Δευτέρα 15 Ιουνίου 2015

Ὁσίου ΕΥΦΡΟΣΥΝΟΥ τοῦ ἐν Κεφαλληνίᾳ.



Ἀκολουθία Ὁσίου ΕΥΦΡΟΣΥΝΟΥ τοῦ ἐν Κεφαλληνίᾳ.
Ψαλλομένη τῇ 10η Σεπτεμβρίου
Ποίημα Νικολάου Α. Ε. Καλοσπύρου


ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ
Ἱστῶμεν στίχους δ΄ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια δευτεροῦντες τὸ πρῶτον.
Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Τῶν μοναζόντων τὸ κλέος, ἐν Κηπουραίων Μονῇ, ὁ θεῖος ποδηγέτης, ὦ Εὐφρόσυνε Πάτερ· τὰ ῥεῖθρα σῶν χαρίτων δῴης ἡμῖν, τοῖς πιστῶς προσκυνοῦσί σε, σὺν τῶ κλεινῷ Γερασίμῳ νεοφανεῖ, ὡς τῆς νήσου ἀντιλήπτορας. (Δίς).

Τὸ ἀκροθίνιον πέλεις, τῶν προσφιλῶν ἀρετῶν· τὴν ἔνθεον ἀγάπην, ὦ Εὐφρόσυνε Πάτερ, ἐδίδασκες ἐμπράκτως πᾶσι τοῖς σήν, ἐκζητοῦσι βοήθειαν, πρὸς σωτηρίαν κηρύττων φόβον Θεοῦ, ἐν καρδίαις τῶν τιμώντων σε.

Καταταχθεὶς ἐν Ὁσίων, χορείαις δίκαιος ὤν, τοὺς λόγους σου ἐμφρόνως, οἰκτιρμοὺς καταλείπεις, ἡμῖν τοῖς Ὀρθοδόξοις, τοῖς ἐν καιροῖς, χαλεποῖς παροδεύουσι, καὶ δεομένοις ἐκ βάθους ψυχῆς ὁμοῦ, τὴν σὴν χάριν ἔχειν, Ἅγιε.

Δόξα. Ἦχος δ΄.
Εἰς μετάρσιον πορείαν ἀναπτερωθείς, μεγίστην διαλογὴν ἤνεγκας τῶ Κυρίῳ ἡμῶν, Εὐφρόσυνε Ὄσιε, Πατὴρ ἡμῶν· καὶ καταφρονήσας τὰ ἐγκόσμια, θεόληπτος προσέφερες ἄμωμον βίον, λογικὴν τῶ Θεῷ λατρείαν, θυσίαν ζῶσαν. Διὸ οὐρανίαις δωρεαῖς ἐτίμησέ σε ὁ Νυμφίος Χριστός, καὶ μετὰ τὴν παντευλόγητόν σου κοίμησιν, σὴν κάραν ἔχοντες τρόπαιον, κατὰ τῶν νοητῶν ἐχθρῶν, ἐλπίζομεν τυχεῖν τῆς ἄνω δόξης, πρεσβείαις σου, Πάτερ, καὶ μεσιτείαις σου.

Καὶ νῦν. Θεοτοκίον.
Ἐκ παντοίων κινδύνων...

Στιχηρὰ Ἀπόστιχα. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Ἔστηκας ἐν Χριστῷ, τὸν ἀῤῥαβῶνα δόντι, τοῦ Πνεύματος τὸν σπόρον, Εὐφρόσυνε τρισμάκαρ, τὸ σκότος ἀπωσάμενος.

Στ. Τίμιος ἐναντίον Κυρίου...
Πίστεως θυρεόν, ἀνέλαβες ἐνθέως, ὡς δοῦλος τοῦ Κυρίου, ὀσφὺν ἐν ἀληθείᾳ, δικαιοσύνης Ὅσιε.

Στ. Οἱ Ἱερεῖς Σου, Κύριε...
Πλήρωμα λογικόν, τῆς Ἐκκλησίας κόλπῳ, τῇ σῇ εὐχαριστίᾳ, Εὐφρόσυνε ἐν κόσμῳ, εὐφρόνως ὐπεστήριξας.

Δόξα. Τριαδικόν.
Πατέρα, καὶ Υἱόν, σὺν Πνεύματι τῷ θείῳ, ὑμνήσωμεν βοῶντες· Τριὰς Ὑπεραγία, ἐλέησον τοὺς δούλους Σου.

Καὶ νῦν. Θεοτοκίον.
Μόνη ἐν γυναιξί, Παρθένε Παναγία, Παρθένος Μήτηρ πέλεις· ὑπὲρ τῶν σὲ τιμώντων, Υἱόν Σου καθικέτευε.

Νῦν ἀπολύεις, Τρισάγιον, Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Κηπουραίων τὸ ἄνθος, μοναζόντων τὸ σύνδημον, τῆς ἀγγελικῆς πολιτείας τὸν ἐργάτην τὸν ἔνθεον, αἰνέσωμεν Εὐφρόσυνον πιστοί, μιμούμενοι αὐτοῦ τὰς ἀρετάς, ἀναβλύζει γὰρ ἰάσεις παντοδαπάς, τοῖς πρὸς αὐτὸν κραυγάζουσι· Δόξα τῷ σὲ δοξάσαντι Χριστῶ, δόξα τῷ σὲ χαριτώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ πᾶσιν ἰάματα.

Θεοτοκίον.
Τοῦ Γαβριὴλ φθεγξαμένου...

Ἀπόλυσις.

ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ
Εἰς τὸ Κύριε ἐκέκραξα ἱστῶμεν στίχους στ΄ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια, δευτεροῦντες αὐτά. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Χαίροις, τῆς Κηπουραίων μονῆς, ἀσκητικῶς τῆς εὐφροσύνης ὁμώνυμος, ἐκλάμψας ἐνθέως Πάτερ, Ἁγίων σύσκηνος ὤν, καὶ Χριστὸν κηρύξας βίου πράξεσι· τοῖς πένησι εὔσπλαγχνος, παραστάτης ἐν θλίψεσι, κενώσας κόσμῳ ῥεῖθρα τῶν χαρισμάτων σου, ἡσυχίας δὲ ὁδηγὸς κραταιότατος· χάριτι γὰρ ἐξέχεας, ποιμνίῳ βοήθειαν, καὶ πρὸς ἀΰλους ἀνοίξας, τοὺς ὀφθαλμοὺς ὁμοζύγων σου. Μὴ παύσῃ πρεσβεύων, ὑπὲρ πάντων τῶν αἰτούντων, τὴν μεσιτείαν σου.

Χαίροις, τῶν μοναζόντων ἀστήρ, τῆς οἰκουμένης οἰκονόμος ἁπλότητος, τῆς θείας ἐπαγγελίας, Εὐφρόσυνε ἀγαστέ, σύναθλε πατράσιν πάλαι ἔνδοξε· τοῦ Πνεύματος ἄμπελος, προκοπή ἁγιότητος, χειμαζομένων ἐν τῷ κλύδωνι στήριγμα, ἀπεκάλυψας εὐκρινῶς χρείαν μέλλοντος· ὅθεν Ἀγγέλων σύμψυχος, νηστείαν ἐβίωσας, καὶ ἐγκρατείας ὁ μύστης, ὡς ἀγλαῶς ἐχρημάτισας. Προσδέχου, ὦ Πάτερ, ἱλαρότητι καρδίας, πρὸς σὲ προστρέχοντας.

Χαίροις, σὺ μιμητὰ τοῦ Χριστοῦ, ᾧ τὴν σὴν σάρκα εὐγενῶς καθυπέταξας, ἀντέστης τῷ διαβόλῳ, ἐν ταπεινώσει πολλῇ, ἀγρυπνίαις θείαις γόνυ ἔκλινας· τιμᾶσθαι ἀρνούμενος, ὑστερεῖσθαι δεξάμενος, τῇ προσευχῇ σου, στεναγμοῖς τε κατάκαρπος, κατεφρόνησας ἐπιγείων τὴν ἄνεσιν· ῥήμασι γὰρ ἐξέχεας, ὡραῖα διδάγματα, τῶ Κτίστῃ τὴν κτίσιν πᾶσαν, πρὸς ἀρετὰς ἐναπέδωκας, πρεσβεύων ἀπαύστως, ὑπὲρ πάντων τῶν τιμώντων ἀεὶ τὴν μνήμην σου.

Δόξα Ἦχος πλ. β΄.
Εὐφράνθητι σήμερον, τῆς νοητῆς τοῦ Κυρίου νηὸς τὸ πλήρωμα, συμπανηγυριζέτω ἅμα ἡ Κηπουραίων μονή, ὅτι ὁ ἐν μονασταῖς μέγας ποιμὴν Εὐφρόσυνος, ἐνδόξως τῆς σαρκὸς τοὺς πειρασμοὺς καταφρονήσας, Πνεύματι τὴν αὐτοῦ ἐβεβαίωσε καρδίαν, καὶ θυσίαν αἰνέσεως τῷ Θεῶ προσφέρων τὴν ταπεινώσεως ὁδόν, φιλανθρωπίας εὐλογίᾳ κοινωνὸς ἐγένετο. Αὐτῷ οὖν καὶ ἡμεῖς μετ’ εὐσεβείας βοήσωμεν· Πάτερ Ὅσιε, μετὰ τῆς Θεοτόκου καὶ τοῦ θεοδέγμονος Σταυροῦ, πρέσβευε ὑπὲρ τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν τῶν τιμώντων σε.

Καὶ νῦν. Θεοτοκίον.
Τίς μὴ μακαρίσει Σε...

Εἴσοδος, Φῶς ἱλαρόν, τὸ Προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (γ´ 1-9).
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ᾿ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ᾿ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (ε´ 15-23, στ´ 1-3).
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὑτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα δικαιοσύνην καὶ περιθήσεται κόρυθα κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας· πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ᾿ αὐτῶν ὕδωρ θαλάσσης· ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν, Βασιλεῖς, καὶ σύνετε· μάθετε Δικασταὶ περάτων γῆς· ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν· ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (δ´ 7-15).
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον, οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις· καὶ ἡλικία γήρως, βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη, καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ. Βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες, καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Εἰς τὴν Λιτὴν ψάλλομεν. Ἦχος α΄.
Ἀληθῆ διδάσκαλον, λόγων ἐναρέτων πρακτικὸν μυσταγωγόν, ἔχουσα εὐφραίνεται σήμερον, ἡ ἱερὰ τῶν Κηπουραίων μονή· ἐν Κυρίῳ ὁ μισθὸς Εὐφροσύνου τοῦ δικαίου, σκεύους ἐκλογῆς ἐν ὁσιότητι· διὸ τελειωθέντος αὐτοῦ, βόησον ἅπασα ἡ οἰκουμένη, μνηστευσαμένη τοῖς ἔργοις αὐτοῦ· Κύριε δόξα Σοι.

Ἦχος β΄.
Ἑπόμενος τοῖς διδασκάλοις ῥήμασι, ἐκ νεότητος περιέτρεψας τοῦ μισοκάλου ὀργήν, τὸ τῆς ταπεινώσεως σχῆμα ἐνδυσάμενος, καὶ ἑαυτὸν εἰς τὸ ὑπομονῆς χωνευτήριον ἀποκαθάρας. Ἐγεώργησας δέ, Εὐφρόσυνε Ὅσιε, τῆς ὑπακοῆς τὰ διαβήματα, ἄριστος ἐν Κυρίῳ γεγονώς· ὅθεν χαριτωθεῖσα θείῳ Πνεύματι ἡ κάρα σου, ὀσμὴν ζωῆς καὶ εὐωδίας ἀῤῥήτου, ἀποπνέει πᾶσι τοῖς κραυγάζουσι· πρέσβευε ὑπὲρ ἡμῶν τῶν τιμώντων τὴν μνήμην σου.

Ἦχος γ΄.
Νέος τῆς Χριστοῦ ἀστὴρ Ἐκκλησίας, θείᾳ καταυγάζεις ἐλλάμψει, τὴν τῶν Ὀρθοδόξων διάνοιαν. Κεφαλλήνων ἀγλάϊσμα, τῶν Πατέρων ὁμόσκηνε, Εὐφρόσυνε θεόφρον. Ηὔφρανας τοῖς λόγοις σου, τῶν πιστῶν τὰς καρδίας, καὶ τῆς κατ’ οἶκον Ἐκκλησίας ἐδείχθης, Πάτερ, ἀρωγός, θεοφιλῶν ψυχαῖς ὑποδείξας, τὰς ἀπαρχὰς τῆς μελλούσης δόξης. Διὸ πρέσβευε Χριστῶ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Ἦχος δ΄.
Εὐφρόσυνε Πάτερ, εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν, ἡ ἄῤῥητος τῆς προσευχῆς σου ἐνέργεια, διὸ πᾶσι νέμεις τοῦ Κυρίου τὰ χαρίσματα. Λόγῳ διορθούμενος, τὴν κατάστασιν τῶν ψυχῶν, τοῦ Παρακλήτου τὸ φῶς ἔχων, τῇ πολυτρόπῳ ἐκφάνσει τῆς θείας χάριτος, παρέχεις ἡμῖν ἁγιασμοῦ δωρεάς, τοῖς κραυγάζουσι ἀπαύστως· Χριστὸν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι τὸ μέγα ἔλεος.

Δόξα. Ὁ αὐτός.
Ἐν τῷ νόμῳ τοῦ Θεοῦ, ἐξήνεγκας τὰ διαβήματά σου, Ὅσιε Πατὴρ ἡμῶν Εὐφρόσυνε, ὁλονυκτίοις στάσεσι καὶ χειρῶν ἱκεσίαις, ἐπάρας πρὸς τὸν Κτίστην σου· ἐζήλωσας τὴν ἔνθεον ἀγάπησιν, ἀγγελικαῖς ἐγέρσεσι ῥυθμίζων τὰς ψυχὰς τῶν σοὶ προσιόντων. Τῆς σαρκὸς γὰρ τὸ φρόνημα, τῷ πνεύματι καθυπέταξας, ἀποταμιευτὴς γεγονὼς τῶν θείων δωρεῶν· ἐξ ὧν, Πάτερ Ὅσιε, δίδου σοῖς τέκνοις, εὐλογίᾳ σου τῇ θείᾳ, καὶ διαφύλαττε τοὺς δούλους σου.

Καὶ νῦν. Θεοτοκίον.
Ἐκ παντοίων κινδύνων...

Εἰς τὸν Στίχον, Προσόμοια. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσι.
Κηπουραίων ἀπαύγασμα, οὐρανίου λαμπρότητος, τοὺς πιστοὺς φαιδρύνει εὐχαῖς, μακάριε, εὐφροσύνης φερώνυμε· εἰς κρίσιν τὴν ἔνθεον καὶ θαυμάτων δωρεᾷ, ἀνυψοῖς τοὺς ὑμνοῦντάς σε, ἀξιάγαθε, καὶ ζητοῦντας τὴν ἄφεσιν πταισμάτων, σῇ μονῇ καταφυγόντας, οἷα κρύπτῃ θείας χάριτος.

Στ.: Τίμιος ἐναντίον Κυρίου...
Τὸ Ἰλλάρων ἐκβλάστημα, Ὀρθοδόξων τὸ καύχημα, καὶ τῶν μοναζόντων τὸ ἐγκαλλώπισμα, θεοφόρον Εὐφρόσυνον, τῆς θείας φερώνυμον, γλυκυτάτης ἀρετῆς, ἧς ἀφθόνως ἀπήλαυσας, Πάτερ Ὅσιε, διὰ κάρας τῆς σῆς, μὴ διαλίπῃς, τῶν παθῶν ἡμῶν τὴν ῤῶσιν, προσπαρέχειν ἐις τὰ κρείττονα.

Στ. Μακάριος ἀνὴρ...
Βλασφημούντων διόρθωσις, ἀφρονούντων ἡ παίδευσις, χορηγεῖς ἐν πᾶσιν ἡμῖν δωρήματα, σωτηρίαν τοῖς μέλπουσι καὶ πόθῳ κραυγάζουσι· ὦ Εὐφρόσυνε σοφέ, τὰς ψυχὰς καὶ τὰ σώματα, τῶν τὴν μνήμην σου ἐκτελούντων μὴ παύσῃ θεραπεύειν, καὶ ὑπακοὴν βραβεύειν, ὡς εὐφροσύνης ὁμώνυμος.

Δόξα. Ἦχος πλ. β΄.
Ὅσιε Πάτερ Εὐφρόσυνε, ἐν τῇ τῶν Κηπουραίων μονῇ πολιτευσάμενος, τὸ τοῦ Δεσπότου ὄνομα ἐκράτησας, τὸ Εὐαγγέλιον τῷ κόσμῳ διερμηνεύσας· ὅθεν ἡμεῖς πάντες ἐν Χριστῷ ἠλπικότες, εὐσχημόνως τῇ σῇ πρεσβείᾳ προστρέχομεν, ἐν κατανύξει βοῶντες· σκέπασον τῶν Ὀρθοδόξων τὸν δῆμον, καὶ διαφύλαξον ἀπὸ πάσης ἁμαρτίας, καὶ τῆς δεινῆς ἀκηδίας, τοὺς τιμῶντάς τὴν μνήμην σου.

Νῦν ἀπολύεις, Τρισάγιον, Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Κηπουραίων τὸ ἄνθος, μοναζόντων τὸ σύνδημον, τῆς ἀγγελικῆς πολιτείας τὸν ἐργάτην τὸν ἔνθεον, αἰνέσωμεν Εὐφρόσυνον πιστοί, μιμούμενοι αὐτοῦ τὰς ἀρετάς, ἀναβλύζει γὰρ ἰάσεις παντοδαπάς, τοῖς πρὸς αὐτὸν κραυγάζουσι· Δόξα τῷ σὲ δοξάσαντι Χριστῶ, δόξα τω σὲ χαριτώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ πᾶσιν ἰάματα.

ΕΝ ΤΩ ΟΡΘΡΩ
Μετὰ τὴν α΄ Στιχολογίαν, Κάθισμα. Ἦχος δ΄. Τάχυ Προκατάλαβε.
Σοὶ Πάτερ Εὐφρόσυνε, τῶν μοναστῶν εὐκλεῶς, συστήματα γέγηθε, τῇ σῇ φαιδρᾷ ἑορτῇ, τοὺς ὕμνους προσοίσοντα· ὅθεν σε καὶ προστάτην, ἡ μονὴ Κηπουραίων, στεῤῥὸν κεκτημένη, ἀγάλλεται καὶ χαίρει· χαίροις μονῆς σου καύχημα, σεπτὸν ἐγκαλλώπισμα.
Θεοτοκίον.
Σαρκὶ ὡς ηὐδόκησεν, ὁ τῶν ἁπάντων Θεός, τεχθεὶς ἐν τῇ μήτρᾳ Σου, ὑπερφυῶς σαρκωθείς, ἀνθρώπους ἐκαίνισε· ὅθεν ὡς αἰτίαν, σωτηρίας Παρθένε, ὕμνοις δοξολογοῦντες, ἀσιγήτως βοῶμεν· μεσιτείαις Σου ἡμᾶς κολάσεως λύτρωσαι.

Μετὰ τὴν β΄ Στιχολογίαν, Κάθισμα. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Ταῖς σοφίας ἀκτῖσι καταυγασθείς, τῆς ἀγάπης προστάγμασι λαμπρυνθείς, ἐδείχθης Εὐφρόσυνε, καλλονῇ ἐν ταῖς πράξεσι, ἱκετῶν σου φαιδρύνας, καρδίας ἐν πίστει σου, ἐγκρατείᾳ μετέχων, ζεούσῃ νηστείᾳ τε· ὅθεν καὶ προῤῥήσεις, ἡ τοῦ Πνεύματος χάρις, ἐδώρησε Ὅσιε, σοὶ τὸ ἔνθεον φρόνημα, ἀπαγγέλειν εὐπρέπειαν. Πρέσβευε Χριστῶ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ τὴν ἁγίαν μνήμην σου.
Θεοτοκίον.
Χρυσοστάλακτε θρόνε καὶ λογικέ...

Οἱ Ἀναβαθμοί. Τὸ α΄ Ἀντίφωνον τοῦ δ΄ ἦχου.
Προκείμενον. Τίμιος ἐναντίον Κυρίου...
Στ. Μακάριος ἀνήρ...
Εὐαγγέλιον· τὸ τοῦ Ἁγίου Ἀντωνίου (ζήτει αὐτό τῇ 17η Ἰανουαρίου).
Ὁ Ν΄ Ψαλμός.
Δόξα. Ταῖς τοῦ Σοῦ Ὁσίου...
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ. Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Τὴν μοναστικὴν ὑπελθὼν πολιτείαν, ὑποτύπωσις ὤφθης, τῶν ἀρετῶν τοῖς μονάζουσι. Καὶ τῶν τεταπεινωμένων τὴν διάνοιαν, ἀρχηγὸν ὑπέδειξεν, ἡ τῶν πραγμάτων ἀλήθεια, καὶ ἀενάῳ δεήσει, τὸν βίον ἐπλούτησας. Διὸ ἐν Πατράσι ἁγίοις ὁ κλῆρός σου Πάτερ Εὐφρόσυνε γέγονε. Οὗ καὶ ἡμᾶς τυχεῖν, ταῖς σαῖς πρεσβείαις, Ὅσιε Πάτερ ἀξίωσον.

Εἶτα οἱ Κανόνες. Ὁ κανὼν τῆς Θεοτόκου. Καὶ τοῦ Ἁγίου, οὗ ἡ ἀκροστιχίς: Εὐφροσύνης φερώνυμον ᾄδω. Νικολάου.
ᾨδὴ α΄. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.
Εὐφρόσυνον Ὅσιον, τὸν ἐκ Θεοῦ ἀφορμώμενον, λαοὶ ἐν πραότητι ἅμα δακρύων σπορᾷ, ἑορτάζοντες πόθῳ καὶ γηθοσύνῃ, τὸ κλέος τὸ ἄμεμπτον προσκυνησάτωσαν.

Ὕδωρ τὸ θεσπέσιον, τὸ ἐκ θαυμάτων ἀρύεται, τοῖς θείοις λειψάνοις σου, ὁ προσιὼν εὐλαβῶς, καὶ ἀγάλλεται ἀῤῥήτῳ εὐωδίᾳ, προσέχων τοῖς κάλλεσι τοῦ μεγαλείου σου.

Φυλάσσων αἰσθήσεις σου, ὡς ἐντολὴ κραταιότητος, τῶν δαιμόνων τὰς φάλαγγας, Πάτερ ἀπήλασας, συνετήρεις δέ, τὸν θεῖον μαργαρίτην, ψυχαῖς ἑπομένων σοι καὶ δεομένων σου.

Θεοτοκίον.
Ῥοὴν τῶν θαυμάτων Σου, τίς ὑπεμφαίνει ἐβούλετο; Χαρίσματα δόξης Σου τίνες ἐμέτρησαν ἄν; καὶ τὰς χάριτας, ἅς Σὺ ἡμῖν προχέεις, Παρθένε Πανάμωμε, τίς διηγήσεται;

ᾨδὴ γ΄. Τοὺς Σοὺς ὑμνολόγους.
Ὁσίων τῶν πάλαι θιασώτης, μονὴν Κηπουραίων εὐκοσμῶν, λαμπρᾷ προσκατερίᾳ σου, φωσφόρῳ διαλάμψει σου, τῶν Ὀρθοδόξων ηὔφρανας, συλλόγους τε καὶ διάνοιαν.

Σαρκὸς ματαιότητα θεόφρον, ἐσκέδασας χάριτι Χριστοῦ, καὶ ὡς θυσίαν ἄμεμπτον, παρέσχες Λόγῳ Ἅγιε, καὶ ταπεινόν σου φρόνημα, καὶ ἀρετῶν τὴν προαίρεσιν.

Ὑμνῶ θείοις ᾄσμασι τὸ κράτος, τῆς σῆς εὐσπλαγχνίας, ἀριστεῦ· ἡδείαις μεσιτείαις σου, τὸν νοῦν μου περιφρούρησον, εἰς πλησμονὴν τῆς θείας σου, εἰρηνικῆς ἐπισκέψεως.

Θεοτοκίον.
Ναὸς οὖσα τοῦ Παμβασιλέως, Ἁγνὴ προσενήνοχας βροτοῖς, βυθὸν παραμυθίας Σου, παθῶν τὴν ἀπολύτρωσιν, καὶ ἀφθαρσίαν ἔβλαστες, ἐπουρανίοις ἀκήρατον.

Κάθισμα. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ὁ ὑψωθείς ἐν ἀληθῇ ταπεινώσει, τοῦ Παρακλήτου εὐλογίαν παρέχεις, θεουργικῶς τοῖς μέλπουσι τὰς θείας ἀρετάς· κάρα χαριτόβρυτος, εὐωδίαν ἐκπνέει, τέρατά τε καὶ θαύματα τοῖς ἐν πίστει βοῶσι· μὴ διαλίπῃς Πάτερ ἀκριβῶς, ἡμῖν προσφέρειν ζωὴν τὴν αἰώνιον.

Θεοτοκίον.
Θεοχαρίτωτε Παρθένε Μαρία, ἐπωνυμίας Σου μονὴν Κηπουραίων, ταῖς Σαῖς πρεσβείαις τήρησον κινδύνων μακράν, θάλλουσαν καὶ αὔξουσαν, τὰς πρὸς Λόγον θυσίας, ἐν αὐτῇ ἐγκρύπτουσαν, τῶν ἀγώνων τὸ τέρμα, καὶ Ὀρθοδόξων χάριτι ἀεί, καρποφορήσουσα διακυβέρνησον.

Ὠδὴ δ΄. Ὁ καθήμενος ἐν δόξῃ.
Ἡδυνθεὶς ἐν εὐθυτάτῃ συνειδήσει μακάριε, ἐκ νεότητός σου, πᾶσαν ἀνομίαν κατέλιπες, καὶ τῶν ναμάτων τῆς πίστεως ἐδρόσισας, Πάτερ Ὅσιε, διαλογὴν τὴν ὀρθόδοξον.

Σπόρον ῥῖψαι γεωργίῳ, σωτηρίαν ἐδίδασκες, καὶ ἀνθρωπαρέσκων τὰς βουλὰς τῷ σκότει ἐκρήμνιζες, τῶν ἐγκοσμίων κηρύσσων τὴν ἀπόταξιν, τοῖς ἐλπίζουσι πρὸς τὴν ζωὴν τὴν αἰώνιον.

Φαεσφόρον ἀμπελῶνα, τὴν μονήν σου ἀνάδειξον, οὗ Ἁγίων πόδες, ἔστησαν ἐν εἴδει λαμπρότητος, καὶ δωρεῶν κρήνην πέρασι ἐφάπλωσον, εἰς ἐπήκοον πάντων ἡμῶν τῶν τιμώντων σε.

Θεοτοκίον.
Ἐκ γαστρὸς Σου σωτηρίαν, τοῖς ἐν σκότει ἀνέτειλας, καὶ τῇ Σῇ νηδύϊ τῶν παθῶν ὀδύνας συνέτριψας, ἡ ἀῤῥαγὴς προστασία θλιβομένων τε, ἀναξίων δέ, καὶ ὑψωθέντων τῷ Τόκῳ Σου.

Ὠδὴ ε΄. Ἐξέστη τὰ σύμπαντα.
Ῥανίσι σοὶ τῶν καμάτων σου, βαπτίσαι ὄμμα βούλομαι, πάντων ἡμῶν τῶν σοὶ προσπιπτόντων, πρὸς τὸ ἐμβλέψαι, τοῦ οὐρανοῦ ἀρετάς, καὶ πρὸς τὸ ζηλοῦν τὴν γλυκεράν, χάριν μετανοίας σου, καὶ καρδίας ἀνάστασις.

Ὡς ἥλιος ἔλαμψας, τῶ κλήρῳ σου πανόλβιε ἔχων, θεοφόρε εὐφροσύνην, στοιχούσης ταύτης ἀνερμηνεύτῳ ῥοπῇ, ἧς λαμπρυνομένης ἐν σιγῇ, δείκνυσαι Εὐφρόσυνε, ἐνδιαίτημα Πνεύματος.

Νοός σου κατηύθυνας ἐνδόξως αἰσθητήρια, ἔχων ἐν καρδίᾳ παθοκτόνον, ἀγάπης τέκνον τὴν πρὸς ἀλλήλους βουλήν, δι’ ἧς λογισμοὺς καινοποιεῖς, τοῖς πανηγυρίζουσι τὴν πανέντιμον μνήμην σου.

Θεοτοκίον.
Ὑπάρχων παράδεισος Κυρίου τοῦ Παντάνακτος, θρόνος τῶ Υἱῶ τε καὶ Θεῷ Σου, ἔσχες ἀγκάλαις τὸν ἐπὶ πάντων Θεόν, καὶ τέτοκας ἄχρονον βλαστόν, ὅν ὡς Μητροπάρθενος, δι’ ἡμᾶς καθικέτευε.

Ὠδὴ στ΄. Τὴν θείαν ταύτην.
Μονῆς σου ἔνθερμος πρόμαχος, λαμπρότητος παρθένων ἐχόμενος, θεῖε Εὐφρόσυνε, πάντες ᾠδαῖς εὐφημοῦμέν σε, καὶ τὴν σὴν μνήμην φέρειν, Πάτερ αἰτούμενοι.

Ὁ μοναζόντων πανίερος χορός, μελωδικῶς ἀνεφώνει σοι· χαίροις Εὐφρόσυνε, Πάτερ τοὺς δούλους σου φύλαττε, θαυματουργοῖς λειψάνοις ἀσπαζομένους σου.

Νοσοῦσι πᾶσι τὴν ἴασιν, ψυχαῖς συντετριμμένων ἀνάνηψιν, προσφέρεις Ὅσιε, ὡς κιβωτὸς ἀγιάσματος, καὶ θαυμασίων πλήθους τὸ ἐντευκτήριον.

Θεοτοκίον.
Ἁγνὴ πασῶν ὑπερέχουσα, Ὁσίων ὑπερτάτη Πανάμωμε, Θεοκυήσασα, πρὸς Σὲ θερμῶς ἐκβοήσωμεν· Παμβασιλέως χαῖρε, νυμφὼν ὁλόφωτε.

Κοντάκιον. Ἦχος γ΄. Ἡ Παρθένος σήμερον.
Ἑορτάζει σήμερον, τῶν Κεφαλλήνων ἡ νῆσος, τὴν ἁγίαν μνήμην σου, εὐφραινομένη ὁσίως· ἔγνω γὰρ ὡς θεοφόρον σὴν σκηνοδόχον, ὕμνοις δὲ προσφερομένη ἀγαλλιᾶται, καὶ θαυμάτων ἐμπλησθεῖσα ἀνυμνεῖ σε, Εὐφρόσυνε θαυμαστέ.
Ὁ Οἶκος.
Δι’ ἀφθαρσίας τὸ φθαρτὸν μεταβάλλεις, Δέσποτα Κύριε Παντοκράτορ, ἀποθανατίζων τῆς σαρκὸς τὸ πρόσλημμα καὶ τῇ προγεύσει τῆς τῶν Ὁσίων Σου θαυματουργοῦ ἐνεργείας ἰθύνεις σκολιὰς γενεὰς βροτῶν· τῷ ἔργῳ δέ Σου προσιὼν καὶ τῆς τοῦ ἐλέους Σου γλυκυτάτης χαρμονῆς ἐφιέμενος ὁ δίκαιος Εὐφρόσυνος, μεγίστας δωρεὰς ἐν μονασταῖς ἐκτήσατο, μεγίστην δὲ τὴν προόρασιν καὶ τὴν τῶν ἐξεζητημένων θελημάτων Σου τὴν ἀποκάλυψιν· ὅθεν συμνύνεται ἱλαρῷ φωτὶ ἡ τῶν Κηπουραίων μονή, θησαυρίζουσα τὴν εὐωδεστάτην κάραν σου, καὶ ἀνυμνοῦσά Σε Εὐφρόσυνε θαυμαστέ.

Συναξάριον.
Τῇ Ι΄ τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ὁσίου καὶ θεοφόρου Πατρὸς ἡμῶν Εὐφροσύνου τοῦ νέου, προστάτου τῆς Ἱερᾶς Μονῆς Κηπουραίων τῆς νήσου Κεφαλληνίας, ἔνθα καὶ τὰ ἱερὰ αὐτοῦ λείψανα τεθησαύρισται.
Στίχοι·
Εὐφρόσυνος θεῖος μυρίπνοον ἔχει τὸν βίον πάντα,
Μυριζόντων ἅμα τοῖς θαυμασίοις τῶν ἀρετῶν σου.
Ὁσίως ἀγάλλεται Κεφαλληνία.
Εὐφρόσυνε, ἔχουσα σὴν θείαν σκέπην.
Αὐτοῦ ἁγίαις πρεσβείαις, Χριστέ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

Ὠδὴ ζ΄. Οὐκ ἐλάτρευσαν.
Ὡς θεράπων, διαλάμπων ἐν τοῖς θαύμασιν, προῤῥήσεις ἔφησθαι, καὶ δι’ αὐτῶν ἀκριβῶς, ψυχὰς μὲν ὠχυρώσας περὶ τοῦ ὄρους Χριστοῦ, ὦ Εὐφρόσυνε, ἐν δὲ σεμνῇ κοιμήσει σου, θεῖον στέφανον ἐκτήσω.

Ναῦταις κλύδωνος, ἀκόλουθος πανόλβιε, οἷς ὤφθης Ὅσιε, θαλάσσης κῦμα ὁδόν, ἐπάτησας Ἅγιε, στῖβον τ’ ἐπράϋνας οὕτως φύλαττε, ἀπὸ χειμῶνος πλέοντος, ἐν θαλάσσῃ τοὺς σοὺς δούλους.

Ἱσοστάσιος Πατέρων χαῖρε Ὅσιε, πολιτευσάμενος, ὁράσει τῶν θαυμαστῶν, ὑψώθης μακάριε θεοφροσύνης ποιμήν, ὅθεν χαίροντες, δεῦτε νῦν εὐφρανθείημεν, διαβάσει οὐρανίῳ.

Θεοτοκίον.
Καὶ διῆλθέ Σου, ψυχὴν ῥομφαία, Ἄχραντε, ὁρώσης σπλάγχνον Σου ἐπὶ ξύλον τοῦ Σταυροῦ, Μητέρων ἐκαίνισας, τὴν φύσιν ἅπασαν, ὅθεν φύλαττε, ἀπὸ παθῶν ἀλάστορος, νεολαίαν Θεοτόκε.

Ὠδὴ η΄. Παῖδας εὐαγεῖς.
Ὅλος ἐν ζωῇ τῇ μακαρίᾳ, ἐθρέφθης πυρὶ τῷ τῆς θεότητος καὶ ἐργάτης Ὅσιε, οἷα πρακτικώτατος, Ἀγγέλους ὑπηρέτας σοι, πῖθον ἐκφέροντας, μονῆ σου πρὸς εὐκόλυνσιν πάντων πρὸς τὸ καθυμνεῖν σε οὐράνιε θεόπτα.

Λέγων πρὸς λαὸν πεπιστευμένον, κελεύσματα Πνεύματος Εὐφρόσυνε, θεοφόρος γέγονας, νηστευτὴς θεσπέσιος, ὅθεν μονήν σου ἅπασαν πέτρᾳ ἐστήριξας, ὁράσεων τῶ πλήθει θαυμάτων, βοηθῶν σου Πάτερ, ἀΰλων δορυφόρων.

Ῥῶσιν πάσης σώματος ἐνέδρας, ψυχῆς δὲ δωρίζεις πᾶσιν ἴασιν, χάριτος λειψάνοις σου, ἑδρευούσης Ὅσιε, τὴν θείαν κάραν εὔοσμον μονῆς κειμήλιον, σημεῖον ἐπιστήριξιν, φαῖνον Πάτερ, τῶν αἰτούντων, τὴν Ἄνω Βασιλείαν.

Θεοτοκίον.
Ἄχραντε Παρθένε Θεοτόκε, Βασίλισσα Μῆτερ παντευλόγητε, καὶ Παρθένος ἔμεινας, καὶ τεκεῖν ἴσχυσας, μωροὺς σοφοὺς ἐμφαίνουσα τοὺς φιλοσόφους δέ, ἀπίστους τε πρὸς Γέννησιν θεῖαν, τοῦ Υἱοῦ Σου Κόρη, καὶ Κτίστου τῶν ἁπάντων.

Ὠδὴ θ΄. Ἅπας γηγενής.
Ἔχουσα σκιρτᾶ σὴν κάραν Εὐφρόσυνε, ἡ εὐκλεής σου μονή, πανηγυριζέτω νῦν, πιστῶν τὰ πλήθη, πίστει προφέροντα, τὴν ἐκ βαθέων ὕψωσιν πρὸς ἀθλουργίαν σου, εἰληφότα μετουσίαν ἔνθεον, ἐκ λειψάνων ἀῤῥήτως πηγάζουσαν.

Ἄνωθεν ἐν σοί, τὴν κλῆσιν Εὐφρόσυνε, τρυφερωτάτῳ οὐδῷ, γένει τ’ ἀπιστοῦντί σου, ἔσχες κρυφίως, ὅθεν τὴν κλίνην κενήν, νυχθημερὸν κατέλιπες, ὠς μοναζόντων ὑφή, καὶ Ἀγγέλων Ὄσιε, συμβίωσιν, σὺ προείλου ὡς γένους τερπνότερον.

Ὄρους θαυμαστῶς, τὸν δαίμονα Ὅσιε πᾶσιν ὑπέδειξας, ἀπειλοῦντα τάξεσι, τῶν συμμοναζόντων σοι διχαζομένων, διχονοούντων τε, προλέγων πᾶσιν ὅλεθρον ἐν ἀδελφοῖς φοβερόν, διὰ πλῆθος φθόνου παραπτώσεων, τῶν θελόντων ζηλοῦν κατ’ ἀνθρώπινα.

Στέφος ἐκ Θεοῦ, καὶ δόξαν ἀΐδιον Πάτερ ἀπέλαβες, ταῖς Πατέρων τάξεσι, ὥσπερ Χριστός σε, πολλοῦ ἐτίμησε θείαν σου κάραν θαύματα κόσμῳ προχέειν ἐξ ὧν, καὶ νοσοῦσι εὐχερῶς τὴν ἴασιν, τοῖς καθαπτομένοις τῶν λειψάνων σου.

Θεοτοκίον.
Ὕψωσον Ἁγνή, ψυχήν μου τὴν ῥάθυμον πρὸς ἀνακαίνισιν, καὶ παθῶν σκοτόμαιναν, ἡ προστασία Σου διαλύουσα, ἐν Σαῖς ἀπείραις χάρισι, τῶν Ὀρθοδόξων λαόν, ἐπιφαύσοι κλῆρον προσκυνούντων Σε, καὶ ἐχόντων Σε σκέπην ἀκοίμητον.

Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.
Τῶν ἱερέων ὁ χορός, τῶν μοναστῶν τὰ τάγματα, αἰνεῖτε ἐν πανηγύρει, Εὐφρόσυνον νέον κλέος, ἐσχάτως διαλάμψαντα, ἐν Κηπουραίων τῇ μονῇ, πεπυρωμένον Πνεύματι, καὶ προσευχῇ καὶ νηστείᾳ, ὑμνολογοῦντα τὸν Λόγον.
Θεοτοκίον.
 Μητέρα Ἀειπάρθενον, Σὲ Θεοτόκε ἔγνωμεν, Παράδεισον οὐρανόθεν, πρὸς ἀσπασμὸν Ἀρχαγγέλου· ἐν Σῇ μονῇ ἀνεδείχθη, Εὐφρόσυνος ὁ δοῦλός Σου· ὀνομασίαν δ’ εἴληφε, λαμπρυνομένη τιμᾶται, εὐαγγελίῳ Σου μνήμῃ.

Εἰς τοὺς Αἴνους. Ἦχος πλ. δ΄. Ὤ τοῦ παραδόξου θαύματος.
Χαίροις Εὐφρόσυνε Ὅσιε, ὁ ἐραστὴς τοῦ καλοῦ, τοῦ Κυρίου ὁ ἔνθεος, ὑπηρέτης μέγιστος, μαθητὴς ἐν ἀπλότητι. Πάντα τὸν κόσμον ἀπαρνησάμενος, χειρὶ Κυρίου αὐτὸν ὑπέστειλας, ὦ τῶν χαρίτων σου! διὸ σῴζεις κλύδωνος αἰρετικῶν, τὰς ψυχὰς τῶν δούλων σου, τῶν ἀνυμνούντων σε.

Ὦ, οἵας χάριτος Ὅσιε, ἠξίωσαι θαυμαστῶς, τοῦ παρέχειν καθάψει σου, τῶν πνευμάτων ἔνδοξε, τὸ ὁρᾶν φύσιν πρός τινας. Τῆς προοράσεως δῶρον ἕνειμε, σῇ ὁσιότητι ὁ Νυμφίος Χριστός, ὅθεν γεγένησαι τοῖς προσκαλουμένοις σε πρὸς τὸν Θεόν, πρεσβευτὴς οὐράνιος καὶ χαριτόβρυτος.

Ὦ τοῦ παραδόξου θαύματος! Ἡ ἱερά σου Μονή, τὴν σὴν κάραν ἡ ἔχουσα, χαίρει καὶ ἀγάλλεται, τὴν φθορὰν ἐκδιώκουσα, τοῖς εὐσεβέσι βρύουσα δύναμιν. Σὺν Γερασίμῳ ἱκέτευε ἐκτενῶς, Κύριον εὔσπλαγχνον Μέγαν Πανοικτίρμονα, τυχεῖν ἡμᾶς, δεξιᾶς Παντάνακτος καλὴν ἀλλοίωσιν.

Δόξα. Ἦχος πλ. α΄.
Εὐφρόσυνε Πάτερ Ὅσιε, εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ἡ φήμη τῶν κατορθωμάτων σου· πολλάκις μεσούσης τῆς νυκτός, σωτήριον ἀνέπεμπες εὐχὴν ὑπὲρ ποντιζομένων  καὶ ἐν χρείᾳ δεινῶς ἐχόντων, βίον ὡς ἔλεος διάγων. Διὸ τῷ ἱερῷ σου ἱδρῶτι, ἐσόφισας μοναστῶν τὸ βῆμα, καὶ ἡ κάρα σου τὴν ἱερὰν κοσμεῖ τῶν Κηπουραίων μονήν. Μετὰ τῆς Ἁγίας Θεοτόκου καὶ πάντων τῶν Ἀγίων, πρέσβευε πρὸς τὸν Σωτῆρα Χριστόν, διαφυλάξαι καὶ σῶσαι, ἀπὸ πάσης ἐναντίων προσβολῆς τὴν νεολαίαν σου.

Καὶ νῦν. Θεοτοκίον.
Μακαρίζομέν Σε, Θεοτόκε Παρθένε.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

Εἰς τὴν Λειτουργίαν
Τὰ Τυπικά, οἱ Μακαρισμοί καὶ ἐκ τοῦ Κανόνος ἡ γ΄ καὶ στ΄ ὠδή.
Ἀπόστολος τῆς ε΄ Δεκεμβρίου (μνήμης ἁγ. Σάββα).
Εὐαγγέλιον τῆς ιζ΄ Ἰανουαρίου (μνήμης ἁγ. Ἀντωνίου).
Κοινωνικόν: Εἰς μνημόσυνον αἰώνιον...

Μεγαλυνάρια.
Χαίροις μοναζόντων θεῖος καρπός, καὶ τῶν Κηπουραίων ἀντιλήπτωρ καὶ βοηθός· χαίροις τοῦ Κυρίου, Εὐφρόσυνε παμμάκαρ, διάθερμος ἱκέτης, ὑπὲρ τιμώντων σε.
Χαίροις εὐλογίας ὁ χορηγός, καὶ τῶν μοναζόντων ὁ προστάτης καὶ ἀρωγός, Εὐφρόσυνε θεῖε, τῶν Κηπουραίων κλέος, μὴ παύσῃ μεσιτεύων, ὑπὲρ τῶν δούλων σου.
Τῆς Ὀρθοδοξίας γόνον λαμπρόν, καὶ Κεφαλληνίας ἀρετοῦχον θεῖον καρπόν, Εὐφρόσυνον τὸν θεῖον, Ἀγγέλων θιασώτην, αἱ τῶν πιστῶν χορεῖαι, ὕμνοις τιμήσωμεν.
Χαίροις εὐφροσύνης θείας πηγή, οὗ ἡ θεία κάρα τεθησαύρισται σῇ μονῇ, καὶ παρέχει πᾶσιν, τὰ ῥεῖθρα τῶν θαυμάτων, τοῖς εὐσεβῶς τιμῶσι αὐτὴν ἐκ πίστεως.
Χαίροις εὐφροσύνης μυσταγωγέ, μοναστῶν τὸ κλέος, ὦ Εὐφρόσυνε θαυμαστέ. Σκεῦος τῶν χαρίτων, οὐράνιε θεόπτα, πρέσβευε τῷ Δεσπότῃ, ὑπὲρ τιμώντων σε.



Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου