Παράκλησις Νεομάρτυρος ΙΩΑΝΝΟΥ τοῦ ἐκ Κονίτσης.
Ποίημα Γερασίμου Μοναχοῦ Μικραγιαννανίτου
Ὁ Ἱερεύς·
Εὐλογητὸς ὁ Θεὸς ἡμῶν πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰώνας τῶν αἰώνων.
Ὁ χορός· Ἀμήν.
Ψαλμός ρμβ΄ 142
Κύριε εἰσάκουσον τῆς προσευχῆς
μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ
δικαιοσύνην σου. Καὶ μὴ εἰσέλθεις εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ
δικαιωθήσεται ἐνώπιον σοῦ πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν
εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισε μὲ ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος, καὶ ἠκηδίασεν
ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων,
ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων.
Διαπέτασα
πρὸς σὲ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου,
Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου. Μὴ ἀποστρέψεις τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι
τοῖς καταβαίνουσιν εἰς λάκον.
Ἀκουστὸν
ποίησόν μοι τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι κύριε, ὁδὸν ἐν
ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ᾖρᾳ τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου Κύριε,
πρὸς σὲ κατέφυγον, δίδαξόν μὲ τοῦ ποιεῖν τὸ θέλημά σου, ὃτι σύ εἶ ὁ Θεός
μου. Τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει μὲ ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός σου,
Κύριε, ζήσεις μέ, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου, καὶ ἐν
τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου. Καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας
τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.
Καὶ εὐθὺς τὸ Θεὸς Κύριος, μετὰ τῶν στίχων αὐτοῦ
ἐξ ἑκατέρων τῶν χορῶν.
Ἦχος δ΄.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι
Κυρίου.
Στιχ. β´.
Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι
Κυρίου.
Στιχ. γ´.
Παρὰ Κυρίου ἐγένετο αὔτη, καί ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι
Κυρίου.
Ἦχος δ΄. Ὁ ὑψωθείς.
Ὡς Νεομάρτυς ἀληθὴς τοῦ Σωτῆρος, καὶ κοινωνὸς τῆς ὑπὲρ νοῦν εὐφροσύνης,
ὑπὲρ ἡμῶν ἱκέτευε ἑκάστοτε, πάσης ἡμᾶς ῥύεσθαι, προσβολῆς καὶ ἀνάγκης, και
παντοίων θλίψεων, Ἰωάννη θεόφρον, καὶ τῶν πταισμάτων ἄφεσιν λαβεῖν, τοὺς τῇ
σεπτῇ σου, πρεσβείᾳ προστρέχοντας.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομεν ποτὲ Θεοτόκε...
Εἶτα ὁ Ν’ Ψαλμὸς
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν
σου ἐξάλειψον τὸ ἀνόμημά μου.Ἐπὶ πλεῖον πλῦνον μὲ ἀπὸ τῆς ἀνομίας μου, καὶ ἀπὸ
τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία
μου ἐνώπιόν μου ἐστι διὰ παντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου
ἐποίησα· ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.
Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ
γὰρ ἀλήθειαν ἠγάπησας· τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι.
Ῥαντιεῖς μὲ
ὑσσώπω καὶ καθαρισθήσομαι· πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι.
Ἀκουτιείς
μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.
Ἀπόστρεψον
τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τάς ἀνομίας μου ἐξάλειψον.
Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς
ἐγκάτοις μου. Μὴ ἀπορρίψης με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ πνεῦμά σου τὸ ἅγιον
μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν
ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους
τάς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι.
Ῥῦσαὶ μὲ ἐξ
αἱμάτων ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν
δικαιοσύνην σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν
αἴνεσίν σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις.
Θυσία τῷ Θεῷ, πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην
ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν καὶ
οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε
εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ
τὸ θυσιαστήριόν σου μόσχους.
Κανών, οὗ ἡ ἀκροστιχίς: Χάριν πιστοῖς Ἰωάννη αἴτει. Γερασίμου.
ᾨδὴ α΄. Ὑγρὰν διοδεύσας.
Χαρὰν ἡμῖν αἴτει τὴν ἀληθῆ, καὶ λύσιν πταισμάτων, καὶ τῆς λύπης ἀπαλλαγήν,
τοῖς πίστει παμμάκαρ Ἰωάννη, τῇ πρὸς Χριστὸν ἱκεσίᾳ σου σπεύδουσιν.
Ἀθλήσας νομίμως ὑπὲρ Χριστοῦ, πάσης ἀνομίας καὶ κινδύνων παντοδαπῶν,
ἀπήμονας τήρει Νεομάρτυς, τοὺς τῇ θερμῇ σου πρεσβείᾳ προστρέχοντας.
Ῥαντίσματι Μάρτυς τῶν ἱερῶν, αἱμάτων σβέσον, παθημάτων πυρκαϊάν, ἡμῶν
Ἰωάννη Ἀθλοφόρε, τὸν Ζωοδότην ἡμῖν ἱλεούμενος.
Θεοτοκίον.
Ἱλύος με λύτρωσαι τῶν παθῶν, ἡ τῆς ἀπαθεῖας ἡμῖν τέξασα τὴν πηγήν, καὶ
κάθαρον Κόρη τὴν ψυχήν μου, τῶν οἰκτιρμῶν τοῦ Υἱοῦ Σου τοῖς νάμασι.
ᾨδὴ γ΄. Οὐρανίας ἁψίδος.
Νέος ὤφθης ὁπλίτης, πλάνης λιπὼν σύνδεσμον, τοῦ Παμβασιλέως τῆς δόξης,
ἀθλήσας ἄριστα, ὅθεν με σύνδησον, Τούτου τῇ θείᾳ ἀγάπῃ, Ἰωάννη ἔνδοξε, ταῖς ἱκεσίαις
σου.
Πλήρης ὤν Ἰωάννη, τῆς θεϊκῆς χάριτος, οἷα Νεομάρτυς Κυρίου, πλήρωσον
δέομαι, φωτὸς τοῦ κρείττονος, τὴν σκοτισθεῖσαν ψυχήν μου, καὶ πόῤῥω ἀπέλασον,
σκότους τὸν ἄρχοντα.
Ἱλασμὸν τῶν πταισμάτων, καὶ τῶν παθῶν ἴασιν, αἴτει Ἰωάννη τρισμάκαρ, τοῖς
καταφεύγουσι, τῇ ἀντιλήψει σου, καὶ τὸν Σωτῆρα δυσώπει, τῆς μελλούσης κρίσεως,
ἠμᾶς λυτρώσασθαι.
Θεοτοκίον.
Σαρκωθεὶς ἀποῤῥήτως, ὁ τοῦ παντὸς αἴτιος, ἐκ τῶν Σῶν ἀχράντων αἱμάτων
Θεοχαρίτωτε, πύλην Σε ἔδειξε, πρὸς ἀσφαλῆ σωτηρίαν, ἄγουσαν Πανάμωμε τοὺς Σὲ
δοξάζοντας.
Διάσωσον, ταῖς πρὸς Θεὸν ἱκεσίαις σου Ἰωάννη, τοὺς τῇ σκέπῃ τῶν πρεσβειῶν
σου προστρέχοντας, δυσχερῶν τῶν ἐν βίῳ καὶ πάσης βλάβης.
Ἐπίβλεψον ἐν εὐμενείᾳ...
Εἴτα
μνημονεύει ὁ ἱερεύς, δι’ οὖς ἡ Παράκλησις γίνεται· καὶ ἡμεῖς ψάλλομεν τὸ Κύριε ἐλέησον.
Ὁ Ἱερεύς
Ἐλέησον ἡμᾶς ὁ Θεὸς... .
Ἔτι δεόμεθα ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (δείνος)... .
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης,...
Ἔτι δεόμεθα ὑπὲρ τῶν δούλων τοῦ Θεοῦ, (ὀνόματα).
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
Χριστῷ τῷ Θεῷ, ὦ Ἰωάννη πρέσβευε, διδόναι ἡμῖν, πταισμάτων τὴν συγχώρησιν,
καὶ παθῶν ἐκλύτρωσιν, καὶ εἰρήνης ἀτρέπτου τὰς χάριτας, καὶ τῆς μελλούσης ζωῆς
μετασχεῖν, τοὺς μέλποντας Μάρτυς τὴν σὴν ἄθλησιν.
Ὠδὴ δ΄. Εἰσακήκοα Κύριε.
Τοῦ ἐχθροῦ τὰ βουλεύματα, τὰ μανιωδῶς ἀεὶ τεκταινόμενα, καθ’ ἡμῶν Μάρτυς
κατάργησον, ταῖς πρὸς τὸν Σωτῆρα ἱκεσίαις σου.
Οἱ τῇ θείᾳ εἰκόνι σου, πίστει προσιόντες χάριν λαμβάνουσιν, Ἰωάννη
μεγαλύνοντες, τὸν σὲ ἐν τοῖς ἄθλοις ἐνισχύσαντα.
Ἵνα θείας χρηστότητος, θείων διαδόσεως μετασχοίημεν, Ἰωάννη καθικέτευε, τοῦ
ἐλέους ἄβυσσον τὸν Κύριον.
Θεοτοκίον.
Σωτηρίας ἀξίωσον, τοὺς τῇ Σῇ προστρέχοντας ἀγαθότητι, Θεοτόκε Ἀειπάρθενε, ἡ
Χριστὸν τεκοῦσα κόσμον σῴζοντα.
Ὠδὴ ε΄. Φώτισον ἡμᾶς.
Ἵθυνον ἡμῶν, τὴν ζωὴν ταῖς ἱκεσίαις σου, πρὸς λιμένα ἐντολῶν τῶν τοῦ
Χριστοῦ, Ἰωάννη ταραχώδους ἐκ συγχύσεως.
Ὡς θεῖον βλαστόν, μακαρίζει σε ἡ Κόνιτσα, ἥν θερμαῖς σου μεσιτείαις πρὸς
Χριστόν, Ἰωάννη πάσης θλίψεως ἀπάλλαττε.
Ἄνωθεν ἀεί, Βραχωρίου πόλει πάρεχε, εὐλογίαν καὶ εἰρήνην εὐσταθῇ, Ἰωάννη ἥν
ἡγίασας τοῖς ἄθλοις σου.
Θεοτοκίον.
Νόμῳ τοῦ Θεοῦ, τῆς σαρκός μου καθυπόταξον, τὰς κινήσεις Θεοτόκε δυσωπῶ, καὶ
εἰρήνευσον ψυχῆς μου τὴν κατάστασιν.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Νεκρώσας, τὸν εὑρετὴν τῆς κακίας, προσελθὼν ἀπὸ ψυχῆς τῷ Σωτῆρι, καὶ ὑπὲρ
Τούτου ἀθλήσας ἀνδρείως, τὴν νεκρωθεῖσαν ψυχήν μου τοῖς πάθεσι, πρὸς μετανοίας
τὰς ὁδούς, Ἰωάννη ἐξέγειρον δέομαι.
Ἡ πόλις, τοῦ Βραχωρίου τιμᾷ σε, ὡς προστάτην καὶ ἀγλάϊσμα θεῖον, πλέον δὲ
ταύτης ἡ Κόνιτσα χαίρει, ἡ σὴ πατρὶς Ἰωάννη μακάριε, αἷς εὐλογίαν ἐκ Θεοῦ, καὶ
εἰρήνην ἐξαίτει καὶ ἔλεος.
Αἱμάτων, τοῖς σταλαγμοῖς κατασβέσας, Ἰωάννη τῆς κακίας τὴν φλόγα, τὸν τῆς
ψυχῆς μου πυρσὸν ἀμελείᾳ, ἤδη σβεσθέντα ὑπάναψον δέομαι, ἔργων ἀγίων τῶ φωτί,
ἵνα σκότους ῥυσθῶ παραβάσεων.
Θεοτοκίον.
Ἰάτρευσον, τῆς ψυχῆς μου τὸ ἄλγος, καὶ τὴν κάκωσιν τοῦ σώματος Κόρη, ἡ τὸν
Σωτῆρα τοῦ κόσμου τεκοῦσα, τὸν τὴν ἀρχαίαν πληγὴν ἰασάμενον, καὶ δίδου μοι
εὐθυπορεῖν, πρὸς ὁδοὺς τὰς εὐθείας καὶ σῶσόν με.
Διάσωσον, ταῖς πρὸς Θεόν...
Ἄχραντε...
Εἴτα μνημονεύει ὁ ἱερεύς, δι’ οὖς ἡ Παράκλησις γίνεται· καὶ ἡμεῖς ψάλλομεν τὸ Κύριε ἐλέησον.
Ὁ Ἱερεύς
Ἐλέησον ἡμᾶς ὁ Θεὸς... .
Ἔτι δεόμεθα ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (δείνος)... .
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης,...
Ἔτι δεόμεθα ὑπὲρ τῶν δούλων τοῦ Θεοῦ, (ὀνόματα).
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Κοντάκιον. Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου ῥείθροις.
Μαρτυρικῇ παῤῥησίᾳ πρὸς Κύριον, ὡς Νεομάρτυς Χριστοῦ ἀξιάγαστος, κινδύνων
παντοίων καὶ θλίψεων, καὶ ὀδυνῶν ἀνωτέρους διάσῳζε, τοὺς σὲ Ἰωάννη γεραίροντας.
Προκείμενον. Δίκαιος ὡς φοίνιξ ἀνθήσει...
Στ. Θαυμαστὸς ὁ Θεός...
Εὐαγγέλιον, ἐκ τοῦ κατὰ Λουκᾶν. Εἶπεν ὁ Κύριος τοῖς ἐαυτοῦ Μαθηταῖς· προσέχετε ἀπὸ
τῶν ἀνθρώπων...
Δόξα. Ταῖς τοῦ Ἀθλοφόρου...
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου...
Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Στ. Ἐλεῆμον, ἐλέησόν με...
Πλάνης τὴν σκοτόμαιναν, καταλιπὼν θείῳ πόθῳ, ἀνδρικῶς ἐνήθλησας, ὑπὲρ τοῦ
Παντάνακτος θερμῷ ἔρωτι, καὶ ζωῆς κρείττονος, κατηξιώμενος, Νεομάρτυς
ἀξιάγαστε, ἀπαύστως πρέσβευε, πάσης συμφορᾶς καὶ κακώσεως, καὶ πάσης
περιστάσεως, καὶ ἐπιβουλῆς τοῦ ἀλάστορος, ἀτρώτους τηρεῖσθαι, τοὺς μέλποντας
τὴν ἄθλησιν τὴν σήν, δι’ ἧς Χριστὸν ἐμεγάλυνας, τὸν σὲ θαυμαστώσαντα.
Ἱερεὺς
Σῶσον, ὁ
Θεός, τὸν λαόν σου, καὶ εὐλόγησον τὴν κληρονομίαν σου: ἐπίσκεψαι τὸν κόσμον σου
ἐν ἐλέει καὶ οἰτιρμοίς: ὕψωσον κέρας Χριστιανῶν Ὀρθοδόξων, καὶ κατάπεμψον ἐφ
ἡμᾶς τὰ ἐλέη σου τὰ πλούσια: πρεσβείαις της παναχράντου, Δεσποίνης ἡμῶν,
Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας: δυνάμει του τιμίου καὶ ζωοποιοῦ Σταυροῦ,
προστασίαις των τιμίων ἐπουρανίων Δυνάμεων ἀσωμάτων, ἱκεσίαις του τιμίου,
ἐνδόξου, προφήτου προδρόμου καὶ βαπτιστοῦ Ἰωάννου, των ἁγίων, ἐνδόξων, καὶ
πανευφήμων Ἀποστόλων. των ἐν ἁγίοις Πατέρων ἡμῶν, μεγάλων Ἱεραρχῶν, καὶ
Οἰκουμενικῶν Διδασκάλων, Βασιλείου του Μεγάλου, Γρηγορίου του Θεολόγου καὶ
Ἰωάννου του Χρυσοστόμου, Ἀθανασίου καὶ Κυρίλλου, Ἰωάννου του Ἐλεήμονος,
πατριαρχῶν Ἀλεξανδρείας: Νικολάου του ἐν Μύροις της Λυκίας, Σπυρίδωνος
ἐπισκόπου Τριμυθοῦντος, καὶ Νεκταρίου της Πενταπόλεως, των θαυματουργῶν. των
ἁγίων ἐνδόξων μεγαλομαρτύρων Γεωργίου του Τροπαιοφόρου, Δημητρίου του
Μυροβλύτου, Θεοδώρου του Τήρωνος, καὶ Θεοδώρου του Στρατηλάτου καὶ Μηνᾶ του
θαυμαρτουργοῦ, των ἱερομαρτύρων Χαραλάμπους καὶ Ἐλευθερίου: των ἁγίων, ἐνδόξων,
μεγάλων μαρτύρων Θέκλης, Βαρβάρας, Ἀναστασίας, Κυριακῆς Φωτηνής, Μαρίνης:
Παρασκευῆς καὶ Εἰρήνης: των ἁγίων ἐνδόξων καὶ καλλινίκων Μαρτύρων, των ὁσίων
καὶ θεοφόρων Πατέρων ἡμῶν, (ναοῦ), των ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ
Ἄννης, (ἡμέρας), καὶ πάντων σου των Ἁγίων. ἱκετεύομέν σε, μόνε πολυέλεε Κύριε,
ἐπάκουσον ἡμῶν των ἁμαρτωλῶν δεομένων σου καὶ ἐλέησον ἡμᾶς.
Χορὸς Κύριε, ἐλέησον (ιβ')
Ἱερεὺς
Ἐλέει, καὶ οἰκτιρμοίς, καὶ
φιλανθρωπία του μονογενοῦς σου Υἱοῦ, μεθ οὐ εὐλογητὸς εἰ, σὺν τῷ παναγίῳ καὶ
ἀγαθῶ καὶ ζωοποίω σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας των αἰώνων.
Χορὸς Ἀμήν.
Ὠδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Τῷ τῆς νίκης στεφάνῳ, ὡς νικήσας τὸν ὄφιν Μάρτυς τετίμησαι· διὸ κἀμὲ
νικῆσαι, τὴν πλάνην τοῦ Βελίαρ, Ἰωάννη ἐνίσχυσον, καὶ ἐναρέτως Χριστῷ λατρεῦσαι
μέχρι τέλους.
Ἐντολῶν τοῦ Σωτῆρος, γεωργεῖν Ἰωάννη χάριν τὴν ἄφθονον, ἀμέμπτῳ πολιτείᾳ,
ἐνίσχυσον λιταῖς σου, τοὺς ἐν πίστει προσπίπτοντας, τῇ θήκῃ τῇ ἱερᾷ, τῶν θείων
σου λειψάνων.
Ἴδε Μάρτυς ὑψόθεν, τοὺς τῇ θείᾳ Εἰκόνι καὶ τοῖς λειψάνοις σου,
προσπίπτοντας καί πλήρου, αὐτῶν ἐν συμπαθείᾳ, τὰς αἰτήσεις μακάριε, ὡς
παῤῤησίαν πολλήν, πρὸς τὸν Σωτῆρα ἔχων.
Θεοτοκίον.
Γνοὺς τὸν δόλον τοῦ πλάνου, ἐξ αὐτοῦ Θεοτόκε οὐκ ἀπεπήδησα, ἀλλ’ ἄφρονι
καρδίᾳ, αὐτῷ κατεδουλώθην, Σὺ οὖν Κόρη μὲ λύτρωσαι, τῆς τυραννίδος αὐτοῦ, τῆς
ὀλεθριωτάτης.
Ὠδὴ η΄. Τὸν Βασιλέα.
Εὕρατο χάριν, Προυσιωτίσσης ἡ Μάνδρα, τῶν λειψάνων σου Παμμάκαρ τῇ εὑρέσει,
ἐξ ὧν ἡμῖν χάρις, ἁγιασμοῦ βλυστάνει.
Ῥοῦν ἁμαρτίας, στῆσον ταῖς σαῖς ἱκεσίαις, κατακλύζοντα ἀθλίως τὴν ψυχήν
μου, καὶ χαρίτων ὄμβοις, κατάρδευσόν με Μάρτυς.
Ἄθλων ἁγίων, λαβὼν τὰ ἔπαθλα Μάρτυς, πάσης θλίψεως, καὶ πάσης καχεξίας,
ἀσινεῖς συντήρει, τοὺς σὲ ἀνευφημοῦντας.
Θεοτοκίον.
Σὺ εἶ Παρθένε, ἁμαρτωλῶν σωτηρία, καὶ προσφύγιον τῶν σὲ ὑμνολογούντων, ὅθεν
κἀμὲ σκέπε, τῆς τοῦ ἐχθροῦ ἀπάτης.
Ὠδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἰσχύϊ οὐρανίω, καθελὼν τὸν ὄφιν, ἐκ τῆς αὐτοῦ κακουργίας ἀπάλλαξον, ὦ
Ἰωάννη τοὺς πόθῳ σε μακαρίζοντας.
Μονὰς τὰς οὐρανίους, νῦν περιπολεύων, τοὺς ἐπὶ γῆς σε τιμῶντας διάσῳζε,
ἐπηρειῶν ὀλεθρίων Μάρτυς τοῦ ὄφεως.
Ὁδοὺς τὰς σωτηρίους, νῦν ἡμᾶς βαδίζειν, ὦ Ἰωάννη ὑψόθεν ἐνίσχυσον, ὡς ἄν
εἰσέλθωμεν πόλιν εἰς τὴν οὐράνιον.
Θεοτοκίον.
Ὑψίστου χαῖρε Μῆτερ, Κεχαριτωμένη, χαῖρε Παρθένε ἡμῶν καταφύγιον, καὶ
σωτηρία τοῦ κόσμου καὶ τεῖχος ἄσειστον.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς,
μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον, καὶ Μητέρα τοῦ
Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν
Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ
μεγαλύνομεν.
Μεγαλυνάρια.
Πλάνης διαῤῥήξας πάντα δεσμόν, τῷ Χριστῷ προσῆλθες, Ἰωάννη ἀπὸ ψυχῆς, καὶ
Αὐτοῦ τὸ πάθος, ἀθλητικῶς ζηλώσας, τῆς ἄνω βασιλείας, ὤφθης συμμέτοχος.
Ἄνθος εὐωδέστατον καὶ τερπνόν, ἐκ ῥίζης βλαστήσας, ἀκανθώδους καὶ
δυσσεβοῦς, τὴν τῆς εὐσεβείας, ὀσμὴν ἔπνευσαν πᾶσιν ἀθλήσας Ἰωάννη, στεῤῥῷ
φρονήματι.
Ἀβρύνεται Κόνιτσα εὐσεβῶς, βλαστὸν κεκτημένη, Ἰωάννη σε θαυμαστόν, ᾗ
ἀπαύστως δίδου, ταῖς πρὸς Χριστόν λιταῖς σου, τῶν οἰκτιρμῶν τῶν θείων, θεῖα
δωρήματα.
Ἐν τῷ Βραχωρίῳ περιφανῶς, ὑπὲρ τῆς ἀγάπης μαρτυρήσας, τῆς τοῦ Χριστοῦ,
δίδου Βραχωρίταις, τῶν θείων πρεσβειῶν σου, παμμάκαρ Ἰωάννη, χάριν τὴν ἄφθονον.
Χαίροις τῶν Μαρτύρων ὁ κοινωνός, καὶ τῆς δυσσεβείας, καθαιρέτης ὁ ἱσχυρός,
χαίροις ὁ ἀρτίως, ἡμῖν ἀποκαλύψας, τὰ λείψανά σου Μάρτυς, νεύσει τῇ κρείττονι.
Ἔχων παῤῤησίαν πρὸς τὸν Χριστόν, ὡς Αὐτοῦ ὁπλίτης, Ἰωάννη νεοφανής,
πρέσβευε ἀπαύστως, παθῶν καὶ πικρῶν νόσων, λυτροῦσθαι τοὺς τιμῶντας, τὴν θείαν
μνήμην σου.
Πᾶσαι τῶν Ἀγγέλων...
Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (γ')
Δόξα... Καὶ νύν...
Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταὶς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον. Κύριε, ἐλέησον, Κύριε, ἐλέησον.
Δόξα... Καὶ νύν...
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοίς, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω τὸ θέλημά σου, ὦς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τόν ἐπιούσιον δὸς ἡμῖν σήμερον, καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὦς καὶ ἡμεῖς ἀφίεμεν τοὶς ὀφειλέταις ἡμῶν, καὶ μὴ εἰσενέγκης ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥύσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ. Ἀμήν.
Ἦχος πλ. β'
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοὶ τὴν ἱκεσίαν, ὦς Δεσπότη, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλεῆσον ἡμᾶς.
Δόξα...
Κύριε, ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν, μὴ ὀργισθὴς ἡμῖν σφόδρα, μηδὲ μνησθὴς τῶν ἀνομιῶν ἡμῶν, ἀλλ' ἐπίβλεψον καὶ νύν, ὦς εὔσπλαγχνος, καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν, σὺ γὰρ εἶ Θεὸς ἡμῶν, καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου, καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.
Καὶ νύν...
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σέ, μὴ ἀστοχήσωμεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ εἶ ἡ σωτρηρία τοῦ γένους τῶν χριστιανῶν.
Ὁ Ἱερεύς.
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεὸς Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον. Κύριε, ἐλέησον. (3)
Ἔτι δεόμεθα ὑπέρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν, (δεῖνος) καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. Κύριε, ἐλέησον. (3)
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπιδημούντων ἐν τῇ πόλει ταύτη, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφιερωτῶν τοῦ ἁγίου ναοῦ τούτου. Κύριε, ἐλέησον. (3)
Ἔτι δεόμεθα ὑπέρ τῶν δούλων τοῦ Θεοῦ, (ὀνόματα).
Ἔτι δεόμεθα ὑπὲρ τοῦ διαφυλαχθῆναι τὴν ἁγίαν Ἐκκλησίαν καὶ τὴν πόλιν ταύτην, καὶ πᾶσαν πόλιν καὶ χώραν ἀπὸ ὀργῆς, λοιμοῦ, λιμοῦ, σεισμοῦ, καταποντισμοῦ, πυρός, μαχαίρας, ἐπιδρομῆς ἀλλοφύλων, ἐμφυλίου πολέμου, καὶ αἰφνιδίου θανάτου, ὑπὲρ τὸν ἵλεων, εὐμενῆ καὶ εὐδιάλακτον, γενέσθαι τὸν ἀγαθὸν καὶ φιλάνθρωπον Θεὸν ἡμῶν, τοῦ ἀποστρέψαι καί, διασκεδάσαι πᾶσαν ὀργὴν καὶ νόσον, τὴν καθ' ἡμῶν κινουμένην, καὶ ῥύσασθαι ἡμᾶς ἐκ τῆς ἐπικειμένης δικαίας αὐτοῦ ἀπειλῆς, καὶ ἐλεῆσαι ἡμᾶς. Κύριε, ἐλέησον. (3)
Ἔτι δεόμεθα καὶ ὑπὲρ τοῦ εἰσακοῦσαι Κύριον τὸν Θεὸν φωνῆς τῆς δεήσεως ἡμῶν τῶν ἁμαρτωλῶν, καὶ ἐλεῆσαι ἡμᾶς. Κύριε, ἐλέησον. (3)
Ἐπάκουσον ἡμῶν, ὁ Θεός, ὁ Σωτὴρ ἡμῶν, ἡ ἐλπὶς πάντων τῶν περάτων τῆς γῆς καὶ τῶν ἐν θαλάσσῃ μακράν, καὶ ἵλεως, ἵλεως γενοῦ ἡμῖν, Δέσποτα ἐπὶ ταῖς ἁμαρτίαις ἡμῶν, καὶ ἐλέησον ἡμᾶς. Κύριε, ἐλέησον. (3)
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (γ')
Δόξα... Καὶ νύν...
Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταὶς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον. Κύριε, ἐλέησον, Κύριε, ἐλέησον.
Δόξα... Καὶ νύν...
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοίς, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω τὸ θέλημά σου, ὦς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τόν ἐπιούσιον δὸς ἡμῖν σήμερον, καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὦς καὶ ἡμεῖς ἀφίεμεν τοὶς ὀφειλέταις ἡμῶν, καὶ μὴ εἰσενέγκης ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥύσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ. Ἀμήν.
Ἀπολυτικίον
Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Τῆς Κονίτσης τὸν γόνον, Βραχωρίου τὸ καύχημα, καὶ Χριστοῦ ὁπλίτην τὸν νέον,
Ἰωάννην τιμήσωμεν· ἐκ ῥίζης γὰρ δυσώδους προελθών, ἐνήθλησε λαμπρῶς ὑπὲρ
Χριστοῦ, καὶ κινδύνων ἐξαιτεῖται ἀπαλλαγήν, τοῖς πρὸς αὐτὸν κραυγάζουσι· δόξα τῷ
δεδωκότι σοι ἰσχύν, δόξα τῷ σὲ στεφανώσαντι· δόξα τῷ χορηγοῦντι διὰ σοῦ, ἡμῖν
παθῶν ἐκλύτρωσιν.
Ἀπόλυσις,
Δόξα σοι ὁ Θεός, ἡ ἐλπὶς ἡμῶν, Κύριε, δόξα Σοι.
Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας Αὐτοῦ μητρός, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, προστασίαις τῶν τιμίων ἐπουρανίων Δυνάμεων ἀσωμάτων, ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, προφήτου Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων, ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων, τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων Μαρτύρων, τῶν ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν, (τοῦ Ναοῦ) τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, (τῆς ἡμέρας) καὶ πάντων τὸν Ἁγίων, ἐλεήσαι καὶ σώσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος καὶ ἐλεήμων Θεός.
Μεθ’ ἥν ψάλλομεν τὸ ἐξῆς.
Ἦχος β΄. Ὄτε ἐκ τοῦ Ξύλου.
Κλῆσιν χαριτώνυμον πλουτῶν, Μάρτυς τοῦ Χριστοῦ Ἰωάννη ἀξιοθαύμαστε, χάριν
ἡμῖν αἴτησαι καὶ θεῖον ἔλεος, καὶ παθῶν ἀπολύτρωσιν, παρὰ τοῦ Σωτῆρος, καὶ
σωμάτων τὴν ἴασιν, καὶ θεραπείαν ψυχῶν, πᾶσι τοῖς προσπίπτουσι πόθῳ, καὶ ἀπὸ
ψυχῆς αἰτουμένοις, τὴν σὴν προστασίαν καὶ ἀντίληψιν.
Δέσποινα πρόσδεξαι...
Τὴν πᾶσαν ἐλπίδα μου...
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου