Δευτέρα 15 Ιουνίου 2015

Ἁγίων Μαρτύρων ΧΡΥΣΑΝΘΟΥ καί ΔΑΡΕΙΑΣ



Ἀκολουθία Ἁγίων Μαρτύρων ΧΡΥΣΑΝΘΟΥ καί ΔΑΡΕΙΑΣ
Ψαλλομένη τῇ 19η Μαρτίου


ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ
Εἰς τό Κύριε ἐκέκραξα, Στιχηρὰ Προσόμοια.
Ἦχος δ'. Ἔδωκας σημείωσιν. 
Θείας ἐπιγνώσεως, εἰσδεδεγμένος τὴν ἔλλαμψιν, ἐφωτίσθης τὰ ὄμματα, Σοφὲ τῆς καρδίας σου καὶ τῆς πλάνης ζόφον, ἔλιπες ἐμφρόνως καὶ ὡμολόγησας Χριστόν, σάρκα λαβόντα τὸν πάντων Κύριον· ἐντεῦθεν δυναμούμενος, δυνάμει Πνεύματος, Χρύσανθε, τῶν βασάνων ἀνώτερος, ἀνεδείχθης πανεύφημε.

Ἐχθροῦ δελεάσματα, καὶ ἡδονῆς ὑπεκκαύματα, ὡς ἀράχνην λελόγισαι ζοφώδη δὲ κάθειρξιν, ὑποστὰς ἐνθέῳ, φέγγει κατηυγάσθης, καὶ εὐωδίας νοητῆς, ἀπεπληρώθης μέσον ἱστάμενος, βορβόρου καὶ προσήγαγες, ὡς νυμφοστόλος πανάριστος, τῷ Χριστῷ νύμφην ἄμωμον, τὴν μωμῆσαί σε σπεύσασαν.

Ἐτρώθης τῷ ἔρωτι, τῷ γλυκυτάτῳ τοῦ κτίσαντος, καὶ τῆς πλάνης τὸ ἄθεον, τέλεον ἐξέκλινας, καὶ νυμφῶνος θείου, ἐχώρησας ἔνδον, νενυμφευμένη τῷ Χριστῷ, διά βασάνων πολλῶν τοῦ σώματος, Δαρεία μεγαλώνυμε, θεῖον δοχεῖον τοῦ Πνεύματος, Ἀθλητῶν ἐγκαλλώπισμα και Παρθένων ἀγλάϊσμα.

Σῶμα ἀκηλίδωτον, καὶ λογισμὸν ἀπαράδεκτον, ἡδονῶν διετήρησας, καὶ νύμφη ἀκήρατος, τῷ πεποιηκότι, σεαυτὴν προσῆξας, πεποικιλμένην ἱερῶς, τῷ μαρτυρίῳ ἀειμάκαριστε· διὸ καὶ προσελάβετο, πρὸς φωτεινότατον θάλαμον, καὶ νυμφῶνα ἀκήρατον, ὦ Δαρεία πανεύφημε.

Δόξα. Ἦχος πλ. δ΄.
Ἐκραταιώθη τῶν τοῦ Χριστοῦ Μαρτύρων, κατ’ ἐχθρῶν τὸ σύστημα, ἐν οἷς ὡς φωστῆρες κοσμικοὶ διαλάμπουσιν οἱ εὐγενεῖς καὶ ἄριστοι Ἀθλοφόροι Χρύσανθός τε καὶ Δαρεία· τούτους ἐξεπλάγησαν τύραννοι καὶ ἐθαύμασαν Ἄγγελοι ὁρῶντες τὸν ἀσώματον, μετὰ σαρκὸς πατούμενοι· τῶν δὲ πιστῶν ἡ Ἐκκλησία πανέορτον ἑορτὴν καὶ κοσμικὴν χαρμονὴν ἐκτελοῦσα βοᾶ· ὁ ἀσθενείᾳ σαρκὸς πεδήσας τὸν ἰσχυρόν, ταῖς πρεσβείαις τῶν Ἁγίων σου σῶσον ἡμᾶς.

Καὶ νῦν. Θεοτοκίον.
Ὁ Βασιλεὺς τῶν οὐρανῶν, διὰ φιλανθρωπίαν, ἐπὶ τῆς γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανεστράφη ἐκ Παρθένου γὰρ ἁγνῆς, σάρκα προσλαβόμενος καὶ ἐκ ταύτης προελθὼν μετὰ τῆς προσλήψεως, εἷς ἐστιν Υἱός, διπλοῦς τὴν φύσιν, ἀλλ' οὐ τὴν ὑπόστασιν διὸ τέλειον αὐτὸν Θεόν, καὶ τέλειον ἄνθρωπον, ἀληθῶς κηρύττοντες, ὁμολογοῦμεν Χριστὸν τὸν Θεὸν ἡμῶν, Ὅν ἱκέτευε Μήτηρ ἀνύμφευτε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἴσοδος, Φῶς ἱλαρόν, Προκείμενον τῆς ἡμέρας καί Ἀναγνώσματα.
Προφητείας Ἡσαΐου τὸ ἀνάγνωσμα (Κεφ. ΜΓ΄ 9-14).
Τάδε λέγει Κύριος· πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. τίς ἀναγγελεῖ ταῦτα; ἢ τὰ ἐξ ἀρχῆς τίς ἀναγγελεῖ ὑμῖν; ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς, λέγει Κύριος ὁ Θεός, καὶ ὁ παῖς μου, ὃν ἐξελεξάμην, ἵνα γνῶτε καὶ πιστεύσητε καὶ συνῆτε ὅτι ἐγώ εἰμι. ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεὸς καὶ μετ᾿ ἐμὲ οὐκ ἔσται. Ἐγὼ ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος. ὑμεῖς ἐμοὶ μάρτυρες καὶ ἐγὼ Κύριος ὁ Θεός. Ἔτι ἀπ᾿ ἀρχῆς καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος· ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό; Οὕτως λέγει Κύριος ὁ Θεὸς ὁ λυτρούμενος ὑμᾶς, ὁ ἅγιος τοῦ Ἰσραήλ.

Παροιμιῶν τὸ Ἀνάγνωσμα (Κεφ. λα', λα΄. 10. -20, 25).
Γυναῖκα ἀνδρείαν τίς εὑρήσει; τιμιωτέρα δὲ ἐστι λίθων πολυτελῶν ἡ τοιαύτη. Μηρυομένη ἔρια καὶ λίνον, ἐποίησεν εὔχρηστον ταῖς χερσὶν αὐτῆς. Ἐγένετο ὡσεὶ ναῦς ἐμπορευομένη μακρόθεν, συνάγει δὲ αὕτη τὸν βίον. Καὶ ἀνίσταται ἐκ νυκτῶν, καὶ ἔδωκε βρώματα τῷ οἴκῳ, καὶ ἔργα ταῖς θεραπαίναις. Θεωρήσασα γεώργιον ἐπρίατο, ἀπὸ δὲ καρπῶν χειρῶν αὐτῆς, κατεφύτευσε κτῆμα. Ἀναζωσαμένη ἰσχυρῶς τὴν ὀσφὺν αὐτῆς, ἤρεισε τοὺς βραχίονας αὐτῆς εἰς ἔργον. Ἐγεύσατο ὅτι καλόν ἐστι τὸ ἐργάζεσθαι, καὶ οὐκ ἀποσβέννυται ὅλην τὴν νύκτα ὁ λύχνος αὐτῆς. Τὰς χεῖρας αὐτῆς ἐκτείνει ἐπὶ τὰ συμφέροντα, τοὺς δὲ πήχεις αὐτῆς ἐρείδει εἰς ἄτρακτον. Χεῖρας δὲ αὐτῆς διήνοιξε πένητι, καρπὸν δὲ ἐξέτεινε  πτωχῷ. Ἰσχὺν καὶ εὐπρέπειαν ἐνεδύσατο, καὶ εὐφράνθη ἐν ἡμέραις ἐσχάταις.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα  (Κεφ. ζ′.7).
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.  

Εἰς τήν Λιτήν. Ἦχος α΄.
Πνευματικὴν χορείαν συγκροτήσωμεν, τὰ πλήθη τῶν Ὀρθοδόξων, ἐπὶ τῇ μνήμῃ Χρυσάνθου καὶ Δαρείας τῶν ἀρίστων Ἀθλοφόρων· καὶ πρὸς αὐτοὺς γηθοσύνως βοήσωμεν λέγοντες· χαίρετε, οἱ τὸν Χριστὸν κηρύξαντες ἐν τῷ σταδίῳ τῶν παρανόμων, Θεὸν εἶναι ἀληθινόν· τὸ δὲ ἀλόγιστον τούτων σέβας, μυθώδη πλάνην, τοῖ θεοσόφοις ὑμῶν λόγοις ἐλέγξαντες, πανένδοξοι· χαίρετε, οἱ τὸν ἀγῶνα τὸν καλὸν ἀγωνισάμενοι, καὶ τὸν τῆς δικαιοσύνης στέφανον παρὰ Χριστοῦ κομισάμενοι, τοῦ παρέχοντος εἰρήνην καὶ ἔλεος, τοῖς ἐκ πόθου τελοῦσι τὴν πανσέβαστον μνήμην ὑμῶν.

Ἦχος γ΄.
Γενναῖοι Μάρτυρες ἀληθείας, ὑμᾶς οὐ βία τυραννική, οὐ θωπεία ἀπατηλή, οὐδὲ θανάτου ἀπειλαί, τῆς πρὸς τὸ θεῖον ἀγάπης, χωρίσαι δεδύνηνται· διὸ παῤῥησίαν ἔχοντες πρὸς Χριστὸν, τὸν ἐπὶ πάντων Θεόν, τὴν ἀμοιβὴν τῶν ἀλγεινῶν βασάνων αἰτήσασθε παρὰ Χριστοῦ, λαβεῖν εὐχαῖς ὑμῶν τὸ μέγα ἔλεος.

Δόξα. Ἦχος πλ. β΄.
Ἐπέφανε σήμερον ἔαρ σωτήριον καὶ ἑορτὴν χαρμόσυνον, Χρυσάνθου καὶ Δαρείας ἡ πανσέβαστος μνήμη· τῶν μὲν τῆς νηστείας ἀγώνων τὸ αὐστηρὸν καθηδύνησαν, τὸ δὲ ῥάθυμον τοῦ βίου πρὸς ἐργασίαν ἐγείρουσα· καὶ τοῖς μαρτυρικοῖς αὐτῶν πόνοις, ὡς ἐαρινοῖς ἄνθεσι, καὶ μύροις μυστικοῖς τοὺς πιστοὺς εὐωδιάζουσα καὶ πρὸς ἀρετὴν ὑπαλείφουσαν ὡς τηλαυγὴς ἥλιος, τὰς τῶν θαυμάτων ἀκτῖνας ἐκπέμπει, διαλύουσαν πᾶσαν ψυχῶν καὶ σωμάτων σκοτόμαιναν. Αὐτοῖς πιστοὶ βοήσωμεν· Μάρτυρες ἔνδοξοι, μὴ διαλείπητε ὑπὲρ ἡμῶν πρεσβεύοντες πρὸς Κύριον, ἐν εἰρήνῃ τὸν βίον ἡμᾶς ἐκτελέσαι καὶ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον.
Ὁ ποιητὴς καὶ λυτρωτής μου Πάναγνε, Χριστὸς ὁ Κύριος, ἐκ τῆς Σῆς νηδύος προελθών, ἐμὲ ἐνδυσάμενος, τῆς πρῴην κατάρας, τὸν Ἀδὰμ ἠλευθέρωσε· διό Σοι Πάναγνε, ὡς τοῦ Θεοῦ Μητρί τε καὶ Παρθένῳ ἀληθῶς, βοῶμεν ἀσιγήτως, τὸ χαῖρε τοῦ Ἀγγέλου. Χαῖρε Δέσποινα, προστασία καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.

Εἰς τὸν Στίχον. Ἦχος α΄. Τῶν οὐρανίων Ταγμάτων.
Τῶν οὐρανίων τὰ κάλλη ποθήσας ἔνδοξε, τὴν τῶν προσκαίρων δόξαν, εἰς οὐδὲν ἐλογίσω· διὸ καὶ ἰσαγγέλως ἐν τῇ σαρκί, βιοτεύων ὡς ἄσαρκος, τὰς πολυτρόπους κολάσεις τῶν διωκτῶν, καρτερῶς φέρεις, ὦ Χρύσανθε.

Στ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Ἐν οὐρανίαις παστάσι χορεύων ἔνδοξε, καὶ ἐντρυφῶν τῆς δόξης, τοῦ τῶν ὅλων Δεσπότου, Χρύσανθε τρισμάκαρ δυσώπει Αὐτόν, ὑπὲρ ἡμῶν τῶν τιμώντων σε, ἵνα τρυφῆς αἰωνίου καὶ τῆς χαρᾶς, σὺν Ἀγγέλοις ἀπολαύσωμεν.

Στ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.
Μαρτυρικῶς ἐναθλοῦντες θεομακάριστοι, τὰς τῶν ἐχθρῶν αἰκίας, ὥσπερ χάριν πλουσίαν, ἐδέξασθε προθύμως τῶν ὀρεκτῶν, τὴν ἀπόλαυσιν ἔρωτι, ἠλογηκότες τῶν θείων τῇ ἐκλογῇ, ταῖς ποιναῖς οὐ κατεκάμφθητε.

Δόξα. Ἦχος πλ. β΄.
ᾈσματικὴν χορείαν κροτήσωμεν σήμερον, ὦ φιλομάρτυρες, ἐπὶ τῇ μνήμῃ τῶν πανευσεβῶν Ἀθλητῶν Χρυσάνθου καὶ Δαρείας· οὗτοι γὰρ τῆς Τριάδος γεγόνασιν ὑπέρμαχοι, καὶ ἐν σταδίῳ ἀνδρείως, τὸν ἀόρατον ἐχθρόν, ἐν τῷ σεπτῷ αὐτῶν αἵματι ἀπέπνιξαν, καὶ τὸν τῆς νίκης στέφανον ἐνδόξως ἐκομίσαντο· διὸ πρὸ αὐτοὺς ἀναβοήσωμεν· ζεῦγος ἅγιον Κυρίου, εὐλογημένη δυὰς καὶ πεφωτισμένη, τὸν Σωτῆρα ἱκέτευε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον.
Ὁ ποιητὴς καὶ λυτρωτής μου Πάναγνε, Χριστὸς ὁ Κύριος, ἐκ τῆς Σῆς νηδύος προελθών, ἐμὲ ἐνδυσάμενος, τῆς πρῴην κατάρας, τὸν Ἀδὰμ ἠλευθέρωσε· διό Σοι Πάναγνε, ὡς τοῦ Θεοῦ Μητρί τε καὶ Παρθένῳ ἀληθῶς, βοῶμεν ἀσιγήτως, τὸ χαῖρε τοῦ Ἀγγέλου. Χαῖρε Δέσποινα, προστασία καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.

Νῦν ἀπολύεις, Τρισάγιον, Ἀπολυτίκιον. Ἦχος α’. Τῆς ἐρήμου πολίτης.
Τῶν κλεινῶν Ἀθλοφόρων ξυνωρίδα τὴν πάνσεπτον, ἐν πνευματικοῖς χρυσανθέμοις, καὶ ᾠδαῖς εὐφημήσωμεν, Δαρεῖαν παρθένον καλλονήν, καὶ Χρύσανθον τὸν μέγαν ἀθλητήν, ὅτι τὸν Χριστὸν παῤῥησίᾳ Θεὸν ὡμολόγησαν· δόξα τῷ ἐνισχύσαντι ὑμᾶς, δόξα Χριστῷ τῷ δοξάσαντι, δόξα τῷ ἐν οὐρανοῖς ἄμφω ὑμεῖς νῦν στεφανώσαντι.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τοῦ Γαβριὴλ φθεγξαμένου Σοι Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν Σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ. Ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην Σου. Δόξα τῷ ἐνοικήσαντι ἐν Σοί, δόξα τῷ προελθόντι ἐκ Σοῦ, δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ Τόκου Σου.

Ἀπόλυσις.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Τὴν σοφὴν ξυνωρίδαν τῶν Ἀθλητῶν, εὐφημήσωμεν πίστει μαρτυρικῶς, Χρύσανθον ἅπαντες, τὸν ἀήττητον Μάρτυρα, Δαρείαν ὡσαύτως, τὸ ζεῦγος τὸ τίμιον, ὡς κρατῆρας θεῖα προχέοντες νάματα· ὅθεν ἐτησίως, καθ’ ἑκάστην ἀντλοῦμεν, πιστῶς τὰ ἰάματα, εὐσεβῶς ἀνακράζοντες· Ἀθλοφόροι πανεύφημοι, πρεσβεύσατε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην ὑμῶν.
Δόξα. Καὶ νῦν. Θεοτοκίον, ὅμοιον.
Τὴν οὐράνιον πύλην καὶ κιβωτόν, τὸ πανάγιον ὄρος, τὴν φωταυγῆ, νεφέλην ὑμνήσωμεν, τὴν οὐράνιον κλίμακα, τὸν λογικὸν Παράδεισον, τῆς Εὔας τὴν λύτρωσιν, τῆς οἰκουμένης πάσης τὸ μέγα κειμήλιον, ὅτι σωτηρία ἐν Αὐτῇ διεπράχθη, τῷ κόσμῳ καὶ ἄφεσις τῶν ἀρχαίων ἐγκλημάτων διὰ τοῦτο βοῶμεν Αὐτῇ, πρέσβευε τῷ Σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς εὐσεβῶς προσκυνοῦσι τὸν πανάγιον Τόκον Σου.

Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.
Κατεπλάγησαν ποτέ, τῶν ἀνομούντων οἱ λαοί, τὸ ἀνδρεῖον τῶν ψυχῶν, βλέποντες Μάρτυρες ὑμῶν, καὶ τῷ Κυρίῳ πιστεύοντες ἐκραύγαζον· δόξα Σοι Χριστὲ παντοδύναμε, Σὺ γὰρ εἶ Θεὸς καὶ οὐκ οἴδαμεν, πλήν Σου Θεὸν ἕτερον, ὁ ἐνεργῶν παράδοξα θαυμάσια, ἐν τοῖς Ἁγίοις Σου Μάρτυσιν· αὐτῶν πρεσβείαις Σωτὴρ τοῦ κόσμου, φώτισον τοὺς ὑμνοῦντάς Σε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον, ὅμοιον.
Κατεπλάγησαν Ἁγνή, πάντες Ἀγγέλων οἱ χοροί, τὸ Μυστήριον τῆς Σῆς, κυοφορίας τὸ φρικτόν, πῶς ὁ τὰ πάντα συνέχων νεύματι μόνῳ, ἀγκάλαις ὡς βροτός, ταῖς Σαῖς συνέχεται, καὶ δέχεται ἀρχὴν ὁ Προαιώνιος, καὶ γαλουχεῖται σύμπασαν ὁ τρέφων, πνοὴν ἀφάτῳ χρηστότητι, καὶ Σὲ ὡς ὄντως, Θεοῦ Μητέρα, εὐφημοῦντες δοξάζουσι.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου, Σωτήρ.
Μαρτύρων τοῦ Χριστοῦ, ἱερῶς ἀθλησάντων, τὴν θείαν καὶ σεπτήν, ἑορτάζομεν μνήμην, τρυφῶντες τὰ θαύματα, καθ’ ἑκάστην ὡς νάματα, ἅπερ βρύουσιν, ἐκ τῶν τιμίων λειψάνων, ἀπολαύοντες, τὰς τῶν πιστῶν ἀσθενείας, δυνάμει τοῦ Πνεύματος.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Μαρία τὸ σεπτόν, τοῦ Δεσπότου δοχεῖον, ἀνάστησον ἡμᾶς, πεπτωκότας εἰς χάος, δεινῆς ἀπογνώσεως, καὶ πταισμάτων καὶ θλίψεων. Σὺ γὰρ πέφυκας, ἁμαρτωλῶν σωτηρία, καὶ βοήθεια, καὶ κραταιὰ προστασία, καὶ σῴζεις τοὺς δούλους Σου.

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Στ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.
Εὐαγγέλιον Μαρτυρικόν.
Ὀ Ν’ Ψαλμός.
Δόξα. Ταῖς τῶν Ἀθλοφόρων...
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. δ΄. Στ. Ἐλέησόν με ὁ Θεός...
Τὰ θύματα τὰ λογικά, Χρύσανθον καὶ Δαρείαν εὐφημήσωμεν· ὅτι πᾶσαν τυράννων μανίαν, σὺν τοῖς εἰδώλοις κατήργησαν· διὸ ταῖς εὐχαῖς αὐτῶν, Χριστὲ ὁ Θεός, τὴν εἰρήνην τῷ κόσμῳ δώρησαι, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.

Ὁ Κανὼν τῶν Ἁγίων, οὗ ἡ ἀκροστιχίς: Σὲ τὸ χρυσαυγὲς Μαρτύρων ἄνθος σέβω. Ἰωσήφ.
ᾨδὴ α'. Ἦχος δ'. Ὁ Εἱρμός. Θαλάσσης, τὸ ἐρυθραῖον πέλαγος.
Στεφάνῳ, ὑπὲρ χρυσὸν ἐκλάμποντι, Μάρτυς κοσμούμενος καί μαρτυρίου λάμπων καλλοναῖς, τῷ Δεσπότῃ παρίστασαι, ὑπὲρ ἡμῶν δεόμενος, τῶν σε τιμώντων ἀξιάγαστε.

Ἐτρώθης, τῷ γλυκυτάτῳ ἔρωτι, Μάρτυς τοῦ κτίσαντος και τά τερπνὰ τοῦ βίου παριδών, τὴν ῥοπὴν ὅλην δέδωκας, τῆς σῆς καρδίας Χρύσανθε, τῷ ποθουμένῳ προθυμότατα.

Τῇ πίστει, θωρακισθεὶς κατέβαλες, τὸν πολυμήχανον, σοί προσβαλόντα Μάρτυς γυναικός, ἡδονῆς δελεάσματι, καὶ τῆς ἁγνείας τίμιον, Χρύσανθε σκεῦος ἐχρημάτισας.

Θεοτοκίον.
Ὁ φύσει, τῇ θεϊκῇ ἀπρόσιτος, προσιτὸς ὤφθη μοι, ἐκ Σοῦ Παρθένε σάρκα προσλαβών· Ὅν Δαρεία ποθήσασα, καρτερικῶς συνήθλησε καί νυμφικῶς αὐτῷ προσήνεκται.

ᾨδὴ γ'. Ὁ Εἱρμός. Εὐφραίνεται ἐπὶ Σοί.
Χρυσίον δοκιμασθέν, τῇ τῶν κολάσεων πυρᾷ πέφηνας, βασιλικῶς Χρύσανθε, φέρων παθημάτων ἐκσφράγισμα.

Ῥητόρων καταλιπών, ἀδολεσχίαν ταῖς πλοκαῖς ἤγρευσαι, τῶν μαθητῶν Χρύσανθε, τοῦ περιφανῶς σε σοφίσαντος.

Ὑπείκεις τῷ ἐραστῇ, νυμφαγωγοῦντί σε Χριστῷ Πάνσοφε, διὰ σεπτῆς πίστεως, ἔρωτα σαρκὸς καταλείψασα.

Θεοτοκίον.
Σαρκὶ τεχθεὶς ἐκ γαστρός, Σοῦ τῆς Παρθένου Ἰησοῦς Ἄχραντε, Νύμφην ἁγνὴν Μάρτυρα, Ἑαυτῷ Δαρείαν μνηστεύεται.

Κάθισμα. Ἦχος γ'. Τὴν ὡραιότητα.
Τὸ ὡραιότατον κάλλος ἐπόθησας καὶ τὰ ὁρώμενα κάλλη παρέδραμες καὶ προσηγάγω τῷ Χριστῷ, χρυσέοις Μάρτυς λόγοις σου, Χρύσανθε μακάριε, τὴν Δαρείαν τὴν ἔνδοξον, ἄθλους διανύσασαν, καὶ τυράννους αἰσχύνασαν· μεθ' ἧς ἡμῶν μνημόνευσε πάντων, τῶν πίστει τελούντων τὴν μνήμην ὑμῶν.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τὴν ὡραιότητα, τῆς παρθενίας Σου, καὶ τὸ ὑπέρλαμπρον, τὸ τῆς ἁγνείας Σου, ὁ Γαβριὴλ καταπλαγεὶς, ἐβόα Σοι Θεοτόκε· Ποῖόν Σοι ἐγκώμιον, προσαγάγω ἐπάξιον, τί δὲ ὀνομάσω Σε; ἀπορῶ καὶ ἐξίσταμαι· διὸ ὡς προσετάγην βοῶ Σοι· Χαῖρε ἡ Κεχαριτωμένη.

ᾨδὴ δ'. Ὁ Εἱρμός. Ἐπαρθέντα Σε ἰδοῦσα ἡ Ἐκκλησία.
Αἱ τοῦ Πνεύματος ἀστράψασαι λαμπηδόνες, τῇ καθαρᾷ καρδίᾳ σου ὅλον φωταυγῆ σε, Μάρτυς ἀπειργάσαντο, προθύμως κραυγάζοντα· Δόξα τῇ δυνάμει Σου Κύριε.

Ὑφαντὸν σε θείας χάριτος ἐκ τῶν ἄνω, ὁ Ποιητὴς ἐνέδυσεν ἄφθαρτον χιτῶνα, ἄμωμον τηρήσαντα, τὸ σῶμα Μακάριε, καὶ ὡς νικητήν ἐστεφάνωσε.

Γενναιότητι καρδίας ἀπετινάξω, τὰς ἡδονὰς τοῦ σώματος, κάλλει ἀσυγκρίτῳ, θείῳ ἐνηδόμενος, καὶ χαίρων διήνυσας, τὸ τῆς μαρτυρίας σου στάδιον.

Ἐθεώθης κατὰ μέθεξιν Ἀθλοφόρε, θεοποιοῦ ἑνώσεως καὶ πρὸς οὐρανίους, εἰσῳκίσθης χαίρουσα, θαλάμους ὡς ἄμωμος, Νύμφη τοῦ Δεσπότου τῆς κτίσεως.

Θεοτοκίον.
Συντηρήσας Σε Παρθένον ὡς πρὸ τοῦ τόκου, μετὰ τὸν τόκον Ἄχραντε, ἐκ Σοῦ ἐσαρκώθη, ὁ ἀπερινόητος, Δαρείαν τὴν Μάρτυρα, Νύμφην ἑαυτῷ ἐπαγόμενος.

ᾨδὴ ε'. Ὁ Εἱρμός. Σὺ Κύριέ μου φῶς.
Μετάρσιον τὸν νοῦν, τῶν ἐνύλων ποιούμενος, δεσμούμενος τὴν κακίαν, τοῦ ἐχθροῦ Ἀθλοφόρε, διέλυσας μακάριε.

Ἁγνείας ἐραστής, γεγονὼς ἱερώτατε, μετήνεγκας τῆς Παρθένου, τό διάπυρον φίλτρον, εἰς Κύριον πανεύφημε.

Ῥηγνύμενον ὁρῶν, καὶ ποσὶ συμπατούμενον, τὸν τύραννον γεγηθότι, λογισμῷ τὸν Δεσπότην, Παμμάκαρ ἐμεγάλυνας.

Θεοτοκίον.
Τὶς δύναται τὸ Σόν, ἑρμηνεῦσαι μυστήριον, ὦ πάναγνε Θεὸν Λόγον· ὑπὲρ νοῦν γὰρ καὶ λόγον, διπλοῦν τῇ φύσει τέτοκας.

ᾨδὴ ς'. Ὁ Εἱρμός. Θύσω σοι, μετὰ φωνῆς αἰνέσεως Κύριε.
Ὑμνοῦντα, τὸν Δεσπότην τῶν ὅλων ἀοίδιμε, φῶς οὐρανόθεν δι' ὅλου, σέ περικυκλῶσαν καταφωτίζει, καθειργμένον, ζοφωτάτῳ οἰκήματι Χρύσανθε.

Ῥώμῃ σε, μαρτυρίῳ σεπτῷ κλεϊζόμενον, χρυσοειδῆ ὡς ἀστέρα, κεκτημένη Μάρτυς στολίζεται, τοῖς ἀγῶσι, καὶ τοῖς θείοις σου Χρύσανθε θαύμασιν.

Ὡραία, περικαλής τε καὶ περιδέξιος, Μάρτυς Δαρεία Παρθένε, δεδειγμένη, Λόγῳ ὡραιοτάτῳ, ἐνυμφεύθης, διὰ πόνων παντοίων τοῦ σώματος.

Θεοτοκίον.
Νέον σε, ὡς παιδίον Παρθένος ἐκύησε, τὸν προαιώνιον Λόγον, ὃν ποθοῦσαι Κόραι, ταύτης ὀπίσω Σοί τῷ πάντων Βασιλεῖ νυμφικῶς ἀπηνέχθησαν.

Κοντάκιον. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.
Εὐφροσύνης πρόξενος, ἡμῖν ἐπέστη, ἡ φωσφόρος σήμερον, τῶν Ἀθλοφόρων ἑορτή, ἣν ἀνυμνοῦντες δοξάζομεν, τὸν ἐν ὑψίστοις, ὑπάρχοντα Κύριον.

Ὁ Οἶκος.
Καιρὸς ἐπέστη τοῖς πιστοῖς, χαρμόσυνος ἡμέρα, Χρυσάνθου τοῦ θείου, ἐνθέως εὐφρανθῶμεν ἀναβοῶντες πρὸς αὐτόν· Μάρτυς Κυρίου, ὁ τὸν ἀγῶνα τὸν καλὸν σαφῶς ἀγωνισάμενος, καὶ στέφος οὐρανόθεν δεξάμενος τῆς δικαιοσύνης, ἀπὸ πάσης ἐπηρείας τοῦ ἀλλοτρίου ἡμᾶς ῥῦσαι πάντας· ἴασίν τε ψυχῶν καὶ σωμάτων ἐξαπόστειλον ἡμῖν, καὶ τὴν κηλῖδα πᾶσαν τοῦ νοὸς ἐκκάθαρον οὐρανόθεν, σὺν τῇ συζύγῳ, στέφος δεξάμενος.

Συναξάριον.
Τῇ ΙΘ΄ τοῦ αὐτοῦ μηνός, μνήμη τῶν Ἁγίων Μαρτύρων Χρυσάνθου καὶ Δαρείας, τῶν συζύγων.
Ζῶσι Χρύσανθος καὶ Δαρεία ἐν πόλῳ,
Κἂν ἐκπνέωσι, ζῶντες εἰσδύντες βόθρῳ.
Χῶσαν συζυγίην δεκάτῃ ἐνάτῃ ὁμόλεκτρον.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστέ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ'. Ὁ Εἱρμός. Ἐν τῇ καμίνῳ, Ἀβραμιαῖοι παῖδες.
Ἄνθος Μαρτύρων, χρυσοειδὲς σὺ γεγένησαι· δῆμον ἀθλητῶν προσῆξας γὰρ τῷ Χριστῷ, θείοις λόγοις σου καὶ θαύμασι, Μάρτυς θεόληπτε, μεθ' ὧν πιστῶς σὲ νῦν μακαρίζομεν.

Νομῇ βορβόρου, συγκλεισθέντα γυμνὸν σε πανένδοξε, θείας εὐωδίας δόξῃ φωτοειδεῖ, Ἰησοῦς καταφαιδρύνει σε, ὃν καθαρότητι, διανοίας πανσόφως ἠγάπησας.

Θῆρα φρουρὸν σοι, παρθενίας Χριστός ἐξαπέστειλε, λύμην ἀσεβῶν ἀπείργοντα προφανῶς, μελῳδοῦντί σοι Πανεύφημε· εὐλογημένος εἶ, ἐν τῷ ναῷ τῆς δόξης Σου Κύριε.

Θεοτοκίον.
Ὁ κατ' οὐσίαν, τὴν θεϊκὴν ὢν ἀπερίγραπτος, κόλποις Σου Παρθένε γέγονε καθ' ἡμᾶς, τῇ σαρκὶ περιγραφόμενος· εὐλογημένη Σύ, ἐν γυναιξὶ πανάμωμε Δέσποινα.

ᾨδὴ η'. Ὁ Εἱρμός. Χεῖρας ἐκπετάσας Δανιήλ.
Στερρότητι μάκαρ λογισμοῦ, ἀντιταξάμενος τῷ ματαιόφρονι, ξεσμοὺς τοῦ σώματος ἤνεγκας, καὶ λαμπάσι φλογιζόμενος, οὐ κατεφλέχθης, τοῖς Παισὶ συμψάλλων Χρύσανθε· εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

Σοφίᾳ κοσμούμενος Χριστοῦ, ἐναπεμώρανας, ἀσόφων φρύαγμα καί  νοῦν ἀλάστορα ᾔσχυνας, τοῦ τὴν Εὔαν ἀπατήσαντος, αἰχμαλωτίσας  εὐσεβῶς, τούτου τὸ ὅπλον Σοφέ, καὶ προσάξας, Νύμφην Θεῷ ἐκλεκτὴν διὰ πίστεως.

Ἑνώσει ψυχῆς τὴν τῆς σαρκός, φυγόντες ἕνωσιν, ἁγνά κειμήλια, τοῦ Παντοκράτορος ὤφθητε, καὶ Ναῷ προσανετέθητε, ἐπουρανίῳ Ἀθληταί, ἀναβοῶντες Χριστῷ· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

Βουλήσει Θεοῦ τῶν τῆς σαρκός, παθῶν κρατήσαντες, πῦρ ἀπετέφρωσαν, τὸ τῶν κολάσεων Χρύσανθος, καὶ Δαρεία δρόσῳ Πνεύματος, καὶ τῶν στεφάνων τῆς ζωῆς ἔτυχον μέλποντες· εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

Θεοτοκίον.
Ὡς ῥόδον ἐν μέσῳ ἀκανθῶν, τοῦ βίου Πάναγνε, Θεὸς εὑράμενος, Σέ τήν ἀμώμητον ᾤκησε, τὴν γαστέρα Σου τὴν ἄχραντον, καὶ εὐωδίας μυστικῆς κόσμον ἐπλήρωσεν, ἐκβοῶντα· πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.

ᾨδὴ θ'. Ὁ Εἱρμός. Λίθος ἀχειρότμητος ὄρους.

Ἱερολογοῦντι τὰ θεῖα, θεῖος στρατὸς σοι προσετέθη, πλάνης ἀνιέρου λυτρωθείς, καὶ διὰ ξίφους ἄμωμα θύματα, τῷ δι' ἡμᾶς ὡς πρόβατον, Μάρτυς τυθέντι προσηνέχθησαν.

Ὤφθητε θηρίων ἐν μέσῳ, οἷά περ ἄρνες Ἀθλοφόροι, σάρκωσιν κηρύττοντες θείαν, τοῦ κενωθέντος καὶ μέχρις αἵματος, καί διά πόνων ἄπονον, λῆξιν ἐνθέως ἐκληρώσασθε.

Σήμερον φαιδρῶς ἑορτάζειν, ἅπασαν πόλιν τε καὶ χώραν, Ῥώμη συγκαλεῖται ἡ πόλις, τοὺς θείους ἄθλους καὶ τὰ παλαίσματα, ὡς πανδαισίαν ἄϋλον, προβαλλομένη ὑμῶν Ἅγιοι.

Ἤρθητε πρὸς ἄπειρον δόξαν, Χρύσανθε Μάρτυς καί Δαρεία καί τῷ Παντοκράτορι Λόγῳ, στεφανηφόροι ἅμα παρίστασθε, ὑπὲρ ἡμῶν πρεσβεύοντες, μακαριζόντων ὑμᾶς πάντοτε.

Θεοτοκίον.
Φρίττει λογισμὸς καὶ καρδία, κατανοοῦντα Σὴν λοχείαν, τήν ἀκατανόητον Κόρη· Θεὸν γὰρ Λόγον ἐκυοφόρησας, τὸν διὰ Σοῦ ῥυόμενον, πάσης ἀνάγκης τοὺς τιμῶντάς Σε.

Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.
Τῷ θρόνῳ παριστάμενοι, Χριστοῦ τοῦ Παντοκράτορος, Χρύσανθε καὶ Δαρεία, ὑπὲρ ἡμῶν πρεσβεύετε, φρουροῦντες κόσμον ἅπαντα, καὶ ὑμᾶς γεραίροντας, καὶ τὴν ὑμῶν Ἀθλοφόροι, πάμφωτον μνήμην.
Θεοτοκίον.
Καὶ σχετικῶς ἀσπάζομαι, καὶ πόθῳ τὴν προσκύνησιν, προσνέμω πίστει καὶ φόβῳ, τῇ παναχράντῳ καὶ θείᾳ, εἰκόνι Σου Πανάμωμε, ἀφ’ ἧς ψυχῶν ἐκβλύζουσι, καὶ τῶν σωμάτων Δέσποινα, ἰάματα τοῖς ὑμνοῦσί Σε, Θεοτόκον κυρίως.

Αἶνοι. Ἦχος πλ. δ΄. Ὢ τοῦ παραδόξου θαύματος.
Δύο φωστῆρες ὑπέρλαμπροι, ἀνατολῆς νοητῆς, ἀνατέλλουσι χάριτι, καὶ τὴν κτίσιν ἅπασαν, εὐσεβῶς καταυγάζουσιν, ὑπερβαλλοῦσαις ἄθλων λαμπρότησι, καὶ ἰαμάτων θείοις πυρσεύμασιν· ὧν τὴν ὑπέρφωτον, ἑορτὴν γεραίροντες τὸν δι’ αὐτῶν, πάντας ἁγιάζοντα, Χριστὸν δοξάσωμεν.

Μάρτυρες ἀξιοθαύμαστοι, διὰ τὴν πάντων ζωήν, ἱερῶς θανατούμενοι, ἐπ’ ἐσχάραις χαίροντες, φλογιζούσας ἠπλώθητε, καὶ προσδεθέντες ἵπποις συρόμενοι, τὸ θεῖον τέλος καθυπεδέξασθε· ὅθεν δοξάζεσθε, μακαρίζεσθε, ὑπὲρ ἡμῶν, πάντοτε δεόμενοι, ἀειμακάριστοι.

Πᾶσαν τοῦ ἐχθροῦ τὴν ἔφοδον, καὶ διωκτῶν τὰς ὁρμάς, καταλῦσαι τῇ χάριτι, τὸν τῆς νίκης στέφανον, ἀνεδύσω πανόλβιε, τῆς ἀκηράτου ἀγαλλιάσεως, καὶ τῆς ἀφράστου καταξιούμενος, θείας ἐλλάμψεως, ἔνθα νῦν γενόμενος ἁμαρτιῶν, αἴτησαι τὴν ἄφεσιν, τοῖς εὐφημοῦσί σε.

Μάρτυρες Χριστοῦ πανεύφημοι, κατακρατούσης ποτέ, τῆς Ἑλλήνων σκαιότητος, καὶ ὠθούσης ἅπαντας, πρὸς ἀδόμιτα βάραθρα, ὁδὸν εὐθεῖαν οὐ κατελίπατε, καὶ ἀθε ΐᾳ οὐ προσετέθητε, ἀλλ’ ἐνηθλήσατε, γνώμης ἀνδρειότητι καὶ τὴν ζωήν, βόθρῳ συγκλειόμενοι, καατακληρώσασθε.

Δόξα. Ἦχος δ΄.
Προφητικῶς τοῖς Ἁγίοις συνελθόντες ὕμνον ποιήσωμεν· ἰδοὺ δὴ τὶ καλὸν ἢ τὶ τερπνόν, ἀλλ’ ἢ τὸ κατοικεῖν ἀδελφοὺς ἐπὶ τὸ αὐτό, οὐ φύσεως ἀκολουθίαι, ἀλλὰ πίστεως ἑνώσει τοῦ Ἁγίου Πνεύματος· τὰ γὰρ φθαρτὰ βδελυξάμενοι πάντα, ἦραν τὸν Σταυρὸν ἐπ’ ὤμων, καὶ ἠκολούθησαν τῷ Χριστῷ, Χρύσανθος καὶ Δαρεία, οἱ γενναῖοι Μάρτυρες, ἐν οὐρανοῖς παῤῥησίαν κεκτημένοι, πρεσβεύουσιν αὐτῷ ὑπὲρ ἡμῶν, τοῦ καταπεμφθῆναι ἡμῖν τὸ μέγα ἔλεος.

Καὶ νῦν. Θεοτοκίον.
Νεῦσον παρακλήσει Σῶν οἰκετῶν Πανάμωμε, παύουσα δεινῶν ἡμῶν ἐπαναστάσεις, πάσης θλίψεως ἡμᾶς ἀπαλλάττουσα· Σὲ γὰρ μόνην ἀσφαλῆ, καὶ βεβαίαν ἄγκυραν ἔχομεν, καὶ τὴν Σὴν προστασίαν κεκτήμεθα. Μὴ αἰσχυνθῶμεν Δέσποινα, Σὲ προσκαλούμενοι, σπεῦσον εἰς ἱκεσίαν, τῶν Σοὶ πιστῶς βοώντων· χαῖρε Δέσποινα, ἡ πάντων βοήθεια, χαρὰ καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

Μεγαλυνάρια.
Ὢ δυὰς ἁγία καὶ ἐκλεκτή, Χρύσανθε Μάρτυς, σὺν Δαρείᾳ τῇ θαυμαστῇ, σῶζε σκέπε πάντας, τοὺς πόθῳ ἐκτελοῦντας, δυὰς ἁγιωτάτη, τὴν σὴν πανήγυριν.

Τῶν Μαρτύρων πάντες τὴν καλλονήν, Χρύσανθον τὸν θεῖον, καὶ Δαρείαν τὴν ἐκλεκτήν, ἐν ὕμνοις ἐνθέοις, καταστέψωμεν πόθῳ, αὐτοὶ γὰρ τῷ Κυρίῳ ἀεὶ πρεσβεύουσι.



Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου