Δευτέρα 15 Ιουνίου 2015

Ὁσιομάρτυρος ΠΑΡΑΣΚΕΥΗΣ.(Γερασίμου)



Ἀκολουθία Ὁσιομάρτυρος ΠΑΡΑΣΚΕΥΗΣ.
Ψαλλομένη τῇ 26η Ἰουλίου

Ποίημα Γερασίμου Μοναχοῦ Μικραγιαννανίτου


ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ
Εἰς τὸ Κύριε ἐκέκραξα  ἱστῶμεν στίχους δ΄ καὶ ψάλλομεν τὰ παρόντας Στιχηρὰ Προσόμοια.
Ἦχος δ΄. Ἔδωκας σημείωσιν.
Ἔδωκας τὸ σῶμά σου, Παρασκευὴ παναοίδιμε, πρὸς ἀγῶνας ἀθλήσεως, καὶ τούτους διήνυσας, οὐρανίῳ σθένει, Μάρτυς νικηφόρος, καὶ τὸν ἀόρατον ἐχθρόν, θείᾳ δυνάμει ἐξολοθρεύσασα, ἐντεῦθεν σὲ ἐδόξασεν.

Ἔδωκας τὸ σῶμά σου, Παρασκευὴ παναοίδιμε, πρὸς ἀγῶνας ἀθλήσεως, καὶ τούτους διήνυσας, οὐρανίῳ σθένει, Μάρτυς νικηφόρος, καὶ τὸν ἀόρατον ἐχθρόν, θείᾳ δυνάμει ἐξολοθρεύσασα, ἐντεῦθεν σὲ ἐδόξασεν, ἐπουρανίοις χαρίσμασι, Ἰησοῦς ὁ Σωτὴρ ἡμῶν, καὶ Νυμφίος σου πάνσεμνε.

Κάλλει τῆς νεότητος, καὶ ἀπολαύσεις τοῦ σώματος, οὐρανίῳ φρονήματι, ἐμφρόνως παρέδραμες, καὶ ἐν προθυμίᾳ, χαίρουσα ἐδέξω, Παρασκευὴ τὸν ἀγώνα, ὑπὲρ τῆς δόξης τοῦ Παντοκράτορος, καὶ τούτου τὸ πανάγιον, Μάρτυς δοξάσασα ὄνομα, Ἀθληφόρε πανεύφημε, τῶν Ὁσίων ἀγλάϊσμα.

Μνήμην σου τὴν πάνσεπτον, ἡ Ἐκκλησία δοξάζουσα,γηθοσύνως γεραίρει σε, καὶ πόθῳ κραυγάζει σοι· νύμφη τοῦ Κυρίου, φύλαττε τὸν κόσμον, πάσης ἀνάγκης καὶ φθορᾶς, καὶ δυσπραγίας καὶ περιστάσεως, θερμαῖς σου παρακλήσεσι, Παρασκευὴ πρὸς τὸν Κτίστην σου, τῶν Ὁσίων τὸ καύχημα, καὶ Μαρτύρων τὸ σέμνωμα.

Χαίρουσα ἐκραύγάζες, Παρασκευὴ νύμφη πάνσεμνε, τὸν Χριστὸν καὶ Σωτῆρά μου, Θεόν μου ἐπίσταμαι, ὑπὲρ οὗ καί θνήσκω, ἐν ἀγαλλιάσει, καὶ τὸ μαρτύριον στεῤῥῶς, καθυπομείνασα εἰς οὐράνια, ἀνέπτης χαριτώνυμε, καὶ ἐκ τῆς θείας λαμπρότητος, καταυγάζουσα ἔνδοξε, τοὺς τιμῶντάς σε πάντοτε.

Δόξα. Ἦχος πλ. β΄.
Παρθενομάρτυς Ἀθληφόρε Παρασκευὴ πανένδοξε, τοὺς τὴν ἄθλησιν τὴν σὴν ἑορτάζοντας ἀξίως, αἴτησαι ῥυσθῆναι πειρασμῶν καὶ θλίψεων, ταῖς πρὸς Θεὸν πρεσβείαις σου, καὶ τῆς μελλούσης κρίσεως, Μάρτυς παναοίδιμε.

Καὶ νῦν. Θεοτοκίον.
Θεοτόκε,  Σὺ εἶ ἡ ἄμπελος ἡ ἀληθινή, ἡ βλαστήσασα, τὸν καρπὸν τῆς ζωῆς, Σὲ ἱκετεύομεν· πρέσβευε Δέσποινα, μετὰ τῆς Ἀθληφόρου, καὶ πάντων τῶν Ἁγίων, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Δεῦτε τὴν ἱεράν, τῆς Ἀθληφόρου μνήμην, τελέσωμεν ὑμνοῦντες, Χριστὸν τὸν δόντα ταύτη, τὴν χάριν τῶν ἰάσεων.

Στ. Ὑπομένων, ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι καὶ εἰσήκουσε τῆς δεήσεώς μου.
Νύμφη σὺ ἐκλεκτή, τῷ θείῳ σου Νυμφίῳ, Παρασκευὴ προσήχθης, Αὐτὸν ἐκδυσωποῦσα, ὑπὲρ τῶν ἀνυμνούντων σε.

Στ. Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατεύθυνε τὰ διαβήματά μου.
Ἴδε φωτοφανής, ἀνέτειλεν ἡμέρα, φαιδρύνουσα τὴν κτίσιν, θαυμάτων ταῖς ἀκτῖσι, Παρασκευῆς τῆς Μάρτυρος.

Δόξα. Τριαδικόν.
Ὑπέρθεε Τριάς, Πάτερ Υἱὲ καὶ Πνεῦμα, λιταῖς τῆς Ἀθληφόρου, Παρασκευῆς τῆς θείας, θέωσον τοὺς ὑμνοῦντάς σε.

Καὶ νῦν. Θεοτοκίον.
Πρέσβευε Σῷ Υἱῷ, Παρθένε Θεοτόκε, μετὰ τῆς Ἀθληφόρου, Παρασκευῆς λύτρωσαι, ἡμᾶς ἐκ τοῦ ἀλάστορος.

Νῦν ἀπολύεις, Τρισάγιον, Ἀπολυτίκιον. Ἦχος α’.
Τὴν σπουδήν σου τῇ κλήσει κατάλληλον, ἐργασαμένη φερώνυμε, τὴν ὁμώνυμόν σου πίστιν εἰς κατοικίαν κεκλήρωσαι, Παρασκευὴ ἀθλοφόρε· ὅθεν προχέεις ἰάματα, καὶ πρεσβεύεις ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ, ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί, δόξα τῷ προελθόντι ἐκ σοῦ, δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου σου.

Ἀπόλυσις.

ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ
Εἰς τό Κύριε ἐκέκραξα ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος δ΄. Ὢ τοῦ παραδόξου θαύματος!
Ὦ τοῦ παραδόξου θαύματος, Παρασκευὴ ἡ σοφή, Ἀντωνίνου τὸ φρύαγμα, ἀνδρικῶς κατέβαλες, προθύμως ἐναθλήσασα, καὶ τῶν βραβείων τῆς ἄνω κλήσεως, καὶ τῶν στεφάνων ἀξιωθεῖσα σεμνή, ὑπέρ τῶν δούλων σου, τῶν πιστῶς τιμώντων σε, μνείαν ποιοῦ, πάντοτε πρὸς Κύριον, ἐλεηθῆναι ἡμᾶς.

Μάρτυς τοῦ Χριστοῦ Πανεύφημε, ἡ τὸν Δεσπότην Χριστόν, ὁλοψύχως ποθήσασα, τῶν βασάνων ἤνεγκας,τὰς πληγὰς καρτερώτατα, καὶ ξεομένη πλευρὰς ταῖς μάστιξιν, αἰκίας πάσας, διὰ τὸν σὸν ἐραστήν, καθυπομένουσα, τῶν στεφάνων ἔτυχες, τῶν παρ' αὐτοῦ· ὅθεν εὐφημοῦμέν σε θεομακάριστε.

Ὁσιομάρτυς πανένδοξε, τὶς ἐξισχύσει ειπεῖν, τῶν σῶν πόνων τὰ ἔπαθλα, καὶ τοῦ μαρτυρίου σου, τὰ ἀνδρεῖα τεράστια, ὑπομονήν τε καὶ τὴν πραότητα, ἣν ἐνεδείξω Σεμνὴ ὡς ἄσαρκος;ὅθεν συνόμιλος, τῶν Ἀγγέλων γέγονας, Παρασκευή, νύμφη τοῦ Παντάνακτος, σκεῦος τοῦ Πνεύματος.

Ἕτερα. Ὁ αὐτός. Ὡς γενναῖον ἐν Μάρτυσιν. Γερασίμου.
Ὡς νομίμως ἀθλήσασα, και ἐχθρὸν καταισχύνασα, κατιδόντες ἅπαντες εὐφραινόμεθα, οἱ σὲ τιμῶντες πανεύφημε,στεῤῥῶς ὑπομείνασα, ὥσπερ ἄσαρκος ἀμνάς, τὴν σφαγὴν ἀπηνέστατα, καὶ ὡς ἄμωμος, προσηνέχθης θυσία τῷ Νυμφίῳ, Παρασκευὴ μετ’ Ἀγγέλων, εὐφραινομένη πάντοτε.

Τῇ ἀσκήσει τὸ πρότερον, μαρτυρίῳ δὲ ὕστερον, ἐκ Κυρίου εἴληφας στέφος ἄφθαρτον, τὸν γὰρ ἀόρατον δράκοντα, βυθῷ τῶν αἱμάτων σου, καταπνίξασα σεμνή, καὶ αὐτὸν ἐξολόθρευσας, καὶ ἀνέδραμες, νικηφόρος πρὸς τὴν γῆν τῆς ἀφθαρσίας, Παρασκευὴ σὺν Ἀγγέλοις, τῷ σῷ Νυμφίῳ πρεσβεύουσα.

Τοῖς κρουνοῖς τῶν αἱμάτων σου, τῶν χυθέντων πανεύφημε, δι’ ἀγάπην μείζονα τοῦ Ποιήσαντος, τῆς Ἐκκλησίας τοὺς αὔλακας, πλουσίως κατήρδευσας, καὶ γεγόνασιν ἡμῖν, δρόσος θεία οὐράνιος,ταῦτα  πάνσεμνε, διὰ ταῦτα τιμῶμέν σου τὴν μνήμην, Παρασκευὴ καὶ τοὺς ἄθλους, καὶ τὴν πολλήν σου συμπάθειαν.

Δόξα. Ἦχος πλ. β'.
Παρθενομάρτυς ἀθληφόρε, Παρασκευὴ πανένδοξε, τοὺς τὴν ἄθλησιν τὴν σὴν ἑορτάζοντας ἀξίως, αἴτησαι ῥυσθῆναι πειρασμῶν καὶ θλίψεων, ταῖς πρὸς Θεὸν πρεσβείαις σου, καὶ τῆς μελλούσης κρίσεως, Μάρτυς παναοίδιμε.

Καὶ νῦν. Θεοτοκίον.
Τὶς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τὶς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον· ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτὸς ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε,Σεμνή, παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἴσοδος, Φῶς ἱλαρόν, Προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα.
Παροιμιῶν τὸ Ἀνάγνωσμα (Κεφ. λα᾿ 10- 26).
Γυναῖκα ἀνδρείαν τίς εὑρήσει; τιμιωτέρα δὲ ἐστι λίθων πολυτελῶν ἡ τοιαύτη. Μηρυομένη ἔρια καὶ λίνον, ἐποίησεν εὔχρηστον ταῖς χερσὶν αὐτῆς. Ἐγένετο ὡσεὶ ναῦς ἐμπορευόμενη μακρόθεν, συνάγει δὲ αὕτη τὸν βίον. Καὶ ἀνίσταται ἐκ νυκτῶν, καὶ ἔδωκε βρώματα τῷ οἴκῳ, καὶ ἐργατάις θεραπαίναις. Θεωρήσασα γεώργιον ἐπρίατο, ἀπὸ δὲ καρπῶν χειρῶν αὐτῆς, κατεφύτευσε κτῆμα. Ἀναζωσαμένη ἰσχυρῶς τὴν ὀσφὺν αὐτῆς, ἤρεισε τοὺς βραχίονας αὐτῆς εἰς ἔργον. Ἐγεύσατο, ὅτι καλὸν ἐστι τὸ ἐργάζεσθαι, καὶ οὐκ ἀποσβέννυται ὅλην τὴν νύκτα ὁ λύχνος αὐτῆς. Τὰς χεῖρας αὐτῆς ἐκτείνει ἐπὶ τὰ συμφέροντα,τοὺς δὲ πήχεις αὐτῆς ἐρείδει εἰς ἄτρακτον. Χεῖρας δὲ αὐτῆς διήνοιξε πένητι, καρπὸν δὲ ἐξέτεινε πτωχῷ. Ἰσχὺν καὶ εὐπρέπειαν ἐνεδύσατο, καὶ εὐφράνθη ἐν ἡμέραις ἐσχάταις.

Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα (Κεφ.Μγ΄ 9-14).
Τάδε λέγει Κύριος· Πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. Τίς ἀναγγελεῖ ταῦτα ἐν αὐτοῖς, ἤ τὰ ἐξ ἀρχῆς τίς ἀκουστὰ ποιήσει ὑμῖν; Ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν, καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς Κύριος ὁ Θεός, καὶ ὁ παῖς ὃν ἐξελεξάμην· ἵνα γνῶτε καὶ πιστεύσητε, καὶ συνῆτε, ὅτι ἐγώ εἰμι. Ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεός, καὶ μετ᾿ ἐμὲ οὐκ ἔσται. Ἐγώ εἰμι ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα, καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος. Ὑμεῖς ἐμοὶ μάρτυρες, καὶ ἐγὼ Κύριος ὁ Θεὸς ὅτι ἀπ’ ἀρχῆς ἐγώ εἰμι, καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος. Ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό; Οὕτω λέγει Κύριος ὁ Θεός, ὁ λυτρούμενος ὑμᾶς, ὁ Ἅγιος Ἰσραήλ.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (γ´ 1-9).
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ᾿ ἡμῶν πορεία, σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτοὺς καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτοὺς καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη καὶ κρατήσουσι λαῶν καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ᾿ αὐτῷ, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Εἰς τὴν Λιτήν. Ἦχος α΄.
Δεῦτε τῶν πιστῶν οἱ σύλλογοι, πνευματικὴν χορείαν συστησάμενοι, τὴν σεπτὴν Ὁσιομάρτυρα τοῦ Κυρίου, Παρασκευὴ ἀξίως εὐφημήσωμεν. Αὕτη γὰρ ἡ πάνσεμνος, ἐν ὁσιότητι βίου, τὸν κατὰ Θεὸν κτισθέντα, ἐνδεδυμένη ἄνθρωπον, ἐνώπιον τοῦ δεινοῦ Ἀντωνίνου, τὸ ὄνομα τοῦ γλυκυτάτου Χριστοῦ, ἐν παῤῥησίᾳ ὡμολόγησεν. Καὶ νῦν τῷ στεφάνω τοῦ Νυμφίου αὐτῆς κοσμουμένης, ἐκτενῶς πρεσβεύει, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Ἦχος β΄.
Ὡς κατάκαρπος ἐλαία, Ὁσιομάρτυς Παρασκευή, ὠρίμους καρποὺς προσήγαγες. Τοῦ γὰρ δολίου ἐχθροῦ, τὴν ἰσχὺν καταπατήσασα, καὶ δεινοῦ Ἀντωνίνου, τὸ μυαρὸν φρύαγμα καταβαλοῦσα. Καὶ ἑαυτὴν ὡς θυσία ἄμωμον, Χριστῷ τῷ Θεῷ ἡμῶν προσαγαγοῦσα. Αὐτὸν οὖν ἱκέτευε, Νύμφη πάνσεμνε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Ἦχος γ΄.
Τίς ἐπαξίως εὐφημήσει, τὴν ὑπὲρ νοῦν καρτερίαν σου, Παρασκευὴ Ὁσιομάρτυς τοῦ Χριστοῦ; Ἀντωνίνου γὰρ τῷ βήματι παρισταμένη, καὶ μαρτυρίου ἀπειλὰς δεχομένη, ἐκραύγαζες μεγάλη φωνή· ἐγὼ νύμφη τοῦ Κυρίου ὑπάρχω, καὶ δι’ Αὐτοῦ προθυμότατα θνήσκω, ἵνα κερδίσω τὸν τῆς νίκης στέφανον. Διὸ καὶ νῦν Αὐτῷ ἀγαλλομένη, ἱκέτευε ἐκτενῶς, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Ἦχος δ΄.
Τὴν ἀσκητικαῖς ἀρεταῖς, ἐξυφανθεῖσάν σοι στολήν, οἰκείοις αἵμασιν, φοινίξασα νομίμως, Ὁσιομάρτυς Παρασκευὴ πανεύφημε. Τὸν καλὸν ἀγῶνα ἀντιλαβοῦσα, καὶ τοῦ σοῦ Νυμφίου τοῖς ἴχνεσι βαδίσασα, τῶν βραβείων Αὐτοῦ, κοινωνὸς γενομένη. Διὸ σὺν Ἀγγέλοις ἐν οὐρανοῖς οἰκοῦσα, πρεσβεύεις ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Δόξα. Ὁ αὐτός.
Χαρμονικῶς σήμερον ὦ φιλέορτοι, ἑόρτιον χορείαν ἐπικροτήσωμεν, καὶ ἐν ψαλμοῖς καὶ ὕμνοις, τῇ Ὁσιομάρτυρι ἐκβοήσωμεν· χαίροις Ἀθληφόρε, ἀξιοθαύμαστε Παρασκευή, τὸν γὰρ φθαρτὸν χιτῶνα δι’ ἀσκήσεως ἀπεκδυσαμένη, μαρτυρικῶς δέ, τῆς ἀφθαρσίας ἐνεδύσω, τὸ λαμπρότατον ἔνδυμα. Διὸ καὶ νῦν, ἐν οὐρανοῖς παρισταμένη, πρέσβευε τῷ σῷ Νυμφίῳ Χριστῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον.
Ἐκ παντοίων κινδύνων τοὺς δούλους Σου φύλαττε εὐλογημένη Θεοτόκε, ἵνα Σὲ δοξάζωμεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.

Εἰς τὸν Στίχον Προσόμοια. Ἦχος δ'. Ὡς γενναῖον ἐν Μάρτυσι.
Πολυώδυνα βάσανα, ὑποστῆναι Πανένδοξε, ἀνδρικῷ φρονήματι ηὐτομόλησας, καὶ τῶν Ἑλλήνων σεβάσματα, ὡς κόνιν ἐλέπτυνας· τῷ γὰρ σθένει τοῦ Σταυροῦ, τὸν ἀντίπαλον ἔκτεινας, τὸν καυχώμενον, ὑπεράνωθεν ἄστρων θρόνον θεῖναι· πρὸ ποδῶν σου γὰρ ἐῤῥάγη, ὥσπερ στρουθίον παιζόμενος.

Στίχ. Ὑπομένων ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχε μοι.
Τῆς πλακὸς τὴν βαρύτητα, καὶ πυρὸς τὴν κατάκαυσιν, θεϊκῇ προνοίᾳ Ἄγγελος τάχιστα, τὴν μὲν ὡς φύλλον ἀνέδειξε, τὴν δὲ αὔραν ἔνδροσον, οἷα πάλαι τοῖς παισί, τοῦ τετάρτου ἡ ὅρασις, μεθ' ὧν ἔκραζες· Σοῦ τὸ ἔλεος μέγα Πανοικτίρμον· ὅθεν σέβω γηθομένη, σοῦ τὸ πανύμνητον ὄνομα.

Στίχ. Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατεύθυνε τὰ διαβήματά μου.
Καθαρότητα σώματος, καὶ ψυχῆς τὴν λαμπρότητα, κτησαμένη πάντοτε ὤφθης ἄμωμος· σὺ γὰρ νυμφίον ποθήσασα, κατ' ἴχνος ἐβάδισας, νοητοῦ μύρου Σεμνή, Παρασκευὴ ἀοίδιμε, καὶ νῦν πρέσβευε, τὸν Σωτῆρα τῶν ὅλων λύσιν δοῦναι, ὀφλημάτων τοῖς ἐν πίστει, ἐπιτελοῦσι τὴν μνήμην σου.

Δόξα. Ἦχος πλ. β'.
Δεῦτε πάντα τῆς γῆς τὰ πέρατα, πνευματικὴν χορείαν ἐπικροτήσωμεν, καὶ τὴν Χριστοῦ Παρθενομάρτυρα εὐφημήσωμεν λέγοντες· Χαίροις, Παρασκευὴ Ὁσία καὶ θεοτίμητε· Χαίροις, ἡ τὸ μαρτύριον καλῶς ὑποδεξαμένη· Χαίροις τῶν Μαρτύρων ἰσοστάσιε, καὶ τῶν Ὁσίων ὁμόσκηνε, μεθ' ὧν ἱκέτευε, τοῦ σωθῆναι τὰς ψυχὰς ᾑμων.

Καὶ νῦν. Θεοτοκίον.
Θεοτόκε, σὺ εἶ ἡ ἄμπελος ἡ ἀληθινή, ἡ βλαστήσασα τὸν καρπὸν τῆς ζωῆς. Σὲ ἱκετεύομεν, πρέσβευε, Δέσποινα, μετὰ τῆς Ἀθληφόρου, καὶ πάντων τῶν Ἁγίων, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Νῦν ἀπολύεις, Τρισάγιον, Ἀπολυτίκιον. Ἦχος α'.
Τὴν σπουδήν σου τῇ κλήσει κατάλληλον, ἐργασαμένη φερώνυμε, τὴν ὁμώνυμόν σου πίστιν εἰς κατοικίαν κεκλήρωσαι, Παρασκευὴ ἀθλοφόρε· ὅθεν προχέεις ἰάματα, καὶ πρεσβεύεις ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ, ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί, δόξα τῷ προελθόντι ἐκ σοῦ, δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου σου.

Ἀπόλυσις.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν α' Στιχολογίαν, Κάθισμα. Ἦχος δ'. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τὸν ὡραιότατον Χριστὸν ἀγαπήσασα, καὶ δι' ἁγνείας τὴν ψυχὴν ὡραΐσασα, διὰ παντοίων πόνων τε καὶ θλίψεων, τούτῳ κατηγγύησαι, ὥσπερ ἄμωμος νύμφη· ὅθεν σε ἠξίωσεν, οὐρανίων θαλάμων, ὑπὲρ ἡμῶν πρεσβεύουσαν αὐτῷ, τῶν σὲ τιμώντων Παρασκευὴ πανεύφημε.
Δόξα.
Φωτοειδὴς ἀναδειχθεῖσα θεόφρον, τοῦ Ἀντωνίνου ἀποκρούσασα θράσος, καὶ πρὸς ποινὰς καὶ θάνατον χωρήσασα, ὅθεν καὶ διένυσας, τοὺς γενναίους ἀγῶνας, μέγιστον ἀντέλαβες κληρουχίαν καὶ δόξαν, τὴν μηδαμῶς σεμνὴ Παρασκευή, παρεχομένην, ὡς νύμφη τοῦ Κτίστου σου.
Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομεν ποτὲ Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι. Εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τὶς ἡμᾶς ἐῤῥύσατο, ἐκ τοσούτων κινδύνων, τὶς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ· σοὺς γὰρ δούλους σῴζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Μετὰ τὴν β' Στιχολογίαν, Κάθισμα. Ἦχος α'. Τὸν τάφον Σου, Σωτὴρ.
Ὡς ἄμωμος ἀμνάς, καὶ ἁγνὴ τῷ Κυρίῳ, συνήφθης μυστικῶς, ἐν σεμνότητι βίου, τῷ κάλλει τῆς ἀθλήσεως, σεαυτὴν ὡραΐσασα· ὅθεν εἴληφας, τῶν ἰαμάτων τὴν χάριν, ἰατρεύουσα τὰ ἀῤῥωστήματα πάντα, δυνάμει τοῦ Πνεύματος.
Δόξα.
Ἀσκήσασα καλῶς, τὰ τοῦ κόσμου παρεῖδες, ἐξῆλθες ἐν σπουδῇ, πρὸς ἀθλήσεως πόνους, αἰσχύνασα δὲ φρύαγμα, Ἀντωνίνου πανεύφημε, ὅθεν στέφανον, παρὰ Χριστοῦ δεξαμένη, καθικέτευε, Παρασκευὴ ὑπὲρ πάντων, τῶν πίστει τιμώντων σε.
Καὶ νῦν. Θεοτοκίον.
Μητέρα σε Θεοῦ, ἐπιστάμεθα πάντες, Παρθένον ἀληθῶς, καὶ μετὰ τόκον φανεῖσαν, οἱ πόθῳ καταφεύγοντες, πρὸς τὴν σὴν ἀγαθότητα· σὲ γὰρ ἔχομεν, ἁμαρτωλοὶ προστασίαν, σὲ κεκτήμεθα, ἐν πειρασμοῖς σωτηρίαν, τὴν μόνην πανάμωμον.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα.Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Τὴν χάριν τῆς πίστεως ἐνδεδυμένη καλῶς, ἀγῶνας ἀσκήσεως, καὶ ἐν ἀθλήσει στεῤῥᾷ, Χριστὸν μεγαλύνασα· ὅθεν Ὁσιομάρτυς, δεξαμένη τὸ στέφος, ἄνωθεν ἐκ τοῦ Κτίστου, μὴ ἐλλείπης πρεσβεύειν, Παρασκευὴ δοῦναι ἡμῖν, χάριν καὶ ἔλεος.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τὸν πάντων δεσπόζοντα καὶ Βασιλέα Χριστόν, τεκοῦσα Πανύμνητε, δι’ εὐσπλαγχνίαν πολλήν, χαρᾶς πάντας ἔπλησας· Σὺ γὰρ τὴν λύπην πᾶσαν, τῆς κατάρας ἀφεῖλες, Δέσποινα Θεοτόκε, τῷ ἀσπόρῳ Σου Τόκῳ, διὸ χαριστηρίους, ᾠδᾶς σοι προσάγομεν.

Οἱ Ἀναβαθμοί. Τὸ α΄ ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον. Ὑπομένων,ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχε μοι, καὶ εἰσήκουσε τῆς δεήσεώς μου.
Στ. Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου, καὶ κατεύθυνε τὰ διαβήματά μου.
Εὐαγγέλιον τῶν Δέκα Παρθένων. (Ζήτει τό Σάββατον τῆς ΙΖ΄ ἑβδομάδος τοῦ Ματθαίου).
Ὁ Ν΄ Ψαλμός.
Δόξα. Ταῖς τῆς Ἀθληφόρου...
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος β΄. Στ. Ἐλεῆμον, ελέησόν με ὁ Θεός...
Ὁσιομάρτυς Ἀθληφόρε, Παρασκευὴ πάνσεμνε, πολυωδύνων βασάνων καθυπομείνασα, Ἀντωνίνου καταισχύνασα τὸ φρύαγμα, καὶ μαρτυρικῶς τὸ πέλαγος διαπλεύσας τοῦ σοῦ βίου, εὗρες τὸν σὸν Νυμφίον Χριστόν, ἐν οὐρανοῖς οἰκοῦσα. Διὸ τοὺς γεραίροντας τὴν μνήμην σου, ἀπὸ παντοίων ῥῦσαι πειρασμῶν, ἰσχύϊ τῆς πρεσβείας σου.

Οἱ Κανόνες· τῆς Θεοτόκου τῆς Ἁγίας, οἱ ἑπόμενοι δύο.
Ὁ α΄ Κανὼν τῆς Ἁγίας, οὗ ἡ Ἀκροστιχίς (ἄνευ τῶν Θεοτοκίων): Ὕμνοις γεραίρω τὴν πανεύφημον Κόρην. Θεοφάνους.
ᾨδὴ α'. Ἦχος δ'. Θαλάσσης, τὸ ἐρυθραῖον.
Ὑμνοῦσι, τὴν φωτοφόρον μνήμην σου, Μάρτυς πανεύφημε, χάριν δοθῆναι αἴτησαι ἡμῖν, καὶ πταισμάτων τὴν ἄφεσιν, Παρασκευὴ ἀοίδιμε, ταῖς πρὸς τὸν Κύριον δεήσεσι.

Μαρτύρων, ἡ καλλονὴ σὺ πέφηνας, τὰς τοῦ ἐχθροῦ μηχανάς, καταβαλοῦσα ὅπλῳ τοῦ Σταυροῦ, καὶ τυράννων ὠμότητα, ἀθλητικῶς παλαίσασα, θεοσεβῆ πίστιν ἐκήρυξας.

Νομίσας, τῆς καρτερίας λύειν σου, Μάρτυς τὸ εὔτονον, ὁ τοῖς ξοάνοις τύραννος δεινῶς, ἀπονέμων προσκύνησιν, ἀλλὰ σοφοῖς σου ῥήμασι, τούτου τὸ θράσος ἅπαν λέλυται.

Θεοτοκίον.
Ὁ Λόγος, ἐκ σῶν ἀχράντων Δέσποινα, αἱμάτων τίκτεται, ἐμψυχωμένην σάρκα εἰληφώς, καὶ ἡμᾶς ὀλισθήσαντας, ἀπατεῶνος δήγματι, τῷ θείῳ κράτει ἀνεπλάσατο.

Ἕτερος κανών οὗ ἡ ἀκροστιχίς: Παρασκευὴ Ὁσιοπαρθενομάρτυρα τιμῶ. Γ.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄.Ἁρματηλάτην Φαραώ.
Παντοδυνάμῳ Σου νεύματι Δέσποτα, Παρασκευῆς ταῖς εὐχαῖς, τὸ νοερὸν στόμα, τῆς καρδίας ἄνοιξον, καὶ χείλη μου τὰ ἔνυλα, ὅπως ᾄσμασι μέλψω, τὰς ἀριστείας τὰ τρόπαια, ταύτης καὶ λαμπρὰ κατορθώματα.

Ἀσκητικαῖς ἠγλαϊσμένη χάρισι, καὶ τῷ μεγάλῳ φωτί, λαμπρὰ Παρασκευή, παρεστῶσα ὡς Μάρτυς, τὰ νέφη τῶν ψυχῶν ἡμῶν, καὶ παθῶν τὸν χειμῶνα, διασκεδάσασα, τοῦ παντοδυνάμου Νυμφίου σου.

Ῥωμαλαία Ὁσιομάρτυς ἀντέστης, ἐν τοῖς ματαιόφροσι, νέμουσα ἀψύχοις θεοῖς τὴν προσκύνησιν, Μάρτυς καταναγκάζοντες, καὶ θυσία τελεία, διὰ ποικίλων κολάσεων, Παρασκευὴ Κυρίῳ προσήχθης.

Θεοτοκίον.
Ἀπὸ γαστρὸς παρθενικῆς βλαστήσασα, ῥίζα ἡ ἀπότιστος, τὸν φυτουργὸν πάντων, ἄνθρωπον γενόμενον, καὶ πάθη ὑπομείναντα, Ὃν ποθοῦσα ἡ Μάρτυς, προθυμότατα ἐνήθλησεν, Ἄχραντε Παρθένε πανύμνητε.

ᾨδὴ γ'. Εὐφραίνεται ἐπὶ Σοὶ.
Ἐνεύρου τὸ ἀσθενές, τὸ θεῖον Πνεῦμα καὶ φαιδρὸν δέδειχεν, ἐξεικονίζον ἄριστα, τῆς σῆς ἀκραιφνοῦς ψυχῆς ἔλλαμψιν.

Ῥωσθεῖσα σθένει Χριστοῦ, τὰς τῶν βουνεύρων ἀφειδῶς μάστιγας, Μάρτυς Χριστοῦ ὑπέφερες, οἷά τις ἀδάμας στεῤῥότατος.

Ἀγάπῃ τῇ πρὸς Θεόν, ἐν τῷ σταδίῳ καρτερῶς ἤνεγκας, τὸν σκορπισμὸν τοῦ σώματος, καὶ τοὺς ἀνυποίστους πικροὺς αἰκισμούς.

Θεοτοκίον.
Σὺ μόνη τοῖς ἐπὶ γῆς, τῶν ὑπὲρ φύσιν ἀγαθῶν πρόξενος, Μήτηρ Θεοῦ γέγονας· ὅθεν σοι τὸ Χαῖρε κραυγάζομεν.

Ἕτερος. Ὁ στερεώσας κατ’ἀρχάς.
Συνδράμωμεν δεῦτε πιστοί, καταμαθεῖν τοὺς ἀγῶνας, καὶ τοὺς ἄθλους τῆς σεμνῆς Παρασκευῆς, ἐν χαρμονικαῖς ᾠδαῖς, τὴν θείαν αὐτῆς ἑορτήν, μετ’ εὐλαβείας πλείστης, ἐπικαλέσωμεν ἅπαντες.

Κυρίῳ σεμνὴ γέγονας, δοχεῖον φωτεινότατον, Παρασκευή, Ἀντωνίνῳ παρέστης, διελέγχουσα αὐτοῦ, δυσσέβειαν τὴν κακίστην, καὶ τοῦ Χριστοῦ τὴν πίστιν ὁμολογοῦσα τοῖς ἔθνεσιν.

Ἐπὶ γῆς ἀγωνισθεῖσα, στεφηφόρος ἐν οὐρανῷ, ἡ Μάρτυς τοῦ Κυρίου Παρασκευὴ ἀνῆλθεν, σὺν τοῖς Ἀγγέλοις ἀεὶ εὐφραινομένη, καὶ πρεσβεύουσα Χριστῷ, ὑπὲρ τῶν ὑμνούντων αὐτήν.

Θεοτοκίον.
Ὑπερφυῶς τὸν ἐκ Πατρός, γεννηθέντα πρὸ αἰώνων, ἐν γαστρὶ συλλαβοῦσα Παρθένε, ἄνευ σπορᾶς τέτοκας, Θεὸν ὁμοῦ καὶ ἄνθρωπον, ἐν ἑκατέρα φύσει, τέλειον οὐ διαιρούμενον.

Κάθισμα. Ἦχος πλ. δ'. Τὴν Σοφίαν καὶ Λόγον.
Ἐκ σπαργάνων μητρῴων σὺ τῷ Χριστῷ, σεαυτὴν ἀναθεῖσα διηνεκῶς, αὐτῷ εὐηρέστησας τῷ Σωτῆρι τῶν ὅλων, καί τυράννων θράση, στεῤῥῶς κατεπάτησας, καὶ βασάνους ὄντως, ἀνδρείως ὑπέμεινας· ὅθεν ὁ Χριστὸς σοι, τοῖς στεφάνοις κοσμήσας, ἐνδόξως εἰσήγαγεν, εἰς νυμφῶνα οὐράνιον, Παρασκευὴ ἀξιάγαστε, πρέσβευε Χριστῷ τῷ Θεῷ τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
Καὶ νῦν. Θεοτοκίον.
Ὡς παρθένον καὶ μόνην ἐν γυναιξί, σὲ ἀσπόρως τεκοῦσαν Θεὸν σαρκί, πᾶσαι μακαρίζομεν γενεαὶ τῶν ἀνθρώπων· τὸ γὰρ πῦρ ἐσκήνωσεν, ἐν σοὶ τῆς Θεότητος, καὶ ὡς βρέφος θηλάζεις, τὸν Κτίστην καὶ Κύριον· ὅθεν τῶν Ἀγγέλων, καὶ ἀνθρώπων τὸ γένος, ἀξίως δοξάζομεν, τὸν πανάγιον τόκον σου, καὶ συμφώνως βοῶμέν σοι· πρέσβευε τῷ σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς προσκυνοῦσιν ἐν πίστει, τὸν ἄσπορον τόκον σου.

ᾨδὴ δ'. Ἐπαρθέντα Σε ἰδοῦσα.
Ἰαμάτων ἐντυχοῦσα καὶ χαρισμάτων, καὶ ὀπτασίας Ἔνδοξε, τὰς θείας πηγάζεις, χάριτας ἑκάστοτε, τοῖς πίστει γεραίρουσι, καὶ τῷ σῷ τεμένει προστρέχουσι.

Ῥυτίδα ὄντως καὶ σπίλον μηδόλως σχοῦσα, ἁγιασμόν τε σώματος, ἐπικτησαμένη, Ἀγγέλους τεθέασαι, μεθ' ὧν ἀνεκραύγαζες· δόξα τῇ δυνάμει Σου Κύριε.

Ὡς κατάπληκτον σημεῖον, φρικτῆς ἡμέρας· τοῦ σωτηρίου πάθους γάρ, ἐξεικονισθείσης,γ υναικείῳ σώματι, Σταυρόν τε καὶ Κάλαμον, Στέφανον καὶ Σπόγγον τεθέασαι.

Θεοτοκίον.
Ἀπειρογάμως ἐκύησας ὦ Παρθένε, καὶ μετὰ τόκον ὤφθης, παρθενεύουσα πάλιν· ὅθεν ἀσιγήτοις φωναῖς, τὸ Χαῖρέ σοι Δέσποινα, πίστει ἀδιστάκτῳ κραυγάζομεν.

Ἕτερος. Εἰσακήκοα Κύριε τὴν ἀκοήν Σου.
Ἤθλησας Παρασκευὴ καὶ Χριστῷ ἐδείχθης θῦμα τέλειον, κατὰ νοῦν μὴ λογισαμένη, τὰ τοῦ τυραννοῦντός σε μηχανήματα.

Οὐκ ἀρνοῦμαι ἐκραύγαζες Παρασκευὴ Μάρτυς τὸ ὄνομα, Χριστοῦ πρὸς σφαγὴν ἑλκομένη, ἀλλὰ πάντα φέρω ὡς Νύμφη ἄμωμος.

Σάρκα τὴν σὴν πανεύφημε τοῖς ἀνόμοις χαίρουσα ἔδωκας, καὶ πρὸς οὐρανοὺς ἀνελθοῦσα, Παρασκευὴ Μάρτυς πάντων μνημόνευε.

Θεοτοκίον.
Ἴασιν καὶ ῥῶσιν δίδου μοι καὶ παθῶν ἡμῶν ἀπάλλαξον, τῇ εὐσπλαγχνίᾳ Σου Πάναγνε, ἡ τεκοῦσα τῷ κόσμῳ τὴν ζωὴν ἡμῶν.

ᾨδὴ ε'. Σὺ Κύριε μου φῶς.
Ἠγώνισαι Σεμνή, καὶ τὸν τύραννον ἔκτεινας, ῥητρεύσεσι ταῖς πανσόφοις, πρὸ βημάτων ἐμφρόνως, τὸν Χριστὸν καταγγέλλουσα.

Νοῦν ἔχουσα στεῤῥόν, ἀπτοήτῳ φρονήματι, κατῄσχυνας τῶν εἰδώλων, τὰ σεβάσματα πάντα, γραφικαῖς ἀποδείξεσι.

Παστάδος νοητῆς, καὶ νυμφῶνος ἠξίωσαι, χορεύουσα σὺν Παρθένοις, ταῖς φρονίμοις ἐνθέως, Παρασκευὴ ἀοίδιμε.

Θεοτοκίον
Σὲ ὅπλον ἀῤῥαγές, κατ' ἐχθρῶν προβαλλόμεθα, σὲ ἄγκυραν καὶ ἐλπίδα, τῆς ἡμῶν σωτηρίας, Θεόνυμφε κεκτήμεθα.

Ἕτερος. Ἵνα τί με ἀπώσω.
Ὁσία σοῖς αἵμασιν, τοὺς τῆς Ἐκκλησίας αὔλακας ἀρδεύσασα, στεῤῥῶς ἀθλήσασα, ἐκ τοῦ σοῦ Νυμφίου ἀρυσαμένη, ἐνθέους ἀρετάς, ἐξ ὧν ψυχῶν ὦ Παρασκευή, ἀρυόμεθα θεῖα χαρίσματα.

Παρασκευὴ ἐδείχθης, ῥιζοτόμος πάσης κακίας τοῖς ἄθλοις σου, φυτουργὸς δὲ πάσης, εὐσεβείας καὶ λόγῳ καὶ πράγματι, τὸν ἐκφύντα Λόγου, τοῦ Ἰεσσαῖ ἐκ ῥίζης θείας, ἐν ἀβάτοις καρδίαις φυτεύσασα.

Ἀπάτην καὶ κακίαν, θέρμῃ διαλύσασα πίστεως ἔνδοξε, καὶ πολλῶν βασάνων, ὑπερβᾶσα πολύπλοκα σκάμματα, πρὸς τὴν ἄνω πόλιν, ἀνελύληθας Παρασκευή, δοξάζουσα Χριστὸν εἰς τοὺς αἰῶνας.

Θεοτοκίον.
Ῥυσθέντες Πανάχραντε, τῆς προγονικῆς διὰ Σοῦ καταπτώσεως, σὺν τῷ Ἀρχαγγέλῳ Γαβριήλ Σοι βοῶμεν ἐκ καρδίας· χαῖρε μόνη πάντων ἁμαρτωλῶν ἡ σωτηρία· χαῖρε πάντων Μαρτύρων κραταίωμα.

ᾨδὴ ς'. Θύσω σοι, μετὰ φωνῆς
Ἀγγέλου, παρουσίᾳ τὴν στέρνοις τεθεῖσάν σοι, μεγίστην πάνσεμνε πλάκα, καὶ χειρῶν τοὺς ἥλους ἔνδοξε Μάρτυς, ὁ Δεσπότης, ῥοπῇ θείᾳ θᾶττον ἠφάνισε.

Νέαν σε, πρωτομάρτυρα Θέκλαν δοξάζομεν, οἷα κηρύξασαν πᾶσι, καὶ πολλοὺς φωτίσασαν θείῳ λόγῳ, καὶ ἀπίστους, πρὸς τὴν ἔνθεον πίστιν ῥυθμίσασαν.

Ἔῤῥει σου, τῶν ἐνθέων δογμάτων ὁ σύλλογος, μελισταγῶν ἐκ χειλέων, καὶ τὴν γνῶσιν πάντων ἐδίδασκες, παῤῥησίᾳ Παρασκευὴ Μαρτύρων ἀγλάϊσμα.

Θεοτοκίον.
Ὦ θαῦμα, τῶν ἁπάντων θαυμάτων καινότερον! ὅτι Παρθένος ἐν μήτρᾳ, τὸν τὰ σύμπαντα περιέποντα, ἀπειράνδρως, συλλαβοῦσα οὐκ ἐστενοχώρησεν.

Ἕτερος. Ἱλάσθητί μοι Σωτήρ.
Θεῷ τῆς καρδίας σου, τὴν προαίρεσιν ὁλόκληρον, προσῆξας καὶ δι’ Αὐτόν, βασάνους ὑπέμεινας, καὶ δεινὰς κολάσεις, Παρασκευὴ πάνσεμνε, διὸ καὶ νῦν Αὐτῷ πρέσβευε.

Ἐνήθλησας εὐθαρσῶς, κτείνας ποσί σου τὸν τύραννον, καὶ νῦν ἐν τοῖς οὐρανοῖς, συνοῦσα Παρασκευή, σὺν Ἀγγέλοις καὶ Μάρτυσι, τὸν σὸν Νυμφίον, ὑπὲρ ἡμῶν καθικέτευε.

Νοητὸν δὲ Φαραώ, ἀξιάγαστε, βυθίσασα σῶν αἱμάτων ταῖς ῥοαῖς, πᾶσαν κατασβέσασα, ἀθεΐας φλόγωσιν, τῶν τιμώντων σε, τὰ συστήματα κατήρδευσας.

Θεοτοκίον.
Ὅλην λάμψον ἐπ’ ἐμοί, ἡ ἄφατος εὐσπλαγχνία σου, βυθοῦ με ἁμαρτιῶν, καὶ τῆς ἀπογνώσεως, Κόρη ἀπαλλάττουσα, καὶ πρὸς μετανοίας, τοὺς λιμένας ἐμβιβάζουσα.

Κοντάκιον. Ἦχος δ'. Ἐπεφάνης σήμερον.
Τὸν ναόν σου πάνσεμνε, ὡς ἰατρεῖον ψυχικὸν εὑράμενοι, ἐν τούτῳ πάντες οἱ πιστοί, μεγαλοφώνως τιμῶμέν σε, Ὁσιομάρτυς Παρασκευὴ ἀοίδιμε.
Ὁ Οἶκος.
Ἡ τοῦ Νυμφίου σε φωνὴ καλέσασα ὡς νύμφην, στεφάνῳ ἀφθαρσίας ἐκόσμησε, θεόφρον Παρασκευὴ πανευκλεής, καὶ μετὰ ἀθλοφόρων καὶ Μαρτύρων τῶν σεπτῶν ἀξίως συνηρίθμησε, μεθ' ὧν εὐφραινομένη, μέμνησο τῶν ἐκτελούντων τὴν ἁγίαν ἑορτήν σου, καὶ συνελθόντων ἔνδον τοῦ ναοῦ σου· ἐν αὐτῷ γὰρ νυνὶ παρεστῶτες ἀπὸ ψυχῆς προσφέρομέν σοι τοὺς ὕμνους, Ὁσιομάρτυς Παρασκευὴ ἀοίδιμε.

Συναξάριον.
Τῇ ΚΣΤ' τοῦ αὐτοῦ μηνός, μνήμη τῆς Ἁγίας Ὁσιομάρτυρος τοῦ Χριστοῦ Παρασκευῆς.
Θεῷ παρεσκεύασας ἁγνὸν ὡς δόμον,
Σαυτὴν ἄγουσα, Σεμνή, εἰς κατοικίαν.
Παρασκευὴν ἔκτανεν εἰκάδι χαλκὸς ἐν ἕκτῃ.
Τῇ αὐτῇ ἡμέρᾳ, ἡ ἀνάμνησις τοῦ ἐν Χίῳ γεγονότος θαύματος, παρὰ τῆς Ὁσιομάρτυρος Παρασκευῆς.
Ταῖς αὐτῆς ἁγίαις πρεσβείαις, Χριστέ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ'. Ἐν τῇ καμίνῳ Ἀβραμιαῖοι.
Ὑπὸ Κυρίου, σὺ φρουρουμένη πρὸ βήματος ἀσεβῶν, Μάρτυς, τὰς μασχάλας ἔστεγες, καρτερῶς φλεγομένη καὶ ὑπέψαλλες· εὐλογητὸς εἶ ὁ Θεός μου βοῶσα καὶ Κύριος.

Φλέξαν μηδόλως, τοὺς παρανόμους καίει μᾶλλον τὸ πῦρ, Κόρη, ὁ Χριστὸς δὲ φυλάττει σε ἀβλαβῆ, καθὼς πάλαι διεσώσατο, πυρὸς τοῦ βρέμοντος, ἀδεεῖς Νεανίας χειρὶ κραταιᾷ.

Ἤπειρον πᾶσαν, σαφῶς καὶ πόλον μὴ τεκτηνάμενοι, ὄντως, τὰ δαιμόνια ξόονα καὶ θεοί, ἀπολέσθωσαν ἐκραύγαζες· Χριστὸς δὲ Κύριος, πλαστουργὸς ἐστι πάντων ἐκήρυττες.

Θεοτοκίον.
Τὸ τοῦ Ὑψίστου, ἡγιασμένον θεῖον σκήνωμα, χαῖρε· διὰ σοῦ γὰρ δέδοται ἡ χαρά, Θεοτόκε τοῖς κραυγάζουσιν· εὐλογημένη σὺ ἐν γυναιξίν, ὑπάρχεις Πανάμωμε.

Ἕτερος. Θεοῦ συγκατάβασιν.
Μεγάλως δοξάσασα, Χριστὸν τὸν Θεὸν τὸν ἐνδοξαζόμενον, ἐν βουλαῖς τῶν Ἁγίων, τὸν ἐπαξίως σὲ ἀντιδοξάσαντα, ἐν τέρασιν καὶ ποικίλοις δὲ θαύμασιν, ἐν γῇ καὶ ἐν οὐρανοῖς, Παρασκευὴ πάνσεμνε.

Ἀνεδείχθης σὺ λαμπάς, ὄντως πάμφωτος, ζόφον ἀπελαύνουσα, Παρασκευὴ θεόφρον, διὸ ἡμᾶς τῇ γνώμῃ, τετυφλωμένους, θεογνωσίας φωτὶ καταφώτισον, τῆς ἀγνωσίας ἡμῶν, ἀποβαλὼν τὴν ἀχλύν.

Ῥωννύμενοι πάνσεμνε, ταῖς ἀσθενείαις ἡμῶν τῇ πρεσβείᾳ σου, Ἀντωνίνου τοῦ δεινοῦ, τὸ φρύαγμα ἀνδρικῶς καταβαλοῦσα, καὶ τὸν Σωτῆρα πανταχοῦ κηρύξασα, Παρασκευὴ θεόφρον, Μαρτύρων ἀγλάϊσμα.

Θεοτοκίον.
Τὸν μόνον Φιλάνθρωπον, ἐν κόσμῳ τέτοκας Θεοχαρίτωτε, ἀποῤῥήτῳ κυήσει, καὶ γὰρ Παρθένος ἔμεινας Πανάχραντε, ὡς πρὸ τοῦ Τόκου, διό Σοι κραυγάζομεν, τὴν τοῦ Ἀγγέλου φωνήν· εὐλογημένη Ἁγνή.

ᾨδὴ η'. Χεῖρας ἐκπετάσας Δανιήλ.
Οὐκ ὄντας θεοὺς ἀλλὰ ψευδῆ, δαιμόνων φάσματα, Μάρτυς ἀπέδειξας, καὶ κατηδάφισας τέλεον, καὶ εἰς τέλος κατελέπτυνας, ἐν εὐφροσύνῃ τῷ Χριστῷ, ἀπαύστως μέλπουσα· εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

Ναοῦ δονηθέντος ἐπὶ γῆς, ἐπιφοιτήσει σου, Ἀπόλλων πέπτωκε, καὶ κατηκόντισται ξόανα, ἐνεργείᾳ τοῦ ἀχράντου Σταυροῦ, δι' οὗ φραχθεῖσα μυστικῶς, ἐν παῤῥησίᾳ πολλῇ, ἀνεβόας· πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.

Κάλλους καὶ τοῦ πόθου σου Χριστέ, Παρασκευὴ ἡ ἁγνή, τρωθεῖσα ἔφερε, πυρὸς τὴν ἔκκαυσιν κράζουσα· εἰς ὀσμὴν τοῦ θείου μύρου σου, νῦν ἐναθλοῦσα καρτερῶς, δραμοῦμαι ἄληκτα,σοῦ ὀπίσω, ἐπευλογοῦσα τὸ θεῖόν σου ὄνομα.

Θεοτοκίον.
Σὺ μόνη ἐν πάσαις γενεαῖς, Παρθένε ἄχραντε, Μήτηρ ἐδείχθης Θεοῦ, σὺ τῆς Θεότητος γέγονας, ἐνδιαίτημα Πανάμωμε, μὴ φλογισθεῖσα τῷ πυρί, τοῦ ἀπροσίτου φωτός· ὅθεν πάντες, σὲ εὐλογοῦμεν Μαρία Θεόνυμφε.

Ἕτερος. Τὸν ἐν ὄρει ἁγίῳ δοξασθέντα.
Ὑπὲρ τοῦ σοῦ Νυμφίου ἀθλήσασα, Παρασκευὴ Μάρτυς ἀοίδιμε, νῦν δὲ σὺν Ἀσωμάτοις παρισταμένη, Αὐτῷ ἱκέτευε, δοῦναι τὴν ἄφεσιν, τοῖς πιστῶς ὑμνοῦσί σε.

Ῥῶσιν πᾶσιν ποικίλων νοσημάτων, χειρουργία τοῦ Πνεύματος διδοῦσα, Ὁσιομάρτυς τοῦ Χριστοῦ Παρασκευή, διὸ εὐφημοῦμεν καὶ δοξολογοῦμεν, τὴν θείαν σου ἄθλησιν.

Ἀγαπήσασα Θεὸν ἐκ καρδίας, ἠγαπήθης παρ’ Αὐτοῦ καὶ τὴν πλάνην, καθελοῦσα τῆς νίκης κλεϊζομένη, εἰς ἐπουρανίους Παρασκευὴ Μάρτυς, σκηνὰς καταπαύουσα.

Θεοτοκίον.
Τὰ πάθη τῆς καρδίας μου ἴασαι, ἀπαθείας πηγὴν ἡ γεννήσασα, καὶ πρὸς ζωήν με θείαν καθοδήγησον, ἵνα Σὲ δοξάζω, Μῆτερ τοῦ Σωτῆρος, εἰς πάντας τοὺς αἰῶνας.

ᾨδὴ θ'. Λίθος ἀχειρότμητος ὄρους.
Ῥευστῆς βιοτῆς καὶ προσκαίρου, Μάρτυς τὴν μέλλουσαν ἠλλάξω, κάλλος τὸ ἀμήχανον ὁρᾶν, τοῦ σοῦ Νυμφίου ἐπειγομένη τρανῶς· ὅθεν στεφάνων ἔτυχες, τῶν ἀκηράτων καλλιπάρθενε.

Ἤκουσας φωνῆς βεβαιούσης, Παρασκευὴ σοῦ τὰς αἰτήσεις, θείας οὐρανόθεν καὶ τὸν δρόμον, προθύμως Μάρτυς σεμνὴ διήνυσας, καὶ πρὸς αὐτὸν ἀνέδραμες, κάραν τωμηθεῖσα τὴν ἐρίτιμον.

Νίκην κατ' ἐχθρῶν δωρηθῆναι, Παρασκευὴ Χριστὸν ἐξαίτει, πᾶσι τοῖς τῷ θείῳ ναῷ σου, προσερχομένοις ἐν θερμοτάτῃ πίστει, καὶ τῶν πταισμάτων ἄφεσιν, καὶ τῶν δεινῶν τὴν ἀπολύτρωσιν.

Θεοτοκίον.
Ὤφθης Χερουβὶμ ἀνωτέρα, καὶ οὐρανῶν ὑψηλοτέρα, ἄχραντε Παρθένε Μαρία, βουλῆς μεγάλης τεκοῦσα Ἄγγελον, τὸν τῷ Πατρὶ συνάναρχον, κριτὴν ἁπάντων ἐλευσόμενον.

Ἕτερος. Ἐξέστη ἐπὶ τούτῳ.
Ἰσχὺν κατὰ τῆς πλάνης Μάρτυς Χριστοῦ, ἀριστεύσασα ταύτην τρεψάμενη, νικήσασα, στέφος κομίσασα σῇ κορυφῇ, ἡ τῶν χαρίτων ἔνδοξος, νῦν συγχορεύουσα ἐν οὐρανῷ, Μαρτύρων ταῖς χορεῖαις, Παρασκευὴ θεόφρον, περὶ τὸν θρόνον τοῦ Παντάνακτος.

Μετέστης ὡς νύμφη ὡραϊσθεῖσα, ἐν στολαῖς ὑφανθείσαις ἐξ αἵματος, μαρτυρικοῦ, θείας ἀγλαΐας πρὸς μετοχήν, τὴν κοσμηθέντος σώματος, καὶ καλλωπισθέντος ἐν τῷ Σταυρῷ, τῷ πάθει τῷ τιμίῳ, τοῦ πάντων εὐεργέτου, Παρασκευὴ θεομακάριστε.

Ὡραῖα νεάνις ἀποφανθεῖσα, καλλοναῖς ἀγώνων ἐξαστράψασα, ἡλιακῶν, πλέον Ἀθλοφόρων μαρμαρυγῶν, καὶ τῶν πιστῶν φωτίσασα, Παρασκευὴ πάνσεμνε τὰς ψυχάς, τῶν πόθῳ τὴν Ἁγίαν, καὶ ὄντως φωσφόρον, ἐπιτελούντων σου πανήγυριν.

Θεοτοκίον.
Γέγονας ὦ Παρθένε Μητηρ Θεοῦ, ὑπὲρ φύσιν τεκοῦσα ἐν σώματι, τὸν ἀγαθόν, Λόγον ἐκ καρδίας τῆς ἑαυτοῦ, ὃν ὁ Πατὴρ ἠρεύξατο, πάντων πρὸ αἰώνων ὡς ἀγαθός, Ὃν νῦν καὶ τῶν σωμάτων, ἐπέκεινα νοοῦμεν, εἰ καὶ τὸ σῶμα περιβέβληται.

Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.
Ῥωσθεῖσα καλλιπάρθενε, Σταυρῷ τῷ τοῦ Κυρίου σου, τυράννων ἔλυσας θράσος, ἀθλοῦσα Μάρτυς γενναίως, καὶ πρὸς Χριστοῦ ἀπείληφας, βραβεῖα νίκης πάνσοφε, Παρασκευὴ πανθαύμαστε, ὑπὲρ ἡμῶν δυσωποῦσα, τῶν σὲ τιμώντων ἐκ πόθου.
Ἕτερον. Ὅμοιον.
Ῥωσθεῖσα καλλιπάρθενε, Σταυρῷ τῷ τοῦ Κυρίου σου, τυράννων ἔλυσας θράσος, ἀθλοῦσα Μάρτυς γενναίως, καὶ πρὸς Χριστοῦ ἀπείληφας, βραβεῖα νίκης πάνσοφε, Παρασκευὴ πανθαύμαστε, ὑπὲρ ἡμῶν δυσωποῦσα, τῶν σὲ τιμώντων ἐκ πόθου.
Θεοτοκίον.
Μαρία καθαρώτατον, χρυσοῦν θυμιατήριον, τῆς ἀχωρήτου Τριάδος, δοχεῖον γεγενημένη, ἐν ᾧ Πατὴρ ηὐδόκησεν, ὁ δὲ Υἱὸς ἐσκήνωσε, καὶ Πνεῦμα τὸ πανάγιον, ἐπισκιάσαν σοι Κόρη, ἐνέδειξε Θεοτόκον.

Εἰς τοὺς Αἴνους, ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος α'. Τῶν οὐρανίων ταγμάτων.
Ἐν ταῖς αὐλαῖς τοῦ Κυρίου, χοροβατοῦσα σεμνή, ἅμα Παρθένοις Μάρτυς, ταῖς φρονίμοις ἐκείναις, ἐκεῖθεν ἐκομίσω χάριν σοφή, τοῦ ἰᾶσθαι νοσήματα, ἀποδιώκειν τε πνεύματα μυσαρά, ἐκ τῶν πίστει προσιόντων σοι.

Ῥήξασα κράτος τυράννων, ἀθεωτάτων σεμνή, καὶ πρὸς Θεὸν τὰς βάσεις, ἀναθεῖσα Παρθένε, οὐδόλως ἐπτοήθης, οὔτε κρουσμόν, μολυβδίνων σφυρῶν, οὔτε πῦρ, οὔτε ξεσμοὺς τῶν σαρκῶν σου, οὔτε βρασμόν, τῶν λεβήτων, οὔτε ξίφους σφαγήν.

Ἀσκήσει πρώην τὸ σῶμα, τήξασα ἔνδοξε, τὸ δεύτερον ἀθλήσει, στομωθεῖσα τὴν φρένα, τοῖς πᾶσιν ἀνεδείχθης, Μάρτυς Χριστοῦ, οὐρανοχάλκευτον φάσγανον, ὥσπερ χρυσὸς ἐν χωνείᾳ δοκιμασθέν, ταῖς αἰκίαις καλλιπάρθενε.

Τῆς εὐκλεοῦς Ἀθληφόρου Παρασκευῆς τῆς σεμνῆς, τὴν φωτοφόρον μνήμην, ἑορτάσωμεν πάντες, λαμπρῶς γὰρ δοξασθεῖσα παρὰ Χριστοῦ, ἀπαλλάττει ἑκάστοτε, ἐκ λογισμῶν ἀκαθάρτων καὶ πονηρῶν, τοὺς πιστῶς αὐτὴν γεραίροντας.

Δόξα. Ἦχος β'.
Ἐν πόλει τοῦ Θεοῦ ἡμῶν, ἐν ὄρει ἁγίῳ αὐτοῦ, ἐκεῖ κατεσκήνωσεν ἡ Ἁγία, τὴν λαμπάδα ἄσβεστον τηρήσασα. Ἀκούσωμεν τῆς παρθένου ἐγκώμιον· Ὦ Παρθενία, ναός Θεοῦ! ὦ Παρθενία, Μαρτύρων δόξαι ὦ Παρθενία, Ἀγγέλων συμμέτοχε.

Καὶ νῦν. Θεοτοκίον.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι, Μήτηρ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

ΕΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ
Τὰ Τυπικά. Εἰς τοὺς Μακαρισμούς, ἡ γ΄ ᾠδὴ ἐκ τοῦ α΄ Κανόνος  καὶ ἡ στ΄ ᾠδή, ἐκ τοῦ β΄ Κανόνος.

Ἀπόστολον (Γαλάτας, κεφ. γ΄23-29, δ΄ 1-15). Ζήτει τῇ Πέμπτῃ τῆς ΙΕ΄ ἑβδομάδος τῶν ἐπιστολῶν.

Εὐαγγέλιον (Μᾶρκον, κεφ. ε΄,24-34). Ζήτει τῇ Δευτέρᾳ τῆς ΙΕ΄ ἑβδομάδος.

Μεγαλυνάριον.
Χαίροις τῶν Ὁσίων ἡ καλλονή,Ἀθλοφόρων δόξα, καὶ παρθένων ἡ κορωνίς, χαίροις ἰαμάτων, ἡ πολυχεύμων κρήνη,Παρασκευὴ θεόφρον, νύμφη τοῦ Κτίστου σου.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου