Δευτέρα 15 Ιουνίου 2015

Ἀνακομιδῆς Λειψάνων Μεγαλομ. ΓΕΩΡΓΙΟΥ



Ἀκολουθία Ἀνακομιδῆς Λειψάνων Μεγαλομ. ΓΕΩΡΓΙΟΥ.
Ψαλλομένη τῇ 3η Νοεμβρίου
Ποίημα ἁγ. Νικοδήμου τοῦ Ἁγιορείτου


ΕΝ ΤΩ ΜΙΚΡΩ ΕΣΠΕΡΙΝΩ
Ἱστῶμεν Στίχους δ΄ καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια.
Ἦχος δ´. Ἔδωκας σημείωσιν.
Μετὰ τὴν πρὸς Κύριον, σοῦ ἐκδημίαν Γεώργιε, τὴν ἐκ ξίφους πολύαθλε, λαβὼν ὁ θεράπων σου, ὡς αὐτῷ προέφης, τὸ σῶμά σου Μάρτυς, εἰς τὴν πατρίδα σῆς μητρός, χαίρων ἀπήει ὡς ἄλλην ἔνσωμον, κιβωτὸν φέρων ἔνδοξε· ἐν ᾗ καὶ τοῦτο κατέκρυψεν, ὡς κοινὸν φυλακτήριον, καὶ ὡς ὄλβον πολύτιμον.

Καὶ αὔθις ἀθροίσθητε, ὦ φιλεόρτων συστήματα· συγκαλεῖ γὰρ καὶ δεύτερον ἡμᾶς ὁ Γεώργιος, ἐπὶ τὴν φωσφόρον καὶ ἁγίαν μνήμην, τῶν σεβασμίων καὶ σεπτῶν, αὐτοῦ λειψάνων τῆς καταθέσεως, ἐν τῷ ναῷ ὃν ἤγειραν, Λύδδης τῆς πάλαι οἰκήτορες, εὐμεγέθη καὶ πάγκαλον, ὡς τὸ πρῴην ἐδείκνυτο.

Χάριν ἀπαντλήσατε, καὶ φωτισμὸν ἀπαρύσασθε, οἱ Ὀρθόδοξοι ἅπαντες, λειψάνοις προσψαύοντες, τοῦ Τροπαιοφόρου, σὺν πόθῳ καὶ πίστει, ἐξ ὧν πηγάζει δαψιλῶς, ῥεῖθρα θαυμάτων ἐν θείᾳ χάριτι, καὶ τοῦτον μακαρίσατε, ὡς τοῦ Κυρίου θεράποντα, ὡς γενναῖον ἐν Μάρτυσι, καὶ ἀδάμαντα ἄῤῥηκτον.

Ἀντὶ τῶν λειψάνων σου, τὴν σὴν εἰκόνα Γεώργιε, εὐλαβῶς ἀσπαζόμεθα, τὴν τιμὴν προσφέροντες, σοί τῷ πρωτοτύπῳ· πρέσβευε οὖν Μάρτυς, ὑπὲρ ἡμῶν τῶν ταπεινῶν, καὶ δίδου πᾶσι ταῖς ἱκεσίαις σου, πταισμάτων ἀπολύτρωσιν, καὶ ψυχικὴν ἀγαλλίασιν, καὶ τῆς ἄνω λαμπρότητος, καταξίωσον Ἅγιε.

Δόξα.
Τροπαιοφόρε Ἀθλητά, θεράπον γνήσιε τοῦ Σωτῆρος, Γεώργιε μεγάλαθλε, ταῖς ἱκεσίαις σου ἡμᾶς, περίσωζε δεόμεθα, ἀπὸ βλάβης παντοίας· ὅτι σὲ ἐν ταῖς θλίψεσι, προστάτην κεκτήμεθα, καὶ πρὸς Θεὸν πρεσβευτὴν θερμότατον.

Καὶ νῦν. Θεοτοκίον.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς Σὲ ἀνατίθημι, ὦ Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

Εἰς τά Ἀπόστιχα. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Ὅτε τὸ ὑλικόν, καὶ πάνσεπτόν σου σῶμα, εἰς Λύδδαν ἐκομίσθη, ἀῤῥήτως τὸν ἀέρα, ὅλον κατευωδίασε.

Στίχ. Δίκαιος ὡς φοῖνιξ ἀνθήσει...
Ἴωμεν ἀδελφοί, δοξάσοντες ἐν ὕμνοις, Γεώργιον τὸν μέγαν, καὶ λείψανα τὰ θεία, αὐτοῦ περιπτυξώμεθα.

Στίχ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῆ αὐτοῦ...
Τὴν ἀνακομιδήν, τοῦ θείου σου λειψάνου, πανήγυριν τελοῦμεν, ὡς καὶ τὴν ἄθλησίν σου, Μάρτυς Χριστοῦ Γεώργιε.

Δόξα. Τριαδικόν.
Τριὰς προσωπικῶς, καὶ Μονάς τῇ οὐσίᾳ, Πάτερ Υἱὲ καὶ Πνεῦμα, λιταῖς τοῦ Γεωργίου, οἰκτείρησον τὸν κόσμον Σου.

Καὶ νῦν. Θεοτοκίον.
Μητρόθεε Ἁγνή, τὸν Σὸν Υἱὸν δυσώπει, μετὰ τοῦ Γεωργίου, καὶ πάντων τῶν Ἁγίων, ὑπὲρ ἡμῶν τῶν δούλων Σου.

Νῦν ἀπολύεις, τὸ Τρισάγιον, Ἀπολυτίκιον. Ἦχος δ΄.
Ὡς τῶν αἰχμαλώτων ἐλευθερωτής, καὶ τῶν πτωχῶν ὑπερασπιστής, ἀσθενούντων ἰατρός, βασιλέων ὑπέρμαχος, Τροπαιοφόρε Μεγαλομάρτυς Γεώργιε, πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Ἕτερον. Ἦχος ὁ αὐτός. Ταχὺ προκατάλαβε.
Ὡς ἥλιος ἔμψυχος, τῇ σῇ ἀθλήσει φανείς, θεσμῷ ἔδυς φύσεως, ἀλλ᾿ ἀνατέλλεις ἐκ γῆς, διὰ τῶν λειψάνων σου, ὅλος λελαμπρυσμένος, τῇ τοῦ Πνεύματος αἴγλῃ, ἐκλάμπων τῇ οἰκουμένῃ, ἰαμάτων ἀκτῖνας, Γεώργιε μεγάλαθλε, πιστῶν ἡ ἀντίληψις.
Θεοτοκίον.
Τὸ ἀπ’ αἰῶνος ἀπόκρυφον...

Ἀπόλυσις.

ΕΝ ΤΩ ΜΕΓΑΛΩ ΕΣΠΕΡΙΝΩ.
Μετὰ τὸν Προοιμιακόν τὸ Μακάριος ἀνήρ. Εἰς δὲ τὸ Κύριε ἐκέκραξα ἱστῶμεν Στίχους η΄ καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια τοῦ Ἁγίου. Ἦχος α´. Τῶν οὐρανίων ταγμάτων.
Φιλομαρτύρων τὰ πλήθη πόθῳ ἀθροίσθητε, καὶ λείψανον τὸ θεῖον, τοῦ στεῤῥοῦ Γεωργίου, προσπτύξασθε σὺν φόβῳ καὶ χαρμονῇ, ἐξ αὐτοῦ κομιζόμενοι, ῥῶσιν ψυχῆς ῥῶσιν σώματος ἀληθῆ, καὶ κακῶν παντοίων λύτρωσιν.

Τῶν μακαρίων οἱ δῆμοι νῦν συναγάλλονται, τῷ πνεύματί σου Μάρτυς, τῷ ἀΰλῳ ἐν πόλῳ, ἡμεῖς δὲ οἱ σοί δοῦλοι τὸ ὑλικόν, σοῦ κατέχοντες λείψανον, ἐπὶ τῆς γῆς ἀγαλλόμεθα ψαλμικώς, σὲ ἐν ὕμνοις μακαρίζοντες.

Ἡ εὐωδία τῶν θείων ὀστῶν σου Ἅγιε, ὑπὲρ νάρδον καὶ κρόκον, καὶ ἀρώματα πάντα, ψυχῆς εὐωδιάζει καὶ τῆς σαρκός, τὰς αἰσθήσεις Γεώργιε· διὸ συνήχθημεν πάντες μνήμῃ τῇ σῇ, εἰς ὀσμὴν σεπτῶν λειψάνων σου.

Ἐν τῇ τοῦ ἔαρος ὤρᾳ πανηγυρίσαντες, τὴν ἄθλησίν σου Μάρτυς, συνηυφράνθημεν πάντες· νῦν δὲ ἐν μετοπώρῳ πανευλαβῶς, σοῦ λειψάνων κατάθεσιν, πανηγυρίζοντες αὔθις πόθῳ πολλῷ, ἐκ καρδίας εὐφραινόμεθα.

Προσόμοια ἕτερα. Ἦχος δ´. Ὡς γενναῖον ἐν Μάρτυσιν.
Τῶν πιστῶν ἅπας σύλλογος, ἐπαξίως ὑμνήσωμεν, τὸν κλεινὸν Γεώργιον καὶ ἀήττητον· ἰδοὺ γάρ σήμερον ἔλαμψεν, αὐτοῦ ἡ σεβάσμιος, καὶ τιμία ἑορτή, τὴν λειψάνων κατάθεσιν, αὐτοῦ φέρουσα, δι᾿ ὧν κόσμῳ παρέχει τὰς ἰάσεις, καὶ θαυμάτων θεία ῥεῖθρα, τοῖς εὐλαβῶς προσπελάζουσι.

Δεῦτε πάντες ἀντλήσατε, μὴ κενούμενα νάματα, θεοβρύτου χάριτος καὶ χρηστότητος, Πνεύματι θείῳ βλυστάνοντα, ἐκ τῆς θείας λάρνακος , τῶν λειψάνων τῶν σεπτῶν, Γεωργίου τοῦ Μάρτυρος, ἀνακράζοντες· χαῖρε δόξα Χριστοῦ τῆς Ἐκκλησίας, Ἀθλητὰ Τροπαιοφόρε, τῶν εὐσεβῶν ἀγαλλίαμα.

Τὴν ἁγίαν κατάθεσιν, τῶν παντίμων λειψάνων σου, Ἀθλητὰ Γεώργιε ἑορτάζοντες, χάριτος θείας πληρούμεθα, ὀσμὴν δὲ οὐράνιον, προϊοῦσαν ἐξ αὐτῶν, μυστικῶς κομιζόμεθα, μεγαλύνοντες, τὰς μεγάλας σοῦ Μάρτυς ἀριστείας, καὶ τὰς θείας σοῦ ἐκφάνσεις, τῶν θαυμαστῶν ἀντιλήψεων.

Ὥσπερ θεῖον θησαύρισμα, καὶ πηγὴν ἁγιάσματος, τὴν σορὸν Γεώργιε τῶν λειψάνων σου, ἀπὸ τοῦ τάφου κομίσαντες, εἰς Λύδδαν μετήγαγον, καὶ κατέθεντο αὐτά, εἰς ναὸν τὸν περίβλεπτον, ὃν σοι ἤγειραν· οὗ τὴν μνείαν τελοῦντες ἐτησίως, ἑορτήν σοι φωτοφόρον, ἄγομεν Μάρτυς γηθόμενοι.

Δόξα. Ἦχος πλ. β΄.
Ἐπέφανε σήμερον τῇ οἰκουμένῃ, ἡ πανένδοξος μνήμη τοῦ Γεωργίου, ὡς μῆλον ἐν μετοπώρῳ, εὐφροσύνην καὶ εὐωδίαν πνευματικήν, προξενοῦσα τοῖς φιλεόρτοις· ὡς ἥλιος γὰρ πρῴην δύνας ἐν γῇ, νῦν ὡς ἐξ ἀνατολικοῦ ὁρίζοντος, τοῦ τάφου πάλιν ἀνέτειλε, διὰ τῶν σεπτῶν, καὶ θαυματοβρύτων αὐτοῦ λειψάνων, κροκοειδεῖς ἀκτῖνας ἀφιεῖς, χαρισμάτων ποικίλων, καὶ ὀσμὴν ἐκπέμπων οὐράνιον· δεῦτε οὖν φιλέορτοι πάντες, μετὰ πίστεως τὸ ζωομύριστον σῶμα αὐτοῦ προσκυνήσωμεν, καὶ πρὸς αὐτὸν ἐκβοήσωμεν· Ἀθλοφόρε Χριστοῦ Γεώργιε, δίδου ἡμῖν ψυχῶν τε καὶ σωμάτων τὴν εὐρωστίαν, καὶ πρέσβευε πρὸς Κύριον, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον.
Τίς μὴ μακαρίσει Σε, Παναγία Παρθένε;…

Εἴσοδος, τὸ Φῶς ἱλαρόν, τὸ Προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα.
Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα (Κεφ. 43, 9-14).
Τάδε λέγει Κύριος· Πάντα τὰ ἔθνη συνήχθησαν ἅμα καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. Τὶς ἀναγγελεῖ ταῦτα ἐν αὐτοῖς; ἢ τὰ ἐξ ἀρχῆς, τὶς ἀκουστὰ ποιήσει ἡμῖν; Ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν, καὶ δικαιωθήτωσαν. Καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς Κύριος ὁ Θεός, καὶ ὁ παῖς, ὃν ἐξελεξάμην, ἵνα γνῶτε καὶ πιστεύσητε, καὶ συνῆτε, ὅτι ἐγὼ εἰμι. Ἒμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεός, καὶ μετ ἐμὲ οὐκ ἔσται. Ἐγὼ εἰμι ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα, καὶ οὐκ ἦν ἐν ἡμῖν ἀλλότριος. Ὑμεῖς ἐμοὶ μάρτυρες, καὶ ἐγὼ Κύριος ὁ Θεός, ὅτι ἀπ' ἀρχῆς ἐγὼ εἰμι, καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος. Ποιήσω, καὶ τὶς ἀποστρέψει αὐτό; Οὕτω λέγει Κύριος ὁ Θεός, ὁ λυτρούμενος ἡμᾶς, ὁ Ἅγιος Ἰσραήλ.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. 3, 1-9).
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι. Καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ' ἡμῶν πορεία σύντριμμα, οἱ δὲ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται, ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τούς αἰῶνας, οἱ πεποιθότες ἐπ' αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. 5, 15-23 & 6, 1-3).
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου, ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν, τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα, δικαιοσύνην, καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα, ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας, πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ' αὐτῶν ὕδωρ θαλάσσης, ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν, Βασιλεῖς, καὶ σύνετε, μάθετε, δικασταὶ περάτων γῆς, ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν, ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.

Εἰς τήν Λιτήν, Ἰδιόμελα. Ἦχος α΄.
Ὁ λαμπρὸς ἀριστεὺς τῆς Τριάδος Γεώργιος, τῶν Ἀθλοφόρων ἡ δόξα, καὶ πάντων τῶν Ὀρθοδόξων, ὁ φύλαξ καὶ τὸ καύχημα· πρότερον ἐν τῇ Δύσει ἀθλήσας, ὅλον τὸν κόσμον εὔφρανε· μεταβὰς δὲ εἰς τὸ φίλον ἔδαφος τῆς Ἀνατολῆς, πάλιν ἐπέστη ἡμῖν σήμερον, ὡς ἰατρὸς οὐράνιος, διὰ τῆς τῶν λειψάνων αὐτοῦ καταθέσεως, δωρεὰν θεραπεύων, τὰ τῆς ψυχῆς καὶ τοῦ σώματος πάθη, καὶ τὸν Σωτῆρα δυσωπῶν, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Ὁ αὐτός.
Ἀθλοφόρε Γεώργιε, σὺ κατὰ τὸ σωτήριον λόγιον, ὡς κόκκος σίτου πεσὼν εἰς τὴν γῆν, διὰ τῆς μαρτυρικής σου τελειώσεως, καὶ καταλλήλως τῇ σῇ κλήσει γεωργηθείς, ὑπὸ τῆς ἐν σοί οἰκούσης τοῦ Θεοῦ χάριτος, ὡς στάχυς ὡραῖος, σήμερον πολυχοῦν τὸν καρπὸν ἀποδέδωκας, διὰ τῆς ἐκ τάφου ἀνακομιδῆς, τῶν ἱερῶν σοῦ λειψάνων ἐξ ὧν χάριτος ἀναβρύεις, καὶ ἰάματα παρέχεις, τοῖς προσκυνοῦσιν αὐτὰ ἐν πίστει, διὸ καὶ ἡμῖν τοῖς τιμῶσί σε, αἴτησαι εἰρήνην, καὶ τὸ μέγα ἔλεος.

Ἦχος πλ. β'.
Ἀξίως τοῦ ὀνόματος, ἐπολιτεύσω στρατιῶτα Γεώργιε· τὸν Σταυρὸν γὰρ τοῦ Χριστοῦ, ἐπ' ὤμων ἀράμενος, τὴν ἐκ διαβολικῆς πλάνης, χερσωθεῖσαν γῆν ἐκαλλιέργησας, καὶ τὴν ἀκανθώδη θρησκείαν τῶν εἰδώλων ἐκριζώσας, τῆς Ὀρθοδόξου πίστεως κλῆμα κατεφύτευσας· ὅθεν βλυστάνεις ἰάματα, τοῖς ἐν πάσῃ τῇ οἰκουμένῃ πιστοῖς καὶ Τριάδος γεωργός, δίκαιος ἀνεδείχθης· πρέσβευε δεόμεθα, ὑπὲρ εἰρήνης τοῦ κόσμου, καὶ σωτηρίας τῶν ψυχῶν ἡμῶν.

Ἦχος πλ. δ΄.
Χαίροις ἐν Κυρίῳ, πανένδοξε Μάρτυς, Τροπαιοφόρε Γεώργιε, ὅτι πάσας τὰς ἐντολὰς τοῦ Χριστοῦ, καλῶς ἐπλήρωσας, καὶ Θεὸν ἀληθινόν, ἐνώπιον τυράννων, Αὐτὸν ἐκήρυξας, ὑπὲρ Αὐτοῦ τὸ σῶμά σου, προθύμως δοὺς εἰς θάνατον. Οὗ τὴν ἐκ τάφου ἀνακόμισιν ἑορτάζοντες, μυρίων ἀγαθῶν θησαυρὸν κομιζόμεθα, παρὰ Χριστοῦ τοῦ σὲ δοξάσαντος, δυνάμεσι θαυμάτων, ἐν πάσῃ τῇ οἰκουμένῃ. Αὐτὸν ἱκέτευε δεόμεθα, Ἀθλητὰ μεγάλαθλε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Ὁ αὐτός.
Δεῦτε ἅπαντα τὰ πλήθη τῶν Ὀρθοδόξων, μετ᾿ εὐλαβείας, τοῖς τοῦ Γεωργίου λειψάνοις προσπέσωμεν, καὶ νοερῶς αὐτὰ περιπτυξώμεθα· ἵνα καὶ τὴν ἐκεῖ ἐνοικοῦσαν, χάριν θείαν ἐπισπασώμεθα· Μαρτύρων γάρ, οὐ τὰ λείψανα μόνον, ἀλλὰ καὶ αὐταὶ αἱ θῆκαι, πνευματικῆς εἰσι πεπληρωμέναι χάριτος· λιμένες ἐν πειρασμοῖς ἀσφαλεῖς πηγαὶ θαυμάτων διηνεκεῖς· καὶ θησαυροὶ εὐεργεσίας ἀνάλωτοι, πάντοτε κενούμενοι, καὶ μηδέποτε μειούμενοι· τοιαύτη γὰρ τῶν πνευματικῶν πραγμάτων ἡ φύσις· αὔξεται τῇ διανομῇ καὶ πλείων τῇ μεταδόσει γίνεται. Πρὸς αὐτὸν δὲ ὁλοψύχως βοήσωμεν· Ἀθλητὰ τοῦ Χριστοῦ μυριόνικε, πρέσβευε ἐκτενῶς, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Δόξα. Ὁ αὐτός.
Τίς λαλήσει τὰς ἀριστείας σου σοφέ; ἤ τίς ἐξαριθμήσει, τῶν θαυμάτων σου τὰ πλήθη; Πολλὰς γὰρ τὰς βασάνους ἐνεγκών, τὴν κεφαλὴν ἀπετμήθης Γεώργιε· καὶ τὸ μὲν πνεῦμά σου εἰς οὐρανοὺς ἀναδραμόν, τῷ Δεσποτικῷ θρόνῳ ἐν δόξῃ παρίσταται· τὸ δὲ σῶμά σου τὸ τίμιον, ὑπερβαλλόντως δοξασθὲν παρὰ Θεοῦ, ἐν γῆ ἐντίμως τέθαπται, βρύον τοῖς πιστοῖς τὰ ἰάματα· οὗ τὴν θείαν μετακόμισιν, καὶ τὴν πρὸς τὸν ναόν σου νῦν κατάθεσιν, σὺν τῇ καθιερώσει τοῦ αὐτοῦ σου ναοῦ, ἑορτάζοντες οἱ δοῦλοί σου κράζομεν· Ἀθλητὰ Τροπαιοφόρε Γεώργιε, σῶζε ἡμᾶς ταῖς πρεσβείαις σου.

Καὶ νῦν. Θεοτοκίον.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου...

Εἰς τόν Στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Χαίρων αὐτοκινήτοις ὁρμαῖς, πρὸς τοὺς ἀγῶνας ἀνδρικῶς προσεχώρησας, καὶ πᾶσαν ἐκπλήξας φρένα, τῇ καρτερίᾳ τῇ σῇ, τῶν τυράννων θράση κατεπάτησας, λαμπράν πρὸς Ἀγγέλων, διαγωγὴν μεταβέβηκας, περιχορεύων, σὺν αὐτοῖς καὶ γηθόμενος, σῴζων πάντοτε, τοὺς πιστῶς σε γεραίροντας, Μάρτυς ἐπιστασίαις σου, παμμάκαρ Γεώργιε, καὶ συμπαθείᾳ πενήτων, τοῖς ὀδυρμοῖς ἐπικλώμενος, Χριστὸν ἱκετεύεις, τὸν παρέχοντα τῷ κόσμῳ τὸ μέγα ἔλεος.

Στίχ. Δίκαιος ὡς φοῖνιξ ἀνθήσει...
Ὅλος χαροποιὸς καὶ τερπνός, ὅλος εὐώδης, ὅλος στίλβων ἐν χάριτι, ἐκ τάφου σήμερον ὤφθης, ὥσπερ νυμφίος φαιδρός, ἐκ παστοῦ ὡραίου ἐξερχόμενος, παμμάκαρ Γεώργιε, διασῴζων τὰ σήμαντρα, ἐν σοῖς λειψάνοις, ἁγιότητος ἅπαντα, τὸ μυρίπνοον, τὸ ὡραῖον τοῦ χρώματος, μάλιστα δὲ τὰ θαύματα, ἃ πᾶσι τοῖς κάμνουσι, ποταμηδὸν ἀναβλύζεις, πάθη ποικίλα ἰώμενος. Χριστὸν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.

Στίχ. Τοῖς ·Ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ...
Μέγα τὸ κλέος ὄντως ἐστίν, ὁ ἐκ Κυρίου Ἀθλοφόρε ἀπείληφας, δι᾿ ἔργον σῆς μαρτυρίας καὶ γὰρ ὡς γίγας ταχύς, διατρέχεις πᾶσαν τὴν ὑφήλιον, νοσοῦντας ἰώμενος, αἰχμαλώτους ῥυόμενος, τοὺς ἐν ποικίλοις, πειρασμοῖς ἐκλυτρούμενος, καὶ τοῖς θαύμασι, πᾶσι πάντα γενόμενος! Ὅθεν, ὡς ἀντιλήπτορα, θερμὸν ἅπας κόσμος σε, καὶ εὐεργέτην κηρύττει, μυρίαις γλώσσαις Γεώργιε. Χριστὸν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.

Δόξα. Ἦχος πλ. α΄.
Σαλπίσωμεν ἐν σάλπιγγι ᾀσμάτων, σκιρτήσωμεν τῷ πνεύματι, καὶ κροτήσωμεν εὐφραινόμενοι, ἐν τῇ πανδήμῳ πανηγύρει, τοῦ Ἀθλοφόρου Χριστοῦ. Στρατηγοὶ καὶ Ἄρχοντες συντρεχέτωσαν, καὶ τὸν ἀπτοήτως ἐναθλήσαντα νομίμως, καὶ θαυμάτων χάριν δεξάμενον παρὰ Χριστοῦ, ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς εὐφημείτωσαν. Οἱ ἐν νόσοις τὸν ἰατρόν, οἱ ἐν κινδύνοις τὸν ῥύστην, οἱ ἁμαρτωλοὶ τὸν προστάτην, οἱ πένητες τὸν θησαυρόν, οἱ ἐν θλίψεσι τὴν παραμυθίαν, τὸν λυτρωτὴν οἱ ἐν δουλείᾳ, οἱ ἐν πολέμῳ τὸν Στρατηλάτην, οἱ πάντες τὸν πανταχοῦ θερμῶς προφθάνοντα, μέγιστον Ἀθλοφόρον, ἐγκωμιάζοντες οὕτως εἴπωμεν· Πανάγιε Γεώργιε, πρόφθασον ἐξελοῦ ἡμᾶς, τῆς ἐνεστώσης ἀνάγκης, καὶ σῶσον τὴν ποίμνην σου, ταῖς ἱκεσίαις σου.

Καὶ νῦν. Θεοτοκίον.
Σαλπίσωμεν ἐν σάλπιγγι ᾀσμάτων· προκύψασα γὰρ ἄνωθεν, ἡ Παντάνασσα Μητροπάρθενος, ταῖς εὐλογίαις καταστέφει, τοὺς ἀνυμνοῦντας Αὐτήν. Βασιλεῖς καὶ ἄρχοντες συντρεχέτωσαν, καὶ τὴν Βασιλίδα κροτείτωσαν ἐν ὕμνοις, Βασιλέα τέξασαν, τοὺς θανάτῳ κρατουμένους πρίν, ἀπολῦσαι φιλανθρώπως εὐδοκήσαντα. Ποιμένες καὶ Διδάσκαλοι, τήν τοῦ καλοῦ Ποιμένος ὑπέραγνον Μητέρα, συνελθόντες εὐφημήσωμεν. Τὴν λυχνίαν τὴν χρυσαυγή, τὴν φωτοφόρον νεφέλην, τὴν τῶν οὐρανῶν πλατυτέραν, τὴν ἔμψυχόν τε κιβωτόν, τὸν πυρίμορφον τοῦ Δεσπότου θρόνον, τὴν μανναδόχον χρυσέαν στάμνον, τὴν κεκλεισμένην τοῦ Λόγου πύλην, ἁπάντων Χριστιανῶν τὸ καταφύγιον, ᾄσμασι θεηγόροις, ἐγκωμιάζοντες οὕτως εἴπωμεν· Παλάτιον τοῦ Λόγου, ἀξίωσον τοὺς ταπεινοὺς ἡμᾶς, τῆς οὐρανῶν βασιλείας· οὐδὲν γὰρ ἀδύνατον τῇ μεσιτείᾳ Σου.

Νῦν ἀπολύεις, τὸ Τρισάγιον, Ἀπολυτίκιον. Ἦχος δ΄.
Ὡς τῶν αἰχμαλώτων ἐλευθερωτής, καὶ τῶν πτωχῶν ὑπερασπιστής, ἀσθενούντων ἰατρός, βασιλέων ὑπέρμαχος, Τροπαιοφόρε Μεγαλομάρτυς Γεώργιε, πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Ἕτερον. Ἦχος ὁ αὐτός. Ταχὺ προκατάλαβε.
Ὡς ἥλιος ἔμψυχος, τῇ σῇ ἀθλήσει φανείς, θεσμῷ ἔδυς φύσεως, ἀλλ᾿ ἀνατέλλεις ἐκ γῆς, διὰ τῶν λειψάνων σου, ὅλος λελαμπρυσμένος, τῇ τοῦ Πνεύματος αἴγλῃ, ἐκλάμπων τῇ οἰκουμένῃ, ἰαμάτων ἀκτῖνας, Γεώργιε μεγάλαθλε, πιστῶν ἡ ἀντίληψις.
Θεοτοκίον.
Τὸ ἀπ’ αἰῶνος ἀπόκρυφον...

Ἀπόλυσις.

ΟΡΘΡΟΣ
Μετὰ τὴν α΄ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου, Σωτήρ.
Ὁ μέγας ἀριστεύς, καὶ γενναῖος ἀδάμας, Γεώργιος ἡμᾶς, συγκαλεῖ εὐφημῆσαι, αὐτοῦ τὴν θείαν ἄθλησιν, καὶ τὴν αὖθις ἀνάδειξιν, τὴν ἐκ μνήματος, τῶν αὐτοῦ θείων λειψάνων, ἐξ ὧν ἅπασι, ψυχῶν ὅμου καὶ σωμάτων, πηγάζει τὴν ἴασιν.
Δόξα. Ὅμοιον.
Τελοῦντες τὴν σεπτήν, κομιδὴν ἐκ τοῦ τάφου, Γεώργιε σοφέ, τοῦ σεπτοῦ σώματός σου, αὐτοῦ τὴν κατάθεσιν, εὐλαβῶς ἑορτάζομεν, ἥν ἐποίησαν, ἐν τῷ τῇ Λύδδῃ ναῷ σου, τῶν χαρίτων σου, τὰς δωρεὰς ἀοράτως, λαμβάνοντες Ἅγιε.
Καὶ νῦν. Θεοτοκίον.
Παράλαβε Ἁγνή, Θεοτόκε Παρθένε, τὸν θεῖον Ἀθλητήν, καὶ ἡμῶν τὸν προστάτην, Γεώργιον τὸν ἔνδοξον, καὶ ἀμφότεροι Κύριον, δυσωπήσατε, ἡμῖν βραβεῦσαι εἰρήνην, καὶ ὁμόνοιαν, καὶ ψυχικὴν σωτηρίαν, καὶ βίου διόρθωσιν.

Μετὰ τὴν β΄ Στιχολογίαν, Κάθισμα. Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.
Κατεπλάγησαν σοφέ, πάλαι Ἀγγέλων οἱ χοροί, νῦν δ’ ἐδόξασαν βροτοί, τῶν σῶν λειψάνων τὴν σορόν, ἀνακομίσαντες ταύτην ἐπὶ τὴν πόλιν Λύδδαν· ὅθεν καὶ ἡμεῖς, νῦν γεραίρομεν, ἐν ὕμνοις καὶ ᾠδαῖς, ἀνευφημοῦμέν σε, αἰχμαλοῤῥῦστα μάκαρ δυσωπῶ σε, Μεγαλομάρτυς Γεώργιε· μὴ οὖν ἐλλείπης, καθικετεύων, ὑπὲρ τῶν ἀνυμνούντων σε.
Δόξα. Ἦχος α΄. Τὸν τάφον Σου, Σωτήρ.
Ὡς ἄλλη Σιλωάμ, ὡς στοὰ Σολομῶντος, ἐδείχθης ἀληθῶς, ἡ σορὸς σῶν λειψάνων, κρουνοὺς ἀναβλύζουσα, ἰαμάτων χαρίσματα, τοῖς προστρέχουσι, αὐτῇ Γεώργιε πίστει, καὶ δοξάζουσι, καὶ προσκυνοῦσιν ἐν πόθῳ, τὴν θείαν σου λάρνακα.
Καὶ νῦν. Θεοτοκίον.
Προστάτην πρὸς Θεόν, κεκτημένοι Σε πάντες, προστρέχομεν Σεμνή, τῷ ἁγίῳ ναῷ Σου, αἰτούμενοι βοήθειαν, παρὰ Σοῦ Ἀειπάρθενε· ῥῦσαι οὖν ἡμᾶς, τῆς τῶν δαιμόνων κακίας, καὶ ἐξάρπασον, ἐκ καταδίκης φρικώδους, τοὺς Σὲ μακαρίζοντας.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος δ´. Ἐπεφάνης σήμερον.
Ἐκ τῆς γῆς ἀνέτειλεν, ὡς ἑωσφόρος, τὸ σεπτόν σου λείψανον, διὰ τῆς ἀνακομιδῆς, καθαγιάζον Γεώργιε, τοὺς εὐφημοῦντας αὐτοῦ τὴν κατάθεσιν.
Δόξα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Ἡ μνήμη Γεώργιε, σοῦ ἡ πανέορτος, λειψάνων σου φέρουσα, σεπτὴν κατάθεσιν, ἐπέστη τοῖς πέρασι· πάντες οὖν συνελθόντες, ἐν φαιδρῷ τῷ προσώπῳ, ᾄσμασι θεηγόροις, τὸν Σωτῆρα ὑμνοῦμεν, τὸν σὲ προστάτην ἄριστον, ἡμῖν δωρησάμενον.
Καὶ νῦν. Θεοτοκίον.
Παρθένε Θεόνυμφε, Μῆτερ Ἀπείρανδρε, ἀπαύστως ἱκέτευε, τὸν Σὸν Υἱὸν καὶ Θεόν, οἰκτειρῆσαι τοὺς δούλους Σου, ὅτι μετὰ Θεόν Σε, προστασίαν πλουτοῦμεν, καὶ Σὲ ἀδιαλείπτως, θερμοτάτῃ καρδίᾳ, ἐν ὕμνοις εὐφημοῦντες, πιστῶς μεγαλύνομεν.

Οἱ Ἀναβαθμοί. Τὸ Ἀντίφωνον τοῦ δ΄ ἦχου.
Προκείμενον. Δίκαιος ὡς φοίνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος...
Στίχ. Πεφυτευμένος ἐν οἴκῳ Κυρίου...
Εὐαγγέλιον τό τοῦ Ὄρθρου τῆς 23ης Ἀπριλίου.
Εἶτα ὁ Ν´ Ψαλμός.
Δόξα. Ταῖς τοῦ Ἀθλοφόρου...
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στίχ. Ἐλεῆμων, ἐλέησόν με ὁ Θεός...
Σήμερον ἡ Ἐκκλησία  τοῦ Θεοῦ, ἀγαλλομένη ἑορτάζει, τὴν τῶν σεπτῶν σου λειψάνων ἀνάδειξιν καὶ ἱερὰν αὐτῶν κατάθεσιν, Μεγαλομάρτυς Γεώργιε· φύλαξ γὰρ αὐτῆς καὶ πρόμαχος ὤφθης, καὶ προστάτης θερμότατος. Πρέσβευε οὖν, δεόμεθα Κυρίῳ, πάσης ἀνάγκης καὶ θλίψεως, ἡμᾶς ἀεὶ ῥύεσθαι.

Εἶτα οἱ Κανόνες· τῆς Θεοτόκου μετὰ τῶν Εἱρμῶν εἰς ς΄ καὶ τοῦ Ἁγίου οἱ δύο εἰς η΄.
Κανὼν τῆς Θεοτόκου, οὗ ἡ Ἀκροστιχίς: Αἰνῶν ἀπαρχὰς εἰσάγω σοι Κυρία. Θεοφάνης.
ᾨδὴ α΄. Ἦχος δ´. Ὁ Εἱρμός. Ἀνοίξω τὸ στόμα μου.
Αἰσθήσεων Δέσποινα, διπλῆν πεντάδα συνέτισον, δεκάχορδον ὄργανον, δεῖξον Σῇ χάριτι, τὴν ὑπέρχρονον, Σοφίαν ἡ τεκοῦσα, ἁρμόνιον ὅπως Σοι, ᾄσῳ μελώδημα.

Ἰσχύϊ Πανάμωμε, βουλῆς μεγάλης ὁ Ἄγγελος, ὁ πάντα στησάμενος, ἐκ τοῦ μὴ ὄντος τὸ πρίν, ἐπεδήμησεν, ἐκ Σοῦ δι᾿ εὐσπλαγχνίαν, καὶ σχίσας τὸν κώδικα, λύσιν δεδώρηται.

Νεφέλην Σὲ ἔμψυχον, τοῦ Πατρικοῦ ἀπαυγάσματος, γινώσκομεν Δέσποινα, Ἀνατολὴν τοῦ φωτός, τοῦ φωτίσαντος, ἡμῶν τὴν ἀκοσμίαν, καὶ πάντας ἑλκύσαντος, πρὸς τὰ οὐράνια.

Ὠράθης ἀσύγκριτος, κόσμος τῶν ἄνω Δυνάμεων, καὶ πάσης τῆς κτίσεως, Θεογεννῆτορ Ἁγνή, ἡ θεώσασα, τὴν φύσιν τῶν ἀνθρώπων, καὶ ᾌδην νεκρώσασα, μόνη τῷ τόκῳ Σου.

Κανὼν πρῶτος τοῦ Ἁγίου, οὗ ἡ Ἀκροστιχίς· Τῶν λειψάνων σου τὴν κατάθεσιν πλέκω. Νικόδημου. Ἦχος καὶ Εἱρμὸς ὁ αὐτός.
Τὸν νοῦν ἑλλάμπρυνον, τῇ φωταυγείᾳ τοῦ Πνεύματος, παμμάκαρ Γεώργιε, καὶ πλῆσον χάριτος, νῦν τὸν λόγον μου, ὅπως σου τῶν λειψάνων, τὴν σεπτὴν κατάθεσιν, μέλψω γηθόμενος.

Ὡς ἥλιος πάμφωτος, ὑπὸ γῆν ἔδυς Γεώργιε, διὰ τῆς ἀθλήσεως, τὸ πρῴην ἔνδοξε, νῦν δ’ ἀνέτειλας, αὔθις Τροπαιοφόρε, διὰ τῶν λειψάνων σου, τῆς ἀναδείξεως.

Νέον ἔαρ ἅπασιν, ἐν μετοπώρῳ ἐξέλαμψεν, ἡ μνήμη λειψάνων σου, τῆς καταθέσεως, καὶ ἐνέπλησεν, ἀῤῥήτου εὐωδίας, ψυχὰς τῶν τιμώντων σε, Μάρτυς Γεώργιε.

Θεοτοκίον.
Λυχνία χρυσήλατος, ἐδείχθης μόνη Πανάμωμε, ἑπτὰ λύχνους ἔχουσα, χάριτας Πνεύματος, καὶ λαμπάδιον, Χριστὸν φέρουσα μέσον, καὶ ἕξ καλαμίσκους δέ, τὴν τελειότητα.

Κανὼν δεύτερος, οὗ ἡ ἀκροστιχίς· Αἶνος τῷ σῷ Ἀθλητὰ λειψάνῳ. Γερασίμου. Ἦχος πλ. δ´. Ὑγρὰν διοδεύσας.
Ἀκτῖσι λαμπόμενος θεϊκαῖς, Γεώργιε Μάρτυς, ὡς περίδοξος Ἀθλητής, καταύγασον πάντας τοὺς τιμῶντας, τὴν τοῦ σεπτοῦ σου λειψάνου κατάθεσιν.

Ἰάσεις πηγάζον παντοδαπάς, Γεώργιε Μάρτυς, ἐκομίσθη ἀπὸ τῆς γῆς, τὸ θεῖόν σου σκῆνος ἁγιάζον, τὰς διανοίας ἡμῶν καὶ τὰ σώματα.

Ναόν σοι ἀνήγειραν εὐκλεῆ, τὸ πάλαι τῆς Λύδδης, οἱ οἰκήτορες εὐλαβῶς, ἐν ᾧ σου κατέθεντο τὸ σῶμα, πνευματικὴν ἑορτὴν συγκροτοῦντές σοι.

Θεοτοκίον.
Ὁ πᾶσι τὸ εἶναι παρεσχηκώς, ἀρχὴν ἐκ Σοῦ Κόρη, προσελάβετο χρονικήν, τεχθεὶς ἐξ ἀχράντων Σου αἱμάτων, ὁ τὸν Ἀδὰμ ἀναπλάσας δι᾿ ἔλεος.

ᾨδὴ γ´. Ὁ Εἱρμός. Τοὺς Σοὺς ὑμνολόγους Θεοτόκε.
Νενίκηνται φύσεως οἱ ὅροί, καὶ λέλυνται νόμοι φυσικοί, τῇ ὑπὲρ νοῦν λοχείᾳ Σου, Παρθενομῆτορ Ἄχραντε, ἐκ Σοῦ γὰρ ὁ ἀνείδεος, σαρκὸς τὸ εἶναι προσείληφε.

Ἀμίαντον κλίνην Σολομών Σε, κατεῖδεν ἑξήκοντα σοφοῖς, πυργουμένην Δέσποινα, ἐν ᾗ Θεὸς τὸ πρόσλημμα, ἀνακλιθεὶς προσέλαβε, καὶ τοῖς βροτοῖς προσωμίλησε.

Πορφύραν ἁγνῶν Σου ἐξ αἱμάτων, ὁ Λόγος φορέσας τοῦ Θεοῦ, δίχα τροπῆς καὶ φύρσεως, καὶ τοῦ Ἀδὰμ τὴν γύμνωσιν, καλύψας περιέβαλε, τὴν θεϊκὴν ὡραιότητα.

Ἀστέκτου θεότητος χωρίον, καὶ πόλις ἡ ἔμψυχος Θεοῦ, Σὺ ὤφθης Παναμώμητε, ἐν μεγάλα εἴργασται, τῆς ἀποῤῥήτου γνώσεως, ἃ ἐξ αἰῶνος οὐκ ἤκουσται.

Τοῦ Ἁγίου πρῶτος. Ὁ αὐτός.
Ἐφάνη ὁ τάφος σου Στρατάρχα, Γεώργιε ἤδη ἀνοίγεις, οὐ τάφος λιπὼν ὄσφρησιν, Παράδεισος δὲ εὔχαρις, εὐωδιάζων ἅπαντας, πνευματικαῖς διαδόσεσι.

Ἰδοὺ εὐωδία γλυκύτατη, ἰδοὺ εὐωδία μυστική, ἰδοὺ ὀσμὴ οὐράνιος, τῆς κόνεως ἐξέρχεται, Γεωργίου τοῦ Μάρτυρος· δεῦτε αὐτῆς ἀπολαύσωμεν.

Ψαύσωμεν προσάψωμεν καρδίας, καὶ χείλη καὶ ὄμματα πιστοί, καὶ συνεχῶς φιλήσωμεν, τὰ λείψανα τοῦ Μάρτυρος, χάριν ἀπαρυόμενοι, τὴν ἐξ αὐτῶν ἀναβλύζουσαν.

Θεοτοκίον.
Ἀσπόρως συνέλαβες Παρθένε, ἀκόπως ἐβάστασας Ἁγνή, ἀφθόρως δὲ ἐγέννησας, Θεὸν τὸν Ὑπερούσιον. Ὢ τέρατα παράδοξα! Τίς νοῦς βροτῶν οὐκ ἐξίσταται;

Τοῦ Ἁγίου δεύτερος. Οὐρανίας ἁψῖδος.
Σκεῦος εὔχρηστον θεῖον, τῆς θεϊκῆς χάριτος, καὶ τῆς ὑπὲρ νοῦν εὐωδίας, κατοικητήριον, τὸ σεπτὸν σκῆνός σου, ἀπὸ τοῦ τάφου ἐφάνη, τοῖς πιστοῖς οἰκέταις σου, Μάρτυς Γεώργιε.

Τῶν Μαρτύρων ἡ δόξα, τὸ τῶν πιστῶν στήριγμα, ὁ Τροπαιοφόρος ὑμνείσθω, Μέγας Γεώργιος· πᾶσι παρέχει γάρ, ἐκ τοῦ σεπτοῦ αὐτοῦ σκήνους, ῥῶσιν ἀδαπάνητον, ψυχῆς καὶ σώματος.

Ὡς λειμὼν πανευώδης, ὁ ἱερὸς τάφος σου, ἔπνευσεν ὀσμὴν οὐρανίαν, ὅτε ἠνέωκται, ἔνθα κατέκειτο, δεδοξασμένον ἁγίως, τὸ σεπτόν σου λείψανον, Μάρτυς Γεώργιε.

Θεοτοκίον.
Σαρκωθέντα ἀφράστως, τόν τοῦ παντὸς Κύριον, ἐκ τῶν Σῶν παναγνῶν αἱμάτων, Παρθένε τέτοκας· Ὅν καθικέτευε, κατοικτειρῆσαί με Κόρη, τὸν ἀμέτροις πάθεσιν, ἐξαπολλύμενον.

Κάθισμα. Ἦχος δ´. Κατεπλάγη Ἰωσήφ.
Τὰ ἐγκαίνια τοῦ σοῦ, Μάρτυς, Γεώργιε ναοῦ, ἑορτάζοντες σεπτῶς, καὶ τὴν κατάθεσιν ὁμοῦ, τοῦ παναγίου λειψάνου σου καὶ ἀνάδειξιν, τρυγῶμεν ἐξ αὐτοῦ, χάριν καὶ ἔλεος, καὶ πόνων χαλεπῶν, τὴν ἀπολύτρωσιν, ὑμνολογοῦντες τοὺς θείους ἀγῶνάς σου, καὶ μετὰ πόθου κραυγάζοντες· Χριστὸν δυσώπει, τοὺς σὲ τιμῶντας, σῴζεσθαι πάσης θλίψεως.
Δόξα.
Τοῦ Σταυροῦ τῷ σημείῳ καθοπλισθείς, ἐν αὐτῷ τῶν τυράννων πᾶσαν ἰσχύν, ἀνδρείως κατέβαλες, ὡς τῆς πίστεως πρόμαχος, τὴν ἀθεΐαν πᾶσαν, εἰδώλων διήλεγξας, καὶ τοὺς πιστοὺς θεόφρον, τῇ πίστει ἐστήριξας· ὅθεν ἐπαξίως, τοὺς τῆς νίκης στεφάνους, ἀθλήσας ἀπέλαβες ἐκ χειρὸς τοῦ Κυρίου σου, Ἀθλοφόρε Γεώργιε· πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
Καὶ νῦν. Θεοτοκίον.
Χαριστήριον αἶνον χρεωστικῶς, ὡς ἡ χήρα ἐκείνη δύο λεπτά, προσφέρω Σοι Δέσποινα, ὑπὲρ πασῶν τῶν χαρίτων Σου· Σὺ γὰρ ὤφθης σκέπη, ὁμοῦ καὶ βοήθεια, πειρασμῶν καὶ θλίψεων, ἀεὶ με ἐξαίρουσα· ὅθεν ὡς ἐκ μέσου φλογιζούσης καμίνου, ῥυσθεὶς τῶν θλιβόντων με, ἐκ καρδίας κραυγάζω Σοι, Θεοτόκε βοήθει μοι· πρεσβεύουσα τῷ Σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δοθῆναί μοι· Σὲ γὰρ ἔχω ἐλπίδα, ὁ ἀνάξιος δοῦλός Σου.

ᾨδὴ δ΄. Ὁ Εἱρμός. Ὁ καθήμενος ἐν δόξῃ.
Ῥεῖθρον ζῶν ἀθανασίας, οἷα κρήνη πηγάσασα, τὸ τῆς εὐσπλαγχνίας, νέκταρ τὸ γλυκὺ καὶ χρυσόῤῥειθρον, τοὺς φλεγόμενους ἐν δίψῃ ἡ δροσίζουσα, ὁ Παράδεισος, ὄντως ὁ πάντερπνος Δέσποινα.

Χρυσαυγίζουσαν λυχνίαν, ἑπταφώτοις χαρίσμασι, Σὲ ἐκ παντὸς γένους, Ἥλιος Χριστὸς ἐξελέξατο, καὶ κατελθὼν τῶν ἀδύτων ἐνυμφεύσατο, ἀπειράνδρως, τὴν σάρκα βροτῶν εἰς ἀνάπλασιν.

Συνοχέα ἀποτίκτεις, τοῦ παντὸς τὸν συνάψαντα, εἰς ταυτὸ τὰ ἄκρα, καὶ τὰ διεστῶτα ἑνώσαντα, δι’ ἧς τὰ ἄνω τοῖς κάτω συγχορεύουσι, καὶ δοξάζουσι, πάντα ὡς πρόξενον Δέσποινα.

Ἐργαστήριον τῶν δύο, τῆς ἑνώσεως φύσεων, Σὺ ὑπῆρξας Κόρη, ὑπὲρ νοῦν καὶ λόγον καὶ ἔννοιαν, ἐξ ἧς ὁ πάντων Δεσπότης ἐξυφάνατο, οὐ τροπῇ ἀλλ᾿ ἑνώσει, φορέσας τὴν σάρκωσιν.

Τοῦ Ἁγίου πρῶτος. Ὁ αὐτός.
Νῦν ἡ θεία μὲν ψυχή σου, οὐρανὸν ἔχει οἴκημα, Γεώργιε Μάρτυς, σῶμα δὲ τὸ θεῖον σου Ἅγιε, ἔχει ἀνάκτορον μέγα καὶ περίφημον, ὃν ἀνήγειραν, Ναὸν οἱ Λύδδης οἰκήτορες.

Ὤ γλυκύτατον τοῖς πᾶσι, πρᾶγμα ἅμα καὶ ὄνομα, Γεώργιε Μάρτυς, ὦ ἡδὺ νοός μου μελέτημα, σοῦ τοῖς λειψάνοις ἐκ πόθου νῦν προσφύομαι, καὶ θεώμενος, ταῦτά σε βλέπειν φαντάζομαι.

Νάουσιν ἀθανασίας, ζωομύριστα νάματα, καὶ θαυμάτων ῥεῖθρα, ἐκ τῶν σῶν ὀστέων Γεώργιε, καὶ ἡ σορός σου ὁρᾶται κρήνη ἄφθονος, καταρδεύουσα, τοὺς τηκομένους τοῖς πάθεσι.

Θεοτοκίον.
Σὺ Παρθένε μόνη κλῆσιν, Θεοτόκε ἐπλούτησας, ὥσπερ ὁ Υἱός Σου, τὸ Ἰεχωβὰ τετραγράμματον, τὸ ἀκοινώνητον κτίσει φρικτὸν ὄνομα· καὶ γὰρ τέτοκας, Θεὸν κυρίως Πανάχραντε.

Τοῦ Ἁγίου δεύτερος. Εἰσακήκοα Κύριε.
Ὡς ἠνοίγη ὁ τάφος σου, θείας εὐωδίας πάντες ἐπλήσθησαν, σοῦ Γεώργιε σκήνωμα, εὐλαβείᾳ πλείστῃ ἀνεκόμισαν.

Ἁγιάζεις τὰ πέρατα, τῇ συγκομιδῇ τοῦ θείου λειψάνου σου, Ἐκκλησία δὲ ἀγάλλεται, ἐν τῇ καταθέσει τούτου ἔνδοξε.

Θησαυρὸν ὡς πολύτιμον, ὁ πιστὸς θεράπων σου τὸ σὸν λείψανον, ἐκ τῆς Ῥώμης μετεκόμισεν, εἰς τὴν Παλαιστίνην τῇ κελεύσει σου.

Θεοτοκίον.
Λέων ὥσπερ ὠρύεται, κατ’ ἐμοῦ ὁ δράκων ὁ ἀνθρωπόλεθρος, ἀλλὰ τούτου τῆς μανίας με, Κεχαριτωμένη τάχος λύτρωσαι.

ᾨδὴ ε´. Ὁ Εἱρμός. Ἐξέστη τὰ σύμπαντα.
Ἰσχύς μου καὶ ὕμνησις, ὑπάρχεις Παναμώμητε, ἔρεισμα στεῤῥὸν τῆς ἀληθείας, τῆς εὐκληρίας ἡ ἐπανάκλησις, ἐν ᾗ ἀνατίθημι Σεμνή, πᾶσαν τὴν ἐλπίδα μου, καὶ ζωῆς τὴν ἀπόλαυσιν.

Σκηνὴ χαριτόπλοκος, Σὺ εἰ φύσιν τὴν ἄστεκτον, κρύψασα θεότητος ἐν μήτρᾳ, ἀναλλοιώτως ἐνυποστάσει μία, δι᾿ ἧς σαρκοβόρος ὁ Θεός, πᾶσιν ἀναδέδεικται, καὶ βροτὸς ὑπερούσιος.

Γλυκεῖα Σὺ θάλασσα, ἀλλ᾿ ὅμως ἀδιάβατος, ἄρδην ἡ βυθίσασα τριστάτας, καὶ ἀναβάτας σὺν Φαραῷ νοητῷ, καὶ σώσασα νέον Ἰσραήλ, πόλιν εἰς οὐράνιον, καὶ λιμένα γαλήνιον.

Ὡραίως ὑπέρκεισαι, καὶ θαυμαστῶς ἐν κάλλεσι, νύμφη ᾀσματίζουσά Σοι κράζει, δι᾿ ἧς φοιτήσας ὁ ἐραστὴς τῶν καλῶν, εὐγένισε Δέσποινα βροτῶν, φύσιν καὶ διέσωσεν, ἐκ χειρὸς τοῦ ἀλάστορος.

Τοῦ Ἁγίου πρῶτος. Ὁ αὐτός.
Ὁ Μάρτυς Γεώργιος, ἡμᾶς συνεκαλέσατο, πάλιν ἑορτᾶσαι εὐφροσύνως, σεπτῶν λειψάνων αὐτοῦ κατάθεσιν, καὶ Θεὸν δοξάσαι τὸν αὐτοῦ, ἐν τοῖς θείοις μέλεσι, δοξασθέντα τὸ πρότερον.

Ὑπέρτερος δείκνυται, κατάρας τοῦ Προπάτορος, σήμερον Γεώργιος ὁ Μάρτυς, οὐ γὰρ ἀπῆλθεν εἰς γῆν ὡς γέγραπται, μένει δὲ ἀπρόσιτον φθορᾷ, καὶ μετὰ τὸν θάνατον, τὸ σεπτὸν αὐτοῦ λείψανον.

Τίς μὴ ἐπαινέσει σε; καὶ τίς μὴ μακαρίσει σε; Γεώργιε Μάρτυς τοῦ Κυρίου, ὃν ἡ Ἁγία Τριὰς ἐδόξασε, καὶ παρέσχε χάριν σοι βροτῶν, ἰᾶσθαι νοσήματα, τῇ προσψαύσει σῆς λάρνακος.

Θεοτοκίον.
Ἡ Τριὰς οὐκ ἔλαβε, προσθήκην ὅλως Πάναγνε, μετὰ τὸν φρικώδη τοκετόν Σου· ὁ γὰρ Υἱός Σου Υἱὸς διέμεινε, καὶ μετὰ τὴν σάρκωσιν Θεοῦ, ἐν δυσὶ ταῖς φύσεσι, μίαν φέρων ὑπόστασιν.

Τοῦ Ἁγίου δεύτερος. Ἵνα τί μὲ ἀπώσω.
Ἠγωνίσω ἀνδρείως, οἷα στρατιώτης Χριστοῦ γενναιότατος, καὶ τὴν τῶν εἰδώλων, ἐθριάμβευσας πλάνην Γεώργιε, νῦν δὲ τῶν δαιμόνων, τὰς παρατάξεις ἀφανίζεις, καταθέσει τῶν θείων λειψάνων σου.

Τήν τοῦ Πνεύματος χάριν, ἅπασι παρέχουσα Μάρτυς Γεώργιε, τὴν λαμπρῶς ἐν ταύτῃ, ἐνοικοῦσαν καὶ μενοῦσαν πάντοτε, ἡ τῶν σῶν λειψάνων, σορὸς μυρίπνοος ἐν Λύδδῃ, τῷ σεπτῷ σου ναῷ κατατίθεται.

Ἀρωμάτων ἀΰλων, οἷα μυροθήκην ἀρωματίζουσαν, ὀσμὴν ζωῆς θείας, οἱ τῆς Λύδδης οἰκήτορες Ἅγιε, πάλαι γηθοσύνως, ἐδέξαντο Μεγαλομάρτυς, τὴν σορὸν τῶν ἁγίων λειψάνων σου.

Θεοτοκίον.
Λάμπρυνόν με τῷ φέγγει, Κεχαριτωμένη τῆς Σῆς χρηστότητος, καὶ τῆς ἁμαρτίας, τὸ βαθύτατον σκότος διάλυσον, τὸ κατακαλύπτον, τὴν παναθλίαν μου καρδίαν, ὅτι Σύ μου ἐλπὶς καὶ βοήθεια.

ᾨδὴ ς´. Ὁ Εἱρμός. Τὴν θείαν ταύτην καὶ πάντιμον.
Σοφίαν Λόγον κηρύττομεν, Υἱὸν τὸν τοῦ Πατρὸς προαιώνιον ἐπισκηνώσαντα, οὐσιωδῶς ἐν τῇ μήτρᾳ Σου, καὶ τῇ ἀρίστῃ πλάσει, ἡμᾶς θεώσαντα,

Ὁ στήσας ὄρη τῷ νεύματι, Σὲ ὅρος, νοητὸν καθυπέδειξε, Θεοχαρίτωτε, ταῖς ἀρεταῖς ὃν κατάσκιον, ἐξ οὗ αὐτὸς τὴν σάρκα, κατελαξεύσατο.

Ἰῷ δηχθεῖσα τοῦ ὄφεως, τὸ γένος ἡ Προμήτωρ διώλεσεν, ἐκ Σῆς δὲ Πάναγνε, ἀνερμηνεύτου κυήσεως, θεοῦται πᾶσα φύσις, τρόπῳ βελτίονι.

Κηρύττω βλέπων τὰ θαύματα, τὰ πέραν νοῦ καὶ γνώσεως Πάναγνε, πῶς ὁ ἀχώρητος, ἐν Σοι ἀῤῥεύστως κεχώρηται! πῶς χρηματίζει κτίσμα, ὁ Κτίστης Δέσποινα!

Τοῦ Ἁγίου πρῶτος. Ὁ αὐτός.
Ναὸς Γεωργίου τοῦ Μάρτυρος, σκηνὴ ὡς μαρτυρίου γνωρίζεται, ἐν ᾧ ἀποκεῖται, ὡς κιβωτὸς ἁγιάσματος, ἡ τῶν αὐτοῦ λειψάνων, θήκη πανίερος.

Κυκλοῦσι θείων λειψάνων σου, τὴν λάρνακα τὰ τάγματα ἅπαντα, βροτῶν Ἀγγέλων τε, Μεγαλομάρτυς Γεώργιε, καὶ ἱεροῖς ἐν ὕμνοις, σὲ μακαρίζουσι.

Ἀπὸ τῆς Ῥώμης μετήχθησαν, εἰς γῆν τῆς Παλαιστίνης σὰ λείψανα, ὥσπερ τὸ πρότερον, ἐκ τῆς Αἰγύπτου τὰ λείψανα, τοῦ Ἰωσὴφ εἰς ταύτην, μετεκομίσθησαν.

Θεοτοκίον.
Τοῦ πάντα κόσμον ποιήσαντος, τὸν μέγαν ἐν σμικρῷ κόσμον ἅπαντες, ἀνευφημήσωμεν, τὴν Θεοτόκον ἐν ᾄσμασι, τὸ θαυμαστὸν ἐν πόλῳ, καὶ γῇ τεράστιον.

Τοῦ Ἁγίου δεύτερος. Ἰλάσθητί μοι Σωτήρ.
Ἐξέθωμεν μυστικῶς, προσυπαντῶντες ἐν ᾄσμασι, λειψάνῳ τῷ ἱερῷ, τοῦ Μεγαλομάρτυρος, Γεωργίου σήμερον· ἰδοὺ γὰρ ἐκ Ῥώμης, πρὸς τὴν Λύδδαν συγκομίζεται.

Ἰσχύϊ τῇ θεϊκῇ, τὸ σὸν δεδόξασται λείψανον, πανένδοξε Ἀθλητά, Γεώργιε μέγιστε, καὶ παρέχει ἅπασι, ῥῶσιν καὶ ὑγείαν, καὶ παθῶν τὴν ἀπολύτρωσιν.

Ψυχήν σου μὲν τὴν σεπτήν, Ἀγγέλων τάξεις ἐδέξαντο, καὶ σῶμα τὸ εὐαγές, ἡ Λύδδα ἐπλούτησεν, οὗπερ τὴν κατάθεσιν, ἄγοντες ὑμνοῦμεν, τοὺς ἀγῶνάς σου Γεώργιε.

Θεοτοκίον.
Ἀφράστως τὸν Ποιητήν, τῶν ὅλων Πάναγνε τέτοκας, λυτρούμενον τῆς ἄρας, Ἀδὰμ τὸν Προπάτορα· διὸ κἀμὲ λύτρωσαι, ἐκ παθῶν δουλείας, καὶ μανίας τῆς τοῦ ὄφεως,

Κοντάκιον. Ἦχος πλ. δ´. Τῇ ὑπερμάχῳ.
Τῇ ὑπερμάχῳ καὶ ταχείᾳ ἀντιλήψει σου, προσπεφευγότες οἱ πιστοὶ καθικετεύομεν, λυτρωθῆναι διά σοῦ Χριστοῦ Ἀθλοφόρε, τῶν σκανδάλων τοῦ ἐχθροῦ καὶ πάσης θλίψεως, καὶ παντοίων συμφορῶν καὶ περιστάσεων, τοὺς βοῶντάς σοι· Χαίροις Μάρτυς Γεώργιε.
Ὁ Οἶκος.
Μέγας ἐν προστασίαις, ἐπὶ γῆς ἀνεδείχθης, Γεώργιε Χριστοῦ Ἀθλοφόρε· τὸν γὰρ πιστὸν λαὸν εἰσαεί, περισκέπων σῴζεις ἐκ πάσης θλίψεως· διό σου τὴν ἀντίληψιν, κηρύττοντες ἀναβοῶμεν
Χαῖρε, ὁ ἥλιος ἐν τοῖς ἄστροις·
χαῖρε, ὁ μέγιστος ἐν τοῖς ἄθλοις.
Χαῖρε, αἰχμαλώτων ταχεῖα ἐκλύτρωσις·
χαῖρε, τῶν πασχόντων ὀξεῖα ἀντίληψις.
Χαῖρε, ὕψος τῶν ἐκ πίστεως προστρεχόντων σοι θερμῶς·
χαῖρε, πλοῦτος τῶν ποθούντων σε καὶ ἐν πᾶσι βοηθός.
Χαῖρε, ὅτι ὑπάρχεις βασιλέων τὸ τεῖχος·
χαῖρε, ὅτι παρέχεις ἐν πολέμοις τὸ νῖκος.
Χαῖρε, ἀστὴρ φωτίζων τοὺς πλέοντας·
χαῖρε , πρηστὴρ φλογίζων τοὺς δαίμονας.
Χαῖρε, εἰς ὃν πᾶς πιστὸς καταφεύγει·
χαῖρε, πρὸς ὃν πᾶσα γλῶσσα κραυγάζει.
Χαίροις, Μάρτυς Γεώργιε.

Συναξάριον.
Τῇ Γ´ τοῦ αὐτοῦ μηνός ἑορτάζομεν τὰ ἐγκαίνια τοῦ ναοῦ τοῦ ἁγίου Μεγαλομάρτυρος Γεωργίου ἐν Λύδδῃ, ἤτοι τὴν κατάθεσιν τοῦ ἁγίου σώματος αὐτοῦ.
Στίχοι·
Ναοῦ τά ἐγκαίνια, Μάρτυς, και θέσιν
τῶν λειψάνων σου νῦν γεραίρει ἡ κτίσις.
Ταῖς αὐτοῦ ἁγίαις πρεσβείαις, Χριστέ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ´. Ὁ Εἱρμός. Οὐκ ἐλάτρευσαν.
Ὑπερίπταται, τὸ ξένον τῆς λοχείας Σου, πᾶσαν διάνοιαν· σωματικῶς γὰρ γραφεῖς, ὁ φύσει ἀπρόσιτος, καὶ ἀπερίγραπτος, καθυπέγραψε, βίβλῳ ζωῆς τοὺς δούλους Σου, Παναγία Θεοτόκε.

Ῥητορεύσεις, Προφητόφθεγκτοι πεπλήρωνται, ἐν Σοί Θεόνυμφε· τὸν γὰρ κοσμήτορα Σύ, τοῦ κόσμου γεννήσασα, πάντας ἐκόσμησας, καὶ ἐφώτισας, Εὐλογημένη Πάναγνε, τῶν βροτῶν ἡ σωτηρία.

Ἰσοδύναμον, Πατρί τε καὶ τῷ Πνεύματι, Λόγον ἐκύησας, τὸν ἐν δυσὶν Ἀγαθή, οὐσίαις ὑπάρξαντα, μίαν ὑπόστασιν, Ὑπερύμνητε, Εὐλογημένη Δέσποινα, τῶν βροτῶν ἡ σωτηρία.

Ἀθεώρητον, βυθὸν κατανοοῦμέν Σε, καὶ ὕψος ἄῤῥητον, Παρθενομῆτορ βροτῶν, τὴν φύσιν ὑψώσασα, τῷ θείῳ τόκῳ Σου, Ὑπερύμνητε, Εὐλογημένη Δέσποινα, τῶν βροτῶν ἡ σωτηρία.

Τοῦ Ἁγίου πρῶτος. Ὁ αὐτός.
Ἀναστάσεως, μελλούσης τὴν λαμπρότητα, τῆς σῆς Γεώργιε, ἐξεικονίζει σαφῶς, ἡ νῦν τῶν λειψάνων σου, σεπτὴ ἀνάδειξις, ἥτις γέγονε, περιφανὴς καὶ ἔνδοξος, καὶ λαμπρᾶς αἰτία μνήμης·

Θαῦμα μέγιστον, ὁρᾶται καὶ παράδοξον! πῶς τὰ ὀστέα σου, ὄντα ξηρὰ καὶ γυμνά, ἰάσεις Γεώργιε, βλύζουσι πάντοτε; θείας χάριτος ὄντως τὸ ἔργον πέφυκεν, ἀλλ᾿ οὐ φύσεως θνῃσκούσης.

Ἐπληρώθησαν, ἀτμῶν εὐόσμων ἔνδοξε, αἱ ἀτμόσφαιραι ὁμοῦ, ἡ νοητὴ αἰσθητή, ὅτε ἠνεῴχθη σου, ὁ τάφος σήμερον, καὶ οἱ δαίμονες, ὡς σαρκοβόρα ὄρνεα, ἀπηλάθησαν αὐτίκα.

Θεοτοκίον.
Σοῦ Πανύμνητε, τῆς μεσιτείας ἄνευθεν, οὐδεὶς ἀνθρώπων ποτέ, ἔχει ἐλθεῖν πρὸς Θεόν· Σὺ γὰρ μόνη γέγονας, καινὸν μεθόριος κτίστης φύσεως, καὶ τῆς ἀκτίστου Πάναγνε· ὢ πραγμάτων παραδόξων !

Τοῦ Ἁγίου δεύτερος. Παῖδες Ἑβραίων.
Νόμῳ μὲν φύσεως θνῃσκούσης, τὸ σὸν λείψανον ἐν τάφῳ κατετέθη, ἀλλ᾿ ἐν τούτῳ σοφέ, λαμπρῶς ἐμεγαλύνθη, Γεώργιε μεγάλαθλε, δωρεὰ τοῦ Παρακλήτου.

Ὤφθης ἐν πᾶσι τροπαιοῦχος, καταπλήξας σοῦ τοῖς ἄθλοις πᾶσαν φρένα· νῦν δὲ πλήττεις σφοδρῶς, καὶ ἰσχυρῶς ἐλαύνεις, δαιμονικὴν ἐπήρειαν, τῷ ἁγίῳ σου λειψάνῳ.

Γέγονε πρόξενος τρισμάκαρ, ἡ κατάθεσις τοῦ θείου σώματός σου, ἑορτῆς ἱερᾶς, Χριστοῦ τῇ Ἐκκλησίᾳ· ἐν ᾗ σὲ μακαρίζομεν, Ἀθλητὰ Τροπαιοφόρε.

Θεοτοκίον.
Ἔλαμψε Κόρη ἐκ γαστρός Σου, ὕλῃ σώματος ὁ Ἥλιος τῆς δόξης· οὗ τῷ θείῳ φωτί, καταύγασον τὸν νοῦν μου, καὶ σῶσόν με Πανάχραντε, τὸν ἐν σκότει ἁμαρτίας.

ᾨδὴ η΄. Ὁ Εἱρμός. Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ.
Θεῖος θησαυρὸς πάσης ἁγνείας, καὶ σκήνωμα παρθενίας θεοχάρακτον, ὤφθης Θεονύμφευτε, κρίνον εὐωδέστατον τοῦ Φυτουργοῦ τῆς κτίσεως καὶ θεῖον τέμενος· διό Σε τὴν Παρθένον ὑμνοῦμεν, καὶ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

Ἔφερες τὸ πῦρ ὥσπερ ἡ βάτος, ἐν μήτρᾳ ἀφλέκτως τῆς θεότητος, λύουσα Πανάμωμε, Εὔας τήν ἀπότισιν, καὶ ὀφειλὴν Πανύμνητε τῷ θείῳ τόκῳ Σου· διό Σε τὴν Παρθένον ὑμνοῦμεν, καὶ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

Ὅλον με ἀνείληφεν ἀῤῥεύστως, ἀτρέπτως καὶ ἀσυγχύτως καθ᾿ ὑπόστασιν, Λόγος ὁ παντέλειος, ὅλον με ἐθέωσε, τῇ συναφείᾳ Δέσποινα ὅλως τῇ κρείττονι· διὸ Σὲ τὴν Παρθένον ὑμνοῦμεν, καὶ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

Φύσεως φοιτήσας ὁ τεχνίτης, ἐξ ὄρους τῆς Ἀνυμφεύτου Θεομήτορος, βρέφος ὑπομάζιον, χερσὶ καθορᾶται νῦν, ταῖς μητρικαῖς φερόμενον καὶ πάντας ἤγειρε, Μητέρα τὴν Αὐτοῦ ἀνυμνῆσαι, καὶ δοξολογῆσαι, ὡς μόνην Θεοτόκον.

Τοῦ Ἁγίου πρῶτος. Ὁ αὐτός.
Ἵνα σου ὁ Κύριος γνωρίσῃ, τὴν δόξαν ἥν ἔλαβες Γεώργιε, ἐν οὐρανῷ ἅπασι, καὶ τὴν παῤῥησίαν σου, τὴν πρὸς Αὐτὸν ἀνέδειξε τὸ θεῖον σῶμά σου, ἀδάπανον ἐν γῇ ἰατρεῖον, ψυχῶν καὶ σωμάτων, παντοίων παθημάτων.

Νέος οὐρανός μοι καθορᾶται, Ναὸς ὁ ἐν Λύδδῃ σου Γεώργιε, ἐν ᾧ εἰσερχόμενος, βλέπω ὥσπερ ἥλιον, κροκοειδῆ λαμπρότατον τὸ θεῖον σῶμά σου, εἰκόνα σου καθάπερ σελήνην, καὶ ὡς φαιδρὰ ἄστρα, τὰ θαύματά σου Μάρτυς.

Πάλιν ὁ Γεώργιος ἐλέγχει, πάλιν στηλιτεύει ἀθεότητα, τῶν εἰδώλων ἅπασαν, ἐκ γῆς φανερούμενος, θανὼν γὰρ οὐκ ἀπέθανεν, ἀλλὰ ζῇ πάντοτε, φθεγγόμενος καὶ ζῶν παραδόξως, δίκαιοι γὰρ ζῶσιν, εἰς ἅπαντα αἰῶνα.

Θεοτοκίον.
Λάμπων Γαβριὴλ ὁ θεῖος Νόος, λαμπρότητι ἀρχαγγελικῆ Θεόνυμφε, σοῦ τῇ ὑπὲρ Ἄγγελον, ἁγνείας λαμπρότητι, ἀντελλαμφθείς νενίκηται σὲ ἀσπαζόμενος, καὶ γέγονε βραχὺ ὥσπερ ἄστρον, κρυβὲν τῇ ἐλλάμψει, ἀνίσχοντος ἡλίου.

Τοῦ Ἁγίου δεύτερος. Τὸν ἐν ὄρει ἁγίῳ.
Ῥωμαλέως ἀντέστης τοῖς τυράννοις, καὶ καθεῖλες αὐτῶν, τὸ ἐπηρμένον κράτος· διὸ καὶ νῦν κατάβαλε Γεώργιε, τὴν ἐν τῇ σαρκί μου, ζῶσαν ἁμαρτίαν, τῇ σῇ ἐπιστασίᾳ.

Ἀθανάτου ζωῆς τὰς λαμπηδόνας, διαυγάζει ἡμῖν, ἐν μυστικῇ ἐκφάνσει, τὸ ἱερόν σου λείψανον Γεώργιε· οὗ πὲρ τὴν ἐκ τάφου, πίστει ἀνυμνοῦμεν, ἀνάδειξιν ἁγίαν.

Συντριβέντα ἐχθροῦ τῇ κακουργίᾳ, καὶ ἀφρόνως αὐτῷ, ἀεὶ ἀκολουθοῦντα, συνέτισόν με ἔνδοξε Γεώργιε, καὶ τῆς ἁμαρτίας, λῦσόν μου τὸ βάρος, ὡς θεῖός μου προστάτης.

Θεοτοκίον.
Ἰατῆρα τοῦ κόσμου καὶ Σωτῆρα, τὸν τῶν ὅλων Θεόν, τεκοῦσα. Θεοτόκε, τὴν ἀσθενοῦσαν ἴασαι καρδίαν μου· καὶ πρὸς σωτηρίας, ἴθυνόν μὲ τρῖβον, ἐκ πλάνης ἀνοδίας.

ᾨδὴ θ´. Ὁ Εἱρμός. Ἅπας γηγενής.
Ἅρμα φωτεινόν, τοῦ Λόγου ὑπάρχουσα, ἅρμα πυρίμορφον, ἅρμα πολυώνυμον, ἀΰλων Νοῶν ἅρμα ἀσύγκριτον, τοῦ θεϊκοῦ στηρίγματος ἅρμα χρυσόπλοκον, τοῦ Υἱοῦ Σου, ἅρμα με ἀνάδειξον, ἀπαθείᾳ νοὸς Θεονύμφευτε.

Νέον οὐρανόν, ὁ πάντων ἐπέκεινα Σὲ κατεσκεύασεν, οὐρανῶν ἀνώτερον, καὶ πάσας πόλου Δυνάμεις ἔλαθε, καὶ κατελθὼν ἐνῴκησεν ὅλος ἐν μήτρᾳ Σου, ἀποῤῥήτως, μὴ ἐκστὰς Θεόνυμφε, τῆς Πατρῴας μονῆς ἡ τῆς φύσεως.

Ἥλιος φαιδρός, ἐφίλησε Δέσποινα Σοῦ τὸ ἀμόλυντον, καὶ κατενυμφεύσατο, ἀῤῥήτῳ Λόγῳ εἰς ἀναζώωσιν, τῆς τεθνηκυίας φύσεως· ὅθεν ἐκ πόθου Σε, εὐφημοῦμεν, πίστει καὶ γεραίρομεν, θεϊκῆς ὡς αἰτίαν μεθέξεως.

Στῆσον τῶν παθῶν, τὸν σάλον Πανάμωμε ἐκ τῆς καρδίας μου, παῦσον τὰ σκιρτήματα, τὰ τῆς σαρκός μου τὸν νοῦν ἐδραίωσον, πρὸς θεωρίαν ἄϋλον, καὶ λογισμῶν τὰς ὁρμάς, τὰς ἀτάκτους, τρέψον πρὸς ἀπάθειαν, καὶ μελλούσης ζωῆς καταξίωσον.

Τοῦ Ἁγίου πρῶτος. Ὁ αὐτός.
Ἔχεις παρ᾿ ἡμῶν, τὸ βραχὺ ἐφύμνιον τοῦτο Γεώργιε, ὡς εὐχαριστήριον, δῶρον ἀνθ᾿ ὧνπερ τρέφεις ἑκάστοτε, θάλπεις φυλάττεις πάντοτε ἡμᾶς πρεσβείαις σου, ἐκ παντοίων, κινδύνων καὶ θλίψεων, οὓς ἐνταῦθα συνήγαγες Ἅγιε.

Κόνεως σεπτῆς, τῶν θείων λειψάνων σου Μάρτυς Γεώργιε, ποταμοὶ τετράριθμοι, εἰς τὰ τοῦ κόσμου τέσσαρα πέρατα, ὡς ἐξ Ἐδὲμ προέρχονται καὶ πελαγίζουσιν, ἰαμάτων, ἄφθονα χαρίσματα, καὶ ψυχῶν σωτηρίαν κομίζοντες.

Ὥσπερ τῆς ζωῆς, ἐν μέσῳ πεφύτευται ξύλον Γεώργιε, Παραδείσου πρότερον, οὕτω τὸ σῶμά σου τὸ νεκρόζωον, ἐν μέσῳ τεθησαύρισται τοῦ θειοτάτου ναοῦ, τοῦ ἐν Λύδδῃ, ἐξ οὗ ζωὴν δρέπομεν, καὶ καλῶν παγκαρπίαν ἀθάνατον.

Θεοτοκίον.
Ὕμνοις Σὲ Ἁγνή, τιμῶ τὴν Πανύμνητον, ἥν ἡ ἐγκόσμιος, καὶ ἡ ὑπερκόσμιος, πνοὴ καὶ γλῶσσα πᾶσα γεραίρουσιν, ὡς τὸν Θεὸν γεννήσασαν τὸν Ὑπερύμνητον, Ὅν ὑμνοῦσι, χιλιάδες χίλιαι, μυριάδες τε μύριοι Ἄγγελοι.

Τοῦ Ἁγίου δεύτερος. Κυρίως Θεοτόκον.
Μυρίπνοον ὡς ῥόδον, ἐκ τῆς γῆς ἐφάνη, τὸ εὐκλεές σου Γεώργιε σκήνωμα, ἀρωματίζον ἐν κόσμῳ ζωῆς τὰς χάριτας.

Ὀσμὴν ἀθανασίας, πᾶσιν ἀποπνέει, Μεγαλομάρτυς Γεώργιε ἔνδοξε, τῶν ἱερῶν σου λειψάνων ἡ θήκη Ἅγιε.

Ὑμνύσαντες τοὺς θείους, πρότερόν σου ἄθλους, νῦν δὲ ὑμνοῦμεν τὴν θείαν κατάθεσιν, τῶν σῶν παντίμων λειψάνων ἀγαλλιώμενοι.

Θεοτοκίον.
Ὑψίστου χαῖρε Μῆτερ, Κεχαριτωμένη· χαῖρε Παρθένε ἡμῶν καταφύγιον, χαῖρε κἀμοῦ σωτηρία ἡ ἀκαταίσχυντος.

Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.
Ἰδοὺ πάλιν ἐφέλκεται, πρὸς ἑαυτὴν ἡ εὔσημος, σοῦ ἑορτὴ Ἀθλοφόρε, τῶν φιλοχρίστων τὰ πλήθη, συνήθως ἀξιάγαστε, εὐεργετῆσαι, θέλουσα,  Γεώργιε θεσπέσιε, γενναῖε Μάρτυς Κυρίου, ὀλοθρευτὰ τῶν δαιμόνων.
Ἕτερον. Τοῖς Μαθηταῖς συνέλθωμεν.
Ὡς ἥλιος ἐπέλαμψε, τῶν σεπτῶν σου λειψάνων, ἡ πάντιμος κατάθεσις, γῆς τοῖς πέρασε πᾶσι, Γεώργιε Ἀθλοφόρε, διὸ λύσιν πταισμάτων, δίδου ἡμῖν τοῖς δούλοις σου, Στρατηλάτα Κυρίου τοῖς τὴν λαμπράν, καὶ φωσφόρον μνήμην σου ἐκτελοῦσιν, ἐν θεοκρότοις ᾄσμασι, παναοίδιμε Μάρτυς.
Θεοτοκίον.
Λόγου Θεοῦ Μητέρα Σε, ἀνυμνοῦμεν σὺν πόθῳ, ἐν θεοπνεύστοις ᾄσμασι, Παναγία Παρθένε, οἱ διά Σοῦ σεσωσμένοι· νέμοις οὖν Θεοτόκε, τοῖς ἀναξίοις δούλοις Σου, ἱλασμὸν καὶ εἰρήνην καὶ φωτισμόν· ὅσα γὰρ ἂν θέλῃς δύνασαι Κόρη, ὡς πάντων οὖσα Δέσποινα, προστασία τοῦ κόσμου.

Εἰς τούς Αἴνους. Ἦχος πλ. δ´. Ὢ τοῦ παραδόξου θαύματος!
Δεῦτε συστήματα ἅπαντα, φιλομαρτύρων φαιδρῶς, τῷ γενναίῳ ἐν Μάρτυσι, Γεωργίῳ ᾄσωμεν, θεοκρότητα ᾄσματα, καὶ τῶν λειψάνων αὐτοῦ τὴν λάρνακα, πίστει καὶ πόθῳ καταφιλήσωμεν, καὶ ἐκβοήσωμεν· Ἅγιε Γεώργιε, φρούρει ἡμᾶς, ἐκ παντοίας βλάβης τε, καὶ περιστάσεως.

Θεῖος θησαυρὸς κρυπτόμενος, πολυτελὴς ἐν τῇ γῇ, τὸ πολύαθλον σκῆνός σου, Ἀθλητὰ Γεώργιε, πεφανέρωται σήμερον, τῇ Ἐκκλησίᾳ Χριστοῦ καὶ δείκνυται, βλύζουσα κρήνη ῥεῖθρα ἰάσεων, πᾶσι τοῖς κάμνουσιν, ἐν ποικίλοις πάθεσι, καὶ σοῦ πιστῶς, μνήμην τὴν πανίερον, πανηγυρίζουσι.

Χαίροις εὐσεβείας ἔρεισμα· χαῖρε τῆς ἄνω ζωῆς, κληρονόμε ἀΐδιε· χαῖρε ἐγκαλλώπισμα, τῶν Μαρτύρων καὶ καύχημα· τροπαίων χαῖρε τὸ μέγα τρόπαιον· Τροπαιοφόρος καὶ γὰρ σύ κέκλησαι· χαῖρε ἀντίληψις, τῶν προσκαλουμένων σε, χαῖρε γλυκύ, πρᾶγμά τε καὶ ὄνομα, πιστοῖς Γεώργιε.

Ἄλλον οὐρανὸν κατάστερον, τοῖς θαυμασίοις ὀρῷ, τὸν ναόν σου τὸν ἅγιον, ἐν ᾧ εἰσερχόμενος, ὡς λαμπρότατον ἥλιον, τῷ νοΐ βλέπω τὴν θείαν χάριν σου, καὶ ὡς σελήνην τὸ σὸν ὁμοίωμα. Ὅθεν σου δέομαι, τὴν ψυχήν μου κόσμησον, τὴν σὲ ᾠδαῖς, κοσμοῦσαν καὶ πρέσβευε, Χριστῷ σωθῆναι ἡμᾶς.

Δόξα. Ἦχος δ΄.
Ἡ ἁγιαστικὴ τοῦ Πνεύματος χάρις, διὰ τοῦ μαρτυρίου, ὅλον σε σώματι καὶ ψυχῇ, ναὸν αὐτῆς ἐργασαμένη πανάγιον, καὶ ἐν τῷ χωρισμῷ τούτων, ἀχώριστος αὕτη, ἑκατέρων μεμένηκεν, ὥσπερ οὐδὲ ἐν τῷ τριημέρῳ τοῦ Κυρίου θανάτῳ, τῆς σαρκὸς καὶ τῆς ψυχῆς, ἡ θεότης κεχώρισται. Ὅθεν, τὴν μὲν ψυχήν σου ἐν οὐρανοῖς, μακαρίαν εἰργάσατο, τὸ δὲ σῶμά σου ἐν γῇ, εὐωδίας ἄῤῥητου πηγήν, καὶ θαυμάτων ἀνέδειξεν· οὗ νῦν τὴν κατάθεσιν ἑορτάζοντες, πιστῶς ἐκβοῶμέν σοι, πρέσβευε ὑπὲρ ἡμῶν, Ἀθλητὰ Γεώργιε.

Καὶ νῦν. Θεοτοκίον.
Ἐκ παντοίων κινδύνων...

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ
Τὰ συνήθη, ὡς καὶ ἐν τῇ 23ῃ Ἀπριλίου.

Μεγαλυνάριον.
Πλῆρες εὐωδίας ἁγιασμοῦ, δίκην μυροθήκης, ἐκ λαγόνων ὤφθη τῆς γῆς, τὸ σεπτόν σου σκῆνος, Γεώργιε παμμάκαρ, ἀρωμάτιζον κόσμῳ, θαυμάτων χάριτας.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου