Δευτέρα 15 Ιουνίου 2015

ΠΑΝΑΓΙΩΝ ΠΡΟΣΚΥΝΗΜΑΤΩΝ



Παράκλησις ΠΑΝΑΓΙΩΝ ΠΡΟΣΚΥΝΗΜΑΤΩΝ
Δρ. Χ. Μπούσια
      Εἰς τὸ ὄνομα τοῦ Πατρός, τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος. Ἀμήν.


Ὁ Ἱερεύς·
Εὐλογητὸς ὁ Θεὸς ἡμῶν πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰώνας τῶν αἰώνων.
Ὁ χορός· Ἀμήν.

Ψαλμός ρμβ΄ 142
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνην σου. Καὶ μὴ εἰσέλθεις εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιον σοῦ πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισε μὲ ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος, καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδίαν μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων.
Διαπέτασα  πρὸς σὲ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου. Μὴ ἀποστρέψεις τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκον.
Ἀκουστὸν ποίησόν μοι τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι κύριε, ὁδὸν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ᾖρᾳ τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν μὲ τοῦ ποιεῖν τὸ θέλημά σου, ὃτι  σύ εἶ ὁ Θεός μου. Τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει μὲ ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου, καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου. Καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.

Καὶ εὐθὺς τὸ Θεὸς Κύριος, μετὰ τῶν στίχων αὐτοῦ ἐξ ἑκατέρων τῶν χορῶν.
Ἦχος δ΄.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ. 
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. β´. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. γ´. Παρὰ Κυρίου ἐγένετο αὔτη, καί ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν. 
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Ἦχος δ´. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
ἀπ᾿ ἀρχῆς Θεὸς ὑπάρχων ὁ νόμους, τῷ Μωϋσῇ διδοὺς ἐν ὄρει Σιναίου, ἐν χρόνῳ ἐπεσκέψατο ἐξ ὕψους ἡμᾶς, καὶ παθὼν ὡς ἄνθρωπος ἑκουσίως ἀνέστη, συνεγείρας ἅπαντας τοὺς βροτοὺς καὶ τὴν ἄνω, χαρίσας τούτοις Ἱερουσαλήμ, σῴζει θανάτου ὡς μόνος Φιλάνθρωπος.
Δόξα. Τὸ αὐτό.
ἀπ᾿ ἀρχῆς Θεὸς ὑπάρχων νόμους, τῷ Μωϋσῇ διδοὺς ἐν ὄρει Σιναίου, ἐν χρόνῳ ἐπεσκέψατο ἐξ ὕψους ἡμᾶς, καὶ παθὼν ὡς ἄνθρωπος ἑκουσίως ἀνέστη, συνεγείρας ἅπαντας τοὺς βροτοὺς καὶ τὴν ἄνω, χαρίσας τούτοις Ἱερουσαλήμ, σῴζει θανάτου ὡς μόνος Φιλάνθρωπος.
Καὶ νῦν. Θεοτοκίον.
ν προετύπου ἡ βλαστήσασα ῥάβδος, τοῦ Ἀαρὼν καὶ βάτος ἡ φλεγομένη, ἁγνὴν Παρθένον ᾄσωμεν πιστοὶ ἐκτενῶς, ὅτι καθηγίασε τὸ ἀνθρώπινον γένος, ἐν γαστρὶ βαστάσασα τὸν Θεοῦ Θεὸν Λόγον, καὶ ἱκετεύει Τοῦτον ἐκ δεινῶν, τοὺς προσκυνοῦντας Αὐτὴν πάντας ῥύσασθαι.
Εἶτα ὁ Ν’ Ψαλμὸς
λέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.Ἐπὶ πλεῖον πλῦνον μὲ ἀπὸ τῆς ἀνομίας μου, καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διὰ παντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα· ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας· τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι.
Ῥαντιεῖς μὲ ὑσσώπω καὶ καθαρισθήσομαι· πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι.
Ἀκουτιείς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.
Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀπορρίψης με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ.  Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι.
Ῥῦσαὶ μὲ ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ, πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμέ-νην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ.  Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Καὶ ἀρχόμεθα τοῦ κανόνος, οὐ ἀκροστιχίς·
Χριστέ Σωτήρ ἐλέησον ἡμᾶς. Χαραλάμπους.
ᾨδὴ α´. Ἦχος πλ. α´. Ὑγρὰν διοδεύσας.
Δόξα Σοι ὁ Θεός ἡμῶν, δόξα Σοι.
Χαρίτωσον Δέσποτα κραταιέ, τὸν νοῦν μου καὶ δός μοι, παῤῥησίαν τοῦ ἀνυμνεῖν, εὐσχήμως εὐήχως καὶ ἀσμένως, τὴν Σὴν παγκόσμιον δόξαν Φιλάνθρωπε.
Δόξα Σοι ὁ Θεός ἡμῶν, δόξα Σοι.
υσίπονος ὤφθη Χριστὲ Σωτήρ, θεῖός σου Τάφος, ζωήῥῥυτος καὶ σεπτός, παρ πολύστηνος
προσπίπτων, παντοίων νόσων λαμβάνω τὴν ἴασιν.
Δόξα.
σχύς μου καὶ δύναμις πανσθενής, ὑπάρχει ὁ θεῖος, καὶ πανίερος Γολγοθᾶς, ἐν ᾧ ἐν Σταυρῷ Χριστὲ ἐτάθης, ἵνα ζωήν μοι δωρήσῃς αἰώνιον.
Καί νῦν. Θεοτοκίον.
Σωτήριον μήνυμα Μαριάμ, ὁ ἄρχων Κυρίου, ἐν τῷ φρέατι Ναζαρέτ, ἀνήγγειλέ Σοι Θεοκυῆτορ, καὶ χαρμονῆς ἡμᾶς πάντας ἐνέπλησεν.

ᾨδὴ γ´. Οὐρανίας ἁψῖδος.
Δόξα Σοι ὁ Θεός ἡμῶν, δόξα Σοι.
Ταπεινὲ ἐγεννήθης, Παμβασιλεῦ οἶαπερ, πένης ἐν σπηλαίῳ καὶ κόσμον, πάντα ἐπλούτισας, Σαῖς θεϊκαῖς δωρεαῖς, ἅς ἐξαιτοῦμαι ὁ τάλας, καὶ ἐμοὶ ἐπόμβρισον, τῷ ἀνυμνοῦντί Σε.
Δόξα Σοι ὁ Θεός ἡμῶν, δόξα Σοι.
ν ἡμέραις Ἡρῴδου, τὴν χοϊκὴν εἴληφας, σάρκα Ἀναλλοίωτε Λόγε, σφαγὴν δὲ ἔφυγες, τὴν τῶν Νηπίων Χριστέ, δι’ ἣν ἠσχύνθη ὁ ὄφις, καὶ ἡμεῖς ἐσώθημεν, τῇ διασώσει Σου.
Δόξα.
Σπιθαμῇ ὁ μετρήσας, τὸν οὐρανὸν ἔφθασας, ἐν τοῖς ῥείθροις τοῦ Ἰορδάνου, καὶ κάραν ἔκκλινας, τῇ τοῦ Προδρόμου χειρί, ἵνα κἀμοῦ ἁμαρτίαν, ἀποπλύνης Κύριε, καὶ ῥύπου ῥύσῃ με.

Καί νῦν. Θεοτοκίον.
ραιότης μητέρων, παρθενικὸν καύχημα, τράπεζα ἁγία τὸν Ἄρτον, ζωῆς ἡ φέρουσα, εὐλογημένη γαστήρ, ἡ τὸν Σωτῆρα τοῦ κόσμου, συλλαβοῦσα πρέσβευε, ὑπὲρ τῶν δούλων Σου.
Διάσωσον, τοὺς προσιόντας τοῖς τόποις τοῖς πανιέροις, ἐν οἶς Σῶτερ, τὸ χοϊκὸν σαρκίον γευσάμενος, ἐδώρησας κόσμῳ ἀθανασίαν.
πίβλεψον ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Εἴτα μνημονεύει ὁ ἱερεύς, δι’ οὖς ἡ Παράκλησις γίνεται· καὶ ἡμεῖς ψάλλομεν τὸ Κύριε ἐλέησον.
Ἱερεύς
Ἐλέησον ἡμᾶς Θεὸς... .
Ἔτι δεόμεθα ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν  (δείνος)... .
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης,... 
Ἔτι δεόμεθα ὑπὲρ τῶν δούλων τοῦ Θεοῦ,  (ὀνόματα).
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
Υἱὲ τοῦ Θεοῦ Θεέ τε καὶ Κύριε, ζωῆς χορηγὲ, τοῦ κόσμου παραμύθιον, εὐλαβῶς κραυγάζομεν· ἀσινεῖς Σοὺς δούλους συντήρησον, τοὺς προσκυνοῦντας πίστει ἀκλινεῖ, τοὺς Τόπους ἐν οἶς Χριστὲ ἐβίωσας.
ᾨδὴ δ´. Εἰσακήκοα Κύριε.
Δόξα Σοι ὁ Θεός ἡμῶν, δόξα Σοι.
Τεσσαράκοντα Κύριε, ἐν ἐρήμῳ νῆστις ἡμέρας ἔμεινας, πειραζόμενος ὡς ἄνθρωπος, ὑπὸ τοῦ δολίου πολεμήτορος.

Δόξα Σοι ὁ Θεός ἡμῶν, δόξα Σοι.
λιόμορφε Κύριε, σαγηνεῦσαι πάντας ἡμᾶς τῷ λόγῳ Σου, καταξίωσον ὡς ἔθελξας, ἁλιεῖς Τιβεριάδος Πάνσοφε.
Δόξα.
ῆμα Σὸν μόνον Κύριε, παραλυτικὸν ἐγερεῖν ἐξήρκεσεν, ἵνα δείξῃ τὴν Σὴν δύναμιν, πρὸς ἣν καταφεύγω καὶ ὁ δύστηνος.
Καί νῦν. Θεοτοκίον.
Εὐφροσύνης ἀκήρατε, Παναγία Μῆτερ Σοὺς δούλους ἔμπλησον, ὡς τὴν ἄληκτον βαστάσασα, εὐφροσύνην ἐν χερσὶ τὸν Κύριον.

ᾨδὴ ε´. Φώτισον ἡμᾶς.
Δόξα Σοι ὁ Θεός ἡμῶν, δόξα Σοι.
Λάμπρυνον ἡμᾶς, τῷ φωτὶ τῆς Σῆς Θεότητος, ὁ ἐν Θαβὼρ τῷ ὄρει καταυγασθείς, φωτὶ ἀΰλῳ, καὶ λάμψας ὑπὲρ τὸν ἥλιον.
Δόξα Σοι ὁ Θεός ἡμῶν, δόξα Σοι.
νδυσον ἡμᾶς, τῷ χιτῶνι Σῆς χρηστότητος, ὁ ἐκζητῶν καὶ σῴζων ἐκ κολασμοῦ, ὡς τὸν Ζακχαῖον, Οἰκτῖρμον Χριστὲ φιλεύσπλαγχνε.
Δόξα.
χαρὰ ἡμῶν, ἡ τὸ ὕδωρ μετατρέψασα, εἰς οἶνον πανευφρόσυνον ἐν Κανᾷ, μετάτρεψόν μου, τὰς θλίψεις εἰς ἀγαλλίασιν.
Καί νῦν. Θεοτοκίον.
Σὲ τῂν Ἀγαθήν, καὶ ἀνύστακτον βοήθειαν, ἐκδυσωπῶ μεσίτευσον Σῷ Υἱῷ, δοῦναί μοι βίον, ἀνέφελον Παμμακάριστε.

ᾨδὴ στ´. Τὴν δέησιν ἐκχεῶ.
Δόξα Σοι ὁ Θεός ἡμῶν, δόξα Σοι.
τρίστηνος, ἐκ βαθέων δέομαι· δὸς κἀμοὶ τὸ τῆς ζωῆς Σῶτερ ὕδωρ, τοῦ μὴ διψῆσαι εἰς πάντας αἰῶνας, ὡς εἶπας τῇ γυναικὶ Σαμαρείτιδι, παρὰ τὸ φρέαρ Ἰακώβ, Ζωοδότα φιλάνθρωπε Κύριε.
Δόξα Σοι ὁ Θεός ἡμῶν, δόξα Σοι.
Νοσοῦντά με, ἀνιάτως πρόσδεξαι, ἐν ἀγκάλαις Σου καὶ ἴασιν δός μοι, ὁ ἐν χερσὶ τοῦ δικαίου πρεσβύτου, τοῦ Συμεὼν βασταχθεὶς μόνε Κύριε, τοῦ πολιοῦ καὶ ταπεινοῦ, τοῦ ποθοῦντος ἰδεῖν Σὴν θεότητα.
Δόξα.
λίβατον, συμφορὰν διώξατε, ἀφ᾿ ἡμῶν τῶν εὐλαβῶς προστρεχόντων, ταῖς ὑμετέραις πρεσβείαις Ἠλία, καὶ Ἐλισσαῖε Προφῆται θεόφρονες, τῶν παρανόμων ἐλεγκταί, καὶ στεῥῥοὶ ἀληθείας ὑπέρ-μαχοι.
Καί νῦν. Θεοτοκίον.
Μητρόθεε, ἀδυνάτων δύναμις, καὶ ἰσχὺς τῶν ῥαθυμούντων ὑπάρχεις, τῶν ἐν δειναῖς συμφοραῖς ταχυτάτη, παραμυθία ἐλπὶς καὶ ἀντίληψις, ἀναβοῶμεν οἱ πιστοί, οἱ προστρέχοντες σκέπῃ τῇ θείᾳ Σου.

Εἴτα μνημονεύει ὁ ἱερεύς, δι’ οὖς ἡ Παράκλησις γίνεται· καὶ ἡμεῖς ψάλλομεν τὸ Κύριε ἐλέησον.
Ἱερεύς
Ἐλέησον ἡμᾶς Θεὸς... .
Ἔτι δεόμεθα ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν  (δείνος)... .
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης,... 
Ἔτι δεόμεθα ὑπὲρ τῶν δούλων τοῦ Θεοῦ,  (ὀνόματα).
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Κοντάκιον.
Ἦχος β´. Προστασία τῶν Χριστιανῶν.
Τῆς ἐρήμου Πατέρες σοφοὶ ἐγκρατέστατοι, καὶ συστοιχία τῶν Προφητῶν θεοσύλλεκτε, σὺν Μαρτύρων τῇ ἐκλεκτῇ συστάδι ἐκτενῶς, μεσιτεύσατε τῷ Λυτρωτῇ, τῷ σαρκωθέντι δι᾿ ἡμᾶς, καὶ τὸ αἶμα ἐκχύσαντι, ἵνα ἐκ τοῦ βορβόρου, τῶν ἔργων ἀποκαθάρῃ, καὶ ἐκ βυθοῦ ἁμαρτιῶν, ἀναγάγῃ ἡμᾶς ἅπαντας.
Προκείμενον. Ἐσημειώθη ἐφ᾿ ἡμᾶς τὸ φῶς τοῦ προσώπου Σου, Κύριε.
Στ. Τί ἀνταποδώσωμεν τῷ Κυρίῳ, περὶ πάντων ὧν ἀνταπέδωκεν ἡμῖν;
Εὐαγγέλιον ἐκ τοῦ κατὰ Λουκᾶν (Κεφ. θ΄ 51-57, ι΄ 22-24).
Τῷ καιρῷ ἐκείνῳ ἐγένετο ἐν τῷ συμπληροῦσθαι τὰς ἡμέρας τῆς ἀναλήψεως αὐτοῦ, καὶ αὐτὸς τὸ πρόσωπον αὐτοῦ ἐστήριξε τοῦ πορεύεσθαι εἰς Ἱερουσαλήμ, καὶ ἀπέστειλεν ἀγγέλους πρὸ προσώπου αὐτοῦ. Καὶ πορευθέντες εἰσῆλθον εἰς κώμην Σαμαρειτῶν, ὥστε ἑτοιμάσαι αὐτῷ· καὶ οὐκ ἐδέξαντο αὐτόν, ὅτι τὸ πρόσωπον αὐτοῦ ἦν πορευόμενον εἰς Ἱερουσαλήμ. Ἰδόντες δὲ οἱ μαθηταὶ αὐτοῦ Ἰάκωβος καὶ Ἰωάννης, εἶπον· Κύριε, θέλεις εἴπωμεν πῦρ καταβῆναι ἀπὸ τοῦ οὐρανοῦ, καὶ ἀναλῶσαι αὐτούς, ὡς καὶ Ἠλίας ἐποίησε; Στραφεὶς δέ, ἐπετίμησεν αὐτοῖς, καὶ εἶπεν· οὐκ οἴδατε οἵου πνεύματός ἐστε ὑμεῖς· ὁ γὰρ Υἱὸς τοῦ ἀνθρώπου οὐκ ἦλθε ψυχὰς ἀνθρώπων ἀπολέσαι, ἀλλὰ σῶσαι. Καὶ ἐπορεύθησαν εἰς ἑτέραν κώμην. Ἐγένετο δὲ πορευομένων αὐτῶν ἐν τῇ ὁδῷ ἔλεγε τοῖς ἀκολουθοῦσιν αὐτῷ· πάντα μοι παρεδόθη ὑπὸ τοῦ Πατρός μου καὶ οὐδεὶς γινώσκει τίς ἐστιν ὁ Υἱός, εἰ μὴ ὁ Πατήρ, καὶ τίς ἐστιν ὁ Πατήρ, εἰ μὴ ὁ Υἱός, καὶ ὧ ἐὰν βούληται ὁ Υἱὸς ἀποκαλύψαι. Καὶ στραφεῖς πρὸς τοὺς Μαθητάς, κατ᾽ ἰδίαν εἶπε· Μακάριοι οἱ ὀφθαλμοί, οἱ βλέποντες ἃ βλέπετε· λέγω γὰρ ὑμῖν ὅτι πολλοὶ προφῆται καὶ βασιλεῖς ἠθέλησαν ἰδεῖν ἃ ὑμεῖς βλέπετε, καὶ οὐκ εἶδον, καὶ ἀκοῦσαι ἃ ἀκούετε, καὶ οὐκ ἤκουσαν. Καὶ διεπορεύετο κατὰ πόλεις καὶ κώμας διδάσκων, καὶ πορείαν ποιούμενος εἰς Ἱερουσαλήμ.
Δόξα. Πάτερ, Λόγε, Πνεῦμα, Τριὰς ἡ ἐν Μονάδι ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Προσόμοιον.
Ἦχος πλ. β´. Ὅλην ἀποθέμενοι.
Στίχος: Ἐλεῆμον, ἐλέησόν με, Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τὸ ἀνόμημά μου.
Δεῦτε ἀνυμνήσωμεν, ἐν καθαρῷ συνειδότι, τὸν δι᾿ ἀγαθότητα, ἄφατον γευσάμενον σάρκα βρότειον, ἐμπαιγμοὺς μάστιγας, ἄκραν ταπείνωσιν, καὶ σταυροῦ πεῖραν ἐπώδυνον, μόνον φιλάνθρωπον, τὸν ἐξαναστάντα τριήμερον. Κύριε Θεέ μου, πιστῶν τῶν προσιόντων εὐσεβῶς, τοῖς Σοῖς σεπτοῖς προσκυνήμασι, τὴν ζωὴν εἰρήνευσον.
ᾨδὴ ζ´. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.
λας ἐν τῇ ἐρήμῳ, Χοζεβῖται Πατέρες θεῖοι ἐβλήθητε, ἐκ τοῦ Θεοῦ διόπερ, τὸν νοῦν ἡμῶν κρατίστοις, δυσωποῦμεν παλαίσμασι, ἀρτύσατε ἀσκηταί, ὑμῶν ταῖς ἱκεσίαις.
Ἁγίαι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Συντηρεῖται ἀσπίλους, Μυροφόροι ταῖς θείαις ὑμῶν ἐντεύξεσι, Μαρία τε καὶ Μάρθα, τῆς Βηθανίας ῥόδα, τοὺς ὑμᾶς ἀναμέλποντας, καὶ τὸν Νυμφίον Χριστόν, ἀπαύστως ἀνυμνοῦντας.
Δόξα.
Χριστοτρόπως βιῶσαι, καὶ ἐγείρασθαι πάντας ἐκ παραπτώσεων, ἀξίωσον τοὺς πίστει, σὴν ἔγερσιν ἐκ τάφου, τετραήμερε Λάζαρε, τῇ τοῦ Δεσπότου Χριστοῦ, κελεύσει μελῳδοῦντας.
Καὶ νῦν. Θεοτοκίον.
Α μερόπων χορεῖαι, ἐν εὐήχοις ὀργάνοις Μῆτερ πανύμνητε, τὸ μνῆμά Σου κυκλοῦσι, καὶ τοῦτο προσκυνοῦντες, ἐκζητοῦσι τὴν χάριν Σου, τὴν ἐν τῇ Γεθσημανῇ, ἐκρέουσαν ἀφθόνως.

ᾨδὴ η´. Τὸν Βασιλέα.
Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
είθροις σοφίας, τῆς σῆς σεπτὲ Ἰωάννη, τὴν καρδίαν μου κατάρδευσον τοῦ ᾄδειν, χρυσοῥῥόα κρήνη, Δαμασκηνὲ τὸν Κτίστην.
Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
δύτου φέγγους, τῇ φωταυγείᾳ φωσφόρε, ἐλλαμπόμενος τοὺς στένοντας ἐν σκότει, λύτρωσαι Ὁσίων, ἀκρότης πάτερ Σάββα.
Δόξα.
Λιμὴν γενοῦ μοι, τῷ ἐν σκιᾷ τοῦ θανάτου, κατοικοῦντι καὶ αἰτοῦντι σὴν πρεσβείαν, Ἰορδάνου κλέος, Γεράσιμε θεόφρον.
Καὶ νῦν. Θεοτοκίον.
Αὐλὸς γλυκαίνων τὴν ἀκοήν Θεοτόκε, καὶ διάνοιαν ὁμοῦ Μῆτερ ὑπάρχεις, τῶν Σὲ ἀνυμνούντων, ὦ Κεχαριτωμένη.

ᾨδὴ θ´. Ἐξέστη ἐπὶ τούτῳ.
Ἁγία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Μαστίγων ψυχοφθόρων καὶ χαλεπῶν, ἀπειράστους συντήρει πανεύφημε, τοὺς εὐλαβῶς προσκυνοῦντας τάχυ τὴν ἱεράν, τῶν σῶν λειψάνων λάρνακα, καὶ τὸ σὸν μαρτύριον ἐκτενῶς, ὦ νύμφη τοῦ Δεσπότου, γεραίροντας ἐν ὕμνοις, Αἰκατερίνα πολυδόξαστε.
Δόξα Σοι ὁ Θεὸς ἡμῶν, δόξα Σοι.
Πρὸς ὄρος θεοβάδιστον ἀδελφοί, πορευθῶμεν καὶ πόθῳ βοήσωμεν· ὦ Ἰησοῦ ἀπειράστους τήρει νόσων ἡμᾶς, τοὺς πιστῶς ἀναβαίνοντας, πρὸς τὴν πανακήρατον Κορυφήν, ἐν ᾗ Μωσῆς τὸ πάλαι, τοῦ νόμου τὰ πυξία, τὰ θεοχάρακτα παρέλαβεν.
Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
δὸν ἀκολουθῶν τὴν ἀσκητικήν, ἐν ἐρήμῳ Σιναίου κατῴκῃσας, καὶ προσευχαῖς ἀγρυπνίαις πόνοις παντοδαποῖς, τῶν ἀρετῶν τὴν κλίμακα, συγγραφεῦ θεόπνευστε καὶ σεπτέ, ἀνῆλθες Ἰωάννη· διὸ τῷ Παντεπόπτῃ, ὑπὲρ ἡμῶν νῦν καθικέτευε.
Δόξα.
πέρλαμπρος ἐν μέσῳ ἀνύδρου γῆς, τῆς ἐρήμου φωτίζουσα πέρατα, ἡ ἐν Σινᾷ τῆς τοῦ Κτίστου νύμφης πέλει Μονή, ἐν ᾗ ἑστῶτες λέγομεν· ὦ Αἰκατερίνα πανευκλεής, μὴ παύσης δυσωποῦσα, ὑπὲρ τῶν ἀνυμνοῦντων, τὸν Ζωοδότην καὶ Νυμφίον σου.
Καὶ νῦν. Θεοτοκίον.
Συνέτισον Παρθένε γένος βροτῶν, βλασφη-μούντων ἀκόπως τὸν Τόκον Σου, καὶ ἀκοὴν ῥυπαινόντων πάντων τῶν εὐσεβῶν, τῶν ἐκ ψυχῆς ὑμνούντων Σε, ἄφθορε ἐν χρόνῳ ἣν Μωϋσῆς, ὡς Βάτον φλεγομένην, κατεῖδεν ἐν Σιναίῳ, προτυπου-μένην Σε Πανύμνητε.
ξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον, καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

Μεγαλυνάρια.
ΕΝ ΤΗ ΔΡΥΙ ΤΗ ΜΑΜΒΡΗ
φθης τρισυπόστατε Βασιλεῦ, Ἀβραὰμ τῷ πάλαι, κατοικοῦντι ἐν τῇ Μαμβρῇ, τῇ δρυΐ ὃς χαίρων, ξενίαν ἀκροτάτην, παρέσχε Σοι Θεέ μου, Φῶς τριλα-μπέστατον.
ΕΝ ΤΗ ΒΗΘΛΕΕΜ
Τῷ δι᾿ ἀγαθότητα ἐξ ἁγνῆς, ἀπειράνδρου Κόρης, ἐν σπηλαίῳ τῆς Βηθλεέμ, γεννηθέντι δεῦτε, ὁμοῦ σὺν τοῖς Ἄγγέλοις, τὸ «δόξα ἐν ὑψίστοις», ἀναβοήσωμεν.
λθον προσκυνῆσαί Σε ταπεινέ, Βασιλεῦ ἐν φάτνῃ, οἱ Ποιμένες τῆς Βηθλεέμ, καθοδηγηθέντες, ὑπὸ χορῶν Ἀγγέλων, ἀπαύστως ἀνυμνούντων, τὴν Σὴν ἐνσάρκωσιν.
Μάγοι ἐκ Περσίδος ἐκ τῶν Γραφῶν, γνόντες σε προσῆλθον, προσκυνῆσαι μόνε Σοφέ, Σὲ τὸν ἐν ἀγκάλαις, Παρθένου βασταχθέντα, Θεὸν ἐνσαρκωθέντα, κτίσεως Κύριον.
Βασιλεῦ οὐράνιε ἐπὶ γῆς, σαρκωθεὶς ὡς βρέφος, ἐκ Παρθένου ἐν Βηθλεέμ, ἔσυρας τὴν μῆνιν, τοῦ ἄφρονος Ἡρῴδου, ὅστις καὶ τὸ Νηπίων, πλῆθος κατέσφαξεν.
ΕΝ ΤΩ ΙΟΡΔΑΝΗ ΠΟΤΑΜΩ
ν τῷ Ἰορδάνῃ τῷ ποταμῷ, τῇ χειρὶ Προδρόμου, ἐβαπτίσθης Χριστὲ Σωτήρ, ἵνα ἀποπλύνῃς, ἀνομημάτων πλῆθος, ἡμῶν τῶν εἰς αἰῶνα, δοξολογούντων Σε.
ΕΝ ΤΩ ΣΑΡΑΝΤΑΡΙΩ ΟΡΕΙ
Πρὶν διακονῆσαι τὸν Σὸν λαόν, ἔμεινας ἡμέρας, τεσσαράκοντα Ἰησοῦ, ἐν ἐρήμῳ νῆστις, τοῦ μισοκάλου φεύγων, τοὺς πειρασμοὺς δυνάμει, τοῦ θείου λόγου Σου.
ΕΝ ΤΗ ΤΙΒΕΡΙΑΔΙ
λιεῖς ἀσόφους Χριστὲ Σωτήρ, τῆς Τιβεριάδος, ἐξελέξω ὡς μαθητάς, ἵνα διὰ τούτων, τοὺς ἰσχυροὺς τροπώσῃς, καὶ σαγηνεύσῃς πάντας, τοῖς κείνων ῥήμασι.
ΕΝ ΤΗ ΚΑΝΑ
Θείᾳ ὑποδείξει τῆς Σῆς μητρός, ἐν τῷ γενομένῳ, γάμῳ Σῶτερ τῷ ἐν Κανᾷ, ἤρχισας δεόντως, θαυματουργεῖν καὶ οἴνου, τὰς ὕδατος ὑδρίας, τάχος ἐνέπλησας.
ΕΝ ΤΗ ΚΑΠΕΡΝΑΟΥΜ
σπερ τὸν παράλυτον Λυτρωτά, ἤγειρας τὸ πάλαι, ἐν τῇ κώμῃ Καπερναούμ, οὕτως ἔγειρόν με, ἐκ πτώσεων θανάτου, καὶ ὡς ἐκείνου ἄφες, τὰς ἁμαρτίας μου.
Τοῦ ἑκατοντάρχου Χριστὲ ἰδών, πίστιν τὴν μεγάλην, εὐθὺς ἴασας τὸν υἱόν, διὰ λόγου μόνον, καὶ ἤγειρας ἐκ κλίνης, ὀδύνης τε καὶ πόνου, ὅπου κατέκειτο.
ΕΝ ΤΗ ΙΕΡΙΧΩ
Διαβαίνων πόλιν Ἱεριχοῦς, ἦλθον τοῦ ζητῆσαι, Λυτρωτὰ «τὸ ἀπολωλός», ἔφησθα ὡς εἶδες, ἐν τῇ συκομορέᾳ, Ζακχαῖον τὸν τελώνην, ὃν καὶ διέσωσας.
ασας τὸ ὕδωρ Ἱεριχοῦς, ἔνδοξε Προφῆτα, Ἐλισσαῖε θαυματουργέ, καὶ υἱοὺς τῆς χήρας, τῇ σῇ πολυευσπλάγχνῳ, βουλήσει ἐκ δουλείας, τάχος διέσωσας.
ΕΝ ΤΩ ΦΡΕΑΤΙ ΙΑΚΩΒ
Δός μοι Ζωοδότα ὕδωρ ζωῆς, τὸ ἐκ Σοῦ πηγάζον, καὶ ἀρδεῦον πάντα πιστόν, ὡς παρὰ τὸ φρέαρ, τοῦ Ἰακὼβ προεῖπας, ἐν τῇ Συχὲμ Χριστέ μου, τῇ Σαμαρείτιδι.
ΕΝ ΤΩ ΘΑΒΩΡΙΩ
ν τῷ Θαβωρίῳ αἴγλην τὴν Σήν, Ἰησοῦ Χριστέ μου, τοῖς προκρίτοις τῶν μαθητῶν, ἔδειξας ἀστράπτων, ὡς ἥλιος πυρφόρος, καὶ τὴν βροτῶν αὐγάζων, φύσιν Ὑπέρφωτε.
ΕΝ ΤΗ ΒΗΘΑΝΙΑ
κ τῆς Βηθανίας ἡ ἀδελφή, τοῦ Λαζάρου Σῶτερ, ὑπαντήσασα Σοὶ ταχύ, ἤκουσεν τὸ ῥῆμα, ὅ ἔφησθα ἐλπίδος, «ἐγὼ εἰμὶ ζωή τε, καὶ ἡ ἀνάστασις».
ντα τετραήμερον Ἰησοῦ, ᾔγειρας ἐκ τάφου, θαῦμα ξένον τε καὶ φρικτόν, Λάζαρον τὸν θεῖον, τὸν ἀδελφόν Μαρίας, καὶ Μάρθας ὃν ἠγάπας, ὡς φίλον γνήσιον.
ΕΝ ΤΩ ΠΡΑΙΤΩΡΙΩ
Φυλακήν τε χλεύην καὶ ἐμπτυσμούς, ἐν τῷ Πραιτωρίῳ, καθυπέμεινας Ἰησοῦ, ὑπὸ παρανόμων, κραζόντων σταυρωθήτω, ὡς ἄνομος καὶ πλάνος, ὦ μόνε Δίκαιε.
ΕΝ ΤΗ ΟΔΩ ΤΟΥ ΜΑΡΤΥΡΙΟΥ
       Τὸν Σταυρὸν ἀράμενος Λυτρωτά, καὶ ὑπὸ τοῦ ὄχλου, ἐμπαιζόμενος τὴν ὁδόν, τοῦ Σοῦ μαρτυρίου, ἀνῆλθες πλήρης ὄμβρων, αἱμάτων καὶ ἱδρῶτος, πάντιμε Κύριε.
ΕΝ ΤΩ ΓΟΛΓΟΘΑ
Ξύλῳ προσηλώθης τῷ τοῦ Σταυροῦ, Λόγε τοῦ Ὑψίστου, ἐν τῷ βράχῳ τοῦ Γολγοθᾶ, ἵνα προσηλώσῃς, ἐν δέλτῳ σωτηρίας, κἀμὲ τὸν προσκυνοῦντα, τὸ θεῖον πάθος Σου.
ΕΝ ΤΗ ΑΠΟΚΑΘΗΛΩΣΕΙ
Σὺν τῷ Νικοδήμῳ ὁ Ἰωσήφ, φέρων τὴν σινδόνην, μετὰ μύρων σῶμα τὸ Σόν, Λυτρωτᾶ καθῆλεν, ἐκ τοῦ Σταυροῦ καὶ τοῦτο, ἀλόῃ τε καὶ σμύρνῃ, ἐνεταφίασεν.
ΕΝ ΤΩ ΠΑΝΑΓΙΩ ΤΑΦΩ
λβιον ἀνέδειξας Λυτρωτά, τὸν Σὸν θεῖον Τάφον, τὸν ζωήῤῥυτον καὶ σεπτόν, ἐν ᾦ ἡ ἁπάντων, Ζωὴ σαρκὶ ἐτέθης, ζωὴν βροτοῖς δωρῆσαι, τὴν αἰωνίζουσαν.
ΕΝ ΤΩ «ΜΗ ΜΟΥ ΑΠΤΟΥ»
Οἰομένη Λόγε Σε κηπουρόν, ἔνδον τοῦ Μνημεῖου, ἡ Μαρία Μαγδαληνή, πόθῳ ἐπερώτα, Σε ποῦ τὸ ζωηφόρον, τοῦ Λυτρωτοῦ μου σῶμα, κύριε τέθεικας;
Πλὴν στραφεῖσα εἶδέ Σε Ἰησοῦ, τάφου Ἀναστάντα, καὶ ποθήσασα Σοὺς σεπτούς, καὶ ἀχράντους πόδας, φιλῆσαι «Μὴ μοῦ ἅπτου», λεγούσης τῆς φωνῆς Σου, πάραυτα ἤκουσεν.
ΕΝ ΤΗ ΑΝΑΛΗΨΕΙ
Εἰς τὸ ὄρος φθάσας τῶν Ἐλαιῶν, σὺν τοῖς μαθηταῖς Σου, ἀνελήφθης εἰς οὐρανούς, προμηνύσας πᾶσι, τὴν Πνεύματος Ἁγίου, ταχέως εἰς τὸν κόσμον, Κύριε, ἔλευσιν.
ΕΝ ΤΗ Ι. ΜΟΝΗ ΤΙΜΙΟΥ ΣΤΑΥΡΟΥ
Δένδρου προϋπῆρχες ποτὲ κορμός, ὦ Σταυρὲ Κυρίου, τρισυνθέτου καὶ θαλεροῦ, ὑπὸ Λὼτ φυέντος, ἐν Ἱεροσολύμοις, καὶ τὴν ἀθανασίαν, κόσμῳ καρπώσαντος.
ΕΝ ΤΗ ΕΥΡΕΣΕΙ ΤΟΥ ΤΙΜΙΟΥ ΣΤΑΥΡΟΥ
Ξῦλον κεκρυμμένον τὸ τοῦ Σταυροῦ, ὅ Ἐσταυρωμένε, οἱ παράνομοι ὑπὸ γῆν, ἑκρυψαν τὸ πάλαι, ἡ ἄνασσα Ἑλένη, ἐκ τῶν λαγόνων ταύτης, πόθῳ ἀνέφηνεν.
ΕΝ ΤΗ ΝΑΖΑΡΕΤ
«Κεχαριτωμένη χαῖρε ἁγνή», Σοὶ Παρθένε, εἶπεν, ὁ ἀρχάγγελος Γαβριήλ, ὁ ἀπεσταλμένος, τῇ Ναζαρὲτ ἐξ ὕψους, βουλὴν Σοὶ προσκομῖσαι, Κόρη εὐφρόσυνον.
ΕΝ ΤΗ ΓΕΘΣΗΜΑΝΗ
Τῷ ἐν τῷ χωρίῳ Γεθσημανῇ, θείῳ Σου τεμένει, ὑπερύμνητε Μαριάμ, προσιόντες πάντες, λαμβάνομεν ἀφθόνως, τὰ ἐκ τοῦ Μνήματός Σου, βρύοντα νάματα.
ΕΝ ΤΗ ΜΟΝΗ ΑΓΙΟΥ ΣΤΕΦΑΝΟΥ
Λίθων καθυπέμεινας τὰς βολάς, Στέφανε τρισμάκαρ, Πρωτομάρτυς τοῦ Λυτρωτοῦ, ἶνα πρὸς τὴν πίστιν, ἑλκύσῃς τὴν ἁγίαν, τὸ πλῆθος τῶν ἀνόμων, τῶν λιθαζόντων σε.
ΕΝ ΤΗ ΚΑΤΑΜΟΝΑΣ ΜΟΝΗ
Τὸν δρακὶ κρατοῦντα πᾶσαν τὴν γῆν, ἐν δραξὶ ἐδέξω, πρέσβυ δίκαιε Συμεών, ὅνπερ καὶ εἰσάγων, ἐν τῷ ναῷ Κυρίου, νῦν ἀπολύεις, ἔφης, «Σῶτερ τὸν δοῦλόν σου».
ΕΝ ΤΗ ΙΕΡΑ ΜΟΝΗ ΧΟΖΕΒΑ
νθη τῆς ἐρήμου καὶ Χοζεβᾶ, τῆς μονῆς τὰ κρίνα, ἀναμέλψωμεν ἐν χορῷ, σὺν τῷ Ἰωάννῃ, Γεώργιον τὸν θεῖον, τοὺς τῶν βροτῶν ἀΰλους, καὶ ἀγγελόφρονας.
Σὲ ἐν τῷ σπηλαίῳ τῷ ἐν Χοῤῥάθ, τῷ χειμάῤῥῳ μάκαρ, κεκρυμμένον κόραξ Θεοῦ, Ἠλιοὺ Θεσβίτα, διέτρεφεν ἀπαύστως, πρωΐας καὶ ἑσπέρας, Πνευματοφόρητε.
ν τῷ σῷ ποιμνίῳ ᾽Ιωακείμ, καὶ ἐν τῷ σπηλαίῳ, θεοπάτορ τοῦ Χοζεβᾶ, τὴν τῆς Θεοτόκου, εὐηγγελίσθης γένναν, δι᾿ ἧς χαρὰν τὸν κόσμον, πάντα ἐνέπλησας.
Οὐ βαρβάρων ξῖφος, οὐδ᾿ ἀπειλὴ, τμήσεως αὐχένος, ἠδυνήθησαν ἀνελεῖν, τὰς ὑμῶν καρδίας, φωσφόροι Χοζεβῖται, τρισχίλιοι Ἀββάδες, Ὁσιο-μάρτυρες.
ΕΝ ΤΗ ΜΟΝΗ ΟΣΙΟΥ ΘΕΟΔΟΣΙΟΥ ΚΟΙΝΟΒΙΑΡΧΟΥ
Τὴν κοινὴν ἐδίδαξας βιωτήν, ἐν ταῖς θείαις μάνδραις, Θεοδόσιε ἱερέ, καὶ ταῖς σῶν δακρύων, ῥοαῖς τὸ τῆς ἐρήμου, κατήρδευσας παμμάκαρ, ἄγονον ἔδαφος.
ΕΝ ΤΗ ΜΟΝΗ ΟΣΙΟΥ ΓΕΡΑΣΙΜΟΥ ΕΝ ΙΟΡΔΑΝΗ
Γέρας ἐκομίσω τῶν ἀρετῶν, τῇ σῇ θεαρέστῳ, ἐνασκήσει καὶ ἀγωγῇ, σέμνωμα ἐρήμου, καὶ Ἰορδάνου κλέος, Γεράσιμε θεόφρον, λύχνε ἀείφωτε.
ΕΝ ΤΗ ΛΥΔΔΗ ΚΑΙ ΠΕΤΖΑΛΑ
Χαίροις ὁ τῆς Λύδδης γόνος λαμπρός, χαίροις Ὀρθοδόξων, ἀδιάψευστος βοηθός, χαίροις ἀθλοφόρων, Γεώργιε ἀκρότης, τροπαιοφόρε Μάρτυς, ἀκαταμάχητε.
ΕΝ ΤΗ ΙΕΡΑ ΛΑΥΡΑ ΟΣΙΟΥ ΣΑΒΒΑ
Λαύραν περιώνυμον καὶ λαμπράν, μοναστῶν ἀλείπτα, καὶ κειμήλιον νουνεχές, ἵδρυσας ὡς φάρον, ἐν μέσῳ τῆς ἐρήμου, ὑφηγητὰ ἀζύγων, Σάββα πανόλβιε.
ωάννην πάντες Δαμασκηνόν, τὸν Πνευματοφόρον, καὶ θεόφθογγον μελλουργόν, τὸν λαμπρὸν φωστῆρα, μονῆς ὁσίου Σάββα, ἐν σάλπιγγι εὐήχῳ, ἀνευφημήσωμεν.
Δεῦτε, ἀνυμνήσωμεν οἱ πιστοί, τὴν σεπτὴν χορείαν, τῶν Πατέρων τῶν φαεινῶν, τῶν ἀναιρεθέντων, ὑπὸ βαρβάρων ξίφους, ἐν τῇ μονῇ τοῦ θείου, Σάββα τοῦ μάκαρος.
ΕΝ ΤΗ ΟΡΕΙΝΗ
χουσα ἐν μήτρᾳ τὸν τοῦ Θεοῦ, Λόγον Θεοτόκε, παρεγένου πρὸς Ὀρεινήν, καὶ τὴν Ἐλισάβετ, ἀσμένως κατησπάσω, τὴν ἐν γαστρὶ τὸν θεῖον, φέρουσα Πρόδρομον.
κ λαγόνων στείρας ἄνθος τερπνόν, κατ᾿ ἐπαγγελίαν, ἀνεβλάστησας ἱεράν, Πρόδρομε Κυρίου, τῷ κόσμῳ ἀποπνέον, ὀσμὴν τῆς μετανοίας, τὴν μυροχεύμονα.
ρθρος μυροβόλος καὶ φαεινός, θεῖε Ἰωάννη, προσελύληθας ἐν τῇ γῇ, ἐκ νηδύος στείρας, τοῖς πᾶσι προμηνύων, Χριστὸν τὸν Ζωοδότην, δόξης τὸν ἥλιον.
ΕΝ ΤΩ ΟΙΚΩ ΙΩΑΚΕΙΜ ΚΑΙ ΑΝΝΗΣ
Τέρπου καὶ ἀγάλλου ᾽Ιωακείμ, σὺν τῇ θείᾳ Ἄννῃ, Θεοπάτορες ἱεροί, ἐπὶ τῇ γεννήσει, τῆς Παναγίας Κόρης, ἐξ ᾗς προῆλθε κόσμου, ἡ ἀπολύτρωσις.
ΕΝ ΤΩ ΑΓΙΩ ΙΑΚΩΒΩ ΤΩ ΑΔΕΛΦΟΘΕΩ
Ἅρμα Παρακλήτου φωτοειδές, πρὸς θεολογίαν, κατευθύνων ὁδοὺς πιστῶν, καὶ Ἱερομάρτυς, Ἰάκωβε ἐπώφθης, Ἀπόστολος καὶ μύστης, ὦ Ἀδελφόθεε.
ΕΝ ΤΗ ΟΣΙΑ ΜΕΛΑΝΗ
Δόξαν τὴν εὐμάραντον καὶ τιμάς, ἀπαρνησαμένη, τὰς ματαίας τε καὶ ῥευστάς, τὴν καλὴν καὶ θείαν, ἀλλοίωσιν ἐδέξω, Μελάνη ἐνασκοῦσα, ὄντως ὡς ἄσαρκος.
ΕΝ ΤΗ ΜΟΝΗ ΤΟΥ ΠΡΟΦΗΤΟΥ ΗΛΙΟΥ
Ἠλιοὺ Θεσβίτα τῶν Προφητῶν, ἡ κρηπὶς καὶ πλάνης, ὁ ἀτρόμητος ἐλεγκτής, ὤφθης· διὸ ἤρθης, ἐν ἅρματι πυρίνῳ, πρὸς οὐρανοὺς καὶ δόξαν, τὴν αἰωνίζουσαν.
ΕΝ ΤΗ ΜΟΝΗ ΤΟΥ ΠΡΟΦΗΤΟΥ ΜΩΫΣΕΩΣ ΕΝ ΤΗ ΦΑΡΑΝ
Ἐντολῶν πυξία παρὰ Θεοῦ, εἴληφας θεόπτα, ἐν Σιναίου τῇ κορυφῇ, καὶ ἐν Θαβωρίῳ, τῆς αἴγλης τοῦ Σωτῆρος, ὦ Μωϋσῆ αὐτόπτης, γέγονας ὄλβιε.
ΕΝ ΤΩ ΣΙΝΑ
Πρὸς τὴν θεοβάδιστον Κορυφήν, τὴν Χωρὴβ ὁ τάλας, ἀναβαίνων μετὰ σπουδῆς, ἐκβοῶ Σοι Σῶτερ, Θεὲ καὶ Πλαστουργέ μου, τῆς ἄνω κληρουχίας, μέτοχον δεῖξόν με.

ΕΝ ΤΗ ΑΓΙΑ ΚΟΡΥΦΗ
Ἐν Χωρὴβ τῷ ὄρει ὁ Μωϋσῆς, μόνος τῶν μερόπων, προσωμίλησε τῷ Θεῷ, καὶ τοῦ Δεκαλόγου, τὰ ἱερὰ πυξία, ἐκ τῶν χειρῶν Ἐκείνου, τρέμων παρέλαβεν.

ΕΝ ΤΩ ΑΓΙΩ ΙΩΑΝΝΗ ΤΗΣ ΚΛΙΜΑΚΟΣ
Ἀρετῶν τὴν Κλίμακα τὴν ἐκ γῆς, τὰς πιστῶν καρδίας, ἀναγούσας πρὸς οὐρανόν, θεῖε Ἰωάννη, σεπτὲ ποιμὴν Σιναίου, καὶ μονοτρόπων κλέος, πίστει συνέγραψας.

ΕΝ ΤΗ ΑΓΙΑ ΕΠΙΣΤΗΜΗ
Πόνους τῆς ἀσκήσεως ἐν Σινᾷ, ἤνεγκας σωφρόνως, Ἐπιστήμη καὶ ἀθλητῶν, δεκαεξαέτις, τὰς τρίβους ἐμιμήσω, ὁμοῦ σὺν σῷ συμβίῳ, τῷ Γαλακτίωνι.

Καθορῶν ὁ ἔνθεος Μωϋσῆς, τὴν ἁγίαν Βάτον, φλεγομένην ἐν τῷ Σινᾷ, καὶ μὴ καιομένην, προετυποῦτο Κόρη, μυστήριον τὸ μέγα, τοῦ θείου Τόκου Σου.

Τὴν σεμνὴν ἀμνάδα τοῦ Λυτρωτοῦ, τὴν σοφὴν τοῖς λόγοις, καὶ Σιναίου τὴν καλλονήν, τὴν ηὐτρεπισμένην, αἱμάτων ταῖς ῥανίσι, Αἰκατερίναν πάντες, ἀνευφημήσωμεν.

Τὸ Τρισάγιον καί τό  Ἀπολυτίκιον. Ἦχος πλ. α´. Τὸν συνάναρχον Λόγον.
Ὀρθοδόξων χορεῖαι δεῦτε προσδράμωμεν, τοῖς τόποις τοῖς πανιέροις, ἔνθα Χριστὸς ὁ Θεός, ἐσαρκώθη ἐκ Παρθένου ἐβαπτίσθη τε, καὶ σταυρωθεὶς ὑπὲρ ἡμῶν, ἐνετάφη ὡς θνητός, τριήμερος δὲ ἀνέστη, ἐκ τῆς φθορᾶς συνεγείρων, τοὺς εἰς Αὐτὸν ἀεὶ πιστεύοντας.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ᾿ ἣν ψάλλομεν τὸ ἑξῆς· Ἦχος β΄. Πάντων προστατεύεις, Ἀγαθή.
Πάντων, τῶν Σῶν δούλων Λυτρωτά, τῶν τιμῶντων τοὺς θείους Τόπους, οὓς πόδες Σου οἱ σεπτοί, οἱ καὶ ὑπεράχραντοι, ἐβάδισαν εὐλαβῶς, τὰς αἰτήσεις ἐκπλήρωσον, καὶ τῆς αἰωνίου, βιοτῆς ἀξίωσον, Λόγε Θεοῦ καὶ Θεέ, ἵνα σὺν Ἀγγέλων χορείαις, Ἀθλοφόρων τε καὶ Δικαίων, τὸ ὗπὲρ πᾶν ὄνομά Σου ᾄδουσι.

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, ὦ Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου