος ὁ Θεός· ὅτι ἀπ᾿ ἀρχῆς ἐγώ εἰμι, καὶ οὐκ ἔστιν ὁ
ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος. Ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό; Οὕτω λέγει
Κύριος ὁ Θεός, ὁ λυτρούμενος ἡμᾶς, ὁ Ἅγιος Ἰσραήλ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (γ´ 1-9).
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν
ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ᾿ ἡμῶν
πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν
κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα
εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ.
Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο
αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ
διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος
εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ᾿ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν
ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ
ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (ε´ 15-23, στ´ 1-3).
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς
αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ
διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὑτοῦ σκεπάσει αὐτούς, καὶ
τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ καὶ ὁπλοποιήσει
τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα δικαιοσύνην καὶ περιθήσεται
κόρυθα κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα· ὀξυνεῖ δὲ
ἀπότομον ὀργὴν εἰς ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας·
πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν,
ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει
κατ᾿ αὐτῶν ὕδωρ θαλάσσης· ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς
πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν
ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν, Βασιλεῖς,
καὶ σύνετε· μάθετε Δικασταὶ περάτων γῆς· ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ
γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν· ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ
δυναστεία παρὰ Ὑψίστου.
ΕΙΣ ΤΗΝ ΛΙΤΗΝ, Ἱδιόμελα, Γερασίμου Μικραγιαννανίτου.
Ἦχος α´.
Ἀγάλλου ἐν Κυρίῳ ἡ τοῦ Χριστοῦ Ἐκκλησία, καὶ χόρευε ἐν Πνεύματι, ἐπὶ τοῖς
θείοις μεγαλείοις. Ἰδοὺ γὰρ ὁ ἐξ ἐθνῶν σε μνηστευσάμενος, φῶς ἐκ σκότους σοι
ἐξήγαγε, καὶ νυμφαγωγὸν εὐκλεῆ, ἐξ ἀσεβείας σοι ἀνέδειξε, Προκόπιον τὸν
ἔνδοξον, τὸν ἐν ἀθλήσει ἀήττητον· ὑψόθεν γὰρ τοῦτον ζωγρήσας, σκεῦος ἐκλογῆς
εἰργάσατο, καὶ τῶν οἰκείων παθῶν, στρατιώτην ἄριστον· ὅθεν τὴν θαυμαστὴν αὐτοῦ
πρόνοιαν, τὴν ἀσφαλῶς σε διέπουσαν, μεγάλυνον βοῶσα· Εὔσπλαγχνε Κύριε,
πρεσβείαις τοῦ Αθλοφόρου σου, δώρησαι τῷ λαῷ σου, εἰρήνην ἀμετάπτωτον, καὶ τὸ
μέγα ἔλεος.
Ἦχος β´. Βυζαντίου.
Ὡς προκόπτων ἐν Θεῷ, πάντας πρέσβευε Ἀθλοφόρε, προκόπτειν ἐν αὐτῷ, Μαρτύρων
κλέος μέγιστε Προκόπιε, ὡς παῤῥησίαν ἔχων πρὸς αὐτόν, καὶ τῷ τούτου θρόνῳ ἀεὶ
παριστάμενος, ἐν θεαρέστοις ὁδοῖς, καὶ θείαις πράξεσιν, εὐαρεστοῦντας αὐτῷ, καὶ
σὲ μακαρίζοντας.
Ἦχος γ´.
Τὶς ἐπαξίως διηγήσεται, τῶν ἀγώνων σου τὰ τρόπαια, Ἀθλοφόρε Προκόπιε; Σὺ
γὰρ θεόκλητος ὁφθείς, στρατιώτης ἀκραιφνής, τοῦ ἐκλεξαμένου σε πέφηνας, ἐν Ὧ
καὶ ἐθριάμβευσας, τῶν εἰδώλων τὸ ἀσθενές· ὦ τοῦ θαύματος! ὁ πρώην διώκτης, τῆς
εὐσεβείας κῆρυξ, διαπρύσιος γέγονας, καὶ ὁ τῆς πλάνης συνήγορος, τῆς Τριάδος
ἐδείχθης ὑπέρμαχος. Ἔργον τοῦτο τῆς δεξιᾶς Σου Κύριε, τῆς συνεργούσης εἰς
ἀγαθόν, τοῖς κατὰ πρόθεσιν κλητοῖς· δι᾽ ὧν καὶ ἡμῖν παράσχου τὰ ἐλέη σου.
Ἦχος γ´. Γερμανοῦ.
Νεανικὴν ἄγων τὴν ἡλικίαν, ὥσπερ ὁ θεσπέσιος Παῦλος, ἐκ τῶν ὑψίστων τὸ
θεῖον χάρισμα ἐδέξω, καὶ τοῦ δεινοῦ πολεμήτορος τὰ θράση, τῇ πανοπλίᾳ τοῦ
Σταυροῦ κατέβαλες. Μαρτύρων τὸ καύχημα, ἀθλοφόρε Προκόπιε, ὑπὲρ ἡμῶν πρὸς
Κύριον ἱκέτευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Ἦχος δ´.
Στρατευσάμενος Χριστῷ τὴν θεόσδοτόν σου κλῆσιν, τοῖς ἔργοις ἐβεβαίωσας,
Προκόπιε ἔνδοξε· σὺ γὰρ φερωνύμως προκόπτων τοῖς κρείττοσιν, ἀπὸ δόξης εἰς
δόξαν, δι᾿ ἀθλήσεως ἔδραμες, ὡς τῆς εἰκόνος τοῦ Κυρίου σύμμορφος· ᾧ καὶ ὡς
τερπνὸν καλλιέργημα, τῇ γεωργίᾳ τῶν ἄθλων σου, μαρτυρικὸν χορὸν προσήγαγες· ἐν
ᾧ διαλάμπων ὡς ἥλιος φαιδρὸς ἐκ σκότους παθῶν ἡμᾶς ἀπάλλαξον, ταῖς θείαις
ἱκεσίαις σου.
Ἦχος δ´. Κυπριανοῦ.
Αἶνος τῷ Θεῷ, ἐκ χοϊκῶν χειλέων προσᾴδεται, ἐπὶ τῇ θείᾳ μνήμῃ σου, Προκόπιε
πολύαθλε· σὺ γὰρ ὤφθης ἀκραιφνὴς στρατιώτης, τοῦ λόγου τῆς πίστεως, φαυλίσας ἐν
τῷ σκάμματι, τῶν εἰδώλων τὰς μορφάς· καὶ νῦν προσερείσθης τῷ φέγγει τῆς
Τριάδος, καταπυρσεύων ἡμῶν, τὰς διανοίας ταῖς πρεσβείαις σου.
Ἦχος πλ. α´.
Ἡ Ἐκκλησία σήμερον, στολισαμένη τοῖς ἄθλοις σου, Μάρτυς τοῦ Χριστοῦ,
εὐφραίνεται, καὶ τὴν σὴν παγγέραστον μνήμην, κατ᾿ ἀξίαν εὐφήμως κραυγάζει
γεραίρουσα· χαίροις ὁ τὸν Παῦλον ζηλώσας, καὶ τὸν Σταυρὸν τοῦ Χριστοῦ ἀράμενος,
τὰς παγίδας συντρίψας τοῦ ἀντιπάλου· χαίροις Μαρτύρων τὸ καύχημα, καὶ Βασιλέων
κραταίωμα, Προκόπιε πολύαθλε, ὑπὲρ ἡμῶν πρὸς Κύριον, μὴ διαλίπῃς πρεσβεύων, ὡς
παῤῥησίαν ἔχων, Ἀθλοφόρων ἐγκαλλώπισμα.
Δόξα. Ἦχος πλ. α´.
Νεανικῇ ἐμπρέπων ἡλικίᾳ,, ὑπερφυοῦς ἀποκαλύψεως ἠξιώθης, Προκόπιε· ἐν
Σταυρῷ γάρ ὁραθείς σοι ὁ Χριστός, πρὸς οἰκείαν ἐπίγνωσιν, ὡς τὸν Παῦλόν σε
ἐκάλεσεν· ὅθεν τῆς εὐσεβείας μυηθεὶς τὸ μυστήριον, πρὸς ἀθλητικοὺς ἀγῶνας,
ἀνδρείως παρετάξῳ, τῇ γὰρ ἰσχύϊ τοῦ ὀφθέντος σοι ῥωννύμενος, ὡς ἄσαρκος
ἠνδραγάθησας. Ἀλλ᾿ ὦ Μαρτύρων ἀγλάϊσμα, ἵλεων ἡμῖν ἀπέργασαι, τῇ ἀθλητικῇ σου παῤῥησίᾳ
τὸν μόνον Εὐδιάλακτον.
Καὶ νῦν. Θεοτοκίον. Ἦχος ὁ αὐτός.
Μακαρίζομέν Σε, Θεοτόκε Παρθένε, καὶ δοξάζομέν Σε, οἱ πιστοὶ κατὰ χρέος,
τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος τὸ ἄῤῥηκτον, τὴν ἀῤῥαγῆ προστασίαν, καὶ
καταφυγὴ τῶν ψυχῶν ἡμῶν.
Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια. Ἦχος δ´. Ὡς
γενναῖον ἐν Μάρτυσιν.
Οὐρανόθεν ἡ κλῆσις σου, ὡς τοῦ Κήρυκος γέγονε, τῶν Ἐθνῶν Προκόπιε,
Παναοίδιμε· καὶ φωτισθεὶς τὴν διάνοιαν, τὸ σκότος κατέλιπες τῶν εἰδώλων, καὶ
φωστήρ τῶν πιστῶν ἐχρημάτισας, θείαις λάμψεσι, τῶν σεπτῶν σου ἀγώνων
καταυγάζων, τὰ πληρώματα τοῦ κόσμου, κλέος Μαρτύρων καὶ καύχημα.
Στίχ. Θαυμαστός ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Ἐγκρατείᾳ τὸ πρότερον, τῆς σαρκός τὰ κινήματα, χαλινώσας ὕστερον, πρὸς τήν
ἄθλησιν, ἀνδρειοφρόνως ἐχώρησας, παμμάκαρ Προκόπιε, ἀφειδήσας τῆς σαρκός, τῇ
δυνάμει τοῦ Πνεύματος· ὅθεν ἅπασαν, ὑπομείνας ἰδέαν τῶν βασάνων, στεφηφόρος
πρὸς τὰς ἄνω, χοροστασίας ἀνέδραμες.
Στίχ. Τοῖς Ἁγίοις τοῖς ἐν τῆ γῆ Αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.
Στρατηγὸς ὡς ἀήττητος, τῷ Σταυρῷ ὁπλισάμενος, ταῖς ῥοαῖς τοῦ αἵματος πᾶσαν
δύναμιν, τῶν ἐναντίων ἐβύθισας, καὶ ὄμβρους ἀνέβλυσας, ἰαμάτων δαψιλῶς, ἐκ
πηγῶν ἀρυόμενος, ἀξιάγαστε, τοῦ Σωτῆρος καὶ πάντας καταρδεύων, τοὺς φλογμῷ τῶν
παθημάτων, συνεχομένους Θεόπνευστε.
Δόξα. Ἦχος πλ. δ´. Προκοπίου Χαρτοφύλακος.
Ταῖς μυστικαῖς λαμπηδόσι, τῆς ὑπερφώτου Τριάδος καταυγαζόμενος, Μάρτυς
Προκόπιε γενναιόφρον, θέσει θεὸς χρηματίζεις, θεούμενος ἐν μεθέξει· ὅθεν τοὺς
πίστει τελοῦντάς σου τὴν φωσφόρον ἑορτήν, ἐκ πειρασμῶν πολυτρόπων, περίσωζε
σαῖς πρεσβείαις.
Καὶ νῦν. Θεοτοκίον. Ἦχος ὁ αὐτός.
Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μῆτερ Θεοῦ τοῦ
Ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε. Ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν
τῶν πταισμάτων, νῦν τὰς ήμῷν ίκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.
Νῦν ἀπολύεις, τὸ Τρισάγιον καὶ τὰ Ἀπολυτίκια.
Γερασίμου Μικραγιαννανίτου. Ἦχος πλ. α΄. Τὸν Συνάναρχον Λόγον.
Ἀγρευθεὶς οὐρανόθεν πρὸς τὴν εὐσέβειαν, κατηκολούθησας χαίρων ὤσπερ ὁ
Παῦλος Χριστῷ, τῶν Μαρτύρων καλλονὴ Μάρτυς Προκόπιε· ὅθεν δυνάμει τοῦ Σταυροῦ,
ἀριστεύσας εὐκλεῶς, κατήσχυνας τὸν Βελίαρ· οὗ τῆς κακίας ἀτρώτους, σῶζε τοὺς
πόθῳ σε γεραίροντας.
Ἕτερον. Ἦχος α´.
Οὐρανόθεν τὴν κλῆσιν δεξάμενος, ὡς ὁ Παῦλος τῶν ἐθνῶν ὁ Διδάσκαλος, τῇ
δυνάμει δὲ τοῦ Σταυροῦ ἐνισχυθείς, τοῦ μαρτυρίου τὸν δρόμον τετέλεκας. Καὶ νῦν
ἰάσεις παρὲχεις παντοδαπάς, πᾶσι τοῖς πίστει προστρέχουσι. Διὸ πρέσβευε Χριστῷ
τῷ Θεῷ, ἔνδοξε Προκόπιε, ἐν εὐσεβείᾳ ἡμᾶς προκόπτειν, καὶ σωθῆναι τὰς ψυχὰς
ἡμῶν.
Θεοτοκίον.
Τοῦ Γαβριὴλ φθεγξαμένου Σοι, Παρθένε τὸ χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν
ὅλων Δεσπότης, ἐν Σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ. Ἐδείχθης
πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην Σου. Δόξα τῷ ἐνοικήσαντι ἐν Σοὶ·
δόξα τῷ προελθόντι ἐκ Σοῦ· δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς διὰ τοῦ τόκου Σου.
Ἀπόλυσις.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν α΄ Στιχολογίαν, Κάθισμα. Γερασίμου.Ἦχος α´.
Τὸν τάφον Σου Σωτήρ.
Ὡς ἄστρον τηλαυγές, ἐκ νυκτὸς ἀγνωσίας, ἐκλάμψας ἐμφανῶς, φωτισμὸν
ἀληθείας, ἀστράπτεις τοῖς πέρασι, διὰ πόνων ἀθλήσεως, δι᾿ ὧν ἄπονον, ὡς ἀληθῶς
κληρουχίαν, Μάρτυς εἴληφας, παρὰ Χριστοῦ τοῦ Σωτῆρος, ΙΙροκόπιε ἔνδοξε.
Θεοτοκίον.
Θεὸν ὑπερφυῶς, ἐξ ἁγνῶν Σου αἱμάτων, κυήσασα Ἁγνή, τοῦ Ἀδὰμ τὴν οὐσίαν, τῆς
πάλαι διέσωσας, κατακρίσεως Δἐσποινα· ὅθεν ἅπαντες, ὡς σωτηρίας Σε ῥίζαν,
μεγαλύνομεν, καὶ προσκυνοῦμεν ὲν πίστει, τὸν ἄσπορον τόκον Σου.
Μετὰ τὴν β´ Στιχολογίαν, Κάθισμα. Γερασίμου. Ἦχος δ´.
Ταχὺ προκατάλαβε.
Φωσφόρος ἐκλάμψας σοι, ὁ τοῦ φωτὸς χορηγός, φωστῆρα σὲ ἔδειξε, τῆς
Ἐκκλησίας λαμπρόν, Προκὸπιε ἔνδοξε· σὺ γὰρ ἀκολουθήσας, τῷ καλέσαντι Λόγῳ,
σύμφυτος ἀνεδείχθης, τῆς αὐτοῦ Βασιλείας, ἡς πρέσβευε, τυχεῖν, καὶ ἡμᾶς τοὺς
εὐφημοῦντάς σε.
Θεοτοκίον.
Παστὰς θεοκόσμητος, καὶ λογικὴ κιβωτός, ὡς μόνη Πανάμωμος, καὶ καθαρὰ
ἀληθῶς, ἐφάνης Θεόνυμφε· Σὺ γὰρ ἐν ταῖς ἀγκάλαις, τὸν τῶν ὅλων Δεσπότην, φέρεις
σωματωθέντα, ἐκ γαστρός Σου ἀσπόρως· ᾧ πρέσβευε σωθῆναι, Θεοτόκε τοὺς ὑμνοῦντάς
Σε.
Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Γερασίμου. Ἦχος πλ. δ´.
Τὴν Σοφία καὶ Λόγον.
Εὐσεβείας τὴν γνῶσιν καταμαθών, ἀσεβείας τὸν γνόφον ἀποβαλών, νεότητι
σώματος, τὸν ἀρχέκακον δρακοντα, κατετροπώσω Μάρτυς, τοῖς ὅπλοις τῶν ἄθλων σου,
καὶ τοῦ Χριστοῦ τὰ πάθη, στεῤῥῶς ἐξεικόνισας· ὅθεν ἰαμάτων, ποταμοὺς
ἀναβλύζεις, βυθίζεις τοὺς δαίμονας, καὶ δροσίζεις τοὺς κράζοντας· Ἀθλοφόρε
Προκόπιε, πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἅφεσιν δωρήσασθαι, τοῖς
ἑορτάζουσι πόθῳ τὴν ἁγίαν μνήμην σου.
Θεοτοκίον.
Μυστηρίων ἀῤῥήτων περιοχή, συνδρομὴ χαρισμάτων θεαρχικῶν, ὕλη παναρμόνιος,
τῆς τοῦ Λόγου σαρκώσεως, καὶ τῶν ὅλων Κτίστου, ἐξαίσιον ἄγαλμα, σὺ εἶ
Παρθενομῆτορ, ἡμῶν ἡ βοήθεια· ὅθεν πολυπλόκων, σοφισμάτων τοῦ πλάνου, ἡμᾶς
ἀπολύτρωσαι, καὶ κινδύνων ἀπάλλαξον, τοὺς πιστῶς Σοι προστρέχοντας· πρεσβεύουσα
τῷ Σῷ Υἱῷ καὶ Θεῷ τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς προσκυνοῦσιν ἀξίως,
τὴν δόξαν Σου Ἅχραντε.
Οἱ Ἀναβαθμοί· τὸ α´ Ἀντίφωνον τοῦ δ´ ἤχου.
Προκείμενον. Δίκαιος ὡς φοῖνιξ ἀνθήσει, καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Στίχ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Εὐαγγέλιον τὸ ἐν τῷ Ὅρθρῳ τοῦ Ἁγίου Γεωργίου (βλέπε τῇ
23η Ἀπριλίου).
Ὁ Ν´ Ψαλμός.
Δόξα. Ταῖς τοῦ Ἀθλοφόρου...
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β´. Στίχ.. Ἐλεήμον, ἐλέησόν με ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός Σου. Γερασίμου.
Ἀθλοφόρε Προκόπιε, σὺ τοῦ Σταυρωθέντος φωτισθεὶς τῇ αἴγλῃ, ἔσπευσας
συσταυρωθῆναι Αὐτῷ· ὅθεν ἀθλητικὸν διαδραμὼν στάδιον, νίκης τρόπαια ἤγειρας,
περιφανῶς ἀγωνισάμενος. Καὶ νῦν ἀμέσως Χριστὸν ἐνορῶν, μὴ παύσῃ ἐποπτεύων, τοὺς
ἐκ πόθου εὐφημοῦντάς σε.
Οἱ Κανόνες· τῆς Θεοτόκου καὶ τοῦ Ἁγίου.
Κανὼν α´. Ποίημα Θεοφάνους.
ᾨδὴ α´. Ἦχος δ´. Θαλάσσης, τὸ ἑρυθραῖον.
Πλουσίαις, μαρμαρυγαῖς τοῦ Πνεύματος, περιχεόμενος, τοὺς τὴν φωσφόρον
ταύτην καὶ σεπτήν, ἑορτήν σου γεραίροντας, παθῶν ἀχλύος λύτρωσαι, καὶ πειρασμῶν
Μάρτυς Προκόπιε.
Ἡ κλῆσις, οὐκ ἀπ᾿ ἀνθρώπων γέγονεν, ἡ σὴ Προκόπιε, ἀλλ᾿ οὐρανόθεν Παῦλον ὡς
τὸ πρίν, ὁ Χριστὸς ἐσαγήνευσε, παθῶν οἰκείων Μάρτυρα, παναληθῆ σε ἐργαζόμενος.
Στρατείας, τῆς ἐπικήρου πάνσοφε, τὴν αἰωνίζουσαν, ὡς νουνεχὴς ἠλλάξω καὶ
θνητοῦ, βασιλέως ἀθάνατον, καὶ βασιλείαν ἄφθορον, σοὶ παρεχόμενον Προκόπιε.
Θεοτοκίον.
Τὸν φύσει, Δημιουργὸν ἐκύησας, ἡμᾶς θεώσαντα, τῇ ὑπὲρ νοῦν ἑνώσει ἀληθῶς,
Θεοτόκε Πανύμνητε· Ὅν ἐκτενῶς ἱκέτευε, φωταγωγῆσαι τοὺς ὑμνοῦντάς Σε.
Κανὼν β´, οὗ ἡ ἀκροστιχίς· Ὑμνῶ σε Προκόπιε ἠγλαϊσμένε. Γερασίμου.
Ἦχος πλ. δ´. Ὑγρὰν διοδεύσας.
Ὑπάρχων τοῖς τρόποις πανευπρεπής, Σταυροῦ ταῖς ἀκτῖσι, κατηυγάσθης
περιφανῶς, δι᾿ ὧν κἀμὲ λάμπρυνον Παμμάκαρ, ἐγκωμιάσαι τὴν θείαν σου ἄθλησιν.
Μεγίστης ἐλλάμψεως μετασχών, ὡς ὁ θεῖος Παῦλος, ἐζωγρήθης παρὰ Χριστοῦ, καὶ
Τούτου τὰ στίγματα ὡς λίθους, πολυτελεῖς τῇ σαρκί σου ἐβάστασας.
Νεκρώσας τὸ φρόνημα τὸ φθαρτόν, ἐν ἀπαρνήσει, τῆς ἀξίας τῆς γεηρᾶς, Χριστὸν
τὴν ζωὴν ἡμῶν παμμάκαρ, μαρτυρικῶς ἐνεδύσω Προκόπιε.
Θεοτοκίον.
Ὡς θρόνος Παρθένε φωτοειδής, φέρεις ἐν ἀγκάλαις, τὸν τῶν ὅλων Δημιουργόν,
καὶ τρέφεις Ἁγνὴ ἐκ τῶν μαζῶν Σου, τὸν διατρέφοντα πάντα χρηστότητι.
Καταβασία. Ἀνοίξω τὸ στόμα μου...
ᾨδὴ γ´. Οὐκ ἐν σοφίᾳ.
Σταυροῦ ἐν μέσῳ, παραδόξως Χριστός σοι ὀπτάνεται, ἐκδιδάσκων ἐμφανῶς, τὴν
πρὸς ἡμᾶς συγκατάβασιν, καὶ σὲ πρὸς τὴν ἄθλησιν, προσεκκαλούμενος.
Ναὸν καὶ στήλην, ἀνεγείρας σαυτὸν θείου Πνεύματος, ζήλου πνέων θεϊκοῦ,
ναοὺς καὶ ἄψυχα ξόανα, δαιμόνων κατέαξας, Μάρτυς Προκόπιε.
Συναπεβάλου, δερματίνους χιτῶνας τῷ ξέεσθαι· ἀφθαρσίας δὲ στολήν,
περιεβάλου Προκόπιε, καὶ τὸν πολυμήχανον, Μάρτυς ἐγύμνωσας.
Θεοτοκίον.
Ῥῦσαί με πάσης, προσβολῆς ἐναντίας τοῦ ὄφεως, Μητροπάρθενε ἁγνή, καὶ τὴν
καρδίαν μου φώτισον, πίστει Σε δοξάζοντος, τὴν Παναμώμητον.
Κανὼν β´. Σὺ εἶ τὸ στερέωμα.
Στήλην ἐργασάμενος, τὴν σὴν καρδίαν τοῦ Πνεύματος, τὰ πονηρά, ξόανα
συντρίβεις, τῶν ἀνόμων Προκόπιε.
Ἔφερες ὡς ἄσαρκος, τοὺς σπαραγμοὺς τοῦ σοῦ σώματος, δι᾿ ὧν σαφῶς, τῆς
παρανομίας, τὴν ἰσχὺν διεσπάραξας.
Πῦρ τῆς ἀθεότητος, οἱ τῶν αἱμάτων σου ῥύακες, ὡς ἀληθῶς, ἔσβεσαν, εἰς τὸ
τέλος, καὶ πιστούς κατεδρόσισαν.
Θεοτοκίον.
Ῥάβδον Σε ὠνόμασεν, ὁ Ἠσαΐας Θεόνυμφε, ἄνθος ζωῆς φέρουσαν ἀφθόρως, τὸν
Δεσπότην τῆς κτίσεως.
Καταβασία. Τοὺς Σοὺς ὑμνολόγους.
Κάθισμα. Ἦχος α´. Τὸν τάφον Σου, Σωτήρ.
Τὸν Παῦλον ὡς τὸ πρίν, ὁ Χριστὸς οὐρανόθεν, Προκόπιε σοφέ, σὲ καλεῖ πρὸς
τὴν πίστιν, τὸ κάλλος τὸ ἔνθεον, προειδὼς τῆς καρδίας σου· ὅθεν ἤθλησας,
ἀνδρειοτάτως κηρύττων, τὰ παθήματα, καὶ τὴν Αὐτοῦ πρὸς ἀνθρώπους, Παμμάκαρ
ἐπέλευσιν.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ἐλπὶς Χριστιανῶν, Παναγία Παρθένε, ὃν ἔτεκες Θεόν, ὑπὲρ νοῦν τε καὶ λόγον,
ἀπαύστως ἱκέτευε, σὺν ταῖς ἄνω Δυνάμεσι, δοῦναι ἄφεσιν, ἁμαρτιῶν ἡμῖν πᾶσι, καὶ
διόρθωσιν, βίου τοῖς πίστει καὶ πόθῳ, ἀεί Σε δοξάζουσιν.
ᾨδὴ δ´. Ἐπαρθέντα Σε ἰδοῦσα.
Ἐπαιρόμενον τῷ κράτει τῆς ἀσεβείας, τὸν ἀλαζόνα τύραννον, ταῖς πρὸς τὸν
Δεσπότην, θείαις ἀνυψώσεσι, κραυγάζων κατέῤῥαξας· δόξα τῇ δυνάμει Σου, Κύριε.
Ἐπιφαίνεται φρουρᾷ σοι ἐγκεκλεισμένῳ, ὁ Λυτρωτὴς Προκόπιε, θάρσους ἐμπιπλῶν
σε, φέγγει τε λαμπρύνων σε, καὶ κλῆσιν κατάλληλον, σοῦ τῇ προκοπῇ παρεχόμενος.
Τὸ τῇ χάριτι τῇ θείᾳ λελαμπρυσμένον, σοῦ κατιδόντες πρόσωπον, οἱ τῆς
ἀπιστίας, ζόφῳ καλυπτόμενοι, τὸ φέγγος τῆς πίστεως, θείᾳ ἐπινεύσει κομίζονται.
Θεοτοκίον.
Βεβαρυμένον τῷ ὕπνῳ ῥαθυμίας, πρὸς μετανοίας ὄρθρον με, τῇ Σῇ ἀκοιμήτῳ,
Δέσποινα ἐξέγειρον, πρεσβείᾳ καὶ σῶσόν με, μόνη τὸν Σωτῆρα κυήσασα.
Κανὼν β´. Εἰσακήκοα Κύριε.
Οὐρανόθεν ἐπέστη σοι, ὁ τῶν ὅλων Κτίστης Μάρτυς ἰώμενος, τῶν τραυμάτων σου
τὴν κάκωσιν, καί ἰσχύν σοι θείαν παρεχόμενος.
Καταλλήλως τοῖς πράγμασι, πρὸς Χριστοῦ ἡ κλῆσις Μάρτυς σοι δέδοται, ἀθλήσει γὰρ προέκοψας, καὶ τὴν δεδομένην
χάριν ηὔξησας.
Ὁλοτρόπως ἑνούμενος, τῷ δι’ ἀγαθότητα ὁραθέντι σοι, τοὺς ξεσμοὺς χαίρων
ὑπήνεγκας, ὥσπερ ἂλλου πὰσχοντος Προκόπιε.
Θεοτοκίον.
Παρθενία καὶ τόκος Σοι ὑπὲρ φύσιν Κόρη Ἁγνὴ συνέδραμον· ὁ Θεὸς γὰρ μεγαλεῖα
Σοι, ἀληθῶς ὡς οἶδεν ἀπειργάσατο.
Καταβασία. Τὴν ἀνεξιχνίαστον.
ᾨδὴ ε´. Ἀσεβεῖς οὐκ ὄψονται.
Τῷ φωτὶ τῶν λόγων σου, στρατὸν θεοπειθῆ, προσενήνοχας τῷ Χριστῷ, μαρτυρίου
αἵματι, κληρονομήσαντα, μετὰ σοῦ Προκόπιε, βασιλείαν τὴν ἀσάλευτον.
Τῆς συγκλήτου ὤφθησαν, τῆς ἄνω κοινωνοί, γυναικῶν αἱ Συγκλητικαί, γένους
περιφάνειαν, ἀπαρνησάμεναι, καὶ θανεῖν ἑλόμεναι, ὑπὲρ Σοῦ, Λόγε ἀθάνατε.
Τῷ πυρὶ φλεγόμεναι, τῷ θείῳ τὴν ψυχήν, φλεγομένου καὶ ἀφειδῶς, ξεομένου
σώματος, περιεφρόνησαν, αἱ τὴν σὴν ποθήσασαι, βασιλείαν πολυέλεε.
Θεοτοκίον.
Συλλαβοῦσα τέτοκας, Θεὸν Ἐμμανουήλ, εἰς ἀνάπλασιν τῶν βροτῶν, Παναγία
Ἄχραντε, σάρκα γενόμενον· Ὅν ἀεὶ ἱκέτευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Κανὼν β´. Ἵνα τί με ἀπώσω.
Ἱλασμὸν καὶ εἰρήνην, καὶ τὴν ἐπουράνιον Μάρτυς ὰπόλαυσιν, αἱ σεμναὶ
γυναῖκες, ἐκληρώσαντο πίστει ἀθλήσασαι· ταῖς γὰρ ἀστραπαῖς σου, θεοπρεπῶς
καταυγασθεῖσαι, τῆς Τριάδος τῷ φέγγει ἐπώρθρισαν.
Ἐπομβρίαις ἀΰλοις, Μάρτυς ἀρδευόμενος τοῦ θείου Πνεύματος, τοῖς τῶν
προσευχῶν σου, ζωηφόροις Προκόπιε, ῥεύμασι, τὰ τῶν ἀσεβούντων, σεβάσματα εἰς
χοῦν καὶ ὕδωρ, παραδόξως διέλυσας, πάνσοφε.
Ἡ τῶν τρόπων σου αἴγλη, καὶ ἡ ἀκαθαίρετος Μάρτυς σου ἔνστασις, ἔλαμψεν ἐν
ἄθλοις, ὡς ἡμέρα λαμπρὰ καὶ πολύφωτος, καὶ χειραγωγία, πρὸς τὸν ἀθάνατον
Δεσπότην, τοῖς κλεινοῖς στρατιώταις ἐγένετο.
Θεοτοκίον.
Γεωργεῖς ἀπειράνδρως, τὸν τὴν ἁμαρτίαν Ἁγνὴ ἐκριζώσαντα, καὶ τὴν θείαν
γνῶσιν, ἐμφυτεύσαντα πᾶσι τοῖς πέρασιν· ὅθεν τῆ ψυχῇ μου, φόβον σωτήριον
παράσχου, ἀρετῶν γεωργοῦντα βλαστήματα.
Καταβασία. Ἐξέστη τὰ σύμπαντα.
ᾨδὴ στ´. Θύσω Σοι, μετὰ φωνῆς.
Ἔῤῥει σου, ἡ μελίῤῥυτος γλῶσσα διδάγματα, μελισταγῆ καὶ πικρίας, ἀθεΐας
ὄντως ἀπελυτροῦτο, εὐπειθῶς σοι, τοὺς προστρέχοντας Μάρτυς Προκόπιε.
Μητέρα, τὴν εὐσέβειαν Μάρτυς κτησάμενος, τῆς δυσσεβείας ἐξαίρεις, σοῦ τὴν
κατὰ σάρκα σεμνὴν μητέρα, καὶ προσάγεις, οὐρανίῳ Πατρὶ δι᾿ ἀθλήσεως.
Τὰς ὄψεις, ἀποξέων σιδήρῳ ὁ τύραννος, τοῦ λογισμοῦ σου τὸν τόνον, Μάρτυς
οὐκ ἐσάλευσεν, ἡδρασμένον τῇ ἀγάπῃ, τοῦ τὰ πάθη σαρκὶ ὑπομείναντος.
Θεοτοκίον.
Ἅγιον, τῶν Ἁγίων ἀῤῥήτως ἐκύησας, Ὑπεραγία Παρθένε, τοὺς πιστοὺς ἀεὶ
ἁγιάζοντα, καὶ Μαρτύρων, τοὺς χοροὺς τοῖς Ἀγγέλοις συνάπτοντα.
Κανὼν β´. Ἰλάσθητί μοι Σωτὴρ.
Λαμπρύνας σου τὴν ψυχήν, τῇ εὐμορφίᾳ τῆς χάριτος ὑπέμεινας ἀκλινῶς· τὰς
ξέσεις Προκόπιε, τῆς σεπτῆς ὄψεως, κατατραυματίζων, νοητῶν ἐχθρῶν τὰ πρόσωπα.
Αἱμάτων σου αἱ ῥοαὶ τῆς ἀσεβείας τὴν θάλασσαν, ἐξήραναν ἀληθῶς, καὶ πέλαγος
ἔβλυσαν, ἐλπίδος καὶ πίστεως, καὶ θείας ἀγάπης, τοῖς πιστῶς σοι προσανέχουσι.
Ἰσχύϊ παντουργικῇ, ἀνδραγαθήσας Προκόπιε, ἐδόξασας τὸν Χριστόν, οἰκείοις
σου μέλεσιν· ὅθεν ὁ Φιλάνθρωπος, λαμπρῶς σε δοξάζει, ἐν σημείοις καὶ δυνάμεσι.
Θεοτοκίον.
Σωτῆρα καὶ λυτρωτήν, τοῖς καταδίκοις κυήσασα, διάσωσόν με Ἁγνή, ψυχοφθόρου
κλύδωνος, καὶ μελλούσης ῥῦσαί με Κόρη καταδίκης, τὸν προστρέχοντα τῇ σκέπῃ Σου.
Καταβασία. Τὴν θείαν ταύτην.
Κοντάκιον. Ἦχος β´. Τὰ ἄνω ζητῶν.
Τῷ ζήλῳ Χριστοῦ, τῷ θείῳ πυρπολούμενος, καὶ ἐν τῷ Σταυρῷ, τῷ τιμίῳ
φρουρούμενος, τῶν ἐχθρῶν τὸ φρύαγμα, καὶ τὰ θράση καθεῖλες Προκόπιε, καὶ τὴν
σεπτὴν Ἐκκλησίαν ὕψωσας, τῇ πίστει προκόπτων, καὶ φωτίζων ἡμᾶς.
Ὁ Οἶκος.
Στόμα συνέσεώς μοι παράσχου, ὁ προάναρχος Λόγος, βουλομένῳ ὑμνεῖν, τὸν σὸν
ὁπλίτην Προκόπιον· ἔχεις γὰρ πλοῦτον τῆς εὐσπλαγχνίας, ἐν ἀπείρῳ Χριστέ μου
πελάγει τῶν σῶν κριμάτων· ἵνα κἀγὼ τῆς ψυχῆς τὸ ζοφῶδες καθαρθῶ, τοῦ νοῦ δὲ
πᾶσαν κηλῖδα ἀποσμήξας, καὶ ναὸς ἁγιάσματος τοῖς θείοις ἔργοις γενόμενος,
ἐπάξια μέλψω τῷ Μάρτυρι, ὃς τὴν σεπτὴν Ἐκκλησίαν ὕψωσε, τῇ πίστει προκόπτων,
καὶ φωτίζων ἡμᾶς.
Συναξάριον.
Τῇ Η´ τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ἁγίου Μεγαλομάρτυρος Προκοπίου.
Στίχ.
Ἔοικε Προκόπιος, αὐχένα κλίνων,
Λέγειν· Κοπείτω· τῇ πλάνῃ γὰρ οὐ θύω.
Ὀγδοάτῃ Προκοπίου ἀρηιθόου κράτα κέρσαν.
Ταῖς αὐτοῦ ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς.
Ἀμήν.
ᾨδὴ ζ´. Ἐν τῇ καμίνῳ.
Βάρει μολύβδου, τὸν σὸν αὐχένα συντριβόμενος, Μάρτυς οὐκ ᾐσθάνου· φέρειν
γὰρ τὸν ζυγόν, ἐπαυχένιον ἐπόθησας, τὸν ἐλαφρότατον, τοῦ δι᾿ οἶκτον ἡμῖν
ὁμιλήσαντος.
Χάριν ἐξ ὕψους, τῶν ἰαμάτων κομισάμενος, νόσους ἀπελαύνεις Μάρτυς καὶ
πονηρά, ἐκβοῶν διώκεις πνεύματα· εὐλογητὸς εἶ, ὁ Θεός μου κραυγάζων καὶ Κύριος.
Τὰς νιφετώδεις τῶν δυσμενῶν πληγὰς δεχόμενος, μάκαρ καὶ πυρὶ φλεγόμενος
καρτερῶς, τὴν ἀσέβειαν κατέφλεξας· εὐλογητὸς εἶ, ὁ Θεός μου κραυγάζων καὶ
Κύριος.
Θεοτοκίον.
Κόρης ἀφθόρου, ὑπερφυῶς ἀποτίκτεται, Λόγος ὁ τῷ λόγῳ πάντα δημιουργῶν,
ἀλογίας θέλων ῥύσασθαι, τοὺς τὴν ἑκούσιον, δοξολογοῦντας αὐτοῦ συγκατάβασιν.
Κανὼν β´. Παῖδες Ἑβραίων.
Μάστιξι Μάρτυς τῶν σῶν πόνων, ἐμαστίγωσας ἐχθρὸν τὸν βροτοκτόνον, καὶ
μαστίγων ὁρμήν, ὑπέφερες κραυγάζων· εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αῖῶνας.
Ἔσβεσας λύθρῳ τῶν αἱμάτων, τὴν πολύβρομον, τῆς ἀνομίας φλόγα, καὶ πυρσὸν
νοητὸν, ψυχαῖς τῶν εὐσεβούντων, διήναψας Προκόπιε, τῷ πυρὶ τοῦ Παρακλήτου.
Νέους τοὺς ἐν τῆ Βαβυλῶνι, ἐκμιμούμενος ὑπῆλθες θαρσαλέως, τῆς καμίνου τὸ
πῦρ, ἐφλέχθης δὲ οὐδόλως, ἀλλ᾿ ἔφλεξας Προκόπιε, τοὺς τῇ πλάνῃ ὑπουργοῦντας.
Θεοτοκίον.
Ἔλαμψε Κόρη τοῖς ἐν κόσμῳ, ἐκ νηδύος Σου δικαιοσύνης σέλας, καὶ ἡμέραν
ζωῆς, τοῖς ἐν σκιᾷ θανάτου, ἀνέτειλε κραυγάζουσιν· ὁ Θεὸς εὐλογητὸς εἷ.
Καταβασία. Οὐκ ἐλάτρευσαν.
ᾨδὴ η´. Χεῖρας ἐκπετάσας.
Λαμπάσι φλεγόμενος δεινῶς, τοῖς ὀβελίσκοις τε, κατακεντούμενος, καὶ τοῖς
χρονίοις σου μώλωψιν, ἀναξέσεις εἰσδεχόμενος, καὶ ἀλγεινόμενος σφοδρῶς, Μάρτυς
ἐκραύγαζες· εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.
Τῇ σῇ δεξιᾷ τὰ ζοφερά, δαιμόνων πρόσωπα, μάκαρ ἐῤῥάπισας· ταύτην γὰρ
ἄνθραξιν ἔνδοξε, καταφλέγεσθαι ὑπέδειξας, παρανομοῦντι δικαστῇ, ἀντιταττόμενος,
καὶ κραυγάζων· πάντα τὰ ἔργα, εὐλογεῖτε ὑμνεῖτε τὸν Κύριον.
Τὴν πέτραν Χριστὸν τὴν ἀῤῥαγῆ, Παμμάκαρ ἔνδοξε, ἔχων θεμέλιον, λίθοις
Προκόπιε ἔχαιρες, ὡμοτάτως βαρυνόμενος, πρὸς ἀβαρῆ σε χαρμονήν, ἀνακουφίζουσαν,
ἐκβοῶντα· πάντα τὰ ἔργα, εὐλογεῖτε ὑμνεῖτε τὸν Κύριον.
Θεοτοκίον.
Ἰδοὺ πᾶσαι Κόρη γενεαί, ὡς προεφήτευσας, Σὲ μακαρίζουσι, Θεὸν μακάριον
τέξασαν, μακαρίους ἐργαζόμενον, τοὺς τοῖς προστάγμασιν Αὐτοῦ, ἀκολουθοῦντας πιστῶς,
καὶ βοῶντας· πάντα τὰ ἔργα, εὐλογεῖτε ὑμνεῖτε τὸν Κύριον.
Κανὼν β´. Τὸν ὲν ὄρει ἁγίῳ.
Γεωργήσας τοῖς θείοις σου ἀγῶσι, σπόρον τὸν νοητόν, Προκόπιε θεόφρον,
χαρμονικῶς ἐδρέψω τὴν ἀντίδοσιν, τὴν τῶν πιστευσάντων, πληθὺν καρποφορήσας, τῷ
γεωργῷ τῶν ὅλων.
Ἐπτερώθη Χριστοῦ τῇ ἀγαπήσει, κατιδοῦσα σοφέ, τάς σάς ἀνδραγαθίας ἡ ευκλεῶς
τεκοῦσά σε Προκόπιε· ὅθεν οὐρανίων, θαλάμων ἠξιώθη, ἀθλὴσασα νομίμως.
Ῥωμαλέως ὑπέμεινας τὴν καῦσιν, τῆς σεπτῆς σου χειρός, Προκόπιε τρισμάκαρ,
δολιοτρόπῳ τοῦ ἐχθροῦ τεχνάσματι· ἡ γὰρ τοῦ Υψίστου, θεία δεξιά σε, ἐνίσχυσεν
ὑψόθεν.
Θεοτοκίον.
Ἁγιώτατος οἶκος καθωράθης, καὶ παστὰς λογική, τοῦ πάντων Βασιλέως,
εὐλογημένη Μαριὰμ Θεόνυμφε· ὅθεν κἀμὲ δεῖξον, εὔχρηστον δοχεῖον, τῆς θείας
ἐνεργείας.
Καταβασία. Παῖδας εὐαγεῖς.
ᾨδὴ θ´. Λίθος ἀχειρότμητος.
Τοῦ πεποθημένου σοι τέλους, ἐπιτυχὼν μεγαλοφρόνως, ἔκλινας Θεῷ τὸν αὐχένα·
κρουσθεὶς δὲ ξίφει ὥσπερ ἐν ἅρματι, τῷ σῷ ἐπέβης αἵματι, καὶ πρὸς αὐτὸν Μάρτυς
ἀνέδραμες.
Βρύεις ποταμοὺς ἰαμάτων, πηγὴ γενόμενος θαυμάτων, παύεις δὲ φλογμοὺς παθημάτων,
δαιμονικάς τε βυθίζεις φάλαγγας, τῇ πανσθενεῖ τοῦ Πνεύματος, θείᾳ δυνάμει
ἀξιάγαστε.
Τοὺς τὴν παναγίαν σου μνήμην, περιχαρῶς ἐπιτελοῦντας, πάσης ἀπειλῆς πάσης
νόσου, παντὸς κινδύνου σῷζε Προκόπιε, ταῖς πρὸς τὸν Κτίστην Κύριον, ἱερωτάταις
σου δεήσεσιν.
Θεοτοκίον.
Φῶς ἡμῖν ἀνέτειλε Κόρη, ἐκ φωτοφόρου σου νηδύος, ὁ δημιουργὸς τοῦ ἡλίου,
καὶ τῶν ἀστέρων καὶ πάσης κτίσεως· Ὅν ἐκτενῶς ἱκέτευε, φωταγωγῆσαι τοὺς
ὑμνοῦντάς Σε.
Κανὼν β´. ᾨδὴ θ´. Ἐξέστη ἐπὶ τούτῳ.
Στολαῖς ἀθανασίας ἀγλαϊσθείς, τὴν φθορὰν ἀπεβάλου Προκὸπιε, ἀποτμηθείς,
ξίφει τὴν ἁγίαν σου κεφαλήν, καὶ νικηφόρος ἔδραμες, πρὸς τὰς οὐρανίους
διαμονάς, πρὸς δόξαν ἀφθαρσίας, καὶ θείαν κληρουχίαν, τῶν αἰωνίων ἀπολαύσεων.
Ἱέρευσας τῷ Λόγῳ μαρτυρικῶς, σεαυτὸν ὡς θυσίαν ἀμώμητον, ὡς προσφοράν, πανευωδεστάτην
καὶ λογικήν, καὶ θεῖον ὁλοκάρπωμα, ἄνθραξιν ἀγώνων τῶν εὐαγῶν· καὶ νῦν τῶν
μακαρίων, λαβόμενος ἐλπίδων, ἡμῶν μνημόνευε Προκόπιε.
Μαρτύρων ταῖς ἀγέλαις ἀριθμηθείς, τῆς θεώσεως χαίρων τετύχηκας, θεουργικῶς,
πρόσωπον πρὸς πρόσωπον καθορῶν, τὸν Ἰησοῦν, Προκόπιε, τὸν ἐκ σκοτομήνης πρὸς
θαυμαστόν, ἑλκύσαντὰς σε φέγγος, καὶ Μάρτυρα οἰκεῖον, περιφανῶς σε ἀναδείξαντα.
Οἱ πόνοι σου βαθμῖδες ὡς ἀληθῶς, πρὸς τὴν ἄπονον λῆξιν γεγένηνται, καὶ τῶν
σεπτῶν, Μάρτυς σου αἱμάτων οἱ σταλαγμοί, τὸν γλυκασμόν σοι ἔσταξαν, τῆς
ἀγαλλιάσεως τῆς τερπνῆς, ἐν ᾗ περιχορεύων, παθῶν με τυραννίδος, τὸν σὲ ὑμνοῦντα
ἀπολύτρωσαι.
Θεοτοκίον.
Ὑπάναψόν μοι Κόρη ἐν τῇ ψυχῇ, προθυμίας τὸ πῦρ τὸ οὐράνιον, ὃ ἐπὶ γῆς,
ἦλθεν ὁ Υἱός Σου Ἁγνὴ βαλεῖν, ἵνα τὴν τρίβον Ἁχραντε, ἣν ἐπηγγειλάμην διαδραμεῖν,
ὁδεύσω ἀπροσκόπτως, καὶ φθάσω πρὸς ἡμέραν, τῆς αἰωνίου ἀπολαύσεως.
Καταβασία. Ἅπας γηγενής.
Ἐξαποστειλάριον. Φῶς ἀναλλοίωτον Λόγε.
Ἐξ οὐρανοῦ ὡς τῷ Παύλῳ, ἐγένετό σοι ἡ κλῆσις· ᾗ φερωνύμως προκόπτων,
Προκόπιε τῷ Κυρίῳ, χοροὺς προσῆξας Μαρτύρων· μεθ᾿ ὧν πρεσβεύεις, ὑπὲρ τῶν σὲ
εὐφημούντων.
Θεοτοκίον.
Σοῦ τὸ πολίτευμα Λόγε, κραταίωσον ἐν πολέμοις, τοῖς βασιλεῦσι τὸ νῖκος,
κατὰ βαρβάρων παρέχων, τῆς Θεοτόκου πρεσβείαις, ἣν ἐδωρήσω, Χριστιανοῖς
προστασίαν.
Εἰς τοὺς Αἴνους, ἱστῶμεν Στίχους δ´ καὶ ψάλλομεν τὰ
Ἰδιόμελα ταῦτα. Γερασίμου. Ἦχος πλ. δ´. Ὦ τοῦ παραδόξου θαύματος.
Ὦ τοῦ παραδόξου θαύματος! ἐξ ἀγνωσίας βυθοῦ, ὥσπερ λίθον πολύτιμον, καὶ
λαμπρὸν ἀδάμαντα, σαγηνεύσας ἀνείλκυσεν, ὁ φῶς ἐξάγων ἐκ σκότους Κύριος, τὸν
φερωνύμως μέγαν Προκόπιον· ὦ τῆς ἀῤῥήτου Σου προμηθείας Δέσποτα, δι’ ἧς Χριστέ,
σώζεις ὡς ἐπὶστασαι, τοὺς προσιόντας Σοι.
Ὦ τοῦ παραδόξου θαύματος! ἐν τῇ τοῦ βίου νυκτί, ὁ θεόφρων Προκόπιος,
διατρέχων εὔρατο, ὥσπερ ἥλιον ἄδυτον, ὅν ἐκδιώκειν Λόγον πεπείραται, ὑφ᾿ οὖ
ηὐγάσθη καὶ φῶς γεγένηται· ὦ ἧς ἠξίωσαι, κλήσεως πανεύφημε! δι᾽ ἧς Χριστῷ
καθωράθης σύμμορφος, ἀθλήσας ἄριστα.
Μάρτυς Ἀθλητὰ Προκόπιε, τὴν πανοπλίαν Χριστοῦ, ἱερῶς ἐνδυσάμενος, ἰσχυρῶς
ὲχώρησας, πρὸς ὰγῶνας καὶ σκάμματα, καὶ ἀριστεύσας καθάπερ ἄσαρκος, τῶν
Ἀσωμάτων ὤφθης συνόμιλος· μεθ᾿ ὦν τὴν ἄφραστον, χαρμονὴν κληρούμενος, ἁμαρτιῶν,
ζόφου ἐλευθέρωσον, τοὺς προσιόντας σοι.
Μάρτυς Ἀθλητὰ Προκόπιε, προκόπτων ὤφθης ἀεί, τοῖς σεπτοῖς κατορθὼμασιν,
εὐσεβείας ἔρωτι, καὶ ψυχῆς γενναιότητι· ὅθεν εἰς μέτρον ἔφθασας ἔνθεον, τῆς ἡλικίας
τῆς ἄνω λήξεως, ἧς τῆς φαιδρότητος, ἀπολαύων ἄληκτα ὑπὲρ ήμῶν, πρέσβευε
δεόμεθα, τῶν εὐφημούντων σε.
Δόξα. Ἦχος πλ. δ´. Ἀνατολίου.
Ὥσπερ ὁ Παῦλος τὴν κλῆσιν, ἐκ τοῦ Θεοῦ δεξάμενος, Μάρτυς Προκόπιε, καὶ
προκόπτων ἐν Θεῷ, τῇ τοῦ Σταυροῦ πεποιθήσει, τῶν τυράννων τὸ δυσσεβές, καὶ τῶν
βασάνων τὸ ἀπηνές, ἀνδρείως κατῄσχυνας. Διὸ καὶ μέχρις αἵματος, ἀντικατέστης
πρὸς τὴν ἁμαρτίαν, πρὸς ἀοράτους ἐχθροὺς ἀνταγωνισάμενος, καὶ πρεσβεύεις
ἀπαύστως, τῷ λυτρωτῇ καὶ Θεῷ, δωρηθῆναι τῇ οἰκουμένῃ εἰρήνην, καὶ ταῖς ψυχαῖς
ἡμῶν τὸ μέγα ἔλεος.
Καὶ νῦν. Θεοτοκίον.
Τὰ οὐράνια ὑμνεῖ Σε Κεχαριτωμένη Μῆτερ Ἀνύμφευτε, καὶ ἡμεῖς δοξολογοῦμεν,
τὴν ἀνεξιχνίαστόν Σου γέννησιν. Θεοτόκε πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.
ΕΝ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ
Τὰ Τυπικά, οἱ Μακαρισμοί καὶ ἐκ τοῦ Κανόνος τοῦ Ἁγίου
ἡ γ΄ καὶ ς΄ ᾨδή.
Ἀπόστολος καὶ Εὐαγγέλιον εἰς Μάρτυρα.
Κοινωνικόν: Εἰς μνημόσυνον αἰώνιον...
Μεγαλυνάρια. Γερασίμου.
Κληθεὶς ὡς ὁ Παῦλος παρὰ Χριστοῦ, στύλος εὐσεβείας, καὶ ἑδραίωμα ἀῤῥαγές,
ὤφθης τῇ ἀθλήσει, Προκόπιε τρισμάκαρ, στηρίζων καὶ φωτίζων, τοὺς προσιόντας
σοι.
Προκόψας τῇ χάριτι τοῦ Χριστοῦ, πολλοὺς ἐλυτρώσω, δυσσεβείας τοῦ σκοτασμοῦ·
ὅθεν προκοπῆς με, ἀξίωσον ἐνθέου, Προκόπιε ὑμνοῦντα, τὰς ἀριστείας σου.
Δίστιχον·
Θείας προκοπῆς Προκόπιε παμμάκαρ·
Γεράσιμον ἀξίωσον σὲ ὑμνοῦντα.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου