Χαιρετισμοί μ.
ΚΛΑΥΔΙΑΣ τῆς ἐν Ἀγκύρᾳ,
Ποίημα Θεοτέκνης Μοναχῆς Ἁγιοστεφανιτίσσης
Κοντάκιον. Ἦχος πλ. δ´. Τῇ ὑπερμάχῳ.
Τῆς παρθενίας, τὴν λαμπρὰν στολὴν ἐφόρεσας, καὶ τῷ
Νυμφίῳ σου, Χριστῷ πάνυ ηὐδόκησας, καλλιπάρθενε Κλαυδία, ἡ σεμνότατη, διὸ
ὥδευσας τὴν τρίβον τῆς ἀθλήσεως, ἐν Ἀγκύρᾳ σὺν πλειάδι ὁμοτρόπων σου· ὅθεν ᾄδω
σοι· Χαίροις, Μάρτυς πολύαθλε.
ᾌσμασι θεηγόροις, σὲ γεραίρω ἐκ πόθου, Κλαυδία
γλυκυτάτη παρθένε (γ᾿)· καὶ ἔμπροσθεν
Εἰκόνος τῆς σῆς, ἐν χαρᾷ προσπίπτω εὐλαβῶς πάνσεμνε, αἰτούμενος τὴν χάριν σου
καὶ θείοις ἐγκωμίοις ᾄδων·
Χαῖρε,
θρέμμα καὶ σκέπη Ἀγκύρας·
χαῖρε, χορδὴ λεπτοτάτης λύρας.
Χαῖρε, τοῦ
φιλτάτου Χριστοῦ ἡ ἀγάπησις·
χαῖρε, μαρτυρίου δεινοῦ ἐπιπόθησις.
Χαῖρε,
εὔοσμος ὑάκινθος ἐν λειμῶνι ἐκλεκτῷ·
χαῖρε, ἱερὰ κυπάρισσος ἐν χορῷ παρθενικῷ.
Χαῖρε, ὅτι
ἐδέξω Ἀσωμάτων τὴν λάμψιν·
χαῖρε, ὅτι ἐδρέψω τοὺς καρποὺς τῆς ἁγνείας.
Χαῖρε,
τερπνὰ ἐμπνέουσα ᾄσματα·
χαῖρε, σατὰν
ἰῶσα τὰ τραύματα.
Χαῖρε,
δορκὰς εὐθυδρόμου πορείας·
χαῖρε, φυγὰς κοσμικόφρονος βίου.
Χαίροις Μάρτυς πολύαθλε.
Βήμασι θείου Παύλου, ἑπομένη Κλαυδία,
παρέδωκας Χριστῷ σὴν καρδίαν, καὶ ἡγήσω ὡς κόρη σοφή, τὰ τοῦ κόσμου τερπνά, ὡς
πτωχὰ σκύβαλα, τὰ ἄνω ἐκζητήσασα καὶ ψάλλουσα ἀεὶ ἐν οἴκῳ·
Ἀλληλούϊα.
Γηθομένῃ καρδίᾳ, ὡς δορκὰς ἐπεπόθεις, τὰ νάματα Χριστοῦ
Ἐκκλησίας καὶ σὺν ἄλλαις παρθένοις σεμναῖς, ἐν Ναῷ τοῦ Κυρίου ἀεὶ ὤρθριζες· διό
σου τὴν εὐσέβειαν, τιμῶντες ἐν χαρᾷ βοῶμεν·
Χαῖρε, δι᾿
ἧς ἀναπέμπονται αἶνοι·
χαῖρε, δι᾿ ἧς φωτιοῦνται παρθένοι.
Χαῖρε,
νεᾶνις ἡ σώφρων καὶ ἄμωμος·
χαῖρε, τοῦ Κυρίου μυρίπνους παράδεισος.
Χαῖρε, ᾆσμα
τὸ ἠδύμολπον ἀκοαῖς τῶν εὐσεβῶν·
χαῖρε, κλῆσις ἐπιπόθητος ἐν χορῷ μοναζουσῶν.
Χαῖρε, τῆς
ἑπταφώτου λυχνίας βραχίων·
χαῖρε, ὁμοφροσύνης ὁ ἀκλόνητος κίων.
Χαῖρε, σεπτὴ
Τεκούσῃ ὑπείξασα·
χαῖρε, ὁδὸν στενὴν ἡ βαδίσασα.
Χαῖρε,
τερπνῶν κοσμικῶν μακρυνθεῖσα·
χαῖρε, φωτὸς
οὐρανίου πλησθεῖσα.
Χαίροις Μάρτυς πολύαθλε.
Δόξαν τῶν ἐπικήρων καὶ ἡδέα τοῦ βίου, Κλαυδία ὡς οὐδὲν
ἐλογίσω· παιδιόθεν γὰρ σθεναρῶς, τὸν Θεὸν ἐκποθήσασα ταχὺ ἔσπευσας, εἰς
παρθενῶνα, ἄμωμε, ὁμοῦ σὺν ἀδελφαῖς ψυχαῖς συνᾴδειν·
Ἀλληλούϊα.
Ἐμπλησθεῖσα ἐκ ζήλου, τὸν Χριστὸν παῤῥησία, κηρύττεις
θεοτίμητε Κόρη, καὶ προσάγεις Κυρίῳ ψυχάς, ἐκζητούσας τὸ θεῖον εὑρεῖν ἔλεος,
εἰς ἅς μυεῖς τὰ κρείττονα καὶ ἐξ αὐτῶν ἀκούεις ταῦτα·
Χαῖρε,
κρηνὶς τῶν θείων χαρίτων·
χαῖρε, τροφὴ τῶν Χριστοῦ πενήτων.
Χαῖρε,
σωτηρίας ψυχῶν ἡ μεσίτρια·
χαῖρε, εἰς Κυρίου νομὰς ὁδηγήτρια.
Χαῖρε, ὅτι
Πρωτομάρτυρος εἰσωκίσθης τῇ Μονῇ·
χαῖρε, ὅτι καὶ ηὐτρέπισας τὸν σὸν οἶκον ἐν σπουδῇ.
Χαῖρε, ὅτι
ἀθρόως τὰ Μετέωρα σκέπεις·
χαῖρε, ὅτι ἀγῶνας τῶν ἀζύγων διέπεις.
Χαῖρε,
πολλὴν στοργὴν ἡ πλουτήσασα·
χαῖρε, Μονὴν ἐν Ἑλλάδι ζητήσασα.
Χαῖρε, ὁ
νοῦς νουθεσίας Κυρίου·
χαῖρε, ὁ θροῦς πεπτωκότων εἰδώλων.
Χαίροις, Μάρτυς πολύαθλε.
Ζάλην ἐν ταῖς καρδίαις, τῶν πιστῶν προσεπάθει, ἀρχέκακος βαλεῖν, θεοφόρε·
κηρυχθέντος καὶ γὰρ διωγμοῦ, ἐπαρχία Ἀγκύρας σταθηρὰ ἔμεινας, ἐν πίστει
Παντοκράτορος, Χριστῷ τῷ Ἰησοῦ βοῶσα·
Ἀλληλούϊα.
Ἤκουσας τῆς τοῦ Παύλου, προτροπῆς θεία Κόρη, τὰ στίγματα Κυρίου βαστάζειν,
καὶ καυχάσθαι Κλαυδία ἁγνή, ἐν Σταυρῷ Ἰησοῦ τοῦ ἡμᾶς σώσαντος, Οὗ χάριτι ἐνήθλησας
καὶ νῦν τιμᾷ ἐπαξίως οὕτω·
Χαῖρε, ψυχὴ
μακαρία λίαν·
χαῖρε, τὸ κλέος τῶν ἐν Ἀγκύρᾳ.
Χαῖρε, τοῦ
τυράννου μανία ἡ ἄσβεστος·
χαῖρε, νεανίδων ἀστὴρ ὁ χρυσάκτινος.
Χαῖρε,
Μάρτυς ἡ κλεισθεῖσα ἐν εἱρκτῇ ἐρεβεννή·
χαῖρε, ἡ μάστιγας δεχθεῖσα ἐν σαρκὶ νεανικῇ.
Χαῖρε, τῶν
Ἀρχαγγέλων συνοικοῦσα τῷ δόμῳ·
χαῖρε, τῶν Μετεώρων ἡ αὐγάζουσα λίθους.
Χαῖρε, γυμνὴ
τῇ πόλει βαδίσασα·
χαῖρε, πολλοὺς ἁγνείᾳ ἐνδύσασα.
Χαῖρε, ἡ δᾲς
νεανίδων παρθένων·
χαῖρε, ἀμνὰς
καθαρὰ τοῦ Δεσπότου.
Χαίροις Μάρτυς πολύαθλε.
Θέατρον ὄντως, Κόρη, ἐν τῇ πόλει ἐγένου, μετέχουσα παθῶν σοῦ Νυμφίου·
ὑπέστης γὰρ μαστίξεις φρικτάς, φυλακὴν καὶ γυμνώσεις τοῦ σώματος, ἀλλ᾿ ἄτρεπτος
παρέμεινας, ὁμοῦ σὺν ταῖς συνάθλοις σου φωνοῦσα·
Ἀλληλούϊα.
Ἴασπις ἐξαιρέτου, ἐμπλησθεῖς θείου μύρου, ὑπάρχουσα Κλαυδία θεόφρον,
προσείλκυες ἀνθρώπων ψυχάς, ἀλήθεια λατρεύειν τὸν Κτίσαντα, τὸ σύμπαν ἅπαν ὅθεν
σε, γεραίρομεν καὶ εὐφημοῦμεν οὕτω·
Χαῖρε, τὸ ἔαρ ὁμολογίας·
χαῖρε, ὁ πύργος τῆς καρτερίας.
Χαῖρε,
ἀθληφόρων πλειάδι ὁμότροπε·
χαῖρε, στεφηφόρε Κυρίου πανένδοξε.
Χαῖρε,
ἠχηρὸν παιάνισμα εἰς ὁδὸν μαρτυρικήν·
χαῖρε, θεῖον
προσκλητήριον εἰς ἰσάγγελον ζωήν.
Χαῖρε,
ψυχοφαγοῦσιν εὐστοργότατον ὄμμα·
χαῖρε, τῶν ἀσθενούντων ἀκεσώδυνον πόμα.
Χαῖρε, κανὼν
Μαρτύρων εὐθύγραμμος·
χαῖρε, λουτρῶν ἐκπλύνων τὸν δείλανδρον.
Χαῖρε,
βαλβὶς θεϊκῆς ἐνεργείας·
χαῖρε, ἐλπὶς τῆς ἐμῆς ἀσθενείας.
Χαίροις Μάρτυς πολύαθλε.
Καθαρᾷ τῇ καρδίᾳ, κραταιὰ τῇ ἀνδρείᾳ, ὡς χάλυψ σταθηρὰ ἐν τῇ πίστει, τοῦ
δοῦναι τοῖς εἰδώλοις τιμήν, ἀνένδοτος, Κλαυδία σοφή, ἔμεινας, διὸ ὁ ἄρχων
ἔξαλλος, ἐν λίμνῃ σὲ ἐκρίπτει ψάλλουσαν·
Ἀλληλούϊα.
Λίμνης σε ἀνενέγκας, ὁ Θεόδοτος, Κόρη, καὶ δάκρυσι συστείλας σὸν σκῆνος,
σὺν ἑξάδι παρθένων σοροῖς, εἰς Ἀγκύρας τὴν γῆν ἔθαψεν, ἐντίμως καὶ ἐφώνησε τὸ
χαῖρέ σοι τῇ νικητρίᾳ·
Χαῖρε,
Κυρίου θεία ἐπαίτις·
χαῖρε, εἰδώλων ἡ καθαιρέτις.
Χαῖρε, ἐν
τραχήλῳ τὸν βρόχον ἐνέγκασα·
χαῖρε, ψυχροτάτῳ βυθῷ ταχὺ φθάσασα.
Χαῖρε,
σκήνωμα ἀτίμητον ἐν τῇ λίμνη ἐμβληθὲν·
χαῖρε, σφάγιον τῷ Κτίσαντι ἀπανθρώπως τὸ καέν.
Χαῖρε, ἐκ
Θεοδότου ἀφανείας σωθεῖσα·
χαῖρε, ἐξ ὁμοδόξων τὴν ταφὴν ἡ δεχθεῖσα.
Χαῖρε, νεκρὰ
τὴν καῦσιν ἡ μείνασα·
χαῖρε, σὴν γαῖαν λαμπρῶς ἁγιάσασα.
Χαῖρε,
πατρὶς ἀνεστίων τῇ πίστει·
χαῖρε, ἐλπίεςτῶν κρυπτῶν ὁμοδόξων.
Χαίροις Μάρτυς πολύαθλε.
Μνήσθητι χριστομάρτυς, γλυκύτατη Κλαυδία, Ἀγάθης σοῦ ναοῦ Κτητορίσσης, ὁμοῦ
σὺν συνόδιᾳ αὐτῆς, καὶ χορηγοῦ τοῦ Ναοῦ σου εὐπάτριδος, οὕσπερ ἐν πόλῳ
εὔφρανον, ἰδεῖν σε, Μῆτερ, καὶ συμψάλλειν·
Ἀλληλούϊα.
Νεοσσοῖς ὥσπερ ἄλλοις, τιθηνεῖς μοναστρίας, ὁμοῦ σὺν ταῖς δοκίμοις
παρθένοις, ἀνυψοῦσα τὸ ὄμμα ψυχῆς, πρὸς τὸν πάντων Κτίστην καὶ Θεόν, ἔνδοξε, Ὃν
Μάρτυς καθικέτευε, ὑπὲρ τῶν εὐλαβῶς σοι προσφωνούντων·
Χαῖρε, ἔρωτι θείῳ τρωθεῖσα·
χαῖρε, ψυχὰς Κυρίῳ ζευγνῦσα.
Χαῖρε,
δυσσεβοῦντος τυράννου ἡ ἔκρηξις·
χαῖρε, ὁμοφρόνων πιστῶν ἡ κραταίωσις.
Χαῖρε, στόμα
τὸ πληρέστατον γλυκύτατων προσευχῶν·
χαῖρε, χάλυψ ὁ ἀλύγιστος ἐν πυρᾷ τῶν πειρασμῶν.
Χαῖρε, τῶν
Μετεώρων ὁ καινότατος αἶνος·
χαῖρε, σῶν φερωνύμων εὐφροσύνη καὶ σθένος.
Χαῖρε, ψυχὴ
γενναία καὶ εὔτολμος·
χαῖρε, γυνὴ ἁγνὴ καὶ στεῤῥόψυχος.
Χαῖρε,
αἰσχρᾶς ἀσελγείας ῥυσθεῖσα·
χαίρε,
Χριστοῦ τῆς ἐλπίδος πλησθεῖσα.
Χαίροις Μάρτυς πολύαθλε.
Ξέεσθε, χριστομάρτυς, ἀπηνῶν ἐκ δημίων, καὶ μάστιγας ἐκδέχεσθε ἅμα,
Τεκούσῃ, Εὐφρασίᾳ, Φαεινῇ, Ματρώνῃ, Ἀλέξανδρᾳ τε ὁμόφροσι, καὶ Ἰουλίᾳ σώφρονα,
μεθ᾿ ὧν ἐψάλλετε τῷ Κτίστῃ·
Ἀλληλούϊα.
Ὄμβριζε καλλιμάρτυς, Πρωτομάρτυρος Μάνδρα, χαρίτων οὐρανίων τὰ ῥεῖθρα, καὶ
ποίησον σὸν πρῶτον Ναόν, ἐν Ἑλλάδι, Κλαυδία, σεπτὸν τέμενος, καὶ ἱερὸν
προσφύγιον, τῶν γεραιρόντων σοι ἐν εὐλαβείᾳ·
Χαῖρε, ἡ ἄγκυρα ἐν τῇ πίστει·
χαῖρε, ἡ δότειρα εὐφροσύνης.
Χαῖρε,
εὐσεβείας τῷ πύργῳ στερέωσις·
χαῖρε, τῆς εἰδώλων λατρείας ἐκρίζωσις.
Χαῖρε, ἁγίου
Θεοδότου ἁλιεία ἱερὰ·
χαῖρε, ἡ κλῆσις μαρτυρίου ὡς ἀντίδοσις λαμπρά.
Χαῖρε, ὅτι
κατεμαστίχθης δι᾿ ἀγάπην Κυρίου·
χαῖρε, ὅτι περιεπαίχθης ὡς περιγέλως κόσμου.
Χαῖρε,
στρουθὸς Χριστοῦ ὁ ταχύπτερος·
χαῖρε, λαμπρὸς Μονῆς σου ἡλίανθος.
Χαῖρε,
φθογγὴ οὐρανῶν μελωδίας·
χαῖρε, λυτὴρ ὀφθαλμῶν βασκανίας.
Χαίροις Μάρτυς πολύαθλε.
Πρὸ σεπτῆς σου Εἰκόνος, ἣν αἱ χεῖρες παρθένων, ἱστόρησαν, ἁγία Κλαυδία,
προσπίπτοντες ἐν πόθῳ θερμοί, ἁμαρτάδων ἐξαιτούμεθα ἄφεσιν, καὶ χάριν τὴν
σωτήριον, ὡς ἂν πιστῶς φωνῶμεν·
Ἀλληλούϊα.
Ῥήματα θεοφόρα, σὰ θεόπνευστα χείλη, τυράννῳ τῷ ὠμῷ διελάλουν, καὶ
κατήλεγχον θεῶν τῶν ψευδῶν, τὴν τελείαν, Κλαυδία, ἀσθένειαν, ὧν νέους λάτρας
ἴθυνον, εἰς τρίβους μετανοίας τοῦ βοᾶν σοι·
Χαῖρε, ἑπτάδος Μαρτύρων μία·
χαῖρε, μορφὴ ἡμῖν ἐρασμία.
Χαῖρε,
ἀκεστρὶς ὑπερπλήρης ἰάσεων·
χαῖρε, ὁ ζευκτὴρ θεωρίας καὶ πράξεως.
Χαῖρε, ὅτι
ἀντιτέταξαι τοῦ τυράννου ἀπειλαίς·
χαῖρε, ὅτι καὶ σεσίγησαι τῶν δημίων ταῖς πληγαῖς.
Χαῖρε, ὅτι
προσάγεις ταχυδρόμους πρεσβείας·
χαῖρε, ὅτι διώκεις δολοπλόκον Βελίαρ.
Χαῖρε, γλυκὺ
παρθένων ὀσφράδιον·
χαῖρε, ναοῦ Ἀσωμάτων κλέϊσμα.
Χαῖρε,
σπυρὶς χαρισμάτων παντοίων·
χαῖρε, εἰδώλων τοῖς μύσταις κεντρίον.
Χαίροις Μάρτυς πολύαθλε.
Σύντριψον τῶν δαιμόνων, τὴν σκοτόμαιναν, Κόρη, ἐν χώρῳ ἱερῶ Μετεώρων, καὶ
ποίησον σὸν θεῖον Ναόν, ἐν τῷ βράχῳ, Κλαυδία, γλυκὺ μέλαθρον καὶ ἰατρεῖον
ἄμισθον, βροτῶν ἐνθέως συμψαλλόντων·
Ἀλληλούϊα.
Τὸν ἐν κάλλει ὡραῖον, παρὰ πάντας ἀνθρώπους, ἐνζήλως ἀγαπήσασα Μάρτυς,
καθικέτευε ὑπὲρ ἡμῶν, τῶν πενήτων ἐν πίστει, ἀμνὰς πάνσεμνε, πλουτεῖν ἡμᾶς ἐν
χάριτι, τῇ θείᾳ καὶ ᾄσμασιν ὑμνεῖν σε·
Χαῖρε,
Χριστὸν ἀεὶ προσδοκῶσα·
χαῖρε, ἔρχου Νυμφίε· εἰποῦσα.
Χαῖρε,
Ναζωραίου θρησκείας ὑπέρμαχος·
χαῖρε, γλυκύτατη ψυχὴ καὶ ὑπέρκαλλος.
Χαῖρε, ὅτι
ἔσχες στήριγμα τοῦ Κυρίου τὸν Σταυρόν·
χαῖρε, ὅτι κατεπάλαισας τῶν δαιμόνων τὸν ἑσμόν.
Χαῖρε,
εἰδωλοφρόνων τὴν ὀφρὺν καθελοῦσα·
χαῖρε, χριστομαρτύρων τὴν ἰσχὺν φανεροῦσα.
Χαῖρε, βελῶν
ἐχθροῦ ὀλετήριον·
χαῖρε, ἡμῶν
δροσῶδες προσφύγιον.
Χαῖρε,
σφραγὶς ἰσοβίου ἀγάπης·
χαῖρε,
πιστῶν ἐν διώξει προστάτις.
Χαίροις Μάρτυς πολύαθλε.
Ὕπερθεν τοῦ σοῦ Οἴκου, ἱπταμένη Κλαυδία, προστάτευε χορὸν τῶν ἀζύγων, καὶ
συνόδευε αὐτῶν τὰς ψυχάς, ἐν τῇ ὥρᾳ ἐξόδου, ἀοίδιμε, σὺν Ἀσωμάτοις, ὅπως ἂν
συνᾴδωμεν σὺν σοὶ τὴν ὑμνῳδίαν·
Ἀλληλούϊα.
Φύλακας Ἀρχαγγέλους καὶ σὲ ἔχομεν, Μῆτερ, μεσίτριαν ἐν τέλει τοῦ βίου καὶ
γὰρ ὡς Μάρτυς στεῤῥά, τὸ ἐπίνικον στέφος ἐκ Χριστοῦ ἔλαβες· διὸ τὴν παῤῥησίαν
σου γεραίροντες, φωνοῦμέν σοι τοιαῦτα·
Χαῖρε, ἀξία κλήσεως θείας·
χαῖρε, ἡ ἔμπλεως τῆς σοφίας.
Χαῖρε,
Μετεώρων φρουρὸς ἡ ἀνύστακτος·
χαῖρε, τῶν
ἀζύγων ἀκέστωρ ἀνάργυρος.
Χαῖρε,
ὄργανον τοῦ Πνεύματος καὶ ᾠδὴ Ἀγαπητοῦ·
χαῖρε, σμάραγδον πολύτιμε Ἐκκλησίας τοῦ Χριστοῦ.
Χαῖρε, ὅτι
φυλάττεις Πρωτομάρτυρος Μάνδραν·
χαῖρε, ὅτι στηρίξεις εὐεργέτας σοῦ οἴκου.
Χαῖρε, ἀμνὰς
δοξάσασα Ὕψιστον·
χαῖρε, λαμπὰς τὸν βράχον φωτίζουσα.
Χαῖρε, γλυκὺ
καὶ φιλεύσπλαγχνον ἦτορ·
χαῖρε, ἁγίου Νυμφώνος οἰκῆτορ.
Χαίροις Μάρτυς πολύαθλε.
Χάριν τὴν φωτοφόρον, παμφιλτάτη Κλαυδία, κατάπεμψον τοῖς σὲ προσκυνοῦσι,
καὶ κοσμοῦσιν Εἰκόνα τὴν σήν, ἐν τοῖς ῥόδοις καὶ τοῖς κρίνοις τοῦ ἔαρος, καὶ
πάντας καταφώτισον τὰ ἄνω ἐκζητεῖν καὶ ᾄδειν·
Ἀλληλούϊα.
Ψώμισόν με φιλτάτη, Χριστομάρτυς Κυρίου, φρονήματος ἀνδρείου τοῖς ἄρτοις,
καὶ κούφισον ὀδύνας ἡμῶν, σῆς κανδήλας τῷ ἐλαίῳ, πανεύφημε, ἵνα ψυχὴ εὐγνώμονι,
κραυγάζωμεν πρὸς σὲ τοιαῦτα·
Χαῖρε,
Κυρίου κλυτὴ Ἁγία·
χαῖρε, εἰδώλοις ἡ ἐναντία.
Χαῖρε,
φρυκτωρὸς τῶν παρθένων ὑπέρφωτος·
χαῖρε, θησαυρὸς τῆς Μονῆς ἡμῶν ἄσυλος.
Χαῖρε, ὄμμα
χαριέστατον καὶ καρδία ἀγαθή·
χαῖρε, χῶμα ἀναπαύσεως ἁγιάζουσα ἐν γῇ.
Χαῖρε, τοῦ
μαρτυρίου ὁ ὑψίκομος στύλος·
χαῖρε, τῷ διαβόλῳ παραμόνιμος ἧλος.
Χαῖρε,
δρυμὸς χαρίτων κατάσκιος·
χαῖρε, ἐμός ψαλμὸς ὁ ἐγκάρδιος.
Χαῖρε,
σφραγὶς ἰσοβίου ἀγάπης·
χαῖρε, πιστῶν ἐν διώξει προστάτις.
Χαίροις Μάρτυς πολύαθλε.
Ὦ πανένδοξε Μάρτυς, γλυκύτατη Κλαυδία, χριστόνυμφε
Κυρίου Παρθένε (γ᾿ ) ἐκδεχθεῖσα ὀδύνων
πληγάς, τὰς σὰς χεῖρας, τῷ Πλάστῃ ἀνύψωσον, ἐξαιτουμένη ἐλεος καὶ τέλη ἀγαθὰ
τοῖς ἀνυμνοῦσιν·
Ἀλληλούϊα.
Δίστιχον.
Συνοδῖτις γένοιο, σεπτὴ Κλαυδία,
Θεοτέκνῃ δούλῃ σου καὶ ὑμνητρίᾳ.
Ἀπολυτίκιον. Ἦχος α´. Οὐράνιος χορός. Ποίημα Θεοτέκνης
Μοναχῆς.
Μαστίγων τὰς πληγάς, καθυπέμεινας Μάρτυς, Κλαυδία ἱερά, ἐμπαιγμοὺς καὶ
ὀνείδη, καὶ πνιγμὸν ἀπηνέστατον, ὡς παρθένος καλλίνικος· ὅθεν ἅπασα, ἡ τοῦ
Χριστοῦ Ἐκκλησία, ἑορτάζουσα, τὴν σὴν εὐφρόσυνον μνήμην, ἐνθέως ἀγάλλεται.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου