Δευτέρα 15 Ιουνίου 2015

ΚΛΑΥΔΙΑΣ τῆς ἐν Ἀγκύρᾳ,



Παράκλησις μ. ΚΛΑΥΔΙΑΣ τῆς ἐν Ἀγκύρᾳ,
Δρ. Χ. Μπούσια
      Εἰς τὸ ὄνομα τοῦ Πατρός, τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος. Ἀμήν.


ἱερεύς·
Εὐλογητὸς Θεὸς ἡμῶν πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰώνας τῶν αἰώνων.
χορός· Ἀμήν.

Ψαλμός ρμβ΄ 142
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνην σου. Καὶ μὴ εἰσέλθεις εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιον σοῦ πᾶς ζῶν. Ὅτι κατεδίωξεν ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισε μὲ ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος, καὶ ἠκηδίασεν ἐπἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη καρδίαν μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων.
Διαπέτασα  πρὸς σὲ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου. Μὴ ἀποστρέψεις τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκον.
Ἀκουστὸν ποίησόν μοι τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι κύριε, ὁδὸν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ᾖρᾳ τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν μὲ τοῦ ποιεῖν τὸ θέλημά σου, ὃτι  σύ εἶ ὁ Θεός μου. Τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει μὲ ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου, καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου. Καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.

Καὶ εὐθὺς τὸ Θεὸς Κύριος, μετὰ τῶν στίχων αὐτοῦ ἐξ ἑκατέρων τῶν χορῶν.
Ἦχος δ΄.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ. 
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. β´. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. γ´. Παρὰ Κυρίου ἐγένετο αὔτη, καί ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν. 
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Ἦχος δ´. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Παρθενομάρτυρα Κυρίου Κλαυδίαν, Ἀγκύρας γόνον εὐθαλῆ Γαλατίας, ὡς ἄνθος εὐωδέστατον παρθένων Χριστοῦ, τὴν καθαγιάσασαν λίμνης βάθος ἀθλήσει, ὡς παρθενομάρτυρα εὐφημήσωμεν πόθῳ βοῶντες· τήρει ἅπαντας ἁγνοὺς σοὺς ὑμνηπόλους εὐχαῖς διαθέρμοις σου.
Δόξα.Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομεν, ποτέ, Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι. Εἰ μὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ Σοῦ· Σοὺς γὰρ δούλους σῴζεις ἀεὶ ἐκ παντοίων δεινῶν.
Εἶτα ὁ Ν’ Ψαλμὸς
Ἐλέησόν με, Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.Ἐπὶ πλεῖον πλῦνον μὲ ἀπὸ τῆς ἀνομίας μου, καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διὰ παντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα· ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας· τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι.
Ῥαντιεῖς μὲ ὑσσώπω καὶ καθαρισθήσομαι· πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι.
Ἀκουτιείς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.
Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀπορρίψης με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ.  Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι.
Ῥῦσαὶ μὲ ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ, πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμέ-νην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ.  Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Καὶ ἀρχόμεθα τοῦ κανόνος, οὐ ἡ ἀκροστιχίς·
Κλαυδία, ἁγνοὺς ἡμᾶς ἄμφω συντήρει. Χ. Μ. Μ.

ᾨδὴ α´. Ἦχος πλ. δ´. Ὑγρὰν διοδεύσας.
Κλαυδία παρθένων ἡ καλλονή, βλαστὲ Γαλατίας, καὶ Ἀγκύρας ἡδυτερπές, κιννάμωμον τήρει σοὺς ἱκέτας, ἄμφω ἁγνοὺς σαῖς ἐνθέρμοις δεήσεσι.
Λαμπὰς εὐσθενείας ἐν ἁπαλῷ, σαρκίῳ Κλαυδία, καλλιμάρτυς Χριστοῦ σεμνή, ἡ φρόνημα κρύπτουσα ἀνδρῷον, τὴν σκοτομήνην παθῶν μου ἀπέλασον.
Ἀμνάς Ἀρχιποίμενος Ἰησοῦ, Κλαυδία εἰς λίμνην, ἡ βληθεῖσα σὺν τῷ χορῷ, συνάθλων σεπτῶν σου ἐμπαθείας, ἡμᾶς δεινῆς ἐκ βοθύνου ἀνάγαγε.
Θεοτοκίον.
Ὑμνοῦντες Σὴν πλημμύραν τῶν οἰκτιρμῶν, ἁγνὴ Θεοτόκε, καὶ ἐλέους Σου ποταμούς, βοῶμέν Σοι· δεῖξον Ἐλεοῦσα, ἡμῖν Υἱοῦ Σου τὸ ἄμετρον ἔλεος.
ᾨδὴ γ´. Οὐρανίας ἁψίδος.
Δεομένη ἐῤῥίφης, εἰς τὸν βυθὸν πάνσεμνε, λίμνης καλλιμάρτυς Κλαυδία, ἵνα χρυσόπλοκον, ἐκ τῶν χειρῶν τοῦ Χριστοῦ, στέφος ἀθλήσεως λάβης, τοῦ ἡμῖν παρέχοντος πλούσιον ἐλεος.
Ἱκετήριον δέξαι, σῶν ἱκετῶν δέησιν, καὶ παράσχου πᾶσι Κλαυδία, ῥώμην καὶ δύναμιν, καὶ σθένος τοῦ πονηροῦ, παγίδας πάσας συντρίψαι, Μάρτυς ἀκατάβλητε, πρότυπον πίστεως.
Ἀθληφόρε Κλαυδία, Νύμφη Χριστοῦ πάγκαλε, τάφον ἡ ἐν ὕδατι σχοῦσα, λίμνης ἱκέτευε, τὸν σὸν Νυμφίον Χριστόν, καθαγιάσαι ἱκέτας, ὕδατι συνέσεως, χάριτος θείας σου.
Θεοτοκίον.
Ἀπειρόγαμε Μῆτερ, τυχεῖν χαρᾶς κρείττονος, τῆς ἐν οὐρανίῳ παστάδι, πάντας ἀξίωσον, Θεογεννῆτορ σεμνή, τοὺς μελῳδοῦντας Κλαυδίας, ἄθλησιν τῆς σώφρονος, παρθενομάρτυρος. 
Ἀνάστησον, Κλαυδία σῶφρον ἐκ λάκκου τῆς ἀκηδίας, τοὺς τιμῶντάς σε ἀκλινῶς ἀγνείας ὡς πρότυπον, καὶ στῦλον ἀνδρείας παρθενομάρτυς.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Εἴτα μνημονεύει ἱερεύς, διοὖς Παράκλησις γίνεται· καὶ ἡμεῖς ψάλλομεν τὸ Κύριε ἐλέησον.
Ἱερεύς
Ἐλέησον ἡμᾶς Θεὸς... .
Ἔτι δεόμεθα ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν  (δείνος)... .
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης,... 
Ἔτι δεόμεθα ὑπὲρ τῶν δούλων τοῦ Θεοῦ,  (ὀνόματα).
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Κάθισμα. Ἦχος β ´. Πρεσβεία θερμή.
Ἀμνὰς τοῦ Χριστοῦ Κλαυδία καλλιπάρθενε, ἡ λίμνης βυθὸν μετρήσασα καὶ στέφανον, δεξαμένη πάγχρυσον, ἐκ χειρῶν οὐρανίου Νυμφίου σου, τοὺς σοὺς ἱκέτας τήρει ἀσινεῖς, μανίας καὶ βλάβης τοῦ ἀλάστορος.

ᾨδὴ δ´. Εἰσακήκοα, Κύριε.
Γηθοσύνως γεραίρομεν, ἄθλησιν Κλαυδία, τὴν παναρίστην σου, δι’ ἧς εἴληφας τὴν δύναμιν, δυσωπεῖν Χριστὸν ὑπὲρ προσφύγων σου.
Νικηφόρως διώδευσας, δόλιχον τοῦ βίου, Κλαυδία πάνσεμνε, ἡ δεικνῦσα τοὺς ἱκέτας σου, νικητὰς ἐν πάσαις περιστάσεσι.
Ὀρεκτῶν εἰς ἀκρότατον, φθάσαι καταξίωσον τοὺς τιμῶντάς σε, ὡς παρθένον καὶ ἀθλήτριαν, εὐσθενῆ Κλαυδία θεοτίμητε.
Θεοτοκίον.
Ὑπερεύχου Μητρόθεε, τῶν εἰς τοὺς αἰῶνας μακαριζόντων  Σε,  ὡς  ἁγνείας  ἐνδιαίτημα,  καὶ ὡς παρθενίας θεῖον σκήνωμα.

ᾨδὴ ε´. Φώτισον ἡμᾶς.
Στύλους φωταυγεῖς, σωφροσύνης καὶ συνέσεως, δεῖξον ἅπαντας, Κλαυδία τοὺς πιστῶς, ἀνυμνοῦντάς σε τὴν σώφρονα ἀθλήτριαν.
Ἦμαρ χρυσαυγές, τοῖς ἱκέταις σου ἀνάτειλον, ἀπαθείας ἐκδιώκουσα παθῶν, τὴν σκοτόμαιναν Κλαυδία ἱκεσίαις σου.
Μάρτυς ἐν στιγμῇ, τῆς κοιμήσεως προσφύγων σου, ἴσθι εὔσπλαγχνε Κλαυδία σύνοδος, καὶ πολίτας πόλου δεῖξον τοὺς τιμῶντάς σε.
Θεοτοκίον.
Ἄλυπον ὁδὸν, δεῖξον δούλοις Σου Μητρόθεε, ἐν δεινοῖς ὀδυνωμένοις βιοτῆς, τῆς προσκαίρου χαρμονῆς μερόπων πρόξενε.

Ὠδή στ’. Τήν δέησιν ἐκχεῶ.
Συνάθλων σου, σὺν ἑξάδι πάνσεμνε, καὶ εὐψύχῳ Θεοδότῳ Κλαυδία, μὴ διαλίπῃς Χριστὸν δυσωποῦσα, ὑπὲρ ἡμῶν τῶν ἐκ πόθου τιμώντων σε, παρθενομάρτυς θαυμαστή, καὶ τελούντων τὴν πάνσεπτον μνήμην σου.
Ἀπτόητον, ἡ δεικνῦσα φρόνημα, ἐν δεσμοῖς καὶ κακουχίαις Κλαυδία, καὶ ἐκμετρήσασα λίμνης τὸ βάθος, διὰ Χριστοῦ τὴν ἀγάπην ἀξίωσον, ἡμᾶς σωφρόνως ἐπὶ γῆς, καὶ δικαίως ἀεὶ πολιτεύεσθαι.
Μιάσαι σε, στρατιώτας θέλοντας, ἀπεμάκρυνας δυνάμει τῇ θείᾳ, παρθενομάρτυς Κλαυδία καὶ βάθος, ὑδάτων λίμνης ἐμέτρησας χαίρουσα, ἡ νῦν εἰς ὕφος νοητόν, δεομένη ὑπὲρ τῶν ὑμνούντων σε.
Θεοτοκίον.
Φυλάττουσα, μὴ ἐλλίπῃς Δέσποινα, ὑπὸ σκέπην Σῶν πτερύγων Σοὺς δούλους, ὥσπερ ἡ ὄρνις αὐτῆς τὰ νοσσία, εὐλογημένα Παρθένε θεόνυμφε, καὶ ἐποπτεύουσα ἀεί, τοὺς φαιδραῖς Σε ᾠδαῖς μεγα-λύνοντας.
Ἀνάστησον, Κλαυδία σῶφρον ἐκ λάκκου τῆς ἀκηδίας, τοὺς τιμῶντάς σε ἀκλινῶς ἀγνείας ὡς πρότυπον, καὶ στῦλον ἀνδρείας παρθενομάρτυς.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Κοντάκιον. Ἦχος β´. Τοῖς τῶν αἱμάτων σου.
Παρθενομάρτυς Κλαυδία πανεύφημε, ἡ ἀπηνῶς ἐμβληθεῖσα τοῖς ὕδασι, καὶ ἐκβληθεῖσα εἰς ὕψος οὐράνιον, ὑπὲρ ἡμῶν ἐκδυσώπει Νυμφίον σου, τὸν ποθεινὸν Ἰησοῦν τὸν Φιλάνθρωπον.
Προκείμενον. Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι καὶ εἰσήκουσε τῆς δεήσεώς μου.
Στίχος. Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατηύθυνε τὰ διαβήματά μου.
Εὐαγγέλιον ἐκ τοῦ κατὰ Μᾶρκον (Κεφ. ε΄ 24-34).
Τῷ καιρῷ ἐκείνῳ, ἠκολούθει τῷ Ἰησοῦ ὄχλος πολύς, καὶ συνέθλιβον αὐτόν. Καὶ γυνή τις οὖσα ἐν ῤύσει αἵματος ἔτη δώδεκα, καὶ πολλὰ παθοῦσα ὑπὸ πολλῶν ἰατρῶν, καὶ δαπανήσασα τὰ παρ᾿ ἐαυτῆς πάντα, καὶ μηδὲν ὠφεληθεῖσα, ἀλλὰ μᾶλλον εἰς τὸ χεῖρον ἐλθοῦσα, ἀκούσασα περὶ τοῦ Ἰησοῦ, ἐλθοῦσα ἐν τῷ ὄχλῳ ὄπισθεν, ἥψατο τοῦ ἱματίου αὐτοῦ. Ἔλεγε γάρ, ὅτι κᾄν τῶν ἱματίων αὐτοῦ ἅψωμαι, σωθήσομαι. Καὶ εὐθέως ἐξηράνθη ἡ πληγὴ τοῦ αἵματος αὐτῆς· καὶ ἔγνω τῷ σώματι, ὅτι ἴαται ἀπὸ τῆς μάστιγος. Καὶ εὐθέως ὁ Ἰησοῦς ἐπιγνοῦς ἐν ἑαυτῷ τὴν ἐξ ὕψους δύναμιν ἐξελθοῦσαν, ἐπιστραφεῖς ἐν τῷ ὄχλῳ, ἔλεγε· τίς μου ἥψατο τῶν ἱματίων; Καὶ ἔλεγον αὐτῷ οἱ Μαθηταὶ αὐτοῦ· βλέπεις τὸν ὄχλον συνθλίβοντά σε, καὶ λέγεις, τίς μου ἥψατο; Καὶ περιεβλέπετο ἰδεῖν τὴν τοῦτο ποιήσασαν. Ἡ δὲ γυνή, φοβηθεῖσα καὶ τρέμουσα, εἰδυῖα ὅ γέγονεν ἐπ᾿ αὕτη, ἦλθε καὶ περιέπεσεν αὐτῷ, καὶ εἶπεν αὐτῷ πᾶσαν τὴν ἀλήθειαν. Ὁ δὲ εἶπεν αὐτῇ· θύγατερ, ἡ πίστις σου σέσωκέ σε· ὕπαγε εἰς εἰρήνην, καὶ ἴσθι ὑγιὴς ἀπὸ τῆς μάστιγός σου.

Δόξα. Ταῖς τῆς Ἀθληφόρου πρεσβείαις,………
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου πρεσβείαις,…….

Προσόμοιον. Ἦχος πλ. β´. Ὅλην ἀποθέμενοι.
Στίχος: Ἐλεῆμον, ἐλέησον με, Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλήθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τὸ ἀνόμημά μου.
Μάρτυς ἀκατάβλητε, ἀμνάς Ὑψίστου Κλαυδία, τῆς Ἀγκύρας βλάστημα, σὺν Τεκούσῃ πρέσβευε καλλιπάρθενε, Φαεινῇ ἔμφρονι, Εὐφρασίᾳ θείᾳ, Ἰουλίᾳ τῇ στεῤῥόφρονι, Ματρώνῃ σώφρονι, καὶ τῇ Ἀλεξάνδρᾳ συνάθλοις σου, καὶ Θεοδότῳ Μάρτυρι, τῷ Χριστῷ ὑπὲρ τῶν ὑμνούντων σε, καὶ ἐκδεχομένων, εὔχας σου διαθέρμους πρὸς Αὐτόν, ἀφθόνως πᾶσι παρέχοντας ἔλεος τὸ ἄμετρον.
ᾨδὴ ζ ´. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ὡς περίβλεπτον νύμφην, τοῦ Ὑψίστου Κλαυδία, σὲ μεγαλύνοντες, καὶ Μάρτυρα καλλίστην, προσ-φεύγομεν σῇ σκέπῃ, ἐν δειναῖς περιστάσει, καὶ ἀντιλήψει θερμῇ, ἐν πάσαις βίου ζάλαις.
Σωτηρίας πρὸς τρίβον, μονάζουσας τιμώσας, τὴν θείαν μνήμην σου, ὁδήγησον Κλαυδία, Μονῆς σεπτοῦ Στεφάνου, Μετεώρων πανεύφημε, σαῖς ἱκεσίαις θερμαῖς, πρὸς τὸν γλυκὺν Νυμφίον.
Ὑμνωδίαις Κλαυδία, καταστέφοντες ἄθλους τοὺς πανιέρους σου, θερμῶς δεόμεθά σου· ἐν Ἀβραὰμ τοῖς κόλποις, καὶ παμφώτοις σκηνώμασι, σῶν νεωκόρων ψυχάς, ἀνάπαυσον εὐχαῖς σου.
Θεοτοκίον.
Νικηφόρως τελέσαι, Σοὺς οἰκέτας τὸν βίον, Θεογεννήτρια, ἀξίωσον τοὺς πίστει, προσφεύγοντας σῇ σκέπῃ, καὶ λαμπρῶς μεγαλύνοντας, Σῶν θαυμασίων πληθύν, Ὑπερευλογημένη.

ᾨδὴ η´. Τὸν Βασιλέα.
Τῆς ἐπηρείας, τοῦ μισοκάλου Κλαυδία, ἀπολύτρωσαι σοὺς ὑμνηπόλους, ἥματι μορσίμῳ, τῷ φοβερῷ τοῖς πᾶσι.
Ἡ μὴ δεχθεῖσα, ἀψύχοις θῦσαι εἰδώλοις, καὶ πνιγεῖσα ἐν λίμνῃ Κλαυδία, καταξίωσόν με, Θεὸν δοξάζειν μόνον.
Ῥῦσαι κινδύνων, τοὺς εὐλαβῶς προσκυνοῦντας, σὴν ἁγίαν εἰκόνα Κλαυδία, ἐν Μονῇ Στεφάνου, τοῦ Ἀρχιδιακόνου.
Θεοτοκίον.
Ἐλέησόν με, Θεογεννῆτορ Παρθένε, προσκυ-νοῦντα ἐν τοῖς Μετεώροις, τὸν Ναὸν Κλαυδίας, τῆς Μάρτυρος παρθένου.

Ὠδή θ’. Κυρίως Θεοτόκον.
Ἰσχύος μονάζουσας, ἔμπλησον Κλαυδία, ἐν Μετεώροις Μονῆς Πρωτομάρτυρος, πανευλαβῶς ἀνυμνούσας τὴν θείαν μνήμην σου.
Χαρίτωσον Κλαυδία, τοὺς ἐκδεχομένους σᾶς ἱκεσίας πρὸς Κτίστην τὸν εὔσπλαγχνον, καὶ νεοδμήτῳ Ναῷ σου ταχὺ προστρέχοντας.
Μετὰ τοῦ Θεοδότου, καὶ σεπτῆς ἑξάδος, τῶν σῶν συνάθλων, Κλαυδία ἱκέτευε, Χριστὸν διδόναι τὴν νήψιν ἡμῖν καὶ ἔλεος.
Θεοτοκίον.
Μητρόθεε Παρθένε, Κεχαριτωμένη, σεμνῆς Κλαυδίας ἀπαύστοις δεήσεσι, Σοῖς δούλοις πέμψον ἐλέη τοῦ θείου Τόκου Σου.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον, καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

Ὁ Ἱερεὺς θυμιὰ τὸ Ἅγιον Θυσιαστήριον, τάς Ἁγίας Εἰκόνας, καὶ τὸν Λαόν, ἢ τὸν οἶκον ὅπου ψάλλεται ἡ παράκλησις καὶ ἡμεῖς ψάλλομεν τὰ παρόντα μεγαλυνάρια.
Χαίροις Ἐκκλησίας Ἀγκυρανῶν, καύχημα τὸ μέγα, ἡ τὸ θράσος αἰμοδιψοῦς, θραύσασα τυράννου, μαχαίρα πίστεώς σου, πρὸς τὸν Χριστὸν Κλαυδία, τὸν ἀγαθόδωρον.
Χαίροις ἡ ἀτίμωσιν τῆς σαρκός, χάριτι φυγοῦσα, σοῦ Νυμφίου ἐν οὐρανοῖς, καὶ βυθὸν τῆς λίμνης, μετρήσασα Κλαυδία, σεμνὴ παρθενομάρτυς, πίστεως σέμνωμα.
Δεῦτε προσκυνήσωμεν εὐλαβῶς, τὴν μορφὴν Κλαυδίας, καλλιμάρτυρος τὴν σεπτήν, ἐν τῷ νεοδμήτῳ, αὐτῆς Ναῷ ἐν βράχοις, Ἁγίων Μετεώρων, πάντες Χριστώνυμοι.
Εὔτολμε παρθένε ἐν ἁπαλῷ, κρύπτουσα σαρκίῳ, ὄντως φρόνημα ἀνδρικόν, ἤθλησας Κλαυδία, στεῤῥῶς καὶ λίμνης βάθος, διὰ Χριστοῦ ἀγάπην, Μάρτυς ἐμέτρησας.
Ἐν Τεκούσῃ Μάρτυρι Φαεινῇ, Εὐφρασίᾳ θείᾳ, Ἀλεξάνδρᾳ τῇ εὐσθενεῖ, θεαυγεῖ Ματρώνῃ, καὶ Ἰουλίᾳ σκέπε, καὶ φύλαττε Κλαυδία, πάντας ἱκέτας σου.
Φρούρει χριστομάρτυς διηνεκῶς, νύμφην τοῦ Ὑψίστου, Προεστῶσαν σὺν τῷ χορῷ, τῶν ἐν Μετεώροις, Μονῆς Στεφάνου θείου, μοναζουσῶν Κλαυδία, ὕμνοις μελπόντων σε.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.
Ὁ Ἀναγνώστης·
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς  (ἐκ γ´).
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἰλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δεσπότα, συγχώρησον τάς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἡμῶν, ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω βασιλεία σου· γενηθήτω τὸ θέλημά σου ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκης ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὁ Ἱερεύς·
Ὅτι Σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀναγνώστης·  Ἀμήν.
Ἀπολυτίκιον. Ἦχος γ´. Θείας πίστεως.
Ἴον εὔοσμον, τῆς παρθενίας, καὶ λευκάνθεμον, τῆς ἀριστείας, εὐωδία σῶν ἄθλων καθήδυνον, Ἀγκύρας εὖχος τοὺς νῦν εὐφημοῦντάς σε, Κλαυδία θεία εὐτάκτοις μελίσμασιν, ὡς περίδοξον τῷ ὄντι παρθενομάρτυρα, καὶ σπεύδοντας ἐνθέρμοις ἱκεσίαις σου.
Ἕτερον. Ἦχος πλ. α´. Τὸν συνάναρχον Λόγον.
Γαλατίας εὐάνδρου εὐῶδες κύμινον, καὶ εὐωδέστατον κρίνον, τῆς παρθενίας Χριστῷ, ἑαυτὴν ὁλοσχερῶς ἀφιερώσασαν, καὶ δι᾿ ἀγάπησιν Αὐτοῦ, εἰς τῆς λίμνης τὸν βυθόν, ῥιφεῖσαν χερσὶν ἀνόμοις, Κλαυδίαν μέλψωμεν ὕμνοις, αὐτῆς πρεσβείας ἐκδεχόμενοι.
Ἕτερον. Ὅμοιον.
Χοϊκῆς τὴν φυγοῦσαν σαρκὸς ἀτίμωσιν, Χριστοῦ Νυμφίου ἰσχύϊ, τοῦ ποθεινοῦ Ἰησοῦ, καὶ εἰς λίμνης τὸν βυθὸν ῥιφεῖσαν μέλψωμεν, πάντες Κλαυδίαν εὐλαβῆ, δι’ ἀγάπην θεϊκήν, βοῶντες ἁγνοὺς συντήρει, σοὺς ὑμνητὰς καὶ ἀτρώτους, τῶν βελεμνῶν τοῦ πολεμήτορος.

Εἶτα μνημονεύει καὶ πάλιν ὁ Ἱερεύς, καὶ μεθ’ ἑκάστην αἴτησιν ψάλλομεν τὸ Κύριε, ἐλέησον (γ΄).
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.
       Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστι-ανῶν, τῶν κατοικούντων καὶ παρεπιδημούντων ἐν τῇ (κώμη, πόλει, νήσω) ταύτη, τῶν ἐνοριτών, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφιερωτῶν τοῦ ἁγίου ναοῦ τούτου.
       Ἔτι δεόμεθα ὑπὲρ τοῦ διαφυλαχθῆναι τὴν ἁγίαν Ἐκκλησίαν καὶ τὴν πόλιν  (ἡ κώμην, ἢ χώραν, ἢ νῆσον ἢ μονὴν) ταύτην (ἢ τὸν οἶκον  τούτον), καὶ πᾶσαν πόλιν καὶ χώραν ἀπὸ ὀργῆς, λοιμοῦ, λιμοῦ, σεισμοῦ, καταποντισμοῦ, πυρός, μαχαίρας, ἐπιδρομῆς ἀλλοφύλων, ἐμφυλίου πολέμου, καὶ αἰφνιδίου θανάτου· ὑπὲρ τοῦ ἵλεων, εὐμενῆ καὶ εὐδιάλλακτον γενέσθαι τὸν ἀγαθὸν καὶ φιλάνθρωπον Θεὸν ἡμῶν, τοῦ ἀποστρέψαι καὶ διασκεδάσαι πᾶσαν ὀργὴν καὶ νόσον, τὴν καθ' ἡμῶν κινουμένην· καὶ ῥύσασθαι ἡμᾶς ἐκ τῆς ἐπικειμένης δικαίας αὐτοῦ ἀπειλῇς, καὶ ἐλεῆσαι ἡμᾶς. 
Ἒτι δεόμεθα καί ὑπέρ τοῦ εἰσακοῦσαι……..
Ἐπάκουσον ὁ Θεός ὁ Σωτήρ ἡμῶν, ἡ ἐλπίς………..
Ἐλεήμων γὰρ καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός·  Ἀμήν.

Ὁ Ἱερεύς·
Δόξα σοι Χριστὲ ὁ Θεός, ἡ ἐλπὶς ἡμῶν, δόξα σοι.
Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν, ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας αὐτοῦ Μητρός, Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ· προστασίαις τῶν τιμίων ἐπουρανίων Δυνάμεων Ἀσωμάτων· ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, Προφήτου, Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου· τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων· τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων μαρτύρων· τῶν ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν· τοῦ ἁγίου  (τοῦ Ναοῦ)·  τῶν ἁγίων καὶ δικαίων Θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης· τῆς Ἁγίας Μάρτυρος Κλαυδίας,  ἧς καὶ τὴν μνήμην ἐπιτελοῦμεν, καὶ πάντων τῶν Ἁγίων, ἐλεῆσαι καὶ σώσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος καὶ ἐλεήμων Θεός.

Πρὸ δὲ τοῦ Δι’ εὐχῶν, ψάλλονται τὰ παρόντα·
Ἦχος β´. Ὅτε ἐκ τοῦ Ξύλου.
Ῥύου κατωδύνων συμφορῶν, τοὺς ἀνευφη-μοῦντας Κλαυδία, παρθενομάρτυς λαμπρά, πόνους μαρτυρίου σου, καὶ τῆς κολάσεως, τῆς γεέννης τοὺς σπεύδοντας, μορφὴν προσκυνήσαι, σοῦ τὴν πανσεβάσμιον, ἐν φερωνύμῳ σου, νῦν Ναῷ ἐν Μάνδρᾳ Στεφάνου, Ἀρχιδιακόνου κειμένῃ, ἐν τοῖς Μετεώροις, θεοδόξαστε.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς Σὲ ἀνατίθημι, ὦ Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

Δίστιχον.
Ἀγαθὴν προεστῶσαν σὺν μοναζούσαις
εὐλόγει, Κλαυδία, Χαραλάμπης ψάλλει.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου