Δευτέρα 15 Ιουνίου 2015

Ὁσίου ΠΑΝΑΓΗ - ΠΑΪΣΙΟΥ Μπασιᾶ



Ἀκολουθία Ὁσίου ΠΑΝΑΓΗ - ΠΑΪΣΙΟΥ Μπασιᾶ.
Ψαλλομένη τῇ 7η Ἰουνίου
Ποίημα Γερασίμου Μοναχοῦ Μικραγιαννανίτου


ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ
Εἰς τό Κύριε ἐκέκραξα ἱστῶμεν στίχους δ΄ καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια.
Ἦχος α΄. Πανεύφημοι Μάρτυρες.
Ὀρθότητα βίου καθαροῦ, Πάτερ προελόμενος, ἀπὸ παιδὸς ἠκολούθησας, Χριστοῦ τοῖς ἴχνεσι, κοσμικὴν ἀπάτην, πᾶσαν βδελυξάμενος, καὶ πόθῳ θεϊκῷ ἀναγόμενος, σκεῦος ἐπάξιον, ἀρετῶν ὤφθης Παΐσιε· διὰ τοῦτο ἀξίως δεδόξασαι.
Τὸν νοῦν σου τηρήσας καθαρόν, πάσης ματαιότητος, ἐν τῇ ἀγάπῃ τοῦ Κτίστου σου, Πάτερ Παΐσιε, καὶ Ἱερωσύνης, χρῖσμα θεῖον ἅγιον, δεξάμενος ἀξίως ἱέρευσας, Χριστῷ ὡς Ἄγγελος· διὰ τοῦτο συνηρίθμησαι, τῶν Ἁγίων τοῖς Ἁγίοις τάγμασιν.
Ἐν ἔργοις ἐκλάμπων ἀγαθοῖς, ὡς θεράπων γνήσιος, Χριστοῦ Παΐσιε Ὅσιε, σαυτὸν ἐκδέδωκας, εἰς διακονίαν, τοῦ πλησίον Ἅγιε, ἀγάπης τῷ πυρὶ ἐκκαιόμενος· ὅθεν ἀπείληφας, τὴν τοῦ Πνεύματος ἐνέργειαν, καὶ προλέγεις ἀκριβῶς τὰ μέλλοντα.
Καθάρας τὸν νοῦν δι’ ἀρετῆς, πρακτικῆς Παΐσιε, προφητικῆς θείας χάριτος, ὄργανον πέφηνας, καὶ τὰ κεκρυμμένα, φανεροῖς ἑκάστοτε, προβλέπων τὰ μακρὰν ἀκριβέστατα· διὸ ἐθαύμαζον, τὴν ἐν σοὶ θείαν λαμπρότητα, οἱ ὁρῶντες τὰ σὰ προτερήματα.
Δόξα. Ἦχος β΄.
Ἐν νόμῳ τῷ θείῳ τὰ σὰ κατευθύνων βήματα, πάσης κακίας ἐξέκλινας, καὶ μακάριος ἀνὴρ ἀληθῶς, κατὰ Δαβὶδ ἐδείχθης· τῷ γὰρ θείῳ στοιχειούμενος φόβῳ, εἰς ἀρετῶν ἀνηνέχθης ἀκρότητα, ὑπερφρονήσας τῶν γηΐνων, Παΐσιε Ὅσιε· καὶ Χριστῷ εὐηρέστησας, ἐν Ἁγίοις ὁ κλῆρός σοι γέγονε· μεθ’ ὧν Πάτερ πρέσβευε, ὑπὲρ τῶν τιμώντων σε.
Καὶ νῦν. Θεοτοκίον.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μήτηρ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

Ἀπόστιχα. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Ὤφθης τῶν ἐντολῶν, ἐργάτης τῶν ἁγίων, Παΐσιε θεόφρον· διὸ καὶ ἐπληρώθης, τῆς θεϊκῆς ἐλλάμψεως.
Στ. Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Βλέποντες τὴν ζωήν, τὴν σὴν οἱ Κεφαλλῆνες, ἐθαύμαζον ὑμνοῦντες, Παΐσιε τρισμάκαρ, τὸν σὲ λαμπρῶς δοξάσαντα.
Στ. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον, ἐν ταῖς ἐντολαῖς Αὐτοῦ θελήσει σφόδρα.
Ἔχουσα τὴν σορόν, τῶν θείων σου λειψάνων, ἡ Ληξουρίου πόλις, Παΐσιε γεραίρει, τὴν φωτοφόρον μνήμην σου.
Δόξα. Τριαδικόν.
Ὅλην σου τὴν ζωήν, Τριάδι τῇ Ἁγίᾳ, ἀνέθου θεοφόρε· καὶ λειτουργὸς τῆς δόξης, αὐτῆς ὤφθης θεόληπτος.
Καὶ νῦν. Θεοτοκίον.
Πίστει ἱερουργῶν, τῷ Σῷ Υἱῷ Παρθένε, Παΐσιος ὁ θεῖος, ἀνύμνει καθ’ ἑκάστην, τὰ θεῖα μεγαλεῖά Σου.

Νῦν ἀπολύεις, Τρισάγιον, Ἀπολυτίκιον. Ἦχος γ΄. Θείας πίστεως.
Νέος πέφηνας, ἐν τοῖς Ἁγίοις, βίον ἔνθεον, βεβιωμένος, ἐν Ληξουρίῳ θεόφρον Παΐσιε· ὅθεν θαυμάτων πηγάζεις τὰς χάριτας, τοῖς προσιοῦσι πιστῶς τῇ πρεσβείᾳ σου· Πάτερ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Δόξα. Ἕτερον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Ληξουρίου τὸν γόνον Κεφαλλήνων τὸ καύχημα, καὶ τῶν Ἱερέων τὴν δόξαν, θεοφόρον Παΐσιον, τιμήσωμεν ἐν ὕμνοις καὶ ᾠδαῖς, ὡς σκεῦος οὐρανίων ἀρετῶν· τῶν πταισμάτων γὰρ αἰτεῖται τὸν ἱλασμόν, τοῖς πίστει ἀνακράζουσι· δόξα τῷ δεδωκότι σοι ἰσχύν, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ πᾶσιν ἰάματα.
Καὶ νῦν. Θεοτοκίον.
Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ. Ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί· δόξα τῷ προελθόντι ἐκ σοῦ· δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου σου.
Ἀπόλυσις.

ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ
Εὐλογησάντος τοῦ Ἱερέως ὁ Προοιμιακός καὶ τό Μακάριος ἀνήρ. Εἰς δὲ τό Κύριε ἐκέκραξα ἱστῶμεν στίχους στ΄ καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια. Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Νέος, ἐν Ἁγίοις πεφηνώς, τῇ σῇ καθαρᾷ πολιτείᾳ καὶ ἐναρέτῳ ζωῇ, Ὅσιε Παΐσιε, Πνεύματος ὄργανον, ἀληθῶς ἐχρημάτισας, καὶ τῆς προφητείας, πλούσιον τὸ χάρισμα, Πάτερ εἰσδέδεξαι· ὅθεν τὴν ἁγίαν σου μνήμην, δῆμοι Κεφαλλήνων τελοῦντες, ὕμνοις ἱεροῖς σε μακαρίζομεν.
Ἔργοις, τῆς ἀγάπης σεαυτόν, δέδωκας προθύμῳ καρδίᾳ, Πάτερ Παΐσιε, γνώμην ἐλεήμονα, ἐπιδεικνύμενος, καὶ ἀπόροις ἐπήρκεσας, καὶ πένησι πᾶσι, βοηθῶν τοῖς πάσχουσι, ὡς τοῦ Χριστοῦ μαθητής· ὅθεν ἐπλουτίσθης ἀξίως, θείαις χορηγίαις θεόφρον, καὶ Ἁγίων ὤφθης ἰσοστάσιος.
Σκεῦος, ἀρετῶν περιφανές, καὶ τῆς ἀπαθείας δοχεῖον, ὤφθης πολύτιμον, Ἅγιε Παΐσιε, οἷα θεράπων Χριστοῦ· διὰ τοῦτο προέλεγες, βλέπων ὡς παρόντα, τὰ μακρὰν ἐν Πνεύματι, Ἁγίῳ Ὅσιε· ὅθεν καὶ κρυφίων τὴν γνῶσιν, πᾶσιν ἐμφανῶς ἐκκαλύπτεις, παρὰ πάντων Πάτερ θαυμαζόμενος.
Ἕτερα. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσιν.
Τῶν Ἁγίων τοῖς ἴχνεσιν, ἐν ὑστέροις τοῖς ἔτεσιν, ἀκλινῶς ἐβάδισας, θείῳ ἔρωτι, ἐπτερωμένος Παΐσιε, καὶ τούτων τῆς χάριτος, καὶ τῆς θείας δωρεᾶς, δαψιλῶς κατετρύφησας, ὡς θεόληπτος, Ἱερεὺς τοῦ Ὑψίστου καὶ τῶν θείων, μυστηρίων οἰκονόμος, καὶ λειτουργὸς ἐνθεώτατος.
Τοῦ Κυρίου τὸ ἔλεος, καὶ τὸν οἶκτον μιμούμενος, ἐλεεῖς ἑκάστοτε γνώμῃ κρείττονι, λόγῳ καὶ ἔργῳ Παΐσιε, ἐκ τῶν ὑπαρχόντων σοι, ἐνδεέσι καὶ πτωχοῖς, χορηγῶν δαψιλέστατα, καὶ τοὺς πταίοντας, ὁδηγεῖς πρὸς μετάνοιαν τελείαν, καὶ πρὸς τρίβον σωτηρίας, τοῖς θεοφθόγγοις σου ῥήμασι.
Τὴν σορὸν τῶν λειψάνων σου, ὡς ἁγίασμα ἔνθεον, τὴν ὀσμὴν τῆς χάριτος ἀποπνέουσαν, καὶ θησαυρὸν θεοδώρητον, Ληξούριον κέκτηται, καὶ τὴν μνήμην σου σοφέ, ἑορτάζει Παΐσιε, καὶ κραυγάζει σοι· ἀπὸ πάσης με λύτρωσαι ἀνάγκης, σὺν τῷ θείῳ Γερασίμῳ, Χριστὸν ἡμῖν ἱλεούμενος.
Δόξα. Ἦχος πλ. β΄.
Τῶν θείων ἐντολῶν, ἐργάτης γενόμενος, ἐν ἀρεταῖς τὸν βίον διήνυσας, καὶ εὐποιΐαις παντοίαις, θεόφρον Παΐσιε· σαυτὸν γὰρ Χριστῷ ἀναθέμενος, καταλλήλως πεπολίτευσαι, τῶν χαμαὶ συρομένων οἷα ῥεόντων, τὸν νοῦν χωρίσας· καὶ ἱερωσύνης ἐνδυσάμενος τὴν στολήν, εὐαγγελικῶς Χριστῷ ἱεράτευσας ἐν ταπεινώσει πολλῇ· ὅθεν λαμπρῶς ἐδοξάσθης, καὶ προφητικῷ χαρίσματι, τὴν σὴν ἐκφαίνεις λαμπρότητα. Καὶ νῦν σὺν τοῖς ἀπ’ αἰῶνος Ἁγίοις χορεύων, σὺν αὐτοῖς ἀπαύστως πρέσβευε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον.
Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτός ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Φῶς ἰλαρόν, Προκείμενον τῆς ἡμέρας  καί Ἀναγνώσματα.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. γ' 1).
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καί γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καί ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα  (Κεφ. ζ′.7).
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.  
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. ε' 15).
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα, δικαιοσύνην· καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας· πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται· καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ’ αὐτῶν ὕδωρ θαλάσσης· ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν βασιλεῖς, καὶ σύνετε· μάθετε δικασταὶ περάτων γῆς. Ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν· ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.

Εἰς τήν Λιτήν. Ἦχος α΄.
Εὐφραίνου ἐν Κυρίῳ, ἡ τοῦ Χριστοῦ Ἐκκλησία, ὡς μήτηρ καλλίτεκνος ἐπὶ τέκνοις χορεύουσα· ἰδοὺ γὰρ καὶ ἐν ὑστέροις χρόνοις, Παΐσιος ὁ θεῖος, τῶν πάλαι Ἁγίων χαρακτηρίσας τὴν ζωήν, τῶν ἐν σοὶ δεδογμένων τὴν ἀκρίβειαν, σφραγίζει ἔτι ἅπαξ τοῖς θαύμασιν· εὐαγγελικοῖς γὰρ χαρίσμασι διαλάμπει, καὶ εὐργεσιῶν ἐπιδείξει, ὁδηγεῖ πρὸς τὸ θεῖον θέλημα, καὶ πρεσβεύει ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Ἦχος β΄.
Ὁλοσχερῶς Θεὸν ἀγαπήσας, καὶ τὸν πλησίον ὡς σεαυτὸν ἠγάπησας, τῷ θείῳ εἴκων νόμῳ θεοφόρε Παΐσιε· ἀσκητικοῖς γὰρ πόνοις, τὴν σάρκα ἐνέκρωσας, πρὸς ζωὴν θείαν ἀναγόμενος· καὶ πνευματικαῖς ἐργασίαις, τῷ πέλας ποικίλως βοηθῶν, εὐεργετῶν διετέλεσας· καὶ ἐλεήμονα χεῖρα, ἐπορέγων τοῖς πτωχοῖς, ἁμαρτανόντων ἰατὴρ ἐδείχθης, πρὸς μετάνοιαν ἐπανάγων, ἐξ ὁδοῦ ἀπωλείας, διδαχαῖς τε καὶ θαύμασι· διὸ τὴν ἁγίαν σου, μνήμην Πάτερ ἑορτάζομεν.
Ἦχος γ΄.
Τοῖς ἀπλάστοις τρόποις σου, καὶ ζωῆς τῇ καθαρότητι, εὐαρεστήσας Κυρίῳ, ὅσιος καὶ δίκαιος καὶ ἄκακος ὤφθης, ἐν ὁδῷ ἀμώμῳ, προφητικῶς Παΐσιε· καὶ προφητικοῖς κεκοσμημένος προτερήμασι, τοὺς πάντας ἐξέπληττες, ἐν τῇ δοθείσῃ σοι χάριτι· τὰ γὰρ πόῤῥω προέλεγες, καὶ τὰ ἐν βάθει τῶν καρδιῶν ἀπεκάλυπτες, θεοσόφῳ λόγῳ σου· οὕτω γὰρ δοξάζει Χριστός, τοὺς Αὐτὸν δοξάζοντας ὡς ἐπηγγείλατο, ᾯ πρέσβευε ὑπὲρ τῶν τιμώντων σε.
Ἦχος δ΄.
Τῷ νοητῷ ἀρότρῳ, κεχερσωμένας καρδίας γεηπονῶν, πολὺν καρπὸν προσήγαγες Χριστῷ, θεοφόρε Πάτερ Παΐσιε, ὡς σοφὸς οἰκονόμος τῶν μυστηρίων τοῦ Πνεύματος, καὶ Ἀποστόλων μιμητής· καὶ καλῶς τελέσας τὴν σὴν ἱερουργίαν, ἐν τῷ ἄνω θυσιαστηρίῳ προσεχώρησας, ὡς Ἱερεὺς εὐπρόσδεκτος· διό σου δεόμεθα, τὰς ὑπὲρ ἡμῶν ἱλαστήριος δεήσεις, μὴ παύσῃ ἀναφέρων Χριστῷ, ὡς ἂν εὕρωμεν ἔλεος, ἐν τῇ ἡμέρᾳ τῆς Κρίσεως.
Δόξα. Ὁ αὐτός.
Τὸν ἐν Ὁσίοις Ἱερέα, καὶ ἐν Ἱερεῦσιν ὅσιον θεράποντα Χριστοῦ, Παΐσιον τὸν ἀξιάγαστον, ᾀσματικοῖς ἐπαίνοις καταστέψωμεν· τοῖς πάλαι γὰρ Ἁγίοις ἁμιλληθείς, ὡς ἄστρον νεοφανὲς ἔλαμψεν ἐν Ληξουρίῳ, εὐαγγελικοῖς σκάμμασι, καὶ εὐποιΐας πράξεσι, καὶ οἰκτιρμοῖς πενήτων· καὶ νῦν τὸν ἀμαράντινον, ἀναδησάμενος στέφανον, πρεσβεύει ἀπαύστως Κυρίῳ, διδόναι ἡμῖν πταισμάτων λύσιν καὶ τὸ μέγα ἔλεος.
Καὶ νῦν. Θεοτοκίον.
Ἐκ παντοίων κινδύνων τοὺς δούλους Σου φύλαττε εὐλογημένη Θεοτόκε, ἵνα Σὲ δοξάζωμεν τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.

Εἰς τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Χαίροις, ὁ Ληξουρίου βλαστός, Κεφαλληνίας ἱερὸν ἐγκαλλώπισμα, Παΐσιε θεοφόρε, ὁ ἐν Ἁγίων χοροῖς, ἄρτι διαλάμψας βίῳ κρείττονι· Χριστοῦ τῇ ἀγάπῃ γάρ, πτερωθεὶς τὴν διάνοιαν, τῶν ἐν τῷ κόσμῳ, ἀγαθῶν ξένος πέφηνας, καὶ ἰσάγγελον, πολιτείαν διέδραμες· ὅθεν πρὸς ὑπερκόσμιον, ἀνήχθης λαμπρότητα, καὶ ἀφθαρσίας τὸ γέρας, παρὰ Κυρίου δεξάμενος, ἀπαύστως δυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι τὸ μέγα ἔλεος.
Στ. Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Χαίροις, τῆς εὐποιΐας πυρσός, τῶν δωρεῶν τῶν θεϊκῶν πλοῦτος ἄσυλος, Παΐσιε θεοφόρε, ὁ ἐπαρκέσας καλῶς, πένησιν ἀπόροις καὶ τοῖς πάσχουσιν· ἐντεῦθεν πεπλήρωσαι, οὐρανίου ἐλλάμψεως, πᾶσι προλέγων, ἐσομένων τὴν ἔκβασιν, καὶ ἰώμενος, ψυχικὰ ἀῤῥωστήματα· ὅθεν καὶ τὰ ἀπόκρυφα, εἰς φῶς φέρων Ὅσιε, μυσταγωγεῖς εὐσπλαγχνίας, τῆς θεϊκῆς τὴν χρηστότητα, ἀπαύστως πρεσβεύων, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι τὸ μέγα ἔλεος.
Στ. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον, ἐν ταῖς ἐντολαῖς Αὐτοῦ θελήσει σφόδρα.
Χαίρει, τὴν σὴν ἁγίαν σορόν, ὡς μυροθήκην νοητοῦ ἁγιάσματος, Ληξούριον ἡ πατρίς σου, καταπλουτοῦσα σοφέ, ἐν σοὶ ἐγκαυχᾶται καὶ σεμνύνεται, καὶ πόθῳ τὴν μνήμην σου, ἑορτάζει Παΐσιε, τὰ τῆς ζωῆς σου, εὐκλεῆ προτερήματα, μακαρίζουσα, καὶ τοῖς πᾶσι κηρύττουσα· ταύτην γὰρ καθηγίασας, τοῖς θείοις ἀγῶσί σου, καὶ ἐν αὐτῇ καλῶν ἔργων, στήλην καὶ τύπον παρέστησας· ᾗ νῦν Πάτερ αἴτει, ἱλασμὸν καὶ σωτηρίαν, καὶ θεῖον ἔλεος.
Δόξα. Ἦχος πλ. δ΄.
Εὐαγγελίου τὰ διδάγματα, πολλαπλῶς γεωργήσας, δαψιλῆ καρποφορίαν, τῇ Ἐκκλησίᾳ Πάτερ προσήγαγες· ἐν ἀσκήσει γὰρ θεοειδής, καὶ ἐν ἐλέει καὶ οἰκτιρμοῖς θεόληπτος, ἀληθῶς ἐχρημάτισας· καὶ πιστῶς ἱερουργῶν Κυρίῳ, προφητικῆς ἐπιπνοίας καὶ χάριτος, ὄργανον ἐγένου, τῶν εὐσεβῶν παιδεύων τὸ φρόνημα, ὡς Ἱερεὺς θεοφόρος, Παΐσιε Ὅσιε, πρὸς σωτηρίαν αἰώνιον.
Καὶ νῦν. Θεοτοκίον.
Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ Ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.

Νῦν ἀπολύεις, Τρισάγιον, Ἀπολυτίκιον. Ἦχος γ΄. Θείας πίστεως.
Νέος πέφηνας, ἐν τοῖς Ἁγίοις, βίον ἔνθεον, βεβιωμένος, ἐν Ληξουρίῳ θεόφρον Παΐσιε· ὅθεν θαυμάτων πηγάζεις τὰς χάριτας, τοῖς προσιοῦσι πιστῶς τῇ πρεσβείᾳ σου· Πάτερ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Δόξα. Ἕτερον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Ληξουρίου τὸν γόνον Κεφαλλήνων τὸ καύχημα, καὶ τῶν Ἱερέων τὴν δόξαν, θεοφόρον Παΐσιον, τιμήσωμεν ἐν ὕμνοις καὶ ᾠδαῖς, ὡς σκεῦος οὐρανίων ἀρετῶν· τῶν πταισμάτων γὰρ αἰτεῖται τὸν ἱλασμόν, τοῖς πίστει ἀνακράζουσι· δόξα τῷ δεδωκότι σοι ἰσχύν, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ πᾶσιν ἰάματα.
Καὶ νῦν. Θεοτοκίον.
Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ. Ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί· δόξα τῷ προελθόντι ἐκ σοῦ· δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου σου.
Ἀπόλυσις.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν α΄ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου, Σωτήρ.
Ἀνέτειλας σοφέ, ὡς νεόφωτον ἄστρον, ὑστέροις τοῖς καιροῖς, τῇ ἁγίᾳ ζωῇ σου, καὶ ἔργοις θείας πίστεως, τῶν πιστῶν τὴν διάνοιαν, κατεπύρσευσας, πρὸς ἀρετῶν ἐπιδόσεις· ὅθεν σήμερον, τὴν σὴν γεραίρομεν μνήμην, Παΐσιε Ὅσιε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ἐκύησας ἡμῖν, τὸν Ὑπέρθεον Λόγον, καινίζουσα ἡμῶν, τὴν φθαρεῖσαν οὐσίαν, ἀτρέπτως ὑπὲρ ἔννοιαν, καὶ παρθένος διέμεινας, μετὰ κύησιν, ὡς πρὸ τοῦ τόκου Παρθένε· ὅθεν ἅπαντες, τὰ μεγαλεῖά Σου Κόρη, ὑμνοῦντες δοξάζομεν.

Μετὰ τὴν β Στιχολογίαν, Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Κοσμήσας τὸν βίον σου τῶν ἀρετῶν καλλοναῖς, πιστῶς ἱεράτευσας, τῷ ἐπὶ πάντων Θεῷ, Παΐσιε Ὅσιε· σὺ γὰρ ἐν Ἱερεῦσι, θεοφόρος ἐδείχθης, θαύμασι διαλάμπων, καὶ προγνώσεσι πλείσταις· διὸ τῆς οὐρανίου ζωῆς κατηξίωσαι.
Δόξα. Ὁ αὐτός. Ἐπεφάνης σήμερον.
Ἐνεργείᾳ Πνεύματος, τοῦ Παναγίου, προδηλοῖς τὰ μέλλοντα, καὶ σαφηνίζεις ἐναργῶς, τὰ ἐν κρυπτῷ ἐνεργούμενα, Ὅσιε Πάτερ, θεόφρον Παΐσιε.
Καὶ νῦν. Θεοτοκίον.
Τοῦ Πατρὸς τὸ σύνθρονον, Θεοκυῆτορ, ἐν βροτείῳ σώματι, ἐκύησας δίχα τροπῆς· διὸ τὸ μέγα μυστήριον, τῆς Σῆς ὑμνοῦμεν, ἀσπόρου κυήσεως.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Ληξουρίου ἡ πόλις Πάτερ σεμνύνεται, καυχωμένη τοῖς θείοις σου προτερήμασι, καὶ τοῦ σοῦ βίου τὰ λαμπρὰ γεραίρει σκάμματα, καὶ τὰς προγνώσεις τὰς πολλάς, καὶ προοράσεις τὰς σεπτάς, κηρύττει εὐφήμῳ γλώσσῃ, Παΐσιε θεοφόρε, Χριστοῦ θεράπων ἐνθεώτατε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τὴν πυρίμορφον βάτον καὶ ἀκατάφλεκτον, τὴν δεξαμένην ἀφλέκτως τὸ τῆς θεότητος πῦρ, καὶ τεκοῦσαν ἐν σαρκὶ τὸν πάντων Κύριον, τὴν Θεοτόκον Μαριάμ, ἀνυμνήσωμεν πιστοί, βοῶντες ἀπὸ καρδίας· χαῖρε ἁγνὴ Θεομῆτορ, ἡμῶν προστάτις καὶ βοήθεια.

Οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Στ. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον, ἐν ταῖς ἐντολαῖς Αὐτοῦ θελήσει σφόδρα.
Εὐαγγέλιον Ὁσιακόν.
Ὁ Ν΄ Ψαλμός.
Δόξα. Ταῖς τοῦ Σοῦ Ὁσίου...
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ. Ἐλέησόν με ὁ Θεός...
Τῶν ἀρετῶν τῷ φωτί, τὴν σὴν ζωὴν καταλαμπρύνας, λύχνος εὐσεβείας ὤφθης, καὶ ὁδηγὸς τῶν πιστῶν, Παΐσιε θεομάκαρ· καὶ τοῦ παρόντος βίου, παραδραμὼν τὴν νύκτα, τῷ ἀνεσπέρῳ φωτὶ τῆς ἄνω δόξης ἀνέδραμες, τῆς αἰωνίου χαρᾶς ἀξιούμενος. Αὐτῆς καὶ ἡμᾶς καταξίωσον, ταῖς πρὸς Θεὸν εὐχαῖς σου, δεόμεθα Πάτερ, τοὺς πόθῳ τιμῶντάς σε.

Εἶτα, οἱ Κανόνες· τῆς Θεοτόκου καὶ τοῦ Ἁγίου, οὗ ἡ ἀκροστιχίς: Παϊσίῳ μέλισμα τῷ θεολήπτῳ. Γερασίμου.
ᾨδὴ α΄. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.
Παθῶν μου τὴν ζόφωσιν, θείῳ φωτί σου διάλυσον, Φιλάνθρωπε Κύριε, ὡς τοῦ φωτὸς χορηγός, ἵνα μέλψω σου, τὸν νέον ἐν Ἁγίοις, θεράποντα Ὅσιον, θεῖον Παΐσιον.
Ἀμέμπτως ἐβίωσας, ἀπὸ νεότητος Ὅσιε, φυλάξας ἀμέτοχος, τῆς ἐν τῷ κόσμῳ φθορᾶς, τὴν καρδίαν σου, Παΐσιε θεόφρον· διὸ θείας χάριτος, ὤφθης θησαύρισμα.
Ἱέρευσας Ὅσιε, ἐπὶ τῆς γῆς ὥσπερ ἄγγελος, Χριστῷ τῷ Παντάνακτι, ᾧ καὶ προσήγαγες, ὡς εὐπρόσδεκτον, θυσίαν καὶ ἁγίαν, τοῦ βίου Παΐσιε, τὰς ἀριστείας σου.
Θεοτοκίον.
Σκηνὴ θεοχώρητος, καὶ χρυσαυγὲς ἐνδιαίτημα, τοῦ πάντων δεσπόζοντος, ὤφθης Πανάχραντε, τοῦ ἐκ μήτρας Σου, ἀφράστως προελθόντος, καὶ κόσμον καινίσαντος, δι’ ἀγαθότητα.

ᾨδὴ γ΄. Τοὺς Σοὺς ὑμνολόγους.
Ἰλύος παθῶν ἀποκαθάρας, τὸ ὄμμα θεόφρον τῆς ψυχῆς, προέβλεπες Παΐσιε, τὰ πόῤῥω θείῳ Πνεύματι, καὶ πᾶσι τὰ ἀπόκρυφα, λόγῳ τῷ σῷ ἀπεκάλυπτες.
Ὡς λύχνος λαμπρὸς ἐν Ληξουρίῳ, ἐκλάμπεις τοῖς ἔργοις τοῦ φωτός, καὶ καταυγάζεις Ὅσιε, ἀγάπης τοῖς πυρσεύμασι, τοὺς ἐν νυκτὶ Παΐσιε, πάσης ἀνάγκης καὶ θλίψεως.
Μεγίσταις ἐμπρέπων εὐποιΐαις, διένειμας ἅπασαν τὴν σήν, περιουσίαν Ὅσιε, ἀπόροις τε καὶ πάσχουσι, τὰ θεῖα ἀντικτώμενος, καὶ μηδαμῶς παρερχόμενα.
Θεοτοκίον.
Ἐτέχθη ἁγνῶν Σου ἐκ λαγόνων, μὴ φθείας τὴν μήτραν Σου ἁγνή, ὁ ἐκ μὴ ὄντων ἅπαντα, παραγαγὼν δι’ ἔλεος, καὶ ἔσωσε τὸν ἄνθρωπον, ἐκ τῆς φθορᾶς ὡς φιλάνθρωπος.

Κάθισμα. Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.
Τὴν ὁσίαν σου ζωήν, ὁ καλῶν ἔργων βραβευτής, ἀμειβόμενος σοφέ, χάριν σοι δέδωκε πολλήν, τοῦ προορᾶν καὶ προλέγειν τὰ ἐσόμενα· ὅθεν φανεροῖς, πλείστοις τὰ ἄδηλα, γνώμῃ συμπαθεῖ, χεῖρα φιλεύσπλαγχνον, τοῖς ἐνδεέσιν ὀρέγων Παΐσιε, καὶ βοηθῶν τοῖς ἐν θλίψεσι· διὸ ἀξίως, ἐπουρανίων ἀμοιβῶν κατηξίωσαι.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ἐξ ἀχράντου Σου γαστρός, ὁ ὑπερούσιος Θεός, οὐσιώθη ὑπὲρ νοῦν, καὶ ὤφθη τέλειος βροτός, μὴ ἀποστὰς τῆς οἰκείας Θεότητος, καὶ ἔσωσεν ἡμᾶς, ἐκ τῆς ἀρχαίας ἀρᾶς, ὁ φύσει ἀγαθὸς καὶ πολυεύσπλαγχνος· διὸ Παρθένε, τὴν ἄῤῤητον δόξαν Σου, ὑμνολογοῦντες κραυγάζομεν· χαῖρε τοῦ κόσμου, ἡ σωτηρία, καὶ βροτῶν ἀνακαίνισις.

ᾨδὴ δ΄. Ὁ καθήμενος ἐν δόξῃ.
Λαμπρυνόμενος τῷ φέγγει θείων ἔργων Παΐσιε, λειτουργὸς θεόφρων, οἷα Ἱερεὺς θεοφόρητος, ὡς ἀληθῶς ἀνεδείχθης θείῳ ἔρωτι, ψάλλων Ὅσιε· δόξα Χριστὲ τῇ δυνάμει Σου.
Ἰσχὺν θείαν κεκτημένος ἀνδρικῶς Πάτερ ἔφερες, θλίψεις ἐν τῷ κόσμῳ, καὶ τῆς ἀσθενείας τὴν κάκωσιν, καὶ δι’ αὐτῶν πρὸς τὰ ἄνω ἀναγόμενος, πίστει ἔκραζες· δόξα Χριστὲ τῇ δυνάμει Σου.
Συντονίᾳ ἐναρέτων ἐπιδόσεων Ὅσιε, γεηρῶν ἁπάντων, ξένος τε καὶ πάροικος γέγονας, πρὸς τὴν οὐράνιον πόλιν ἐπεγόμενος, ἧς ἠξίωσαι, καλῶς τελέσας τὸν δρόμον σου.
Θεοτοκίον.
Μυροθήκη θεοδόχος καὶ χρυσῆ καὶ πολύτιμος, ὤφθης Θεοτόκε, τέξασα ὡς μύρον οὐράνον, τὸν ζωοδότην Χριστὸν καὶ πάντων Κύριον, τὸν παρέχοντα, ὀσμὴν ζωῆς τὴν ἀθάνατον.

ᾨδὴ ε΄. Ἐξέστη τὰ σύμπαντα.
Ἀγάπης τὸ ἄνθρακι, φλεγόμενος Παΐσιε, ὡς Χριστοῦ θεράπων θεοφόρος, τῶν ἐν ἀνάγκαις καὶ πλείσταις θλίψεσιν, ὤφθης βοηθὸς καὶ ἀρωγός, καὶ παρέχεις ἅπασι, τύπον βίου λαμπρότητος.
Τῷ μύρῳ τῆς χρίσεως, χρισθεὶς τοῦ θείου Πνεύματος, θεῖος Ἱερεὺς ὤφθης Κυρίου, καὶ εὐωδίᾳ τῶν θείων ἔργων σου, πᾶσαν εὐωδίασας ψυχήν, καὶ παθῶν ἀπήλασας, δυσωδίαν Παΐσιε.
Ὡς μύστην οὐράνιον, καὶ ἀρετῆς διδάσκαλον, οἱ ἐν Ληξουρίῳ σε πλουτοῦντες, τῷ θείῳ φόβῳ καλῶς ἰθύνοντο, καὶ τῷ ὑποδείγματι τῷ σῷ, Πάτερ παιδευόμενοι, τὸν Σωτῆρα ἐδόξαζον.
Θεοτοκίον.
Θαυμάτων θαῦμα μέγιστον, ὡράθης Θεονύμφευτε, τέξασα τὸν πάντων Βασιλέα, ἀνερμηνεύτως ἐκ τῶν αἱμάτων τῶν Σῶν· ὅθεν πᾶσα κτίσις προσκυνεῖ, καὶ δοξάζει ἄχραντε, τὸν ἀπόῤῥητον Τόκον Σου.

ᾨδὴ στ΄. Τὴν θείαν ταύτην.
Ἐν τῷ φωτὶ ἐλλαμπόμενος, τοῦ Πνεύματος Παΐσιε Ὅσιε, ὡς καθαρώτατος, τὸ τῆς προγνώσεως χάρισμα, προσεφαπλοῖς πλουσίως, ἐκπλήττων ἅπαντας.
Ὁ τῶν Ὁσίων ὁμότροπος, καὶ Ληξουριωτῶν θεῖος ἔφορος, ὑμνολογείσθω μοι, ὁ θεοφόρος Παΐσιος, Χριστοῦ ἱερομύστης, ὁ ἐνθεώτατος.
Λάμπων τοῖς ἔργοις τῆς πίστεως, πολλῇ ἐν ταπεινώσει καὶ χάριτι, Πάτερ Παΐσιε, παιδαγωγεῖς φόβῳ κρείττονι, πρὸς σωτηρίας τρίβους πιστῶν τὸ πλήρωμα.
Θεοτοκίον.
Ἡλίου ὄχημα πάμφωτον, τοῦ τῆς δικαιοσύνης πανύμνητε, παθῶν ζοφώσεως, τὴν σκοτισθεῖσαν καρδίαν μου, ἀπάλλαξον καὶ σῶσόν με, τὸν ἱκέτην Σου.

Κοντάκιον. Ἦχος δ΄. Ὁ ὑψωθείς.
Ἀνατεθεῖς ὁλοσχερῶς τῷ Κυρίῳ, δικαιοσύνης ἀνεδείχθης ἐργάτης, καὶ ἐναρέτου βίου ὑποτύπωσις· ὅθεν τῇ τῶν τρόπων σου, καθαρότητι Πάτερ, χάρις σοι δεδώρηται, Παρακλήτου πλουσίᾳ, πᾶσι προλέγειν τὰ ἐν κρυπτῷ, τοῖς προσιοῦσι Παΐσιε Ὅσιε.
Ὁ Οἶκος.
Εὐαγγελίου τοῖς ῥήμασι Πάτερ, ἀκολουθῶν ἀπεριτρέπτῳ καρδίᾳ, τῆς ἀγάπης τοὺς καρποὺς ἐγεώργησας, τῆς πρὸς τὸν Θεὸν καὶ τὸν πλησίον, οἷα φοίνιξ κατάκαρπος· καὶ ταῖς ἐντολαῖς ταῖς θείαις πορευόμενος καὶ ῥυθμίζων σεαυτόν, ἔργοις εὐσεβείας διέλαμψας, καὶ τῷ Θεῷ εὐάρεστος γέγονας, καὶ ἱερωσύνης τὴν στολὴν ἠμφίεσαι, ὡς σκεῦος τῆς χάριτος ἐπάξιον· ἐντεῦθνε ποικιλοτρόπως καὶ τὸν πλησίον εὐεργετῶν, τῆς τοῦ Παρακλήτου ἐνεργείας ὄργανον πέφηνας, ὡς οἰκονόμος ψυχῶν καὶ τῶν θείων μυστηρίων λειτουργὸς ἱερός· θείῳ γὰρ λαμπρυνόμενος φωτί, ἠξίωσαι προλέγειν τὰ ἐν τῷ κρυπτῷ, τοῖς προσιοῦσι Παΐσιε Ὅσιε.

Συναξάριον.
Τῇ Ζ΄ τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ὁσίου Παϊσίου-Παναγῆ Μπασιᾶ, τοῦ ἐν Ληξουρίῳ Κεφαλληνίας
Ἀμέμπτῳ Παΐσιε ἐμπρέψας βίῳ,
ἀξίως δεδόξασαι ἐν τοῖς ὑψίστοις.
Ἑβδομάτῃ Παϊσίοιο ἐνθένδε ἧτορ ἀέρθη.
Ταῖς αὐτοῦ ἁγίαις πρεσβείαις Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ΄. Οὐκ ἐλάτρευσαν.
Πρὸς ἀνέσπερον ζωὴν Πάτερ ἀνέδραμες, καλῶς τελέσας σου, τὸν δρόμον ἐπὶ τῆς γῆς, Ἁγίων ταῖς τάξεσι, συναριθμούμενος, μεθ’ ὧν πρέσβευε, Παΐσιε μακάριε, ὑπὲρ τῶν σὲ ἀνυμνούντων.
Τὴν τοῦ Πνεύματος δεξάμενος ἐνέργειαν, πάντας ἐξέπληττες, προαγορεύων σαφῶς, τὰ μέλλοντα Ὅσιε, σοφοῖς σου φθέγμασι, καὶ ἐκραύγαζες· ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.
Ὡς θεόληπτος ἱερουργὸς καὶ Ὅσιος, Πάτερ Παΐσιε, ἐν τῷ πανσέπτῳ ναῷ, τοῦ θείου Σπυρίδωνος, ψάλλων ἐκραύγαζες· ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον.
Γέλως γέγονα ἐχθρῷ τῷ παναλάστορι, πράττων τὰ ἄτοπα, ἐν ἀφροσύνῃ νοός· ἀλλὰ Σὺ Πανάμωμε, τάχος με ἔγειρον, ἐκ τοῦ πτώματος, καὶ δίδου μοι ἐπίγνωσιν, καὶ μετάνοιαν γνησίαν.

ᾨδὴ η΄. Παῖδας εὐαγεῖς.
Εἶχέ σε ἡ πόλις Ληξουρίου, καὶ τύπον ὁδηγόν τε πρὸς τὰ κρείττονα, Ἅγιε Παΐσιε, Πνεύματι λαμπόμενον, νῦν δέ σου τὰ μυρίπνοα λείψανα ἔχουσα, τελεῖ σου χαρμοσύνως τὴν μνήμην, πρὸς τὸν πάντων Κτίστην, προβάλλουσά σε πρέσβυν.
Ῥήμασί σου Πάτερ θεοσόφοις, προλέγων καὶ ἐκκαλύπτων ἀδηλότατα, ὡς σοφὸς διδάσκαλος, ἦγες πρὸς μετάνοιαν, τοὺς πίστει δεχομένους σε· μεθ’ ὧν καὶ ἔψαλλες· τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Ἄκακος καὶ ὅσιος καὶ πρᾶος, ὡς μύστης ἐνθέων ἔργων ἀκριβέστατος, ὤφθης Πάτερ Ὅσιε, καὶ πιστῶς ἱέρευσας, Χριστῷ τῷ Παντοκράτορι ψάλλων· τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον.
Σῶμα καὶ ψυχὴν ἐκ Σοῦ ὁ Λόγος, Παρθένε ἀναλλοιώτως προσλαβόμενος, κόσμῳ διπλοῦς πέφηνε, καὶ ἡμᾶς ἀνέσωσε, τῆς πάλαι κατακρίσεως δι’ ἀγαθότητα· διό Σε Θεοτόκε ὑμνοῦμεν, καὶ ὑπερυψοῦμεν, τὸν ἄφραστόν Σου Τόκον.

ᾨδὴ θ΄. Ἅπας γηγενής.
Ἴχνεσι σοφέ, ἀμέμπτως ἐβάδισας ἐνθέοις πράξεσι, καὶ βίου σεμνότητι, καὶ εὐποιΐαις Πάτερ Παΐσιε, τῶν δοξασάντων πρότερον Χριστὸν τὸν Κύριον, μεθ’ ὧν δόξης, τῆς ὑπὲρ κατάληψιν, μετὰ τέλος τὸ θεῖον τετύχηκας.
Μόνον τοῦ Χριστοῦ, τὸ κάλλος ἐπόθησας Πάτερ Παΐσιε· ὅθεν διελήλυθας, ἐν τῷδε κόσμῳ οἷά περ Ἄγγελος, ὅλον τὸν βίον Ὅσιε πολλῇ χρηστότητι, προφητείας, διαλάμπων χάρισιν, ὡς θεράπων Κυρίου θερμότατος.
Ὄμβρησον κἀμοί, ταῖς θείαις πρεσβείαις σου Πάτερ Παΐσιε, δρόσον θείας χάριτος, τῷ τηκομένῳ πολλοῖς ἐν πάθεσι, καὶ τὸν παρόντα ὕμνον μου δέξαι μακάριε, καὶ κακίστης, ἔξεώς με λύτρωσαι, ὡς Χριστοῦ μιμητὴς συμπαθέστατος.
Θεοτοκίον.
Ὕμνοις καὶ ᾠδαῖς, ὑμνοῦμεν τὴν δόξαν Σου τὴν ἀκατάληπτον, Κόρη ὑπερένδοξε, εὐλογημένη Θεοχαρίτωτε· τὸν γὰρ τῆς δόξης Κύριον ἀφράστως τέξασα, ἀδοξίας χαλεπῆς ἀπήλλαξας, τὸ ἀνθρώπινον γένος δι’ ἔλεος.

Ἐξαποστειλάριον. Τοῖς Μαθηταῖς συνέλθωμεν.
Ἐν ἀρεταῖς διέλαμψας, καὶ πολλαῖς εὐποιΐαις, καὶ προφητείας χάρισμα, δαψιλῶς ἐκομίσω, παρὰ Θεοῦ θεοφόρε, ὡς Αὐτοῦ ὑπηρέτης, καὶ Ἱερεὺς εὐπρόσδεκτος, καὶ θεράπων καὶ θεῖος μυσταγωγός· διὰ τοῦτο πάντες σου τὴν ἁγίαν, Παΐσιε μακάριε, ἑορτάζομεν μνήμην.
Θεοτοκίον.
Ἐκ τῶν ἁγνῶν αἱμάτων Σου, ἀποῤῥήτως τέξασα, ἀνερμηνεύτως πάναγνε, τὸν Θεὸν τῶν ἁπάντων, τῶν Προφητῶν τὰς προῤῥήσεις, ἐξεπλήρωσας πάσας· διό Σε μεγαλύνομεν ὡς Μητέρα τοῦ πάντων Δημιουργοῦ, καὶ Παρθένον ἄφθορον μετὰ τόκον, καὶ σωτηρίας πρόξενον, ἡμῶν ἄχραντε Κόρη.

Αἶνοι. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Τῶν οὐρανίων τὴν δόξαν ποθήσας Ὅσιε, τῶν ἐπιγείων πάντων, ὑπερεῖδες τὴν σχέσιν, καὶ πίστει ἠκολούθησας τῷ Χριστῷ, ἐναρέτοις σου πράξεσι, καὶ τῆς ἀγάπης Παΐσιε ἀληθῶς, τοῖς ἐνθέοις κατορθώμασι.
Τῆς προφητείας τὴν χάριν Πάτερ δεξάμενος, ὡς καθαρθεὶς τὴν φρένα, τῇ ἀμέμπτῳ ζωῇ σου, προέλεγες Παΐσιε ἀκριβῶς, τὰ ἐσόμενα Ὅσιε, καὶ τῶν ἀδήλων τὴν γνῶσιν γνωστοποιῶν, τοὺς ἀκούοντας ἐξέπληττες.
Φιλελεήμονι γνώμῃ πτωχοῖς ἐπήρκεσας, ὡς μιμητὴς Κυρίου, βοηθῶν θεοφόρε, τοῖς πάσχουσιν ποικίλως καὶ χαλεποῖς, τρυχομένοις παθήμασι· διὸ ἀξίως ἐδέξω παρὰ Χριστοῦ, τὴν ἀντάμειψην Παΐσιε.
Τῶν ἱερῶν σου λειψάνων Πάτερ τὴν λάρνακα, πιστῶς περικυκλοῦντες, θείαν χάριν τρυγῶμεν, Παΐσιε θεόφρον καὶ τὴν σεπτήν, ἑορτάζοντες μνήμην σου, ἐπιβοώμεθα πάντες ἀπὸ ψυχῆς, τὴν πρεσβείαν σου πρὸς Κύριον.
Δόξα. Ἦχος πλ. α΄.
Ὅσιε Πάτερ, τῶν πάλαι Ἁγίων ἰχνηλατήσας τὴν ζωήν, ἁγιοπρεπῶς πεπολίτευσαι, ὅλον τὸν πόθον, μεταθεὶς πρὸς Κύριον· ἐν ἐγκρατεία γὰρ θεόληπτος ὤφθης, καὶ ἐν ἔργοις ἀγάπης, καὶ οἰκτιρμοῖς πενήτων, πλήρης χρηστότητος, τὸ θεῖον ἔλεος μιμούμενος· διὸ Χριστὸς ὁ Κύριος, προφητικῆς σε χάριτος ἠξίωσε, καὶ περίβλεπτον τοῖς πᾶσι, καὶ αἰδέσιμον ἔδειξεν. Ἀλλ’ ὦ Πάτερ Παΐσιε, Αὐτὸν ἐκτενῶς ἱκέτευε, σώζεσθαι τοὺς σὲ μακαρίζοντας.
Καὶ νῦν. Θεοτοκίον.
Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι' ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος, τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς ἔπλασε, κατ' εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν πρὸς αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

Μεγαλυνάριον.
Χαίροις Ληξουρίου θεῖος βλαστός, καὶ τῶν Ἱερέων ἐγκαλλώπισμα ἱερόν· χαίροις εὐποιΐας, Παΐσιε ἡ βρύσις, προφητικῶν χαρίτων, χαῖρε τὸ ὄργανον.


Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου