Δευτέρα 15 Ιουνίου 2015

Νεομάρτυρος ΠΕΤΡΟΥ τοῦ Τραπεζουντίου



Ἀκολουθία Νεομάρτυρος ΠΕΤΡΟΥ τοῦ Τραπεζουντίου.
Ψαλλομένη τῇ 1η Αὐγούστου
Ποίημα Μανουήλ τοῦ Ῥήτορος


ΕΣΠΕΡΙΝΟΣ
Εἰς τὸ Κύριε ἐκέκραξα  ἱστῶμεν στίχους στ’ καί ψάλλομεν Στιχηρὰ προσόμοια τῆς Ὀκτωήχου γ΄ καὶ τοῦ Ἁγίου γ΄.
Ἦχος α΄. Πανεύφημοι Μάρτυρες
Τῷ θείῳ τοῦ Πνεύματος φωτί, Πέτρος ἐλαμπόμενος, τῇ πλάνῃ γόνυ οὐκ ἔκαμψεν, ἀλλ’ ἐθελόθυτον, θῦμα προσηνέχθη, Χριστῷ τῷ Θεῷ ἡμῶν, τῷ δι’ ἡμᾶς σταυρῷ ὁμιλήσαντι, ὦ καὶ πρεσβεύει νῦν, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν,τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.
Ταῖς θείαις ἀκτῖσι τοῦ σοφοῦ, Πέτρου πυρσευόμενος,τοῦ διδασκάλου τῆς κτίσεως, Ἀθλητὰ ἔνδοξε, Θεόν τε καὶ Κτίστην, τοῦ παντὸς ἐκήρυξας, Χριστὸν τὸν ἐκ Παρθένου ἐκλάμψαντα, Ὃν καθικέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.
Τὴν χάριν ἣν εἴληφας σοφέ, ἐκ θείου Βαπτίσματος, τηρήσας ὄντως ἀμόλυντον, κατηξιώθης νῦν, καὶ Μάρτυς γενέσθαι, Χριστοῦ ἀπαράγραπτος, τοῦ πάντων Λυτρωτοῦ καὶ Θεοῦ ἡμῶν, Ὃν καθικέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.
Ἡ λοιπὴ Ἀκολουθία τοῦ Ἑσπερινοῦ καὶ Ἀπόλυσις.

ΟΡΘΡΟΣ
Μετὰ τὴν συνήθη Στιχολογίαν, οἱ Κανόνες· τῆς Ὀκτωήχου καὶ τοῦ Ἁγίου ὁ παρών, οὗ ἡ ἀκροστιχίς: Πέτρον γεραίρω, τὸ κλέος τῶν Μαρτύρων. Μανουήλ.
ᾨδὴ α΄. Ἦχος β΄. Δεῦτε λαοί.
Παρεστηκώς, Χριστοῦ τῷ θρόνῳ πανόλβιε, ὡς Μάρτυς ἀπαράγραπτος, καὶ φωτιζόμενος ἀστραπαῖς ταῖς ἐκεῖθεν, λόγου φῶς μοι παράσχου, ὅπως ὑμνήσω σε.
Ἔχων τὸν νοῦν πρὸς τὴν ἐκεῖσε ἀντίδοσιν, τὴν θείαν τε καὶ ἄφθαρτον, οὐκ ἐδειλίασας, πῦρ τὸ ἔνυλον Μάρτυς, ἀλλὰ Χριστοῦ ἐγένου θῦμα εὐπρόσδεκτον.
Τυραννικῷ παρεστηκώς, στεῤῥῶς βήματι, Χριστὸν Θεόν,ἐκήρυττες, Κτίστην τοῦ σύμπαντος, καὶ τυράννων τὴν πλάνην, Πέτρε γενναιοφρόνως, ἐξεμυκτήρισας.
Θεοτοκίον.
Ῥῦσαι ἡμᾶς ἐκ τῶν παγίδων τοῦ ὄφεως Παρθένε, τοὺς ὑμνοῦντάς Σου, τὸν ἀνερμήνευτον Τόκον, δι’ οὗ τῆς πάλαι ἀδαμιαίς λύμης ἀπελυτρώθημεν.

ᾨδὴ γ΄. Τῆς πίστεως ἐν πέτρᾳ με.
Ὁλόφωτος ὥσπερ τις λαμπάς, προσήχθης Χριστῷ, τῇ ὑπὲρ πάντων ἐθελουσίως τιθέντι Μάρτυς Πέτρε, καὶ ἀνεβόας· οὐκ ἔστιν Ἅγιος ὡς ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστι δίκαιος, πλῆν Σοῦ Κύριε.
Νοός σου τὰς κινήσεις, εὐθείας ἔχων πρὸς μόνον τῶν ἁπάντων Θεόν, καὶ Κτίστην, Μαρτύρων τῆς χορείας κατηξιώθης Πέτρε, βοῶν Αὐτῷ· Σὺ εἶ ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστι δίκαιος, πλῆν Σοῦ Κύριε.
Γνώσεως θείας φῶς μοι παράσχου Μάρτυς τὸν ζόφον, τοῦ νοός μου ἀποδιῶκον, σεπταῖς σου μεσιτείαις, ταῖς πρὸς τὸν Κτίστην Θεὸν καὶ Κύριον, ὅπως γεραίρω σου, τὴν γενναίαν ἄθλησιν, Πέτρε ἔνδοξε.
Ἐν μέσῳ τοῦ σταδίου τῶν παρανόμων, ἐβόας Ἀθλοφόρε γενναιοφρόνως· οὐδὲν με τῆς ἀγάπης Χριστοῦ χωρίση, οὐ πῦρ οὐ μάστιγες, οὐκ ἄλλη βάσανος, ἀλλ’ ὑπὲρ Αὐτοῦ θανεῖν κατεπείγομαι.
Θεοτοκίον.
Ῥήτωρ ἐνθέων Κόρη, σφραγὶς ἐδείχθης, τὸ πλήρωμα γὰρ νόμου καὶ προηγόρων, Χριστὸν ἐκυοφόρησας, τὸν τὴν φύσιν ἀνακαινίσαντα τῆς ἀνθρωπότητος, διὸ κατὰ χρέος Σε μεγαλύνομεν.

Κάθισμα. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.
Ἡ σεπτή σου ἄθλησις, πιστῶν καρδίας, Πέτρε κατεφαίδρυνε, καὶ τῶν τυράννων τὴν ὀφρύν, τὴν ἐπηρμένην κατέβαλες, διὸ καὶ στέφος, θεόθεν ἀπείληφας.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ἐν τῇ σκέπῃ ἄχραντε, τῇ σῇ Παρθένε, προσφυγόντες ἅπαντες, δεόμεθά σου ἐκτενῶς, Μὴ διαλίπῃς πρεσβεύουσα, τῷ φιλανθρώπῳ σωθῆναι τοὺς δούλους σου.
Ἢ Σταυροθεοτοκίον.
Ἐν Σταυρῷ σε Δέσποτα, προσηλωμένον, ἡ ἀμνὰς καὶ Μήτηρ σου, κατανοοῦσα μητρικῶς, ὀδυρομένη ἐβόα σοι· Τέκνον, ὑμνῶ σου τὸ ἄφατον ἔλεος.

ᾨδὴ δ΄. Ἐλήλυθας.
Ἀπέλαβες τὸ βραβεῖον τῆς νίκης πανόλβιε, ἐκ τῆς παντουργοῦ χειρός, ὅτι τὸν δόλιον ἤσχυνας, καὶ Θεὸν ἐκήρυξας, τὸν ἐκ Παρθένου ἀφράστως ἀνατείλαντα.
Ἱκέτευε Ἀθλοφόρε, Χριστὸν ὦ παρίστασαι, σὺν ταῖς ἄνω Τάξεσιν, ὑπὲρ τῶν πίστει ὑμνούντων σου τὸ θεῖον μαρτύριον, ἐλευθερίας τυχεῖν τῶν συνεχόντων δεινῶν.
Ῥημάτων σου τὴν ἰσχὺν κατεπλάγησαν τύραννοι, ὅθεν καὶ τὰ βέλεμνα, τὰ τῶν ἐλέγχων μὴ φέροντες, πυρὶ κατεδίκασαν, ὅπερ σοι κλίμαξ πρὸς Κύριον ἐγένετο.
Θεοτοκίον.
Ὡς ῥόδον Σε ὁ Δεσπότης Χριστός, ἐξελέξατο, ἐν μέσῳ εὑράμενος τῶν ἀκανθῶν καὶ κατώκησεν, ἐν Σοὶ παναμώμητε, καὶ κόσμον ὅλον, ἐνθέως εὐωδίασεν.

ᾨδὴ ε΄. Ὁ τοῦ φωτὸς χορηγός.
Τὸν τοῦ νοός μου πυρσὸν σβεσθέντα Δέσποτα, δεινοῖς πάθεσιν, Σῷ οἰκτιρμῷ, λαμπρύνας πρὸς τρίβον ὁδήγησον ζωῆς, ἐκτός Σου γὰρ ἄλλον Θεόν, οὐκ ἐπίσταμαι.
Ὅλον σαὐτὸν νουνεχῶς, φέρων παμμάκαρ τῷ Χριστῷ δέδωκας, καὶ εὐθαρσῶς θυσίαν γενέσθαι προσέσπευσας Αὐτῶ, ἐκτός Σου κραυγάζω Θεόν, οὐκ ἐπίσταμαι.
Κάλλος καὶ ἄνθος σοφέ, τὸ τῆς νεότητος, οὐδὲν ἔκρινας, ὡς γὰρ σκιά, παράγει τὸ σχῆμα Πέτρε τὸ κοσμικόν, διὸ καὶ ἐγένου, Θεῷ ὁλοκάρπωμα.
Λοιμώδη νόσον δεινῶς ἐξαφανίζουσαν, πιστῶν σύλλογον,ταῖς σαῖς εὐχαῖς ἀνάστειλον Μάρτυς, ὅπως χρεωστικῶς τιμῶμεν τὴν θείαν καὶ πάντιμον μνήμην σου.
Θεοτοκίον.
Ἐλύθη τόκῳ τῷ Σῷ, κατάρα πάλαι τοῦ Ἀδὰμ Δέσποινα,καὶ χαρμονῆς ἐνθέου, τὰ πάντα πεπλήρωται, διὸ ὡς Θεοῦ Μητέρα, ἀεὶ μεγαλύνομεν.

ᾨδὴ στ΄. Ἐν ἀβύσσῳ.
Οἱ πιστοί, συνελθόντες ὑμνήσωμεν Πέτρον τὸν ἀοίδιμον, Κυρίου Μάρτυρα ὡς ἀληθείας κήρυκα, ὀλετῆρά τε πλάνης στεῤῥότατον.
Σωφροσύνης κοσμούμενος χάριτι, πίστεώς τε ζήλῳ φρονήσει νευρούμενος, τοῦ πολυμόρφου δράκοντος Πέτρε κάραν, τελείως συνέτριψας.
Τοῖς τυράννοις στεῤῥῶς ἀνθιστάμενος, ὑπὲρ τοῦ τὰ πάντα σοφῶς οὐσιώσαντος, Πέτρος ὁ θεῖος ἔλεγε· τὸ θανεῖν ἐμοὶ κέρδος πολύτιμον παράνομοι.
Ὡς θυμίαμα θεῖον τὸ σῶμά μου, νῦν ὁλοκαυτούμενον πρόσδεξαι Δέσποτα, ὑπὲρ τοῦ Σοῦ ὀνόματος, ἐν σταδίῳ ἑστὼς Πέτρος ἔλεγεν
Θεοτοκίον.
Νοερῶς Σε Προφῆται προήγγειλαν, πόκον ὄρος, στάμνον καὶ βάτον καὶ γέφυραν, τόμον καὶ θεῖαν κλίμακα, ἡμεῖς δὲ Θεοτόκον κηρύττομεν.

Συναξάριον
ΜΗΝ ΑΥΓΟΥΣΤΟΣ. Ἔχων ἡμέρας λα΄. Ἡ ἡμέρα ἔχει ὥρας ιγ΄ καὶ ἡ νῦξ ὥρας ια΄.
Τῇ Α΄ τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ἁγίου Νεομάρτυρος Πέτρου τοῦ Τραπεζούντιου.
Ταῖς αὐτοῦ ἁγίαις πρεσβείαις, Χριστέ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ΄. Ἀντίθεον πρόσταγμα.
Μαρτύρων τῇ χάριτι ἠγλαϊσμένος, Μαρτύρων στεῤῥότητα ἐνδέδειξαι πανόλβιε, διὸ καὶ στεφάνῳ σε Μαρτύρων δόξης Χριστός, ὁλοκαυτωθέντα δι’ Αὐτὸν ἔστεψε Πέτρε καὶ κατεκόσμησεν.
Ἀγγέλων τὰ τάγματα σὲ καθορῶντα ἐν νέῳ τῷ σώματι, ὑπεραγωνιζόμενον, σοφίας πανένδοξε τῆς ὑπερθέου στεῤῥῶς, δόξα ἐπεκρότουν τῷ Θεῷ τῷ πιστοὺς πάντας ἐπεῤῥωνύοντι.
Ῥεόντων τα μόνιμα σὺ ἀντηλλάξω, φθαρτῶν τε τὰ ἄφθαρτα Πέτρε τῇ καρτερίᾳ σου, ἠνοίγη γὰρ πύλη σοι τῶν οὐρανῶν, καὶ πηγῆ αὐτῇ τῇ τῶν ὄντως ἀγαθῶν τῶν αἰωνίων.
Τὴν κόνιν κατέχοντες τῶν σῶν λειψάνων, οἱ πρόσοικοι ἔνδοξε τῆς Τραπεζοῦντος σήμερον, φαιδρῶς ἐπαγάλλονται, καὶ δυσωποῦσι Χριστόν,λοίμης βροτοφθόρου αβλαβεῖς συντηρηθῆναι ταῖς ἱκεσίαις σου.
Θεοτοκίον.
Ὑμνοῦντες δοξάζομεν τὸν ἐκ Σοῦ Κόρη ἀῤῥήτως,ἐκλάμψαντα Χριστόν, τὸν μέγαν ἥλιον, Αὐτὸς γὰρ κατήλλαξεν ἡμας ἰδίῳ πατρί,αἵματι τῷ θείῳ ἑαυτοῦ πολεμωθέντος τοῖς παραπτώμασιν.

ᾨδὴ η΄. Τὸν ἐν καμίνῳ τοῦ πυρός.
Ἡ γῆ τῶν λειψάνων σου τῇ κόνει καθηγίασται, ὁ ἀὴρ δὲ τῇ θείᾳ μάκαρ ἀνόδῳ σου, αἱ δὲ τῶν Μαρτύρων χορεῖαι πανευκλεῶς σὲ προσυπαντῶντες, Κυρίῳ ἀνέμελπον ὕμνον Πέτρε ἐπινίκιον.
Θεοτοκίον.
Λαοῦ Σου τὴν κάκωσιν μὴ ὑπερίδης ἄχραντε, ἰδοὺ γάρ,ὁ τῆς λοίμης ἔφορος Ἄγγελος, τἐμνει ἀπηνῶς, ἡλικίαν πᾶσαν, διὸ ὡς Κυρία πάντων στῆσον τὴν ὁρμὴν αὐτοῦ, καὶ ἡ θραῦσις ἀποπαύσεται.

Ἐξαποστειλάριον. Ὁ οὐρανὸν τοῖς ἄστροις.
Τὸν ἐν Μάρτυσι θεῖον, Πέτρον συμφώνως οἱ πιστοί,ἀνευφημήσωμεν πάντες, ὡς τοῦ Κυρίου Ἀθλητήν, καθεῖλε γὰρ τὰς τοῦ πλάνου, σοφιστικὰς ἐπιπνοίας.
Θεοτοκίον.
Ὁ γλυκασμὸς τῶν Ἀγγέλων, τῶν θλιβομένων ἡ χαρά,Χριστιανῶν ἡ προστάτις, Παρθένε Μήτηρ Κυρίου, ἀντιλαβοῦ μου καὶ ῥῦσαι τῶν αἰωνίων βασάνων.

Ἡ λοιπὴ Ἀκολουθία τοῦ Ὄθρου καὶ Ἀπόλυσις.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου