Δευτέρα 15 Ιουνίου 2015

Ἱερομ. ΠΟΛΥΚΑΡΠΟΥ Ἐπισκόπου Σμύρνης



Ἀκολουθία Ἱερομ. ΠΟΛΥΚΑΡΠΟΥ Ἐπισκόπου Σμύρνης
Ψαλλομένη τῇ 23η Φεβρουαρίου


ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ
Μετά τόν Προοιμιακόν τὸ Μακάριος Ἀνήρ· εἰς δέ τό Κύριε ἐκέκραξα ψάλλομεν Στιχηρὰ Προσόμοια.
Ἦχος β'. Ὅτε ἐκ τοῦ ξύλου σε νεκρόν.
Ὅτε τῆς Παρθένου ὁ καρπός, καὶ ζωαρχικώτατος σπόρος, εἰς γῆν ἐνέπεσε, τότε σε πολύκαρπον, στάχυν ἐβλάστησε, τοὺς πιστοὺς διατρέφοντα, τοῖς τῆς εὐσεβείας, λόγοις τε καὶ δόγμασι, καὶ τῆς ἀθλήσεως, τούτους ἁγιάζοντα θείῳ, αἵματι καὶ ἱερωσύνης, μύρῳ καθαγνίζοντα Πολύκαρπε.

Ἔδυς ἐκ τοῦ κόσμου πρὸς Θεόν, ταῖς μαρμαρυγαῖς ἀποστίλβων, τοῦ μαρτυρίου σου, ἔστης τῆς ἐφέσεως ὡς τὸ ἀκρότατον, ὀρεκτῶν φθάσας Ὅσιε, καὶ τῆς μακαρίας, αἴγλης ἐμφορούμενος, ἧς νῦν ἱκέτευε, πάντας ἐν μεθέξει γενέσθαι, τοὺς τὴν σὴν πανίερον μνήμην, Μάκαρ ἑορτάζοντας Πολύκαρπε.

Ὅτε ἐπὶ ξύλου τοῦ Σταυροῦ, ἡ ἀληθινὴ κρεμασθεῖσα, ὑψώθη ἄμπελος, τότε σὲ κατάκαρπον, κλῆμα ἐξέτεινε, τῇ δρεπάνῃ τεμνόμενον, σεπτοῦ μαρτυρίου, καὶ τοῖς τῶν κολάσεων, ληνοῖς πατούμενον, οὗπερ εὐφροσύνης κρατῆρα, πίστει συγκεράσαντες, Πάτερ, τοὺς σεπτοὺς ἀγῶνάς σου δοξάζομεν.

Ἕτερα. Ἦχος πλ. β’. Ὅλην ἀποθέμενοι.
Ἐν αἵματι βάψας σου, τὴν ἱερὰν διπλοΐδα, εἰσῆλθες εἰς Ἅγια, τῶν Ἅγιων Ἅγιος σὺ γενόμενος, ἀθλητὰ στεῤῥότατε, καὶ σαφῶς πάντοτε, ἀπολαύσας τῆς θεώσεως, ὡραϊζόμενοι, καὶ τῷ μαρτυρίῳ λαμπόμενος, καὶ Ἄγγελοι δεικνύμενος, ταῖς καθαρωτάταις μεθέξεσιν, ὅθεν σε τιμῶμεν, καὶ πόθῳ ἑορτάζομεν τὴν σήν, ἱερωτάτην πανήγυριν, ἔνδοξε Πολύκαρπε.

Ὅλος ἐκ νεότητος, ἀνατεθεὶς τῷ Δεσπότῃ, τοῦτον ἐπεπόθησας, καὶ Αὐτοῦ τοῖς ἴχνεσιν ἠκολούθησας, καθαρθεὶς πάσης δέ, τῶν παθῶν κηλῖδος, θείαν χάριν κατεπλούτησας, τελεῖν ἱάματα, καὶ θαυματουργεῖν τὰ παράδοξα, καὶ Μάρτυς ἐχρημάτισας, πάσαις προσβολαῖς τῶν κολάσεων, ἀκλόνητος μείνας, δυνάμει τοῦ τυθέντος ἐν Σταυρῷ, ὅν ἐκτενῶς καθικέτευε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Χαρὰν τὴν ὑπέρλαμπρον, καὶ τὴν ὑπέρτιμον δόξαν, ἀθλήσας κεκλήρωσαι, καὶ τὴν αιωνίζουσαν ἀγαλλίασιν, Ἱερεῦ Ὅσιε, Ἀθλητὰ τίμιε, στρατιῶτα γενναιότατε, ὁ τὰ στρατεύματα, καὶ τὰς παρατάξεις τοῦ δράκοντος, αἱμάτων σου τοῖς ῥεύμασιν, ἄρδην κατακλύσας τῇ χάριτι, καὶ θείᾳ ἐντεύξει, δεινὴν πυρκαϊὰν σβέσας σοφέ, καὶ παῤῥησίᾳ δεόμενος, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Δόξα. Ἦχος πλ. β’.
Πανσεβάσμιε Πάτερ, Ἱερομάρτυς ἔνδοξε, τὸ τῶν Σμυρναίων ἐγκαλλώπισμα, καὶ τοῦ κόσμου προστάτα θερμότατε, ἐν μέσῳ τῶν δυσσεβούντων καὶ ἀθέων Ἑλλήνων πανοίδιμε, εὐπαῤῥησιάστως κηρύξας τὸν Χριστόν, Θεὸν ὑπερούσιον, σάρκα δι’ ἡμᾶς εἰληφότα, σταύρωσιν καὶ ταφὴν ἑκουσίως καταδεξάμενον, καὶ ἀναστάντα ἐν δόξῃ, ὡς Θεὸν παντοδύναμον, Ὅν καθικέτευε, θεοφόρε Πολύκαρπε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον.
Τίς μὴ μακαρίσει Σε Παναγία Παρθένε;…

Φῶς ἱλαρόν, τὸ Προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀναγνώματα.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (κέφ. Γ΄, 1-9)
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ καὶ οὐ μὴ ἄψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι καί ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν καὶ ἡ ἀφ᾿ ἡμῶν πορεία σύντριμμα, οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὀψει ἀνθρώπων ἐὰν κολασθῶσιν ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης· καὶ ὀλίγα παιδευθέντες μεγάλα εὐεργετηθήσονται, ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτοὺς καὶ εὐρεν αὐτοὺς ἄξιους ἑαυτοῦ· ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτοὺς καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται· κρινοῦσιν ἔθνη καὶ κρατήσουσι λαῶν καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰώνας. Οἱ πεποιθότες ἐπ᾿ αὐτῷ συνήσουσιν ἀλήθειαν καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ, ὅτι χάρις καί ἔλεος ἐν τοῖς ὀσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. Δ΄. 7-15).
Δίκαιος ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον, οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις· καὶ ἡλικίᾳ γήρως, βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος ἠγαπήθη, καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἤ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ. Βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες, καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. Ε΄. 15-23 & ΣΤ΄, 1-3).
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν· ἐνδύσεται θώρακα δικαιοσύνης, καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον· λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαῖαν· συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας. Πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ᾿ αὐτῶν ὕδωρ θαλάσσης, ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαίλαψ ἐκλικμήσει αὐτούς. Καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέξει θρόνους δυναστῶν. Ἀκούσατε οὖν βασιλεῖς, καὶ συνέτε· μάθετε, δικασταὶ περάτων γῆς. Ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν. Ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.

Εἰς τὴν Λιτήν. Ἰδιόμελα. Ἦχος α΄.
Δεῦτε τῶν πιστῶν ἡ ὁμήγυρις, καὶ Ὀρθοδόξων τὸ σύστημα, ἐν τῷ θείῳ τεμένει εὐσεβῶς συνδράμοντες, ὑμνήσωμεν Χριστὸν τὸν Θεόν, τὸν ἐν δόξῃ καὶ τιμῇ, τὸν παναοίδιμον καταστέψαντα Πολύκαρπον, καὶ ἐνισχύσαντα αὐτόν, πᾶσαν τοῦ ἀντιπάλου ἰσχὺν καταβαλεῖν, καὶ νίκης λαμπρὰ ἐγεῖρας τρόπαια, οὗ ταῖς θείαις ἐντεύξεσι φιλάνθρωπε, ῥῦσαι ἡμᾶς, ὁρατῶν καὶ ἀοράτων ἐχθρῶν, καὶ σῶσον τὰς ψυχὰς ἡμῶν.

Ἦχος β΄.
Ἡ Ἐκκλησία σήμερον, πανηγυρίζει μυστικῶς, νέαν στολὴν ἐνδυσαμένη, ὡς πορφύραν καὶ βύσσον, τὸ αἷμα τοῦ σεβασμίου Πατρός, Πολυκάρπου τοῦ Ἱερομάρτυρος, τοῦτον γὰρ ἐν εὐσεβείᾳ ἐκθρεψαμένη, θυσίαν ἄμωμον δεκτὴν καὶ εὐάρεστον, Χριστῷ προσήγαγε. Διὸ ὁ νικητὴς τοῦτων τῶν παρανόμων ἀντιδείξας, Χριστὲ ὁ Θεός, καὶ στεφανώσας καὶ δοξάσας, και ἡμῖν κατάπεμψον, ταῖς αὐτοῦ πρεσβείαις, τὸ μέγα ἔλεος.

Ὁ αὐτός.
Σὲ τὸν παμφαῆ τῆς οἰκουμένης λαμπτῆρα, καὶ πρεσβευτὴν τῶν ψυχῶν ἡμῶν, ἐν πίστει ἱκετεύοντες, Ἱερομάρτυς Πολύκαρπε, αἰτοῦμεν διὰ σοῦ τῶν πολλῶν, παραπτωμάτων συγγνώμην λαβεῖν, καὶ ἔλεος καὶ χάριν εὑρεῖν, ἐν τῇ ἡμέρᾳ τῆς Κρίσεως.

Ἦχος γ΄.
Τὸν τῆς εὐσεβείας ὑπέρμαχον, καὶ τῶν Σμυρναῖων λαμπτῆρα θεόσοφον, Πολύκαρπον τὸν ἔνδοξον, γεγηθότες οἱ πιστοὶ εὐσεβῶς ὑμνήσωμεν, τὴν πανέορτον αὐτοῦ ἐκτελοῦντες πανήγυριν, ἀμπλάκημάτων τὴν λύσιν ἀντιλαμβάνοντες, ταῖς πρὸς Κύριον αὐτοῦ εὐπροσδέκτοις ἐντεύξεσι.

Ὁ αὐτός.
Σήμερον οἱ πιστοὶ συνελθόντες, τὴν ἱεράν σου τελοῦμεν πανήγυριν, τοὺς ὑπὲρ Χριστοῦ τοῦ Θεοῦ τιμῶντες ἀγῶνάς σου, Ἱερομάρτυς Πολύκαρπε, μὴ ἐλλίπῃς πρεσβεύων πρὸς Κύριον, ὑπὲρ τοῦ κόσμου πανεύφημε.

Ἦχος δ΄.
Πεφοινιγμένος τὴν στολήν, τῷ αἵματι τοῦ μαρτυρίου, ἀπαστράπτεις Πολύκαρπε, ὡς λίθος ἄνθραξ καὶ τίμιος, καὶ καταυγάζεις τὰς ψυχάς, τῶν προσιόντων σοι πίστει, καὶ τὴν σὴν μνήμην εὐλαβῶς καὶ ἐτησίως ἐκτελούντων, Ἱερομάρτυς ἔνδοξε. Διὸ ὡς παῤῥησίαν πρὸς Χριστόν, κτησάμενος θεόληπτε, πρέσβευε ἀδιαλείπτως, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Δόξα. Ἦχος πλ. β’.
Παναοίδιμε Πάτερ, εὐσεβῶς τὸ κραταίωμα, καὶ τῶν πιστῶν τὸ διάσωσμα, καὶ τῶν σεπτῶς σου τελούντων τὴν ἱερὰν πανήγυριν, ἀντιλήπτωρ διαπρύσιε, σὺ δεσμευθεὶς διὰ Κύριον, πάσας τοῦ ὁλετήρος τὰς συμπλοκὰς ἀπέτεμεν, καὶ τὴν τιμίαν σου κάραν ἐκτμηθείς, τοῦ ἀρχεκάκου δράκοντος τὴν κάραν διέτεμες. Καὶ νῦν ἐν οὐρανοῖς, τῷ ἀΰλῳ θρόνῳ παριστάμενος, Χριστοῦ τοῦ παντάνακτος, Ἱερομάρτυς Πολύκαρπε, πρέσβευε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον.
Θεοτόκε, Σὺ εἶ ἡ ἄμπελος…

Εἰς τὸν Στίχον. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσιν.
Τὸν τῆς Σμύρνης νῦν πρόεδρον, τῶν Μαρτύρων ἀγλάϊσμα, Ἐκκλησίας ἄσειστον τὸν θεμέλιον, τὸν Ἱεράρχην τὸν μέγιστον, Πολύκαρπον ἅπαντες, ἐν δυνάμεσι πολλαῖς, γεγονότα περίδοξον, και φωτίσαντα, τὰς ἐν ζόφῳ καρδίας ὡς φωστῆρα, τῶν πιστῶν μεγαλοφώνως, οἱ συνελθόντες τιμήσωμεν.

Στ. Δίκαιος ὡς φοίνιξ ἀνθήσει, καὶ ὡσεὶ κέδρος ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Ὁ περίδοξος βίος σου, ἀρεταῖς φαιδρυνόμενος, τῶν θαυμάτων ἔλλαμψε ταῖς φαιδρότησι, καὶ εὐκλεῆ σε τοῖς πέρασι, παμμάκαρ εἰργάσατο, καὶ φωστῆρα ἁπλανῆ, καὶ Ἁγίων ὁμόσκηνον, καὶ τῆς πόλεως, τῆς Ἁγίας ὁπλίτην Ἱεράρχα, τῶν Ἀγγέλων συμπολῖτα, Ἱερομάρτυς Πολύκαρπε.

Στ. Οἱ Ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην, καὶ οἱ Ὅσιοί Σου ἀγαλλιάσει ἀγαλλιάσονται.
Τὴν ψυχὴν καὶ τὸ σῶμά σου, τῶν παθῶν καθηράμενος, τοῦ Ἁγίου Πνεύματος οἶκος γέγονας, καὶ ἀρετῶν ταῖς λαμπρότησι, σαυτὸν κατεκόσμησας, παραστάτης δεξιός, χρηματίσας καὶ σύσκηνος, ἱερώτατε, τῶν Ἁγίων Μαρτύρων καὶ τῆς δόξης, τοῦ Κυρίου κληρονόμος, καὶ πρεσβευτὴς τῶν ὑμνούντων σε.

Δόξα. Ἦχος δ΄.
Ἀγάλλου καὶ εὐφραίνου λαμπρῶς, ἡ τῶν Σμυρναίων λαμπρὰ μητρόπολις, καὶ καυχωμένη μεγάλυνον, τὸν σὲ ἀεὶ περιέποντα, ποιμένα γνησιώτατον. Τοιοῦτον γὰρ ἐν οὐρανοῖς ἀντιλήπτορα ἔχουσα, οὐ φοβήσῃ ἐχθρῶν ἐπιδρομάς, οὐ δειλιάσῃ ἀντιμαχούντων ἐπιβουλάς, ἀλλ’ ἐγκαυχωμένη Κύριον μεγάλυνον, τὸν ἀναδείξαντά σοι κράτος κατ’ ἐχθρῶν, τὸν μέγαν Ἱερομάρτυρα Πολύκαρπον.

Καὶ νῦν. Θεοτοκίον.
Ἐκ παντοίων κινδύνων…

Νῦν ἀπολύεις, Τρισάγιον, Ἀπολυτίκιον. Ἦχος δ΄.
Καὶ τρόπων μέτοχος…

Ἀπόλυσις.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν α΄ Στιχολογίαν, Κάθισμα. Ἦχ. πλ. δ’. Τὴν Σοφίαν καὶ Λόγον.
Καρποφόρον ὡς δένδρον καρποφορῶν, ἐν τῷ οἴκῳ Κυρίου Ἱερουργέ, καρποὺς πολλοὺς ἤνεγκας, πρὸς ταμεῖα οὐράνια, τῶν ἐθνῶν τὰ πλήθη θεόφρον Πολύκαρπε· καὶ ὡς κριὸς ποιμνίου καλῶς ἡγησάμενος, δεσμευθεὶς ἐσφάγης, θυσία γενόμενος, τῷ δ’ εὐσπλαγχνίαν, ὡς ἀρνίον σφαγέντι, καὶ χαίρων ἀνέδραμες, πρὸς Αὐτὸν Πάτερ Ὅσιε. Διὰ τοῦτο βοῶμέν σοι· πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ τὴν ἁγίαν μνήμην σου.
Δόξα.
Ἀποστόλων ζηλώσας τρόπους σοφέ, ὡς διάδοχος θρόνου ἀποδειχθείς, τοῖς πᾶσιν ἐκήρυξας, τὰ σωτήρια δόγματα· καὶ ἀπίστων πλήθη προσῆξας ἀοίδιμε, τῷ Δεσπότῃ πάντων, ποιμνὴν οἷα ἄριστος· ὅθεν καὶ τὴν κάραν, τὴν τιμίαν ἐτμήθης, καὶ χάριν ἀπείληφας, ἐκτελεῖν τὰ τεράστια, Ἱερομάρτυς Πολύκαρπε. Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ τὴν ἁγίαν μνήμην σου.
Καὶ νῦν. Θεοτοκίον.
Ὁ τῶν ὅλων Δεσπότης καὶ Ποιητής, ἐξ ἀχράντου Σου μήτρας σάρκα λαβών, προστάτιν Σε ἔδειξε, τῶν ἀνθρώπων Πανάμωμε. Διὰ τοῦτο πάντες πρὸς Σὲ καταφεύγομεν, ἱλασμὸν πταισμάτων αἰτούμενοι Δέσποινα, καὶ αἰωνιζούσης, λυτρωθῆναι βασάνων, καὶ πάσης κολάσεως τῆς ἐκεῖσε δεόμεθα, ἵνα πίστει βοῶμέν Σοι· πρέσβευε τῷ Σῷ Υἱῷ καὶ Θεῷ, τοῦ δοθῆναι πᾶσι Κόρη ἄφεσιν, τοῖς πιστῶς προσιοῦσι τῇ σκέπῃ Σου.

Μετὰ τὴν β΄ Στιχολογίαν, Κάθισμα. Ἦχος γ΄. Θείας πίστεως.
Θείῳ αἵματι, τὴν Ἐκκλησίαν, κατελάμπρυνας, ὡς Ἀθλοφόρος, Ἱερομάρτυς καὶ τὴν πλάνην κατήργησας, ὑπενεγκὼν τῆς φλογὸς τὴν κατάκαυσιν, καὶ τῶν πιστῶν τὰς καρδίας ἐφώτισας, ὅθεν ἅπαντες, τὴν μνήμην τὴν σὴν πανσεβάσμιε, τελοῦντες ἐν πίστει, τὸν Σωτῆρα δοξάζομεν.
Δόξα.
Πυρπολούμενος, τῷ θείῳ ζήλῳ, πῦρ ἀκάματον, οὐκ ἐποτήθης, ἀλλ’ ἀπελθὼν ἐν ἀπνοήτῳ θελήματι, τοῦ μαρτυρίου τὸ τέλος ἀπείληφας, καὶ τῷ Δεσπότῃ ὡς θῦμα προσήνεξαι. Μάρτυς ἔνδοξε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Καὶ νῦν. Θεοτοκίον.
Θαῦμα μέγιστον, πῶς ἐν ἀγκάλαις, Σὺ ἐβάστασας, Παρθενομῆτορ, τὸν ἐν δρακὶ Αὐτοῦ τὰ πάντα συνέχοντα, καὶ ἐκ μαζῶν Σου ἐξέθρεψας γάλακτι, τὸν τροφοδότην καὶ πλάστην τῆς φύσεως, Κόρη Πάναγνε, Αὐτὸν ἐκτενῶς ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος πλ. α’. Τὸν Συνάναρχον.
Ἀσωμάτων χορεῖαι σήμερον τέρπονται, καὶ Μαρτύρων τὰ στίφη καταγλαίζονται, ἐπὶ τῇ μνήμῃ τοῦ σεπτοῦ καὶ θείου κήρυκος· τοὺς γὰρ ἀσάρκους δυσμενεῖς, ἐτροπώσατο στεῤῥῶς, θωρακίσας ἑαυτόν, τῇ παντευχίᾳ τοῦ Χριστοῦ, ὁ ἔνθεος Ἱεράρχης, και νῦν παρίσταται τῷ Κυρίῳ, ὑπὲρ ἡμῶν ἀεὶ δεόμενος.
Δόξα. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.
Μεγαλεῖα πίστεως, ἐν σῇ καρδίᾳ, περιθεὶς ἐφύλαξας, Ἱερομάρτυς Ἀθλητά, μὴ δειλιάσας τὸν τύραννον, Χριστοῦ θεράπον, διὸ ἡμᾶς φύλαττε.
Καὶ νῦν. Θεοτοκίον.
Προστασία ἄμαχε, τῶν ἐν ἀνάγκαις, καὶ πρεσβεία ἕτοιμος, τῶν ἐλπιζόντων ἐπὶ Σέ, ἀπὸ κινδύνων με λύτρωσαι, καὶ μὴ παρόψῃ, ἡ πάντων βοήθεια.

Οἱ Ἀναβαθμοί· τὸ α΄ ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον. Οἱ Ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην, καὶ οἱ Ὅσιοί Σου ἀγαλλιάσει ἀγαλλιάσονται.
Στ. Καυχήσονται Ὅσιοι ἐν δόξῃ…
Εὐαγγέλιον, ἐκ τοῦ κατὰ Ματθαῖον: Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· πᾶς ὅστις ὁμολογήσει ἐν ἐμοί… (Ζήτει Σεπτεμεβρίου Κ΄.)
Ὁ Ν΄ Ψαλμός.
Δόξα. Ταῖς τοῦ Ἱεράρχου…
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου…
Ἰδιόμελον. Ἦχος πλ. β’. Στ. Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός…
Ἐν αἵματι μαρτυρίου πεφοινιγμένος, ἱεραρχίας ὑψηλῆς, στολισμῷ ἡγλαϊσμένος, τῷ ἀστέκτῳ τῆς μεγαλειότητος, θρόνῳ παριστάμενος, πανεύφημε Πάτερ, Ἱερομάρτυς Πολύκαρπε, πρέσβευε ἀδιαλείπτως, ὑπὲρ ἡμῶν τῶν τιμώντων σε.

Ὁ Κανών, οὗ ἡ ἀκροστιχίς: Τὸν θεῖον Πολύκαρπον ἐν ᾄσμασιν εὐφημήσω. Θεοφάνους.
ᾨδὴ α'. Ἦχος β'. Ὁ Εἱρμός. Δεῦτε λαοί.
Τῇ τοῦ Χριστοῦ, φωτοχυσίᾳ λαμπόμενος, καὶ τῆς Αὐτοῦ ἐλλάμψεως, Πάτερ πληρούμενος, τὴν ζοφώδη ψυχήν μου, καταύγασον θεόφρον, ταῖς ἱκεσίαις σου.

Ὁ φωτισμός, τοῦ σωτηρίου κηρύγματος, τὴν καθαρὰν καρδίαν σου, καθάπερ ἔσοπτρον, ἀκηλίδωτον Πάτερ, ἀστράψας τὰς ἀκτῖνας, πᾶσιν ἐξέλαμψε.

Νόμου καινοῦ, στηλογραφία σὺ γέγονας, ἐγγεγραμμένον ἔχουσα, Πάτερ οὐ μέλανι, ἀλλὰ Πνεύματι θείῳ, τῆς χάριτος τῆς θείας, τὸ Εὐαγγέλιον.

Θεοτοκίον.
Θεὸν ἐκ σοῦ, σωματωθέντα γινώσκοντες, ἄνευ σαρκὸς θελήματος, τὸν πρὸ τῆς κτίσεως, καὶ πρὸ πάντων αἰώνων, κυρίως Θεοτόκον, ὁμολογοῦμέν σε.

ᾨδὴ γ'. Ὁ Εἱρμός. Στερέωσον ἡμᾶς ἐν σοὶ Κύριε.
Ἐλαία ψαλμικῶς εἰπεῖν κατάκαρπος, ἐγένου Πολύκαρπε θεοφάντορ, ἐν τῷ οἴκῳ τοῦ Κυρίου σου, ἱλαρότητα φέρων τοῦ κηρύγματος.

Ἰθύνας ἐμμελῶς θεομακάριστε, τὸν νοῦν σου προστάγμασι τοῦ Σωτῆρος, ἐπαξίως ἐχρημάτισας, τῆς αὐτοῦ Ἐκκλησίας ποιμὴν ἄριστος.

Ὁλόκληρον σαυτὸν Χριστῷ προσήγαγες, ὡς ζῶσαν θυσίαν τῷ μαρτυρίῳ, συνειδήσεως μαρτύριον, προαθλήσας Παμμάκαρ δι' ἀσκήσεως.

Θεοτοκίον.
Νεκρώσεως ἡμῶν τὸν χοῦν ἐτίναξας, τεκοῦσα τὴν ὄντως ἀθανασίαν, καὶ στολὰς ἡμῖν ἐξύφανας, ἀφθαρσίας Παρθένε τῇ γεννήσει Σου.

Κάθισμα. Ἦχος πλ. δ'. Τὴν Σοφίαν καὶ Λόγον.
Τὸν τῆς χάριτος βότρυν ἐν τῇ ψυχῇ, ἀληθῶς γεωργήσας Πάτερ σοφέ, ὡς οἶνον ἐξέβλυσας, τὸν τῆς πίστεως λόγον, τὸν εὐφραίνοντα πάντων, Πιστῶν τὴν διάνοιαν, καὶ θαυμάτων ὤφθης ἀπέραντον πέλαγος· ὅθεν καὶ Μαρτύρων, καλλονὴ ἀνεδείχθης, πυρὶ τελειούμενος, καὶ φωτὸς ἀξιούμενος, ἀϊδίου Πολύκαρπε· Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν Μνήμην σου.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τοῦ Ἠλίου νεφέλη τοῦ νοητοῦ, θείου φέγγους λυχνία χρυσοφαής, ἄσπιλε ἀμόλυντε, ὑπεράμωμε Δέσποινα, τὴν σκοτεινὴν ψυχήν μου, τυφλώττουσαν πάθεσι, τῆς ἀπαθείας αἴγλῃ, καταύγασον δέομαι, καὶ μεμολυσμένην τὴν καρδίαν μου πλῦνον, ῥοαῖς κατανύξεως, μετανοίας τε δάκρυσι, ἵνα πόθῳ κραυγάζω σοι· πρέσβευε τῷ σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δοθῆναί μοι· σὲ γὰρ ἔχω ἐλπίδα, ὁ ἀνάξιος δοῦλός σου.

ᾨδὴ δ'. Ὁ Εἱρμός. Εἰσακήκοα Κύριε.
Πολυκαρπίαν φέρουσα, τῶν ἀρετῶν πολύκαρπος φυτεία, τῷ Δεσπότῃ ὤφθης, Πάτερ Πολύκαρπε.

Ὁλοκαύτωμα τέλειον, καὶ καθαρὰ θυσία προσηνέχθης, τῷ Σωτῆρι πάντων, Πάτερ Πολύκαρπε.

Λαὸν εὐσεβῶς Ὅσιε, καθοδηγῶν πρὸς φῶς θεογνωσίας, τὸν τῆς ἀθεΐας ζόφον ἀπήλασας.

Ὑμνολογοῦμεν Ἔνδοξε, τὴν τῆς ψυχῆς στερράν σου καρτερίαν, καὶ τῶν σῶν ἀγώνων τὸ ἀκαθαίρετον.

Θεοτοκίον.
Καταλάμπρυνον Ἄχραντε, τὴν ζοφερὰν ψυχήν μου τῷ φωτί σου, ἡ τὸ φῶς τεκοῦσα τὸ ἐνυπόστατον.

ᾨδὴ ε'. Ὁ Εἱρμός. Ὁ τοῦ φωτὸς χορηγός.
Αἴγλῃ τοῦ Πνεύματος σύ, καταλαμπόμενος τὸν νοῦν Ὅσιε, συμβολικῶς, πυρὶ φλεγομένῳ, σαφῶς ἐμυήθης, τὴν διὰ πυρός σου, θεόφρον τελείωσιν.

Ῥεῖθρον ἐδέξω ζωῆς, ὡς ἐκ χειμάρρου τῆς τρυφῆς Ὅσιε, τῷ μαθητῇ τῷ ἠγαπημένῳ, μεμαθητευμένος, τῷ ἀρυσαμένῳ, σοφίας τὴν ἄβυσσον.

Πλοῦτον καὶ δόξαν, λαμπρὰν καὶ μῆκος βίου, καὶ ζωὴν ἄφθαρτον, ἡ ἀληθὴς σοφία Χριστὸς σοι, δεδώρηται Πάτερ, ὡς διαφερόντως αὐτὸν ἀγαπήσαντι.

Θεοτοκίον.
Ὁ παλαιὸς ἡμερῶν, ὡς ἐπὶ πόκον ὑετὸς Πάναγνε, ἐπὶ τὴν σήν, γαστέρα κατῆλθε, τὴν ἡγιασμένην, καὶ νέος ἐφάνη, Ἀδὰμ ὁ φιλάνθρωπος.

ᾨδὴ ς'. Ὁ Εἱρμός. Ἐν ἀβύσσῳ πταισμάτων κυκλούμενος.
Νεκρωθεὶς θεηγόρε τῷ κόσμῳ παντί, μόνῳ δὲ Χριστῷ ζῶν καὶ πολιτευόμενος, πρὸς τὸν Χριστὸν μεθέστηκας, ζωτικὴν ἀφθαρσίαν καρπούμενος.

Εὐσχημόνως ὁδεύων Μακάριε, τέκνον τε φωτος καὶ εἰρήνης δεικνύμενος, τὸν τῆς νυκτὸς πρωτότοκον, καὶ πολέμιον ἔγνως Μαρκίωνα.

Νουθετούμενοι Πάτερ τοῖς λόγοις σου, πᾶσαν ἐκτρεπόμεθα βέβηλον αἵρεσιν, καὶ πονηρὰ συνέδρια, τῶν διττὰς πρεσβευόντων ἀρχὰς δυσσεβῶς.

Θεοτοκίον.
Ἁμαρτίαν τοῦ κόσμου τὸν αἴροντα, ἄχραντον Ἀμνὸν συλλαβοῦσα Πανάμωμε, ἁμαρτιῶν συγχώρησιν, ἐκδυσώπει δοθῆναι τοῖς δούλοις σου.

Κοντάκιον. Ἦχος α'. Χορὸς Ἀγγελικός.
Καρποὺς τοὺς λογικούς, τῷ Κυρίῳ προσφέρων, Πολύκαρπε σοφέ, ἀρετῶν δι' ἐνθέων, ἐδείχθης ἀξιόθεος, Ἱεράρχα μακάριε· ὅθεν σήμερον, οἱ φωτισθέντες σοῖς λόγοις, ἀνυμνοῦμέν σου, τὴν ἀξιέπαινον μνήμην, δοξάζοντες Κύριον.
Ὁ Οἶκος.
Τὴν τῆς σοφίας χρηστότητα ἀρυσάμενος, ἐξ αὐτῆς Πάτερ ἔπλησας θεογνωσίᾳ τὴν ποίμνην σου, καὶ τῆς παναγίας καὶ ἀρρήτου Θεότητος τὸ τρισήλιον ἤστραψας, τοῦ Πατρος τὸ ἀγέννητον, Υἱοῦ δὲ τὴν γέννησιν καὶ ἐκπόρευσιν Πνεύματος, μίαν Θεότητα, μίαν δόξαν τρανῶς ἐκδιδάξας, καὶ εἰδώλων ἀθεΐαν ἐκ ποδῶν ἀποποιήσας, καρπούς δὲ ὡρίμους, ψυχὰς πιστευόντων προσάγων τούτῳ ἔνδοξε, ἐν ᾧ βεβαπτίσμεθᾳ, εἰς ὃν καὶ πιστεύομεν, δοξάζοντες Κύριον.

Συναξάριον.
Τῇ ΚΓ' τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Πολυκάρπου, Ἐπισκόπου Σμύρνης.
Στίχοι·
Σοὶ Πολύκαρπος ὡλοκαυτώθη Λόγε,
Καρπὸν πολὺν δοὺς ἐκ πυρὸς ξενοτρόπως.
Εἰκάδι ἐν τριτάτῃ κατὰ φλὸξ Πολύκαρπον ἔκαυσεν.
Ταῖς αὐτοῦ ἁγίαις πρεσβείαις, Χριστέ ὁ Θεὸς, ἐλέησον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ'. Ὁ Εἱρμός. Εἰκόνος χρυσῆς.
Στερρῷ λογισμῷ, καιομένης τῆς φλογὸς ἐπέβης Ἔνδοξε, ὡς οἱ τρεῖς Παῖδες οἱ τὴν κάμινον, πυρὶ ἀϋλῳ δροσίσαντες, μέσον δὲ πυρὸς ἀνακράζων, ἀκατάφλεκτος ἔμεινας· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Μακάριος εἶ, καὶ καλῶς σοι ἔσται νῦν κατασκηνώσαντι, ἔνθα Δικαίων τὰ σκηνώματα, ἔνθα Μαρτύρων στρατεύματα, ἔνθα τῶν σοφῶν Ἀποστόλων αἱ χορεῖαι κραυγάζουσιν· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Ἀκάρπους τὸ πρίν, πολυκάρπους τῷ Χριστῷ ψυχὰς προσήνεγκας, γεωργίᾳ τῇ τοῦ Πνεύματος, καθομαλίσας καὶ εὔσταχυν, ταύταις καταθέμενος σπόρον, καὶ κραυγάζειν ἐπαίδευσας· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Θεοτοκίον.
Σὺ μόνη Θεοῦ, τοῦ τὰ σύμπαντα σοφῶς δημιουργήσαντος, Μήτηρ ἐδείχθης ἀπειρόγαμος, Παρθενομῆτορ Πανάχραντε· ὅθεν εὐσεβῶς σοι Παρθένε, ἀνακράζομεν λέγοντες· Εὐλογημένη ἡ Θεὸν σαρκὶ κυήσασα.

ᾨδὴ η'. Ὁ Εἱρμός. Τὸν ἐν καμίνῳ τοῦ πυρός.
Ἱερουργήσας εὐσεβῶς, τοῦ Χριστοῦ τὴν μυστικὴν ἱερουργίαν, λογικὸν ἱερεῖον, αὐτὸς προσήχθης Θεῷ θυσία δεκτὴ καὶ εὐάρεστος, ὁλοκαρπουμένη, Πολύκαρπε τρισμάκαρ.

Νεανικὴν ἐν πολιᾷ, βαθυτάτῃ τὴν ἀνδρείαν ἐπεδείξω, τοῦ Σταυροῦ τῇ δυνάμει, διαναστήσας σαυτοῦ, πρὸς θείους ἀγῶνας τὸ φρόνημα, Ἱερομαρτύρων, Χριστοῦ κλέος θεόφρον.

Ἐπερειδόμενος Σταυρῷ, καὶ τὸν ἱεραρχικὸν κόσμον ἀξίως, ἐνδυσάμενος Πάτερ, εἰς τὸν ναὸν τοῦ Θεοῦ εἰσῆλθες ἰδίῳ σου αἵματι, τῷ Ἀρχιποίμενι, Χριστῷ ἐμφανισθῆναι.

Ὑπὲρ Χριστοῦ σφαγιασθείς, ὡς ἐπίσημος κριὸς Ἱεροφάντορ, μιμητὴς ἀνεδείχθης, τῶν παθημάτων αὐτοῦ, καὶ δόξης ἐγένου συμμέτοχος, καὶ τῆς βασιλείας, αὐτοῦ συγκληρονόμος.

Θεοτοκίον.
Φωτοειδὴς στῦλος πυρός, καὶ νεφέλη φωτεινὴ προηγουμένη, πρὸς οὐράνιον κλῆρον, Θεογεννῆτορ Ἁγνή, γενοῦ μοι Παρθένε πανάμωμε, τῷ ἐν τῇ ἐρήμῳ τοῦ βίου πλανωμένῳ.

ᾨδὴ θ'. Ὁ Εἱρμός. Τὸν ἐκ Θεοῦ Θεὸν Λόγον.
Ἡ φωτοφόρος σου μνήμη, ἀνατείλασα Πάτερ, φωτίζει τὰς ψυχὰς τῶν εὐσεβῶς, ταύτην τελούντων θεσπέσιε, καὶ μετόχους τῆς θείας, φωτοφανείας πάντας ἐκτελεῖ, ἥν ἀξίως θεόφρον, ἐν ὕμνοις μεγαλύνομεν.

Μετὰ τῆς ἄνω χορείας, τῶν ἁγίων Ἀγγέλων, τῷ θρόνῳ τοῦ Δεσπότου παρεστώς, τοῦτον δυσώπει τοῦ φθάσαι ἡμᾶς, τὸ σωτήριον πάθος, καὶ τὴν αὐτοῦ ἀνάστασιν φαιδρῶς, ἀρετῆς πολυτρόπους, ἰδέας ἐκτελέσαντας.

Ἡ τῆς Ἁγίας Τριάδος, κατανόησις Πάτερ, τρανῶς οὐκ ἐν αἰνίγμασιν ὡς πρίν, ὡς καθαρῷ τὴν καρδίαν σοι, διασχόντι τὴν ὕλην, καὶ τῶν δεσμῶν λυθέντι τῆς φθορᾶς, κατοπτεύεται μάκαρ, Πολύκαρπε πανόλβιε.

Στεφηφοροῦντά σε Πάτερ, καὶ βραβεῖον τῆς νίκης, δεξάμενον ἐκ θείας δεξιᾶς, καὶ τοὺς ἀγῶνας τελέσαντα, καὶ φωτὸς πληρωθέντα, πιστεύοντες Πολύκαρπε σοφέ, πρεσβευτὴν τῷ Χριστῷ σε, προθύμως προβαλλόμεθα.

Θεοτοκίον
Ὡς Θεοτόκον σε Κόρη, καὶ Μητέρα τοῦ Λόγου, καὶ πρόξενον ὑπάρχουσαν ἡμῖν, τῆς ἀϊδίου καὶ θείας ζωῆς, ὡς τῆς δικαιοσύνης τὸν Ἥλιον ἐκλάμψασαν ἡμῖν, οἱ Πιστοὶ ὁμοφρόνως, ἐν ὕμνοις μεγαλύνομεν.

Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.
Πολλοὺς καρποὺς προσήνεγκας, Χριστῷ σοφὲ Πολύκαρπε, τοὺς διὰ σοῦ σεσωσμένους, βροτοὺς ἐκ πλάνης δαιμόνων, Ἱερομάρτυς ἔνδοξε, Ἀγγέλων ἰσοστάσιε, καὶ Ἀποστόλων σύσκηνε, μεθ' ὧν μνημόνευε Πάτερ, τῶν σὲ τιμώντων ἐκ πόθου.
Θεοτοκίον.
Ἐρράγη Μητροπάρθενε, τὸ τοῦ φραγμοῦ μεσότοιχον, καὶ οἱ θνητοὶ τοῖς Ἀγγέλοις, τῷ σῷ συνήφθημεν τόκῳ, καὶ νῦν Θεογεννήτρια, νηστεύειν ἡμᾶς κράτυνον, καὶ φθάσαι τὴν τριήμερον, ἀνάστασιν τοῦ Υἱοῦ σου, εἰλικρινῶς προσκυνῆσαι.

Εἰς τοὺς Αἴνους. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Τῶν Μαθητῶν τοῦ Κυρίου σεπτὸς διάδοχος, καὶ τοῦ Εὐαγγελίου, κήρυξ λαμπρὸς καὶ μύστης, Πολύκαρπε ἐγένου ὑπὲρ Χριστοῦ, καὶ τὸ αἷμα ἐξέχεας, ὅθεν μὴ παύσῃ πρεσβεύων ὑπὲρ ἡμῶν, τῶν τελούντων σου τὴν μνήμην πιστῶς.

Τῶν οὐρανίων τὰ κάλλη ποθήσας ἔνδοξε, καὶ τῷ Χριστῷ συνεῖναι, μετ’ Ἁγίων Ἀγγέλων, ὑπέστης τὰς βασάνους καρτερικῶς, καὶ τυράννου ὡμότητα, καὶ μαρτυρήσαι γενναίως ὑπὲρ Χριστού, συνευφραίνῃ τοῖς Μαρτύρων χοροῖς.

Μαρμαρυγαῖς ἀκηράτοις καταστραπτόμενος, τοῦ νοητοῦ Ἡλίου, πανσεβάσμιε Πάτερ, ὁλόφωτος ἐδείχθης Μάρτυς Χριστοῦ, ἱερεὺς ἐννομώτατος, διὸ Χριστῷ συνυπάρχων ἐν οὐρανοῖς, ὑπὲρ κόσμου παντὸς πρέσβευε.

Τῶν Ἀθλοφόρων χορείαις συναυλιζόμενος, ἐν οὐρανοῖς τρισμάκαρ, παρεστώς τε τῇ θείᾳ, Τριάδι τῇ ἀνάρχῳ, μνήμην ποιοῦ, τῶν τελούντων τὴν μνήμην σου, καὶ σὲ τιμώντων θεσπέσιε εὐλαβῶς, ἱερώτατε Πολύκαρπε.

Δόξα. Ἦχος δ΄.
Σήμερον ἡ Ἐκκλησία τοῦ Χριστοῦ, ἐγκωμίοις καταστέφει, τὸν μέγαν Ἱερομάρτυρα Πολύκαρπον, ἀγαλλομένη φαιδρώς, ἐπὶ τῇ αὐτοῦ ἀθλήσει. Οὗτος γὰρ ὑπὲρ Χριστοῦ, τὸ μαρτύριον τῆς ὁμολογίας ἐκπληρώσας, νικητικῶς τοὺς εἰδωλομανοῦντας κατήσχυνε, καὶ στρατιώτης ἄριστος, τοῦ ἐπουρανίου Θεοῦ γέγονεν, ὑπὲρ ἡμῶν δυσωπῶν, τὸν εὐεργέτην τοῦ παντός, τοῦ οἰκτειρῆσαι καὶ σῶσαι τὰς ψυχὰςἡμῶν.

Καὶ νῦν. Θεοτοκίον.
Ἐκ παντοίων κινδύνων…

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου