Ἀκολουθία Ὁσίου ΙΩΑΝΝΟΥ τῆς Κλίμακος
Ψαλλομένη τῇ 30η Μαρτίου
ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ
Εἰς τὸ Κύριε ἐκέκραξα ἱστῶμεν στίχους δ΄ καὶ ψάλλομεν
τὰ ἑξῆς Προσόμοια.
Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Ὑπὲρ ἡμῶν τῶν ἐν πίστει σοῦ τὴν πανένδοξον, καὶ θεοφόρον μνήμην, ἐκτελούντων
μὴ παύσῃ, παμμάκαρ Ἰωάννη τὸν Λυτρωτήν, ἱκετεύων καὶ Κύριον, τοῦ λυτρωθῆναι
κινδύνων καὶ πειρασμῶν, καὶ πυρὸς τοῦ αἰωνίζοντος.
Τῶν ἐντολῶν τοῦ Κυρίου ἐργάτης γέγονας, καὶ ἀρετῶν ταμεῖον, Ἰωάννη
παμμάκαρ, διὸ καὶ ἐπαξίως παρὰ Χριστοῦ, ἐκομίσω τὸν στέφανον, τῶν σῶν καμάτων
θεόφρον ἐν οὐρανοῖς, καὶ Ἀγγέλοις συνηρίθμησαι.
Ταῖς ὑπὲρ νοῦν λαμπηδόσι καταλαμπόμενος, τῆς παντουργοῦ Τριάδος, καὶ
ἀνάρχου Μονάδος, δυσώπει Ἰωάννη διὰ παντός, τὸν Σωτῆρα καὶ Κύριον, ἡμῖν διδόναι
πταισμάτων τὸν ἱλασμόν, καὶ παθῶν τὴν ἀπολύτρωσιν.
Τῆς Παναγίας Τριάδος νῦν ἀστραπτόμενος, πλουσίως ταῖς ἀκτῖσι, Ἰωάννη
παμμάκαρ, πρέσβευε ἀπαύστως ὑπὲρ ἡμῶν, τῶν πιστῶς γεραιρόντων σε, καὶ τὴν ἁγίαν
σου μνήμην περιχαρῶς, ἐκτελούντων παναοίδιμε.
Δόξα. Ἦχος β΄.
Ὁ μόνος ἐν Ἁγίοις ἀναπαυόμενος Θεός, τὴν θειοτάτην σου ψυχήν, καθαρὸν εὑρὼν
καταγώγιον, ἐν αὐτῇ καὶ κατώκησε, καὶ παντοίων χαρίτων αὐτὴν ἐνέπλησε, δι’ ὧν
φωταγωγεῖς τὰς ψυχὰς τῶν ὑμνούντων σε, Ἰωάννη μακάριε.
Καὶ νῦν. Θεοτοκίον.
Τὴν πᾶσαν ελπίδα μου εἰς Σὲ ἀνατίθημι, Μήτηρ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν
σκέπην Σου.
Εἰς τόν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Μύστης ἀσκητικῆς, ἐγένου πολιτείας, θεόφρον Ἰωάννη, καὶ ὄργανον ἐδείχθης,
σοφίας τῆς τοῦ Πνεύματος.
Στ. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Χαίροις τῶν ἀρετῶν, ἀσκητικῶν ταμεῖον, καὶ θεῖε ὑποφῆτα, παμμάκαρ Ἰωάννη,
τῶν ἀσκητῶν τὸ καύχημα.
Στ. Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Δίψαν τὴν τοῦ Θεοῦ, κατάσβεσον γραφαῖς σου, καὶ φώτισον καρδίας, θεόφρον
Ἰωάννη, τῇ δρόσῳ τῇ τοῦ Πνεύματος.
Δόξα. Τριαδικόν.
Δόξα Σοι ὦ Τριάς, Πάτερ Υἱὲ καὶ Πνεῦμα, ὅτι εἰς πάντα κόσμον, Ἰωάννην Σὸν
παῖδα, Σῇ χάριτι ἐδόξασας.
Καὶ νῦν. Θεοτοκίον.
Χαῖρε ἡ τὴν χαράν, τοῦ κόσμου δεξαμένη, Χριστὸν τὸν Ζωοδότην, καὶ παύσασα
τὴν λύπην, Παρθένε τῆς προμήτορος.
Νῦν ἀπολύεις, Τρισάγιον, τὸ Ἀπολυτίκιον ἐκ τοῦ Μεγάλου
Ἑσπερινοῦ καὶ Ἀπόλυσις.
ΜΕΓΑΛΟΣ ΕΣΠΕΡΙΝΟΣ
Εἰς τό Κύριε ἐκέκραξα ἱστῶμεν στίχους η΄ καὶ ψάλλομεν
Στιχηρὰ Προσόμοια. Ἦχος πλ. δ'. Ὢ τοῦ παραδόξου θαύματος.
Πάτερ Ἰωάννη Ὅσιε, διὰ παντὸς ἀληθῶς, τοῦ Θεοῦ ἐν τῷ λάρυγγι, τὰς ὑψώσεις
ἔφερες, μελετῶν πρακτικώτατα, τὰ θεόπνευστα λόγια πάνσοφε, καὶ τὴν ἐκεῖθεν
ἀναπηγάζουσαν, χάριν ἐπλούτησας, γεγονὼς μακάριος, τῶν ἀσεβῶν, πάντων τὰ
βουλεύματα, καταστρεψάμενος.
Πάτερ Ἰωάννη ἔνδοξε, ταῖς τῶν δακρύων πηγαῖς, τὴν ψυχὴν καθαιρόμενος, καὶ
παννύχοις στάσεσι, τὸν Θεὸν ἱλασκόμενος, ἀνεπτερώθης πρὸς τὴν ἀγάπησιν, τὴν
Τούτου μάκαρ καὶ ὡραιότητα, ἧς ἐπαξίως νῦν , ἀπολαύεις ἄληκτα, χαρμονικῶς, μετὰ
τῶν συνάθλων σου, θεόφρον Ὅσιε.
Πάτερ, Ἰωάννη ἔνδοξε, ἀναπτερώσας τὸν νοῦν, πρὸς Θεὸν διὰ πίστεως, κοσμικῆς
συγχύσεως, ἐβδελύξω τὸ ἄστατον, καὶ τὸν Σταυρόν σου ἀναλαβόμενος, τῷ Παντεπόπτῃ
κατηκολούθησας, σῶμα δυσήνιον, ἀγωγαῖς ἀσκήσεως τῷ λογισμῷ, σθένει
δουλωσάμενος, τοῦ θείου Πνεύματος.
Πάτερ, Ἰωάννη ἔνδοξε, σὺ τὸν Δεσπότην Χριστόν, ἀγαπήσας θερμότατα, ὀπίσω
κατέδραμες, τῆς Αὐτοῦ θείας χάριτος, ἕως οὗ ὅλον σαυτὸν εἰσήγαγες, ἐν τῇ ψυχῇ
σου καὶ τῇ καρδίᾳ σου· εὖγε τοῦ πόθου σου, δι’ οὗ ἔζης πάντοτε σὺν ἐν Χριστῷ,
καὶ ἐν σοὶ ἀντίστροφα, ἔζη ἐν σοὶ ὁ Αὐτός.
Ἕτερα. Ἦχος ὁ αὐτός. Τί ὑμᾶς καλέσωμεν Ἅγιοι.
Τί σὲ Ἰωάννη καλέσωμεν, τὴν ἐρήμου πολιστήν, καὶ ἡσυχίας ἐραστήν,
μοναζόντων καλλονή, καὶ ἱερὸν καθηγητήν, κλίμαξ ἡ θεία πρὸς οὐρανίους μονάς,
φωστῆρα διακρίσεως μέγιστον, θαυματουργὸν ἀληθέστατον, ὃ τὸν μισόκαλον
κτείναντα· ἱκέτευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Τί σὲ Ἰωάννη καλέσωμεν, μοναστῶν καθηγητήν, καὶ ἐγκρατείας παιδευτήν,
ἐγκαλλώπισμα πιστῶν, Ὀρθοδοξίας ὁ φωστήρ, λυχνία τοῖς ἐν σκότει φῶς αὐγάζουσαν,
Ἀγγέλων συμπολίτην καὶ ἰσότιμον, τοῦ Παραδείσου οἰκήτορα, καὶ ἐπουράνιον
ἄνθρωπον· ἱκέτευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Τί σὲ Ἰωάννη καλέσωμεν, ποταμὸν πνευματικῶν, ναμάτων ἔμπλεων ἀεί,
καταρδεύοντα ψυχάς, πρὸς εὐκαρπίαν νοητήν, λυχνίαν εὐσεβείας φῶς ἐκλάμπουσαν,
σταλάζον ὄρος θείαν ἀγαλλίασιν, θείων λογίων τὸν ἐκφάντορα, κλίμαξ ἡ πρὸς
οὐρανὸν ἄγουσα· ἱκέτευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Τί σὲ Ἰωάννη καλέσωμεν, ποταμὸν τῆς νοητῆς, ἐκπορευόμενον Ἐδέμ, γεωργὸν τῶν
μοναζόντων, καὶ ποιμένα ἄριστον, πολίτην οὐρανοῦ τὸν ἐνθεώτατον, δογμάτων
θεοπνεύστων τὸν διδάσκαλον, καὶ παιδευτὴν ἱκανώτατον, κλίμαξ πρὸς οὐρανὸν
ἄγουσα· ἱκέτευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Δόξα. Ἦχος πλ. δ΄.
Τῆς νηστείας ἀκόλουθος, διδάσκαλος ἀναδειχθεὶς θεοφόρε, τῆς νηστείας ἐν
καιρῷ νῦν γεραίρει μυστικῶς, ὡς γὰρ γενναῖος ἀλήπτης τοὺς ἐν Πνεύματι ἀθλητάς,
ἀνδρικῶς ἐπαλείφεις, τῶν ἀρετῶν πρὸς τὰ σκάμματα καὶ νικητὰς ὑποφαίνεις κατὰ
τοῦ πολεμήτορος ἐχθροῦ· διὸ συνελθόντες σήμερον ἐν εὐφροσύνῃ καρδίας τελοῦμεν
τὴν μνήμην σου, Ἰωάννη τρισόλβιε.
Καὶ νῦν. Θεοτοκίον.
Ὁ δι’ ἡμᾶς γεννηθεὶς ἐκ Παρθένου...
Εἴσοδος, Φῶς
ἱλαρόν, τὸ Προκείμενον τῆς ἡμέρας, τὰ Ἀναγνώσματα τοῦ Τριῳδίου, εἶτα τοῦ Ἁγίου.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (κέφ. Γ΄, 1-9).
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ καὶ οὐ μὴ ἄψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν
ὀφθαλμοῖς ἀφρόνων τεθνάναι καί ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν καὶ ἡ ἀφ᾿ ἡμῶν
πορεία σύντριμμα, οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὀψει ἀνθρώπων ἐὰν
κολασθῶσιν ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης· καὶ ὀλίγα παιδευθέντες μεγάλα
εὐεργετηθήσονται, ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτοὺς καὶ εὐρεν αὐτοὺς ἄξιους ἑαυτοῦ·
ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτοὺς καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο
αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι καὶ ὡς σπινθῆρες ἐν καλάμῃ
διαδραμοῦνται· κρινοῦσιν ἔθνη καὶ κρατήσουσι λαῶν καὶ βασιλεύσει αὐτῶν Κύριος
εἰς τοὺς αἰώνας. Οἱ πεποιθότες ἐπ᾿ αὐτῷ συνήσουσιν ἀλήθειαν καὶ οἱ πιστοὶ ἐν
ἀγάπῃ προσμενοῦσιν αὐτῷ, ὅτι χάρις καί ἔλεος ἐν τοῖς ὀσίοις αὐτοῦ καὶ ἐπισκοπὴ
ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (δ’ 7-15).
Δίκαιος ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον, οὐ τὸ
πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις· καὶ
ἡλικίᾳ γήρως, βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος ἠγαπήθη, καὶ ζῶν μεταξὺ
ἁμαρτωλῶν μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἤ δόλος ἀπατήσῃ
ψυχὴν αὐτοῦ. Βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας
μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ
γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ
ἰδόντες, καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ
ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (ε´ 15-23, στ´ 1-3).
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς
αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ
διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὑτοῦ σκεπάσει αὐτούς, καὶ
τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ καὶ ὁπλοποιήσει
τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα δικαιοσύνην καὶ περιθήσεται
κόρυθα κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα· ὀξυνεῖ δὲ
ἀπότομον ὀργὴν εἰς ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας·
πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν,
ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι.
Ἀγανακτήσει κατ᾿ αὐτῶν ὕδωρ θαλάσσης· ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως.
Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ
ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν.
Ἀκούσατε οὖν, Βασιλεῖς, καὶ σύνετε· μάθετε Δικασταὶ περάτων γῆς· ἐνωτίσασθε οἱ
κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν· ὅτι ἐδόθη παρὰ Κυρίου ἡ
κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.
Εἰς τὴν Λιτήν, Ἰδιόμελα. Ἦχος α΄.
Τὴν χάριν τοῦ Θεοῦ πεπλουτηκώς, καὶ δύναμιν ποσὶν ἀβρόχοις διαπερᾶς, τοῦ
ποταμοῦ τὰ ὁρμήματα· τὴν γὰρ πνευματικὴν τῶν ἀρετῶν ἐπιβὰς κλίμακα, τῶν
ἐνηδόνων παθῶν τῆς πλημμύρας, ὑπεράνω γεγέννησαι νεκρωθεὶς τῷ κόσμῳ· πίστει δὲ
ζῶν τῇ τοῦ Υἱοῦ τοῦ Θεοῦ, Ὃν καθικέτευε σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Ἦχος β΄.
Τῶν ἐν τῷ βίῳ πραγμάτων καταφρονήσας, Πάτερ Ἰωάννη, τὴν ἄνω πολιτείαν
ἐπεπόθησας, πλοῦτον ἐβδελύξω, πτωχείαν ἐνδυσάμενος, τρυφὴν ἐμίσησας, καὶ
ἐπεσπάσω τὴν ἐγκρατείαν, καὶ πνευματικὴν κλίμακα ἀνῆλθες μοναστῶν τὸ καύχημα.
Διὸ Πάτερ Ὅσιε, μνημόνευε καὶ ἡμῶν, ἐν ταῖς εὐχαῖς σου προς Κύριον.
Ὁ αὐτός.
Καλῶς πολιτευσάμενος Πάτερ Ιωάννη, καταλιπὼν γὰρ τὰ ἐπίκηρα, οἰκεῖς ἐν
οὐρανοῖς ἐν ταῖς σκηναῖς τῶν ἐκλεκτῶν ταγμάτων· διόπερ καὶ ἡμεῖς οἱ ἁμαρτωλοί,
προσπίπτομέν σοι θερμῶς, ἵνα πρεσβεύεις τῷ Κυρίῳ ἀδιαλείπτως ὑπὲρ τῶν ψυχῶν
ἡμῶν.
Δόξα. Ἦχος δ΄.
Ἐπόθησας Ἰωάννη τὴν ἄνω μακαριότητα, τὰ τοῦ βίου τερπνά, τιθέμενος παρ’
οὐδέν, καὶ σκύμβαλα πάντα ἡγησάμενος, ἵνα τὸν μόνον ἐράσμιον Χριστόν, τὸν μόνον
ἐφετὸν κερδίσης, καὶ ὥσπερ ἄσαρκος ἐν γῇ πεπολίτευσαι, ὡς ἀλλοτρίῳ σώματι
ἀγωνιζόμενος. Νεκρώσας δὲ τὰς τῆς σαρκὸς ὀρέξεις, καὶ τῶν παθῶν τάς τρικυμίας, τοῖς πόνοις, τοῖς μόχθοις, τῆς
σαρκὸς τὴν ἐγκράτειαν, θεῖον καταγώγιον γεγένησαι τοῦ Ἁγίου Πνεύματος· διὸ
προσφόρως μέμνησο ἡμῶν τῶν μακαριζόντων σε.
Καὶ νῦν. Θεοτοκίον.
Ἐκ παντοίων κινδύνων τοὺς δούλους Σου φύλαττε, εὐλογημένη Θεοτόκε, ἵνα Σὲ
δοξάζωμεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.
Εἰς τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν ἀληθῶς.
Ἄνθραξ, θεοφεγγὴς τῷ πυρί, προσομιλήσας Ἰωάννη τοῦ Πνεύματος, ἐδείχθης ἐν
κόσμῳ μάκαρ, καταλαμπρύνων ψυχάς, τῶν πιστῶς θεόφρον προσιόντων σοι, πρὸς φῶς
ὁδηγῶν αὐτούς, τὸ ἀνέσπερον Ὅσιε, ἐρημικοὺς δέ, δροσιζόμενος ἄνωθεν, θείᾳ
χάριτι, κατεμάρανας ἄνθρακας· ὅθεν καὶ τὸν τῆς νίκης σοι, προδήλως δεδώρησαι,
στέφανον Πάτερ τῆς θείας, δικαιοσύνης ὁ πρύτανις, Χριστὸς Ὃν δυσώπει, ταῖς
ψυχαῖς ἡμῶν δοθῆναι τὸ μέγα ἔλεος.
Στ. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Ὄντως ὑπάρχεις Πάτερ σοφός, τῶν ἀσκητῶν τε καὶ Ὁσίων ἀγλάϊσμα, δόξα καὶ
κλέος μέγα, ἐν οὐρανῷ καὶ ἐν γῇ, συναγάλλη μάκαρ, μετ’ Ἀγγέλων ἀεὶ εὐωχούμενος,
σὺν τῇ χορείᾳ, τῶν Ἁγίων θεόκλητε, ὄργανον τὸ τοῦ Πνεύματος, ὁ νοῦς ὁ
ἐγρήγορος· ὅθεν καὶ νῦν σὲ τιμῶμεν, ἀξιοχρέως οἱ τάλαινες, καὶ πιστῶς ὑμνοῦμεν
τὴν θείαν σου κοίμησιν, Χριστῷ μὴ ἐλλίπης, ἱκετεύων δ’ ἀπαύστως, ὑπὲρ τῶν
δούλων σου.
Στ. Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Κλίμαξ οὐρανομήκης σαφῶς, ἡ πολιτεία σου θεόφρον γεγένηται, δι’ ἧσπερ πρὸς
ὕψος ἤρθης, καὶ τῷ Δεσπότῃ Χριστῷ, ὀμιλεῖν παμμάκαρ κατηξίωσαι, τὸν νοῦν
ἐλλαμπόμενος, ταῖς ἐκεῖθεν ἐλλάμψεσι, μαρμαρυγαῖς δέ, ταῖς Αὐτοῦ φωτιζόμενος,
τὴν ἰσάγγελον, ἐκομίσω φαιδρότητα· Ὦ καὶ νῦν παριστάμενος, ἱκέτευε Ὅσιε, τοὺς
ἐκτελοῦντας τήν θείαν, καί πανσεβάσμιον μνήμην σου, σὺν σοὶ παραστῆναι, καὶ τῷ
κόσμῳ δωρηθῆναι τὸ μέγα ἔλεος.
Δόξα. Ἦχος πλ. β΄.
Ὁσιώτατε Πάτερ, ὁ καλῶς ἀγωνισάμενος, καὶ καταφρονήσας τὰ γήϊνα καὶ φθαρτά,
διὰ τοῦτο ἐν οὐρανοῖς ἀπέλαβες παρὰ τοῦ πανσόφου Σωτῆρος ἡμῶν, τόν ἀμαράντινον στέφανον· ὅθεν ὡς ἔχων παῤῥησίαν
μεγίστην πρὸς Αὐτόν, τὸν μόνον φιλάνθρωπον Θεόν, ἱκέτευε ἀδιαλείπτως, ἀξιῶσαι
καὶ ἡμᾶς, πνευματικὴν ἀνελθόντες κλίμακα, καὶ τῆς αἰωνίου ζωῆς, κληρονόμοι
ἀναδειχθέντες, καὶ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον.
Θεοτόκε Σὺ εἶ ἡ ἄμπελος ἡ ἀληθινή....
Νῦν ἀπολύεις, Τρισάγιον, Ἀπολυτίκιον. Ἦχος πλ. δ'.
Ταῖς τῶν δακρύων σου ῥοαῖς, τῆς ἐρήμου τὸ ἄγονον ἐγεώργησας, καὶ τοῖς ἐκ
βάθους στεναγμοῖς, εἰς ἑκατὸν τοὺς πόνους ἐκαρποφόρησας, καὶ γέγονας φωστὴρ τῇ
οἰκουμένῃ, λάμπων τοῖς θαύμασιν· Ἰωάννη, πατὴρ ἡμῶν Ὅσιε, πρέσβευε Χριστῷ τῷ
Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Ἕτερον. Ἦχος β΄. Τοὺς ἀσφαλεῖς.
Τῶν μοναστῶν τὸν ποδηγέτην ἅπαντες, τὸν κανόνα τῆς ἀσκήσεως σήμερον, οἱ
πιστοὶ θεῖοις ἐν ἄσμασι καὶ ὑμνωδίαις τιμήσωμεν, τὴν θείαν τε κλίμακα τὴν
οὐράνιον, Ἰωάννην φωστῆρα τόν
παγκόσμιον, Χριστῷ γὰρ πρεσβεύει τοῦ σωθῆναι ἡμᾶς.
Δόξα. Ἕτερον. Ἦχος γ΄. Θείας πίστεως.
Θείαν κλίμακα, ὑποστηρίξας, τὴν τῶν λόγων σου, μέθοδον πᾶσι, Μοναστῶν
ὑφηγητὴς ἀναδέδειξαι, ἐκ πρακτικῆς Ἰωάννη καθάρσεως, πρὸς θεωρίας ἀνάγων τὴν
ἔλλαμψιν· Πάτερ Ὅσιε, Χριστὸν τόν Θεὸν
ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Καὶ νῦν. Θεοτοκίον.
Σὲ τὴν μεσιτεύσασαν...
Ἀπόλυσις.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν α΄ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον
Σου, Σωτήρ.
Τὸν βίον εὐσεβῶς, ἐπὶ γῆς ἐκτελέσας, δοχεῖον καθαρόν, σὺ τοῦ Πνεύματος
ὤφθης, φωτίζων τοὺς πίστει σοι, προσιόντας μακάριε, ὅθεν αἴτησαι, τὸν σὸν Δεσπότην
φωτίσαι, τάς ψυχὰς ἡμῶν, τῶν ἀνυμνούντων σε πόθῳ, Ἰωάννη Ὅσιε.
Δόξα. Ἦχος γ΄. Τὴν ὡραιότητα.
Ταῖς ὑπὲρ ἥλιον, αὐγαῖς τοῦ Πνεύματος, Πάτερ πεφώτισαι, καὶ ἀπενέκρωσας,
σαρκὸς τὸ φρόνημα ὁμοῦ καὶ πᾶσαν ἡδυπάθειαν, ἔργῳ δὲ ἠγάπησας, τὸν Θεὸν καὶ
πλησίον σου, συμπαθῶς φερόμενος Ἰωάννη μακάριε, διὸ καί ἐν γῇ πραέων ἀγάλλη, ἀπολαμβάνων τούς
καμάτους σου.
Καὶ νῦν. Θεοτοκίον.
Θεὸν κυήσασα, τὸν Ὑπερούσιον, σάρκα γενόμενον, ἐκ τῶν αἱμάτων Σου, δίχα
τροπῆς τε καὶ φυρμοῦ, Κόρη ἀναλλοιώτως, τῶν βροτῶν τὸ φύραμα, ὑπὲρ λόγον
ἐθέωσας, καὶ παρέχεις ἅπασι, σωτηρίαν καὶ λύτρωσιν, τοῖς πίστει ὡς Θεοῦ Σε
Μητέρα, ὕμνοις Ἁγνὴ δοξολογοῦσι.
Μετὰ τὴν β΄ Στιχολογίαν, Κάθισμα. Ἦχος δ΄. Ταχὺ
προκατάλαβε.
Θεῷ ἐναπέθηκας τὴν σὴν παμμάκαρ ζωήν, γενόμενος ἄριστος, ὦ Ἰωάννη σοφέ, τῶν
μοναστῶν ἡ κρηπίς· ὅθεν μετὰ μυρίους, τοὺς ἱδρῶτας καὶ πόνους, χαίρων εἰς τὰς
ἀΰλους, μετετέθης σκηνώσεις, καὶ νῦν ὁδηγεῖς, εἰς κλίμακα οὐράνιον.
Δόξα. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Ἰωάννη τὸν Ὅσιον εὐφημήσωμεν, ἀπονεκρώσαντα πάσας τὰς προσβολὰς τῶν παθῶν,
ἀληθῶς διὰ νηστείας καὶ ἀσκήσεως, καὶ καταισχύναντα λαμπρῶς, τὸν ἀντίπαλον
ἐχθρόν, καὶ πάσας αὐτοῦ ἐπάρσεις, καὶ νῦν πρεσβεύει ἀδιαλείπτως, ἐλεηθῆναι τὰς
ψυχὰς ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον.
Ἡ θερμὴ προστασία καὶ ἀπροσμάχητος, ἡ ἐλπὶς ἡ βεβαία καὶ ἀκαταίσχυντος,
τεῖχος καὶ σκέπη καὶ λιμήν, τῶν προστρεχόντων Σοι, Ἀειπάρθενε Ἁγνή, τὸν Υἱόν
Σου καὶ Θεόν, ἱκέτευε σὺν Ἀγγέλοις, εἰρήνην δοῦναι τῷ κόσμῳ, καὶ σωτηρίαν καὶ
μέγα ἔλεος.
Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν
καὶ Λόγον.
Θεωρίᾳ καὶ πράξει ὑπερφυῶς, διαλάμψας ἀστράπτεις ταῖς διδαχαῖς, νόμους ἡμῶν
ἔθηκας, θεοσόφους μακάριε, ἀρετῶν τὰ κάλλει βαθμῷ ἀναθέμενος, καὶ κακίας δόλους
δηλώσας καὶ ἔνεδρα· ὅθεν διεξάγεις, τοὺς τοῖς σοῖς ἑπομένοις, θείοις
διδάγμασιν, ἐκ παθῶν πρὸς ἀπάθειαν, Ἰωάννη ἰσάγγελε· πρέσβευε Χριστῷ τῷ Θεῷ,
τῶν πταισμάτων ἄφεσιν δωρούμενος, τοῖς ἑορτάζουσι πόθῳ τὴν ἁγίαν μνήμην σου.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ὡς καθέδρα καὶ ὄχημα θαυμαστόν, καὶ πυρίμορφος θρόνος καὶ ὑψηλός, κρατεῖς
ἐν ἀγκάλαις Σου, τὸν τὰ πάντα κατέχοντα, καὶ συντηροῦντα Κόρη ἀεὶ καὶ
συνέχοντα, χειρὶ παντοδυνάμῳ, καὶ πλούτῳ χρηστότητος· Ὅνπερ Θεοτόκε, ὡς Υἱόν
Σου καὶ Πλάστην, ἀπαύστως ἱκέτευε, ὑπὲρ πάντων δεόμεθα, τῶν πιστῶς ἐκβοώντων
Σοι· χαῖρε τῶν Ἀγγέλων χαρά, καὶ ἀνθρώπων μέγα καταφύγιον· χαῖρε σκέπη τοῦ
κόσμου, καὶ πάντων ἀντίληψις.
Οἱ Ἀναβαθμοί. Τὸ α΄ ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον. Ἦχος δ΄: Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Στ. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Εὐαγγέλιον, ζήτει εἰς τὴν ἑορτὴν τοῦ ἁγίου Σάββα, τὸ
εἰς τὴν Λειτουργίαν (Ματθαίου ΙΑ΄, 27-30).
Ὁ Ν΄ Ψαλμός.
Δόξα. Ταῖς τοῦ Σοῦ Ὁσίου πρεσβείαις, Ἐλεῆμον...
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον...
Ἰδιόμελον. Ἦχος β΄. Στ. Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Κλίμακα θειοτάτην κατασκευάσας θεόπνευστε, καὶ ταύτην παρέδωκας μοναχοῖς
τοῖς ἀσκοῦσιν, ἵνα πάντες, οἱ τὴν οὐράνιον τοῦ Θεοῦ Βασιλείαν ἑρώμενοι, δι’
αὐτῆς ἀναβοῶσιν· ὅθεν προφητικῶς εἰς πᾶσαν τὴν γῆν ἐξῆλθε ο φθόγγος σου καὶ
δεξαμένη τὸν λόγον σου, ἑκατοστεύοντα ἄσταχυν ἔδρεψε.
Ὁ Κανὼν τοῦ Ἁγίου, οὗ ἡ Ἀκροστιχίς. Κλῖμαξ πέφηνας τῶν ἀρετῶν παμμάκαρ. Ἐν δὲ τοῖς Θεοτοκίοις Κλήμεντος
ᾨδὴ α'. Ἦχος α'. Ὁ Εἱρμός. ᾨδὴν ἐπινίκιον.
Καλῶς βδελυξάμενος τὸν κάτω κόσμον, τὸν ἄνω ἀπείληφας, Ἰωάννη πάνσοφε· διὸ
διδάσκεις ἡμᾶς, τοῦ κόσμου εἶναι τὴν φυγήν, Θεοῦ οἰκείωσιν.
Λιμοῦ προσπαθείᾳ σου λύσας τὴν νόσον, τὸν ἄρχοντα ἔδησας τῶν παθῶν μακάριε,
σειραῖς ἀγώνων σου, καὶ ἀπαθείας ἔπαθλα, ἐστέφθης παρὰ Χριστοῦ τοῦ Θεοῦ.
Ἰσάγγελον φρόνημα λαβὼν θεόφρον, τοῦ κόσμου ἀπέῤῥηξας, σεαυτὸν πανόλβιε,
τοῦ γεηροῦ καὶ φθαρτοῦ· διὸ αὐλίζῃ προφανῶς, εἰς τὰς ἀΰλους μονάς.
Μακρὸν συγγραψάμενος τοῖς ὑπηκόοις, τὸν λόγον μακάριε, Ἰωάννη πάνσοφε, ταῖς
διδαχαῖς σου αὐτούς, πρὸς μακαρίαν ἐκ τῆς γῆς, ἀναβιβάζεις ζωήν.
Θεοτοκίον.
Κηρύττει τὸν τόκον Σου ἡ Ἐκκλησία, Παρθένε Θεόνυμφε, ὀρθοδόξῳ στόματι, καὶ
δόγμασι θεϊκοῖς, τὰ σύμβολα δὲ τῆς σαρκός, τοῦ σοῦ Υἱοῦ προσκυνεῖ.
ᾨδὴ γ'. Ὁ Εἱρμός. Λίθον ὃν ἀπεδοκίμασαν.
Εὗρες ὡς τερπνὸν θυμίαμα, τὴν ἀοργησίαν, πᾶσαν ἐκδιώξας θυμοῦ τὴν δυσωδίαν,
ἐκ βάθους τῆς ψυχῆς σου· διὸ νῦν θεσπέσιε, ὑπὲρ ἡμῶν τῷ Λυτρωτῇ, ἁμαρτιῶν τήν
λύσιν αἴτησαι.
Φλέξας τῷ πυρὶ μακάριε, τῆς Χριστοῦ ἀγάπης, νοῦν μνησικακίας ἔλαμψας
ἀκτῖσι, πιστῶς φιλαδελφίας, καὶ ῥᾴστην ὑπέδειξας ὁδὸν Μακάριε, πρὸς σωτηρίαν
πᾶσι, τρανῶν τὸ ἀμνησίκακον.
Ἦρας πρακτικῆς ἀσκήσεως, οὐρανόθεν χάριν· ὅθεν ἀποφράττεις χείλη καταλάλων,
σοφαῖς διδασκαλίαις, ἐν αἷς ποδηγούμεθα, πρὸς ἀρετῶν πορείαν, ἧς καὶ τυχεῖν
ἀξιωθείημεν.
Θεοτοκίον.
ᾞσε παρθενίᾳ τίκτειν Σε ὁ Προφήτης πάλαι, ἄχρονον ἐν χρόνῳ, καὶ ὑπὲρ νοῦν
καὶ λόγον, τὸν ἕνα τῆς Τριάδος, Χριστὸν Θεὸν ἡμῶν, Ὅν ἐξιλέωσας Ἁγνή, ὑπὲρ ἡμῶν
τῶν εὐφημούντων Σε.
Κάθισμα. Ἦχος δ'. Ὁ ὑψωθείς.
Τὰς ἀρετὰς πρὸς οὐρανὸν ἀναβάσεις, καταπηξάμενος σαφῶς ἐπανῆλθες, πρὸς
θεωρίας ἄπλετον βυθὸν εὐσεβῶς, πάσας στηλιτεύσας μέν, τῶν δαιμόνων ἐνέδρας,
σκέπεις ἀλωβήτους δέ, τοὺς ἀνθρώπους ἐκ τούτων, ὦ Ἰωάννη κλῖμαξ ἀρετῶν, πάντας
σωθῆναι ἱκέτευε Ὅσιε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτὲ Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι· εἰμὴ γὰρ
Σὺ προΐστατο πρεσβεύουσα, τὶς ἡμᾶς ἐῤῥύσατο, ἐκ τοσούτων κινδύνων; τὶς δὲ διεφύλαξεν,
ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ· Σοὺς γὰρ δούλους σῴζεις ἀεὶ
ἐκ παντοίων δεινῶν.
ᾨδὴ δ'. Ὁ Εἱρμός. Ἐν πνεύματι προβλέπων.
Νηστείᾳ χαλινώσας τῆς γλώττης τὰς ὁρμάς, ἡσυχίᾳ ἴθυνας τὸν βίον σου Σοφέ,
ὡς ὀσμὴν δὲ πυρὸς γευσάμενος χάριν Ὑψίστου, πολυέπειαν ὡς ἀχλὺν τῆς ἁμαρτίας
ἔφυγες, ἀμέμπτως λατρεύων Θεῷ.
Ἀφθόνως ἀληθείᾳ γλυκάνας τὴν ψυχήν, τὴν πικρὰν ἐξέφυγες τοῦ ψεύδους
μετοχήν· διὸ ἀσκήσει ἐνθέῳ καταδουλώσας, δαιμόνων δούλους θεοῤῥῆμον Ἰωάννη,
ὤφθης Μοναστῶν ὁδηγὸς ἀπλανής.
Στενούμενος τῷ τόνῳ ἀσκήσεως στεῤῥῶς, ἀκηδίας λέλυκας τὴν πάρεσιν Σοφέ, καὶ
προθυμίας τῷ δόρατι θανατώσας, τῆς ἀθυμίας τὴν ἰσχύν, Θεῷ πρεσβεύεις, πᾶσιν
ἱλασμὸν δωρηθῆναι ἡμῖν.
Θεοτοκίον.
Μακάριον τὸ ἔθνος πανύμνητε Ἁγνή, ὁ τιμᾶν ἠξίωται τὸν τόκον Σου πιστῶς,
Ὀρθοδοξίᾳ καὶ δόγμασι καὶ τοῖς ἔργοις, τῆς ἀληθείας ἐν συμβόλοις ἐμφανίζον,
πᾶσαν τοῦ Υἱοῦ Σου τὴν σάρκωσιν.
ᾨδὴ ε'. Ὁ Εἱρμός. Νὺξ περιέσχέ με, Σωτήρ.
Τῆς ἐγκρατείας τῇ τρυφῇ, πιαινόμενος τὸν νοῦν, οὐκ ἔδωκας χείλη σου, τῆς
ἡδονῆς τοῖς βρώμασι· διὸ ἀπηγχόνισας λιμῷ τὰ πάθη, καὶ δαίμονας ᾔσχυνας· καὶ
γάρ ὁ θλίβων λαιμόν, θανατοῖ ἡδονάς.
Ὤφθης ἁγνείας ἐραστής, καὶ λαγνείας μισητής, τῷ φωτὶ ἐξέφυγες, πιστῆς
ἐξαγορεύσεως, παθῶν τὴν σκοτόμαιναν· καὶ γὰρ ὁ θέλων καθᾶραι σῶμα καὶ νοῦν,
θριαμβεύσει θερμῶς τὰ τοῦ σκότους κρυπτά.
Νῷ καὶ ψυχῇ καὶ τῇ σαρκί, τῇ Τριάδι λειτουργῶν, εἰδώλων προσκύνησιν, σαφῶς
ἀπεσκοράκισας, ἐλέῳ φιλόπτωχε, καὶ ἀναγκαίων τῇ σπάνει, καὶ γέγονας φιλόθεος
ἀληθῶς, ἢ φιλάργυρος.
Ἄχθος τῆς ὕλης εὐσεβῶς, ἀποῤῥίψας ἐπὶ γῆς, ἀνέπτης πρὸς ἄϋλα, πτεροῖς
ἀκτημοσύνης σου· διὸ παριστάμενος, ἀΰλως Πάτερ Χριστῷ σὺν Ἀΰλοις πιστῶς,
αἴτησαι ἱλασμόν, ταῖς ψυχαῖς ἡμῶν.
Θεοτοκίον.
Ἔχθιστοι ὤφθησαν ἡμῖν, καὶ ἐπάρατοι ὁμοῦ, τῆς Σῆς Ἀειπάρθενε, οἱ προσκυνεῖν
μὴ θέλοντες, μορφῆς τὸ Εἰκόνισμα, καὶ τοῦ Υἱοῦ Σου, διότι οὐ πείθονται, τοῖς
ἄνωθεν πατρικοῖς θείοις δόγμασι.
ᾨδὴ ς'. Ὁ Εἱρμός. Τὸν Προφήτην Ἰωνᾶν.
Ῥώμῃ νήψεως ἁγνῆς, καὶ ἀγῶσι προσευχῆς, τὸ ἀναίσθητον παθῶν, ἐξεδίωξας
στεῤῥῶς, τῆς σῆς ψυχῆς, καὶ ὅλος ὤφθης, Πάτερ νηφάλιος.
Ἐν ἀΰπνῳ προσευχῇ, τὸν φιλόϋπνον ἐχθρόν, ὑποτάξας ἀνδρικῶς, ὤφθης γρήγορος
ποιμήν, θεόληπτε, Χριστοῦ τῆς ποίμνης, καὶ διδασκάλων φωστήρ.
Τοῦ νοὸς τὸν ὀφθαλμόν, καθαγνίσας εὐσεβῶς, ἀνυστάκτως τῷ Χριστῷ, λειτουργῶν
διὰ παντός, προέβλεψας, τὰ θεῖα κάλλη, τῆς μακαρίας τρυφῆς.
Θεοτοκίον.
Ναυτιῶσι σάλῳ νῦν, ἀπιστίας τῆς πικρᾶς, καθορῶντες εὐλαβῶς, Ὀρθοδόξων τοὺς
χορούς, οἱ ἄνομοι, ἀσπαζομένους, τὴν Σὴν Παρθένε μορφήν.
Κοντάκιον. Ἦχος α'. Χορὸς ἀγγελικός.
Καρποὺς ἀειθαλεῖς, ἐκ σῆς βίβλου προσφέρων, διδάγματα Σοφέ, καθηδύνεις
καρδίας, τῶν τούτοις μετὰ νήψεως, προσεχόντων μακάριε· κλῖμαξ γὰρ ἐστι, ψυχὰς
ἀνάγουσα γῆθεν, πρὸς οὐράνιον, καὶ διαμένουσαν δόξαν, τῶν πίστει τιμώντων σε.
Ἕτερον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.
Τῆς Ἐκκλησίας τὸν ἀστέρα τὸν πολύφωτον, καὶ μοναζόντων τὸν ποιμένα τὸν θεόκριτον,
ἀνυμνήσωμεν ἐν ἄσμασι θεοφθόγγοις, ἀνατείλας γὰρ ἐν Σινᾷ δι’ ἀσκήσεως,
καταυγάζει τῶν Πατέρων τὰ συστήματα, χαίροις λέγοντα, Ἰωάννη πανεύφημε.
Ὁ Οἶκος.
Ὅλος ἠγιασμένος, καὶ Πατέρων ἡγήτωρ, Ἰωάννη θεόφρον ἐδείχθης, λάμψας ἐν
Σινᾷ ἀσκητικῶς, καὶ πληρωθεὶς τῶν χαρίτων τοῦ Πνεύματος, διὸ τὴν πολιτείαν σου,
ἀγάμενοι Πάτερ βοῶμεν·
Χαῖρε, τὸ ἄνθος τῆς ἀφθαρσίας·
χαῖρε, τὸ σκεῦος τῆς ἀπαθείας.
Χαῖρε, Σιναίου ποιμὴν ἱερώτατος·
χαῖρε, εὐσεβείας φωστὴρ οὐρανόφωτος.
Χαῖρε, τῆς ζωῆς τῆς κρείττονος, θησαυρὸς περιφανής·
χαῖρε, τῆς ἐνθέου χάριτος, μέτοχος
θεοειδής.
Χαῖρε, ὅτι παρέχεις ἀρωγὴν τοῖς αἰτοῦσι·
χαῖρε, ὅτι βλυστάνεις ἴασιν τοῖς
νοσοῦσι.
Χαῖρε, λαμπὰς τῆς θείας καθάρσεως·
χαῖρε, καρπῶν ἀφθάρτων κατάμεστος.
Χαῖρε, πνοὴ γλυκερὰ ἐκλιπόντων·
χαῖρε, στοργὴ ἱερὰ τῶν βοώντων.
Χαίροις, Ἰωάννη πανεύφημε.
Συναξάριον.
Τῇ Λ' τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἰωάννου τοῦ Συγγραφέως
τῆς Κλίμακος.
Ἐπὶ κλίμαξι κλίμακας πυκνῶς, Πάτερ,
Τὰς σὰς ἀρετὰς θείς, ἔφθασας πόλου μέχρι.
Χαῖρεν Ἰωάννης τριακοστῇ ἐξαναλύων.
Ταῖς αὐτοῦ ἁγίαις πρεσβείαις, Χριστέ ὁ Θεός, ἐλέησον
ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ'. Ὁ Εἱρμός. Τοὺς ἐν καμίνῳ Παῖδάς Σου, Σωτήρ
Ὡς τῆς ἀνδρείας ξίφει καθελών, Πανεύφημε, θράσους νηπιώδους δειλίας, ὤφθης
στεῤῥὸς καὶ φοβερός, πνεύμασιν ὄντως ἀκαθάρτοις ἅπασιν· εὐλογητὸς ὁ Θεός, ὁ
θαυμαστώσας σε.
Νόμῳ Χριστοῦ ἐνθέως πειθαρχῶν, ἐπάτησας δόξαν φερωνύμως τὴν κενήν, μόνῳ Θεῷ
τῷ ἐν κρυπτῷ, φέρων τοὺς κόπους τῆς στεῤῥᾶς ἀσκήσεως, Ὅς ἀποδίδωσιν εἰς φανερόν
τοὺς μισθούς.
Πρὸς ἀοράτους φάλαγγας παθῶν, ἀράμενος πόλεμον, ἐδείχθης νικητής, ὡς
ταπεινὸς τῷ λογισμῷ καὶ τῇ καρδίᾳ· τὸν γὰρ ὑπερήφανον καὶ ἀλαζόνα ἐχθρόν,
τούτοις κατέτρωσας.
Θεοτοκίον.
Τῆς Σῆς Χριστὲ σαρκώσεως τιμῶν, τὴν ἕνωσιν ταύτης καὶ τὸ εἶδος προσκυνῶ,
θεοπρεπῶς, ὅτι Θεὸς ὢν πρὸ αἰώνων, ἐκ Παρθένου γέγονας, βροτὸς ἀφύρτως αὐτός,
κατ' ἄμφω τέλειος.
ᾨδὴ η'. Ὁ Εἱρμός. Ὃν φρίττουσιν Ἄγγελοι.
Ἀπλάστοις σου ἤθεσι μειώσας ἀκραιφνῶς, τὸν τρόπον τὸν ὕπουλον, ὡς
δύσχρηστον φυγών, πραέων τοῖς τόποις ἐπαυλίζῃ σαφῶς, ὡς πράως βιώσας, θεόφρον
Ἰωάννη.
Μητέρα καὶ φύλακα πασῶν τῶν ἀρετῶν, τὴν θείαν ταπείνωσιν, ὑπέγραψας ἡμῖν·
καὶ γὰρ ὡς ὑπάρχων, ἀρχιτέκτων σοφός, τῆς θείας ἀνόδου, τὴν βάσιν κατεπήξω.
Μετέσχες τῆς χάριτος τοῦ Πνεύματος σαφῶς, καὶ πάντας ἐπλήρωσας, τοῦ θείου
φωτισμοῦ, διάκρισιν ὄντως ἡμῖν εὐδιάκριτον, τῇ πράξει διδάξας, καὶ παιδεύσας
τοῖς λόγοις.
Θεοτοκίον.
Οὐ γράφω Θεότητα, μὴ ψεύδεσθε τυφλοί· ἁπλῆ γὰρ ἀόρατος, ἀνείδεός ἐστι·
σαρκὸς δὲ τὸν τύπον ἱστορῶν προσκυνῶ, καὶ πίστει δοξάζω, τὴν τεκοῦσαν Παρθένον.
ᾨδὴ θ'. Ὁ Εἱρμός. Τὴν ζωοδόχον πηγὴν τὴν ἀέναον.
Ἀΰλῳ νῷ ἀναπτὰς πρὸς τὰ ἄϋλα, θεωρημάτων βυθὸν σὺ κατείληφας, καὶ τυχὼν τῆς
χάριτος τοῦ Ἁγίου Πνεύματος, δι' ἐκτενοῦς προσευχῆς κατηξιώθης, τοῦ προορᾶν τῶν
μελλόντων τὴν δήλωσιν.
Καταναλώσας τὸ ἔνυλον φρόνημα, τῆς προσευχῆς τῇ φλογὶ Ὁσιώτατε, ὅλος πῦρ
ἐνέφηνας, Ἰωάννη πάνσοφε θεόφρον· διὸ ἐκστὰς εὐσεβῶς ταῖς θεωρίαις, τὴν ἀγαθήν
ἠλλοιώθης ἀλλοίωσιν.
Ἀπονεκρώσας τὰ πάθη ἀσκήσει σου, πρὸς τελειότητα Πάτερ ἀνέδραμες, ἀπαθείας
Ὅσιε· διὸ νῦν δεήθητι Θεοῦ, ὑπὲρ εἰρήνης παντὸς τοῦ κόσμου, καὶ σωτηρίας ἡμῶν
τῶν τιμώντων σε.
Ῥώμην λαβὼν ἐν τῇ πίστει Πατὴρ ἡμῶν, καὶ πτερωθεὶς τῇ ἀγάπῃ ἀνέδραμες,
ἀρετῶν πρὸς κλίμακα, εὐσθενῶς καὶ βέβηκας, ἐν τῇ ἀγάπῃ Χριστοῦ· καὶ γὰρ ἐν
ταύτῃ, τῶν ὀρεκτῶν ἐστι πάντων τὸ πλήρωμα.
Θεοτοκίον.
Σοῦ τῆς λοχείας Ἁγνὴ τὸ παράδοξον, καὶ ἐπὶ τοίχων γραφαῖς ἀσπαζόμεθα, οὗ τὸ
ἔργον σέβομεν, καὶ τὸ εἶδος τιμῶμεν, τὸ ἀληθὲς ἐξ ἀμφοῖν ὁμολογοῦντες,
Ὀρθοδοξίας εἰκότως πληρούμεθα.
Ἐξαποστειλάριον. Ἦχος β΄. Γυναῖκες ἀκουτίσθητε.
Τοῦ κόσμου τὴν εὐπάθειαν, ὡς μοχθηρὰν ἐξέκλινας, καὶ ἀτροφία τὴν σάρκα,
μαράνας ἀνεκαίνισας, ψυχῶν τὸν τόνον Ὅσιε, καὶ δόξαν κατεπλούτησας, οὐράνιον
ἀοίδιμε, διὸ μὴ παύση πρεσβεύων, ὑπὲρ ἡμῶν Ἰωάννη.
Θεοτοκίον.
Παρθένε Ἀειπάρθενε, Ἀγγέλων ἀγαλλίαμα, καὶ τῶν Ὁσίων ἡ δόξα, καὶ μοναζόντων
τὸ κλέος, τὸν τὸν Υἱον καὶ Κύριον, ὑπὲρ ἡμῶν ἱκέτευε, ὡς ἄν ῥυσθῶμεν Δέσποινα,
τῆς τῶν παθῶν δεσποτείας, καὶ πάσης ἄλλης ἀνάγκης.
Αἶνοι. Ἦχος πλ. δ΄. Ὦ τοῦ παραδόξου θαύματος.
Πάτερ Ἰωάννη Ὅσιε, θείου φωτὸς πληρωθείς, τῇ συντόνῳ ἀσκήσει σου, ὡς ἀστὴρ
πολύφωτος, ἐν τῷ Σινᾷ διέλαμψας, καταπυρσεύων ταῖς ὑποθήκαις σου, τοὺς
προσιόντας σοι μετὰ πίστεως· ὅθεν τὴν μνήμην σου, τὴν σεπτὴν γεραίροντες
πανευλαβῶς, τὸν Χριστὸν δοξάζομεν, τὸν σὲ δοξάσαντα.
Πάτερ Ἰωάννη Ὅσιε, τὸν τοῦ Κυρίου Σταυρόν, ἐπὶ ὤμων ἀράμενος, λογισμῷ
θεόφρονι, Αὐτῷ ἠκολούθησας· νηστείας μάκαρ καὶ ταῖς δεήσεσι, καθυποτάξας,
σαρκὸς τὸ φρόνημα, χαίρων ἐβίωσας, ἐν τῷ Σινᾷ πάνσοφε, καὶ μοναστῶν, γέγονας
διδάσκαλος, πᾶσι σωτήριος.
Πάτερ Ἰωάννη Ὅσιε, καταλιπὼν τὰ ἐν γῇ, τῷ Χριστῷ ἠκολούθησας, μὴ προκρίνας
ἔνδοξε, τὰ φθαρτὰ πρὸς τὰ μένοντα, ἐν Σινᾷ ὤκησας ὥσπερ ἐν πόλεις τὰς τῶν
δαιμόνων φάλαγγας ὤλεσας· ὢ τίς ἰσχύσειεν, ἐξειπεῖν ἀοίδιμε τῆς σῆς ψυχῆς,
ὄντως τὴν θερμότητα, τὴν πρὸς τὸν Κύριον.
Πάτερ Ἰωάννη Ὅσιε, διὰ τὴν ὄντως ζωήν, τῆς παρούσης ἠλόγησας, καὶ τοῖς
πόνοις ἔκδοτον, σοῦ τὸ σῶμα παρέδωκας, πρὸς τὴν ἀγήρω καὶ ἀτελεύτητον, τρυφὴν
ἐνθέως ἀποσκοπούμενος, ἧς καὶ ἐπέτυχες, σὺν Ὁσίων τάγμασι διηνεκῶς, θρόνω
παριστάμενος, τοῦ Παντοκράτορος.
Δόξα. Ἦχος πλ. δ΄.
Ἀστὴρ νοητὸς ἀνεφάνης, Ἰωάννη τοῦ Χριστοῦ θεράπων, ἐν τῷ τῆς Ἐκκλησίας στερεώματι,
ταῖς ἀκτῖσι τῶν σῶν ἀγώνων καταλαμπών, τοὺς ἐν πίστει τιμῶντάς σε· ἀλλὰ καὶ
δένδρον ὤφθης ἀειθαλές, ταῖς χάρισι τῶν θείων λόγων σου, ὡς εὐώδεσιν ἄνθεσιν
εὐωδιάζων καὶ κατευφραίνων ἡμᾶς, δι’ ὃ σοῦ τὴν ἐτήσιον μνήμην, ἐν ᾠδαῖς
τελοῦμεν, Πάτερ ἀξιάγαστε.
Καὶ νῦν. Θεοτοκίον.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης
ἀνάγκης καὶ θλίψεως,
Δοξολογία μεγάλη καὶ Ἀπόλυσις.
ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ
Τὰ Τυπικά, οἱ Μακαρισμοί καὶ ἐκ τοῦ Κανόνος ἡ γ΄ καὶ
στ΄ ᾠδή.
Ἀπόστολος καὶ Εὐαγγέλιον Ὁσιακόν. (Ζήτει ἐν τῇ ε΄
Δεκεμβρίου, τοῦ Ἁγίου Σάββα).
Κοινωνικόν. Εἰς μνημόσυνον αἰώνιον...
Μεγαλυνάρια.
Ἄχθος ἀποῤῥίψας τῶν γεηρῶν, ἀναβὰς εἰς ὕψος Ἰωάννη τῶν ἀρετῶν, ἀπὸ γῆς πρὸς
πόλον, βροτοὺς ἀναβιβάζεις, ταῖς θείαις διδαχαῖς σου, διὰ τῆς κλίμακος.
Τὸν τῶν μοναζόντων ὑπογραμμόν, καὶ βαθμοὺς ἀνόδου ὥσπερ κλίμακα ἀρετῶν,
γράψαντα ὡς νόμον, ἄλλον ἐν τῷ Σιναίῳ, τὸν θεῖον Ἰωάννην ὕμνοις τιμήσωμεν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου