Δευτέρα 15 Ιουνίου 2015

Ὁσίου ΣΑΒΒΑ τοῦ Σταυροβουνιώτου



Ἀκολουθία Ὁσίου ΣΑΒΒΑ τοῦ Σταυροβουνιώτου.
Ψαλλομένη τῇ 8η Μαρτίου
Φιλολογική ἐπιμέλεια: Πρεσβυτέρα Χαρούλα Τσουλιάη, Καθηγήτρια Φιλόλογος.
Μουσικολογική/Τυπικολογική ἐπιμέλεια: Ἰω. Ρούμελης, Μουσικοδιδάσκαλος.
Ποίημα Ἀντωνίου Μάρκου (2015)


ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ
Ἱστῶμεν στίχους δ’ καί ψάλλομεν τά ἑπόμενα Στιχηρά. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Τοῦ Παραδείσου τό ἄνθος τό εὐωδέστατον,* Χριστοῦ τὴν εὐωδίαν* ἀποπνέοντα ὅλως,* αἰνέσωμεν Σάββαν καὶ τῶν αὐτοῦ* θαυμασίων τρυφήσωμεν,* Εὐαγγελίου ὡς ἐργάτην καὶ τῆς κλεινῆς,* νήσου Κύπρου τό ὀσφράδιον.

Χαίροις θειότατε Πάτερ καί περιτίμητε,* τῆς Κύπρου θεῖον τέκνον* ὁ ἀναδειχθείς ἐν Κυρίῳ,* ἀνδρῶν τε καὶ παιδίων καὶ γυναικῶν* Πατήρ, ἀγάπης ὁ ἔμπλεος·* ὁ μοναχῶν καί μιγάδων ὁδηγητής* πρός τήν μάνδραν τήν οὐράνιον.

ν ταῖς αὐλαῖς τοῦ Κυρίου* νῦν ἠξιώθης οἰκεῖν* καὶ σὺν Ἀγγέλοις μέλπειν,* τὸν Τρισάγιον ὕμνον,* Σάββα μακάριε, ὅθεν ὑπὲρ ἡμῶν,* τῶν σῶν δούλων δεήθητι* ἐλεηθῆναι, ῥυσθῆναι τέ συμπαθῶν* τῆς παρούσης περιστάσεως.

Τοῖς Ἀσωμάτοις συνήφθης* ἐπὶ τῆς γῆς κατοικῶν* καὶ σὺν αὐτοῖς ἀπαύστως,* νῦν ὑμνεῖς τήν Τριάδα,* Σάββα θεομάκαρ· ὅθεν ἀεί,* ὡς οὐράνιος ἄνθρωπος,* περιπολεύων τὰ ἄνω ἀντιλαβοῦ* τῶν ἐν γῇ μνήμην τιμώντων σου.

Δόξα. Ἦχος β΄.
Εὐφραίνεται ἐπί σοί, Πάτερ,* ἡ Ἐκκλησία τοῦ Χριστοῦ* μετ’ εὐφροσύνης κράζουσα·* χαῖρε φωστήρ αὐγάζων τήν Κύπριδα γῆν,* ὁ ταύτην οὐρανώσας·* χαῖρε Σταυροβουνίου τό εὔοσμον ἴον*, ὁ τόν Σταυρόν τοῦ Κυρίου ἀράμενος* καί σταυρικῷ τῷ τρόπῳ,* Σταυροῦ τῷ ἰστίῳ,* πρός τήν μένουσαν διαπορθμευθείς εὔκλειαν·* χαῖρε ὁ ὁδηγός,* ὁ οὐρανίᾳ ὁδηγίᾳ πιστούς ὁδηγήσας* πρός τήν πόλιν τήν μέλλουσαν.* Ὡς ἔχων παῤῥησίαν,* ὑπὲρ ἡμῶν Χριστῷ τῷ Κυρίῳ πρέσβευε.

Καί νῦν. Θεοτοκίον.
Τὴν πᾶσαν ἐλπίδα μου* εἰς Σὲ ἀνατίθημι,* Μῆτερ τοῦ Θεοῦ,* φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Πρέσβευε ἐκτενῶς* ὑπὲρ τῶν μοναζόντων,* Σάββα Πάτερ τρισμάκαρ,* ῥυσθῆναι τῶν παγίδων* ἐχθροῦ τοῦ πολεμήτορος.

Στ. Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
νθος Χριστοῦ τερπνόν,* Ἱερωσύνης κλέος,* τῇ σῇ εὐωδέστατῃ* καὶ μυριπνόῳ δόξῃ,* πάντας ἡμᾶς κατηύφρανας.

Στ. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
 Λύτρωσαι τῶν δεινῶν* κινδύνων ἡμᾶς πάντας,* ὦ Σάββα, δυσωποῦμεν,* ὡς ἄριστος προστάτης,* ἡμῶν καὶ φύλαξ ἄγρυπνος.

Δόξα. Τριαδικόν.
Τριάδι τῇ σεπτῇ,* παρ’ Ἧς ἡ σωτηρία,* ὑπὲρ ἡμῶν ἀπαύστως,* μὴ παύσῃ τοῦ πρεσβεύειν,* Σάββα, πατρώων πρόμαχε.

Καὶ νῦν. Θεοτοκίον.
νασσα τοῦ παντός* καί Μήτηρ τοῦ Ὑψίστου* ὑπάρχουσα, Παρθένε,* μετά Σοῦ δούλου Σάββα,* Κυρίῳ ἱκετεύσατε.

Τρισάγιον καί τό Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Τὴν τοῦ κόσμου ἡδύτητα ἀρνησάμενος,* εἰς ὁδὸν σωτηρίας πόθῳ προσέδραμες,* βίον ἰσάγγελον βιώσας ἄριστα·* ὅθεν ἀλείπτης μοναστῶν* καὶ κυβερνήτης τῶν ψυχῶν* πανάριστος ἀνεδείχθης·* Σάββα ἀοίδιμε Πάτερ,* ἡμᾶς λιταῖς σου καὶ νῦν περίσωζε.

Δόξα. Ἕτερον. Ἦχος πλ. α’. Τον Συνάναρχον Λόγον. Ποίημα Δρ. Χαραλάμπους Μπούσια.
ραδίππου σεμνύνεται τοῖς σπαργάνοις σου* καί Σταυροβούνιον χαίρει σῇ μετανοίᾳ, σεπτέ,* μονοτρόπων, μάκαρ Σάββα, ἐγκαλλώπισμα,* σκεῦος ἀόκνου προσευχῆς,* ψυχοτρόφου ἀρετῆς  καί νήψεως, ὁ θεόθεν* λαβών τήν χάρην πρεσβεύειν* Χριστῷ ὑπέρ τῶν ἐφημούντων σε.

Καὶ νῦν. Θεοτοκίον.
Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος·* χαῖρε τεῖχος και σκέπη τῶν προστρεχόντων εἰς Σέ·* χαῖρε ἀχείμαστε λιμήν  καί Ἀπειρόγαμε·* ἡ τεκοῦσα ἐν σαρκί* τόν Ποιητήν Σου καί Θεόν,* πρεσβεύουσα μή ἐλλείπῃς,* ὑπέρ τῶν ἀνυμνούντων*  καί προσκυνούντων τόν Τόκον Σου.

Ἀπόλυσις.

ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ
Μετὰ τὸν Προοιμιακὸν τὸ Μακάριος ἀνήρ· εἰς δέ τὸ Κύριε ἐκέκραξα ἱστῶμεν στίχους στ΄ καὶ ψάλλομεν τὰ Στιχηρὰ Προσόμοια. Ἦχος α’. Πανεύφημοι Μάρτυρες.
ξέλαμψας ὄντως ἐν τοῖς νῦν* χρόνοις, Σάββα πάντιμε,* ἀσκητικοῖς ὡραΐσμασιν* ἀγλαϊζόμενος·* τῷ γὰρ θείῳ σθένει* σαφῶς δυναμούμενος* τὸ θράσος τῶν δαιμόνων οὐκ ἔπτηξας,* ἀλλά κατέβαλες* τῇ δυνάμει τοῦ Παντάνακτος,* τήν μανίαν* τούτων τήν πανώλεθρον.

Σὸν σῶμα τὸ γήϊνον πυρί* τό τῆς ἀσκήσεως δέδωκας* ἐθελουσίως, Πανεύφημε,* ὅθεν ἐτέφρωσας* καὶ ἀσθενεστάτην* παντελῶς ἀπέδειξας* τοῦ πλάνου καὶ δολίου τὴν δύναμιν·* διὸ ἱκέτευε,* δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν* τήν εἰρήνην καὶ τὸ μέγα ἔλεος.

φάνης, ὦ Σάββα, ἐν καιροῖς* ἐσχάτοις τοῦ Παντάνακτος,* δι’ ἀρετῆς καταγώγιον* τερπνόν τοῦ Πνεύματος,* ὅθεν τῷ χαρίσματι* τῆς Ἱερωσύνης ἠγλάϊσαι,* τήν περικαλῆ δέ ταύτης ἐπέχρωσας* στολήν ἐκχύσεσι* τῶν δακρύων,* δι’ὧν σαὐτόν ἐκάθηρας.   

Ἕτερα. Ἦχος ὁ αὐτός. Τῶν οὐρανίων ταγμάτων.
Τῶν Ὀρθοδόξων οἱ δῆμοι,* Ὁσίων τάγματα,* εἰς ἓν συναθροισθέντες,* εὐφημήσωμεν πόθῳ,* θείοις ἐγκωμίοις τὸν ἱερόν* Σάββαν, τῆς Κύπρου τό βλάστημα,* Σταυροβουνίου τόν ὅσιον μοναχόν,* πρέσβυν κόσμου δέ τόν ἔνθερμον.

ν προσευχῇ ἀεννάῳ* ὅλον ἐπτέρωσας,* τὸ νοερόν σου, Πάτερ,* φρόνημα δέ τῆς σαρκός σου,* ἐμάρανας νηστείᾳ διηνεκεῖ,* τῇ ἀγάπῃ δὲ ἔσβεσας,* τὸ θυμικὸν· διὸ οἶκος τοῦ Παντουργοῦ* ἀνεδείχθης θείου Πνεύματος.

Δεῦτε προσπτύξασθε πάντες* οἱ νόσους ἔχοντες,* τὴν σεβασμίαν θήκην* τῶν τοῦ Σάββα λειψάνων,* βρύει γὰρ ἰάσεις παντοδαπάς,* τοῖς ἐν αὐτῇ γόνυ κλίνουσι* καὶ τὰ τοῦ σώματος πάθη καὶ τῆς ψυχῆς* θεραπεύει θείᾳ χάριτι.

Δόξα. Ἦχος πλ. δ´.
Τῶν πρό σοῦ Ὁσίων* τὸ σταθηρὸν φρόνημα ἀναλαβών* καὶ τοῖς τοῦ Πνεύματος ὅπλοις* σεαυτὸν περιφραξάμενος,* ἐν τῷ σταδίῳ τοῦ κόσμου ἀγωνιζόμενος,* οὐκ ἐπτοήθης* τὰς ἀπειλουμένας σοὶ προσβολάς τοῦ ἀλάστορος,* ἀλλὰ παῤῥησίᾳ Χριστοῦ ὡμολόγεις τήν δύναμιν·* διὸ τοῦ μακαρίου τέλους τυχών,* σὺν αὐτοῖς αἰωνίως ἀγάλλη,* Σάββα πατήρ ἡμῶν ἀξιάγαστε.  

Καὶ νῦν. Θεοτοκίον. Ἦχος ὁ αὐτός (ἐκ τῆς Ὀκτωήχου). 
Βασιλεὺς τῶν Οὐρανῶν* διὰ φιλανθρωπίαν,* ἐπὶ τῆς γῆς ὤφθη* καὶ τοῖς ἀνθρώποις συνανεστράφη·* ἐκ Παρθένου γὰρ ἁγνῆς* σάρκα προσλαβόμενος* καὶ ἐκ Ταύτης προελθών* μετὰ τῆς προσλήψεως,*  Ἧς ἐστιν Υἱός,*  διπλοῦς τὴν φύσιν,*  ἀλλ’ οὐ τὴν ὑπόστασιν·* διὸ τέλειον Αὐτὸν Θεόν* καὶ τέλειον ἄνθρωπον* ἀληθῶς κηρύττοντες,*  ὁμολογοῦ-μεν Χριστὸν τὸν Θεὸν ἡμῶν·* Ὅν ἱκέτευε,* Μῆτερ ἀνύμφευτε,*  ἐλεη- θῆναι τὰς ψυχὰς ἡμῶν.

Εἴσοδος, Φῶς ἱλαρόν, τὸ Προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα.
Παροιμιῶν τὸ Ἀνάγνωσμα (ι´ 7, γ´ 13-16, ἐκλογή).
Μνήμη δικαίου μετ᾿ ἐγκωμίων καὶ εὐλογία Κυρίου ἐπὶ κεφαλὴν αὐτοῦ. Μακάριος ἄνθρωπος, ὃς εὗρε σοφίαν καὶ θνητός, ὃς εἶδε φρόνησιν. Κρεῖσσον γὰρ αὐτὴν ἐμπορεύεσθαι ἢ χρυσίου καὶ ἀργυρίου θησαυρούς. Τιμιωτέρα δέ ἐστι λίθων πολυτελῶν· πᾶν δὲ τίμιον, οὐκ ἄξιον αὐτῆς ἐστιν. Ἐκ γὰρ τοῦ στόματος αὐτῆς ἐκπορεύεται δικαιοσύνη, νόμον δὲ καὶ ἔλεον ἐπὶ γλώσσης φορεῖ. Τοιγαροῦν ἀκούσατέ μου, ὦ τέκνα, σεμνὰ γὰρ ἐρῶ· καὶ μακάριος ἄνθρωπος, ὃς τὰς ἐμὰς ὁδοὺς φυλάξει. Αἱ γὰρ ἔξοδοί μου, ἔξοδοι ζωῆς, καὶ ἑτοιμάζεται θέλησις παρὰ Κυρίου. Διὰ τοῦτο παρακαλῶ ὑμᾶς, καὶ προΐεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων. Ὅτι ἐγὼ ἡ Σοφία κατεσκεύασα βουλὴν καὶ γνῶσιν καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην. Ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ δὲ ἰσχύς. Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ ζητοῦντες, εὑρήσουσι χάριν. Νοήσατε τοίνυν ἄκακοι πανουργίαν, οἱ δὲ ἀπαίδευτοι ἔνθεσθε καρδίαν. Εἰσακούσατέ μου καὶ πάλιν, σεμνὰ γὰρ ἐρῶ, καὶ ἀνοίγω ἀπὸ χειλέων ὀρθά. Ὅτι ἀλήθειαν μελετήσει ὁ λάρυγξ μου, ἐβδελυγμένα δὲ ἐναντίον ἐμοῦ χείλη ψευδῆ. Μετὰ δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στόματός μου· οὐδὲν ἐν αὐτοῖς σκολιόν, οὐδὲ στραγγαλιῶδες. Πάντα εὐθέα ἐστὶ τοῖς νοοῦσι, καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν. Διδάσκω γὰρ ὑμῖν ἀληθῆ, ἵνα γένηται ἐν Κυρίῳ ἡ ἐλπὶς ὑμῶν, καὶ πλησθήσεσθε Πνεύματος.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (δ´ 14, Παροιμ. ι´ 31).
Στόμα δικαίου ἀποστάζει σοφίαν, χείλη δὲ ἀνδρῶν ἐπίστανται χάριτας. Στόμα σοφῶν μελετᾷ σοφίαν· δικαιοσύνη δὲ ῥύεται αὐτοὺς ἐκ θανάτου. Τελευτήσαντος ἀνδρὸς δικαίου, οὐκ ὄλλυται ἐλπίς· υἱὸς γὰρ δίκαιος γεννᾶται εἰς ζωήν· καὶ ἐν ἀγαθοῖς αὐτοῦ καρπὸν δικαιοσύνης τρυγήσει. Φῶς δικαίοις διαπαντός, καὶ παρὰ Κυρίου εὑρήσουσι χάριν καὶ δόξαν. Γλῶσσα σοφῶν καλὰ ἐπίσταται, καὶ ἐν καρδίᾳ αὐτῶν ἀναπαύσεται σοφία. Ἀγαπᾷ Κύριος ὁσίας καρδίας· δεκτοὶ δὲ αὐτῷ πάντες ἄμωμοι ἐν ὁδῷ· Σοφία Κυρίου φωτιεῖ πρόσωπον συνετοῦ· φθάνει γὰρ τοὺς ἐπιθυμοῦντας αὐτήν, πρὸ τοῦ γνωσθῆναι, καὶ εὐχερῶς θεωρεῖται ὑπὸ τῶν ἀγαπώντων αὐτήν. Ὁ ὀρθρίσας πρὸς αὐτὴν οὐ κοπιάσει· καὶ ὁ ἀγρυπνήσας δι᾿ αὐτήν, ταχέως ἀμέριμνος ἔσται. Ὅτι τοὺς ἀξίους αὐτῆς αὐτὴ περιέρχεται ζητοῦσα, καὶ ἐν ταῖς τρίβοις φαντάζεται αὐτοῖς εὐμενῶς. Σοφίας οὐ κατισχύσει ποτὲ κακία. Διὰ ταῦτα καὶ ἐραστὴς ἐγενόμην τοῦ κάλλους αὐτῆς, καὶ ἐφίλησα ταύτην, καὶ ἐξεζήτησα ἐκ νεότητός μου, καὶ ἐζήτησα νύμφην ἀγαγέσθαι ἐμαυτῷ. Ὅτι ὁ πάντων Δεσπότης ἠγάπησεν αὐτήν. Μύστις γάρ ἐστι τῆς τοῦ Θεοῦ ἐπιστήμης, καὶ αἱρέτις τῶν ἔργων αὐτοῦ. Οἱ πόνοι αὐτῆς εἰσιν ἀρεταί· σωφροσύνην δὲ καὶ φρόνησιν αὕτη διδάσκει· δικαιοσύνην καὶ ἀνδρείαν, ὧν χρησιμώτερον οὐδέν ἐστιν ἐν βίῳ ἀνθρώποις· Εἰ δὲ καὶ πολυπειρίαν ποθεῖ τις, οἶδε τὰ ἀρχαῖα καὶ τὰ μέλλοντα εἰκάζειν· ἐπίσταται στροφὰς λόγων, καὶ λύσεις αἰνιγμάτων· σημεῖα καὶ τέρατα προγινώσκει, καὶ ἐκβάσεις καιρῶν καὶ χρόνων· καὶ πᾶσι σύμβουλός ἐστιν ἀγαθή. Ὅτι ἀθανασία ἐστὶν ἐν αὐτῇ, καὶ εὔκλεια ἐν κοινωνίᾳ λόγων αὐτῆς. Διὰ τοῦτο ἐνέτυχον τῷ Κυρίῳ, καὶ ἐδεήθην αὐτοῦ, καὶ εἶπον ἐξ ὅλης μου τῆς καρδίας· Θεὲ Πατέρων, καὶ Κύριε τοῦ ἐλέους, ὁ ποιήσας τὰ πάντα ἐν λόγῳ σου, καὶ τῇ σοφίᾳ σου κατασκευάσας τὸν ἄνθρωπον, ἵνα δεσπόζῃ τῶν ὑπὸ σοῦ γενομένων κτισμάτων, καὶ διέπῃ τὸν κόσμον ἐν ὁσιότητι καὶ δικαιοσύνῃ· δός μοι τὴν τῶν σῶν θρόνων πάρεδρον σοφίαν, καὶ μή με ἀποδοκιμάσῃς ἐκ παίδων σου· ὅτι ἐγὼ δοῦλος σός, καὶ υἱὸς τῆς παιδίσκης σου. Ἐξαπόστειλον αὐτὴν ἐξ ἁγίου κατοικητηρίου σου, καὶ ἀπὸ θρόνου δόξης σου, ἵνα συμπαροῦσά μοι διδάξῃ με, τί εὐάρεστόν ἐστιν παρὰ σοί. Καὶ ὁδηγήσῃ με ἐν γνώσει, καὶ φυλάξῃ με ἐν τῇ δόξῃ αὐτῆς. Λογισμοὶ γὰρ θνητῶν πάντες δειλοί, καὶ ἐπισφαλεῖς αἱ ἐπίνοιαι αὐτῶν.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (δ´ 7-15).
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι, φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως, βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ. Βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς Ὁσίοις Αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς Αὐτοῦ.

Ἐν δὲ τῇ Μεγ. Τεσσαρακοστῇ, τελουμένης Προηγιασμένης, τὰ Ἀναγνώσματα τοῦ Τριῳδίου.

Εἰς τήν Λιτήν, Ἰδιόμελα. Ἦχος α΄.
ράμενος τὸν σταυρὸν ἐπὶ τῶν ὤμων,* Σάββα πανυπέρτιμε,* προθύμως τῷ καλοῦντι Χριστῷ ἠκολούθησας,* καὶ διὰ βίου,* πόνοις τῆς ἀσκήσεως συσταυρωθείς Αὐτῷ,* ἐν τῷ φωτί τῆς Ἀναστάσεως συνδοξάζῃ τά νῦν, Ὅσιε·* καὶ τῶν ἀπ᾿ αἰῶνος Ἁγίων,* τοῖς τιμίοις συνηδό-μενος πνεύμασιν,* ἱκέτευε σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Ἦχος β´.
Δεῦτε συμφώνως οἱ πιστοί,* τὸν τοῦ Χριστοῦ ἄρνα* καί τοῦ ποιμνίου Αὐτοῦ* τόν ποιμένα τόν γλυκύν,* Σάββαν τόν τοῦ  Σταυροῦ ἐραστήν* καί  τῆς μονῆς Αὐτοῦ τῆς ἐν Κύπρῳ* τό εὐκλεές ἀπάνθισμα,* ᾄσμασιν ἐγκωμίων καταστέψωμεν,* ὡς ἀγωνισάμενον ὑπὲρ τῆς τοῦ Χριστοῦ Ἐκκλησίας* καὶ τῶν ὀρθῶν δογμάτων Αὐτῆς·* τὴν πίστιν τε τηρήσαντα* καὶ τὸν δρόμον τῆς ἀσκήσεως τελέσαντα* καὶ ἑαυτὸν ἀναλώσαντα* τῷ τῆς μετανοίας Μυστηρίῳ διακονῶν.* Αὐτῷ οὖν βοήσωμεν,* πρέσβευε, Πάτερ, ἀπαύστως,* σὺν Ἱεράρχαις καὶ Μάρτυσι,* λυτρωθῆναι ἐκ κινδύνων καὶ παθῶν,* αἱρέσεων καὶ πάσης πλάνης,* τοὺς ἐν πίστει τιμῶντας,* τὴν θείαν μνήμην σου.

Ἦχος γ´.
Νέος μὲν τῇ  ἡλικίᾳ ὑπάρχων,* γηραιός δὲ τῷ φρονήματι,* Ὅσιε Σάββα πατήρ ἡμῶν,* ἀνδρείως ηὐτομόλησας πρὸς τὸ τοῦ κόσμου στάδιον,* περιφραξάμενος ἑαυτόν* τῷ θώρακι τῆς πίστεως* καὶ τῇ τῆς χάριτος ἀσπίδι* καὶ τῷ δόρατι τοῦ Σταυροῦ,* ἅτινα εἰσὶν ὅπλα ἀκαταμάχητα,* δι’ ὧν τῶν πονηρῶν δαιμόνων τὸ θράσος κατέβαλες·* ὅθεν, τῷ θρόνῳ νῦν τῷ Δεσποτικῷ παριστάμενος,* πλουσίαν τὴν ἀκένωτον χάριν* πᾶσιν ἡμῖν χορηγεῖς,* τοῖς ἑορτάζουσιν τὴν χαρμόσυνον* καὶ σεβάσμιόν σου πανήγυριν.

Ἦχος δ΄.
ν τῇ πέτρᾳ τῇ στεῤῥᾷ* τῆς εἰς Χριστὸν πίστεως,* τὸν τῆς ἀσκήσεως πηξάμενος οἶκον,* προσβολαῖς οὐ σεσάλευσαι τῶν ἐναντίων* καὶ προσρήξεσιν,* ἀλλ’ ἀκράδαντος ἔμεινας,* ἐν ὅλῳ τῷ βίῳ καὶ ἀτίνακτος·* διό ᾔσχυνας* τῇ τοῦ Σταυροῦ δυνάμει τὸν ἀόρατον ὄφιν,* ταῖς αὐτοῦ ἀνάλωτος ἐνέδραις ὀφθείς καὶ ἐπιβουλαῖς·* καθ’ οὗ ταῖς σαῖς πρεσβείαις,* τοὺς εὐφημοῦντάς σε ἐνίσχυσον.

Δόξα. Ἦχος πλ. α´.
Δεῦτε ἀγαλλιασώμεθα τῷ Κυρίῳ,* τῷ ἐγείραντι ἐν τοῖς ἐσχάτοις καιροῖς,* τόν ὅσιον καί θεοφόρον ἡμῶν Πατέρα Σάββαν τόν Κύπριον. Δεῦτε εὐφρανθῶμεν ἐπί τῇ αὐτοῦ πανηγύρει,* εὐσεβῶς αὐτῷ μελωδοῦντες.* Χαῖρε, ὁ τῆς πίστεως πρόμαχος* καὶ γενναῖος ἀθλητής τῆς ἐν Χριστῷ ἀσκήσεως·* χαῖρε, Κύπρου καί Ἑλλάδος καί τῆς οἰκουμένης ἁπάσης* ὁ φρουρός τε καί φύλαξ·* χαῖρε, τῶν χειμαζομένων ὁ ἀντιλήπτωρ* καί ἡμῶν τῶν γεραιρόντων τήν σήν σεβάσμιον μνήμην,* ἔνθερμος πρός Θεόν πρεσβευτής,* ὁ ἀπαύστως πρεσβεύων ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καί νῦν. Θεοτοκίον.
Μακαρίζομέν Σε, Θεοτόκε Παρθένε,* καί δοξάζομέν Σε* οἱ πιστοί κατά χρέος,* τήν πόλιν τήν ἄσειστον,* τό τεῖχος τό ἄρρηκτον,* τήν ἀρραγῆ προστασίαν*  καί καταφυγήν τῶν ψυχῶν ἡμῶν.

Εἰς τόν Στίχον. Ἦχος πλ. α’. Χαῖροις ἀσκητικῶν.
Χαίροις τῆς Ἀραδίππου ἡ γῆ* καί τοῦ Κιτίου ἡ καλλίστη Μητρόπολις* καί Κύπρου ἡ Ἐκκλησία,* ἐπί τῷ τέκνῳ ὑμῶν,* τῷ πατρί ἡμῶν Σάββα, τῷ θεόφρονι·* αὐτός ἐν ἀγῶσι* ἀσκητικοῖς βίον ἤνυσε,* τῶν πρό ἐκείνου μονοτρόπων μιμούμενος* βίον ἔνθεον* καί βιοτήν τήν οὐράνιον·* πάντες οὖν ἐκβοήσωμεν* αὐτῷ μετά πίστεως,* χεῖρας κροτοῦντες αἰνέσει,* χαῖρε Πατήρ ἡμῶν ἣδιστε,* Χριστοῦ Ἐκκλησίας* πανευφρόσυνον κλέος  καί ἐνδιαίτημα.

Στίχ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Χαίροις Σταυροβουνίου Μονή*  καί τῶν  ἐν  Ἄθῳ ἀσκουμένων τό σύστημα* καί Κύπρου ἡ Ἐκκλησία,* ὁμοῦ Ἑλλάδος, ἐπί* μνήμῃ τῇ πανσέπτῳ τοῦ θεόφρονος* Σάββα, ὅς εἶδεν* ἐν Κύπρῳ φῶς τό ἐπίγειον,* ἐξ Ἀραδίππου τῆς κλεινῆς καταγόμενος,* ἐν τῷ σεμνείῳ δέ* τοῦ Σταυροῦ ἠγωνίσατο·* χαίροντες οὖν προσείπωμεν* αὐτῷ μετ’αἰνέσεως,* χαίροις Κυπρίων ἡ δόξα* καί Ὀρθοδόξων τό σέμνωμα·* Χριστοῦ Ἐκκλησίας* παναρμόνιος κινύρα,* εὔηχον ὄργανον.

Στίχ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαμαύστωσεν ὁ Κύριος.
Χαίροις, τῆς Ἐκκλησίας φωστήρ,* Σταυροβουνίου* τέκνον καί θρέμμα πανάξιον,* ὁ κόσμος Ὀρθοδοξίας,* ὁ φῶς προχέων ἡμῖν* τῷ τοῦ Παρακλήτου, Πανσεβάσμιε·* μή  ἐπιλάθου δεόμεθα* τῆς σῆς πατρίδος, πλήν πρέσβευε,* Χριστῷ Κυρίῳ* ὑπέρ αὐτῆς, ἵνα ῥύεται* ἐκ κινδύνου καί δεινῆς περιστάσεως.* Πρόφθασον ταῖς πρεσβείαις Σου,* Σάββα, θερμαῖς πρός Φιλάνθρωπον,* φώτισον, Πάτερ, τούς σκότει* παθῶν δεινῶν περιπίπτοντας·* καί δώρησαι πᾶσι* φωτισμόν Πνεύματος θείου, Ὅ σύ  ἐλειτούργησας.

Δόξα. Ἦχος δ’. 
Δεῦτε πιστοί,* τόν τῆς Σιών  καί τοῦ Τάφου* τοῦ Παναγίου ἐραστήν τόν ἔνθερμον,* τόν ἐν τῇ ἐρήμῳ Χοζεβᾶ ἀσκηθέντα* καί Ἰωάννῃ τῷ Μολδαβῷ ἀγάπῃ συνδεθέντα,* Σάββαν τόν μακάριον,* ὕμνοις ἐγκωμίων καταστέψωμεν,* αὐτῷ βοῶντες.* Χαῖρε, τό τῆς Κύπρου ἄνθος τό εὔοσμον,* τό μυρίζον ὀσμαῖς ἁγιότητος* τόν κόσμον ἅπαντα·* χαῖρε, ὁ πατήρ ὁ γλυκύς,* ὁ τῶν ψυχῶν ὁδηγός καί ποδηγέτης* πρός μονάς οὐρανίους·* χαῖρε, ὁ παραμυθήσας παραμυθίᾳ οὐρανίῳ,* τάς ψυχάς τῶν πρός σέ προσελθόντων.* Μή διαλείπῃς, Πάτερ, πρεσβεύων* ὑπέρ τῶν τιμώντων τήν μακαρίαν μνήμην σου.

Καί νῦν. Θεοτοκίον.
κ παντοίων κινδύνων* τούς δούλους Σου φύλαττε,* εὐλογημένη Θεοτόκε,* ἵνα Σέ δοξάζομεν* τήν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.

Τρισάγιον καί τό Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Τὴν τοῦ κόσμου ἡδύτητα ἀρνησάμενος,* εἰς ὁδὸν σωτηρίας πόθῳ προσέδραμες,* βίον ἰσάγγελον βιώσας ἄριστα·* ὅθεν ἀλείπτης μοναστῶν* καὶ κυβερνήτης τῶν ψυχῶν* πανάριστος ἀνεδείχθης·* Σάββα ἀοίδιμε Πάτερ,* ἡμᾶς λιταῖς σου καὶ νῦν περίσωζε.

Δόξα. Ἕτερον. Ὅμοιον. Ποίημα Δρ. Χαραλάμπους Μπούσια.
ραδίππου σεμνύνεται τοῖς σπαργάνοις σου* καί Σταυροβούνιον χαίρει σῇ μετανοίᾳ, σεπτέ,* μονοτρόπων, μάκαρ Σάββα, ἐγκαλλώπισμα,* σκεῦος ἀόκνου προσευχῆς,* ψυχοτρόφου ἀρετῆς  καί νήψεως, ὁ θεόθεν* λαβών τήν χάρην πρεσβεύειν* Χριστῷ ὑπέρ τῶν ἐφημούντων σε.

Καὶ νῦν. Θεοτοκίον. Ὅμοιον.
Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος·* χαῖρε τεῖχος και σκέπη τῶν προστρεχόντων εἰς Σέ·* χαῖρε ἀχείμαστε λιμήν  καί Ἀπειρόγαμε·* ἡ τεκοῦσα ἐν σαρκί* τόν Ποιητήν Σου καί Θεόν,* πρεσβεύουσα μή ἐλλείπῃς,* ὑπέρ τῶν ἀνυμνούντων*  καί προσκυνούντων τόν Τόκον Σου.

Ἀπόλυσις.

ΕΝ Τῼ ΟΡΘΡῼ

Μετὰ τὴν α΄ Στιχολογίαν, Καθίσματα. Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.
νεδείχθης ἀληθῶς,* τῆς Ἐκκλησίας καλλονή,* τῶν μοναστῶν ὑπογραμμός,* παραμυθίας ἡ πηγή* Ὀρθοδοξίας σέμνωμα, πάτερ Σάββα·* ὅθεν πατρικῶς* πάντας ἠγάπησας,* γνώσει ἀληθεῖ καὶ λόγῳ κρείττονι,* καθοδηγήσας, Ὅσιε, καὶ εὐσεβείας,* τούτους πρός πόλιν τήν μένουσαν·* διό δυσώπει* πᾶσι δοθῆναι* πταισμάτων, Πάτερ, τήν συγχώρησιν.
Δόξα. Ὅμοιον.
Σταυροβουνίου τῆς Μονῆς* ἴον ἐδείχθης εὐκλεές,* τὴν νηστείαν ἐνδυθεὶς* ὡς πανοπλίαν ἰσχυράν,* δι’ ἧς δαιμόνων κατέβαλες, Σάββα, στίφη·* ὅθεν πνευματικός* Πατήρ ἐφάνης τοῖς πιστοῖς,* φέρων  φωτισμόν* τοῦ Παρακλήτου σῇ ψυχῇ* καί μεταγγίζων τοῦτον τοῖς προσιοῦσι·* τῶν Ὀρθοδόξων* χαῖρε ἡ δόξα,* ὁμοῦ δέ κλέος, πανυπέρτιμε.
Καί νῦν. Θεοτοκίον. Ἰδιόμελον.
Κατεπλάγη Ἰωσήφ,* τό ὑπέρ φύσιν θεωρῶν* καί  ἐλάμβανεν εἰς νοῦν* τόν ἐπί πόκον ὑετόν,* ἐν τῇ ἀσπόρῳ συλλήψει Σου, Θεοτόκε,* βάτον ἐν πυρί ἀκατάφλεκτον,* ῥάβδον Ἀαρών τήν βλαστήσασαν·*  καί μαρτυρῶν ὁ Μνήστωρ Σου καί φύλαξ* τοῖς Ἱερεῦσιν ἐκραύγαζε·* παρθένος τίκτει* καί μετά τόκον,* πάλιν μένει παρθένος.

Μετά τήν β’ Στιχολογίαν, Καθίσματα. Ἦχος  δ΄. Ταχὺ προκατάλαβε.
  μνήμη σου, Ὅσιε, ἐπισυνάγει ἡμᾶς,* τοὺς θείους ἀγῶνάς σου ὑμνολογογῆσαι πιστῶς* διό ἱκετεύομεν,* πρέσβευε τῷ Κυρίῳ,* ἵνα πάντες ῥυσθῶμεν* πάσης τοῦ ἀλλοτρίου* ἐπιροίας καί βλάβης,* τυχεῖν δέ τῆς οὐρανίου μακαριότητος.
Δόξα. Ὅμοιον.
πῆλθες, μακάριε, πλῆθος ἀγώνων λαμπρῶς,* δαιμόνων τροποσάμενος τὴν ἐπηρμένην ὀφρύν,* ἀσκήσει ἐνθέῳ σου·* εἴληφας ὅθεν χάριν* τοῦ διδάσκειν τά πλήθη·* ἄνω νῦν δ’ἐν πόλῳ,* εὐφροσύνως ἀγάλλει·* διὸ σαῖς ἱκεσίαις πάντας διάσωσον.
Καὶ νῦν. Θεοτοκίον. Ὅμοιον.
Παρθένε Πανάμωμε, ὤφθης δοχεῖον φωτός,* διὸ εὐφημοῦμέν Σε τὴν προστασίαν ἡμῶν* καὶ Σὲ ἱκετεύομεν,* δίωξον τοὺς κινδύνους* τοὺς ἡμᾶς ἀπειλοῦντας,* φρούρησον δὲ τῷ τείχει* πρεσβειῶν τῷ ἀσείστῳ,* τοὺς Σὲ ἀνυμνοῦντας πόθῳ, Πανένδοξε.  

Μετὰ τὸν Πολυέλεον, Καθίσματα. Ἦχος α΄. Τὸν τάφον Σου, Σωτήρ.
Εὐφραίνονται λαμπρῶς,* Ὀρθοδόξων τὰ στίφη,* ἐπὶ τῇ ἱερᾷ* καὶ ὁσίᾳ σου μνήμῃ,* Σάββα θεοτίμητε,* μοναζόντων ἀγλάϊσμα,* οὕς ἐνίσχυσον* τῇ ἐκτενεῖ σου πρεσβείᾳ,* τῆς ἀσκήσεως* τρίβον στενὴν διανῦσαι,* εἰς αἶνον τοῦ Κτίσαντος.
Δόξα. Ὅμοιον.
Τὸ ἄνθος τοῦ Σταυροῦ,* θεῖον Σάββαν οἱ πάντες* ὑμνήσωμεν πιστοί* καὶ δοξάσωμεν, ἅμα* Ἰωάννην ἔνδοξον,* Μολδαβίας τόν γόνον,* τοὺς δοξάσαντας* τὴν Ἐκκλησίαν Κυρίου* καὶ ἐκπλήξαντας* τὰς οὐρανίους Δυνάμεις,* αὐτῶν ταῖς ἀσκήσεσιν.
Καὶ νῦν. Θεοτοκίον. Ὅμοιον.
Μητέρα Σε Θεοῦ* ἐπιστάμεθα πάντες,* παρθένον, ἀληθῶς*  καί μετά τόκον φανεῖσαν,* οἱ πόθῳ καταφεύγοντες* πρός τήν Σήν ἀγαθότητα·* Σέ γάρ ἔχομεν* ἁμαρτωλοί προστασίαν,* Σέ κεκτήμεθα* ἐν πειρασμοῖς σωτηρίαν,* τήν μόνην Πανάμωμον.

Οἱ Ἀναβαθμοί. Τὸ α΄ Ἀντίφωνον τοῦ δ΄ Ἤχου.
Προκείμενον. Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Στ. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Εὐαγγέλιον Ὁσιακόν (ζήτει αὐτῷ ἐν τῷ Ὄρθρῳ τοῦ ἁγ.  Ἀντωνίου τοῦ Μεγάλου, τῇ 17η Ἰανουαρίου).
Ὁ Ν΄ (50) Ψαλμός.
Δόξα. Ταῖς τοῦ Ὁσίου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τά πλήθη τῶν ἐμῶν  ἐγκλημάτων.
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τά πλήθη τῶν ἐμῶν  ἐγκλημάτων.
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ. Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Σήμερον, πάντες οἱ πιστοί,* τὸν ὡραϊσμένον ἐν κάλλεσι* τῆς καλλοποιοῦ ἀσκήσεως Σάββαν εὐφημήσωμεν.* Οὗτος ὡς λαμπρὸς ἀστὴρ* ἀνέτειλεν ἐν τῷ τῆς Ἐκκλησίας στερεώματι* καὶ θείοις ἀγῶσι ἀφθαρσίαν προσεκτήσατο·* καὶ νῦν αὐλίζει ἐν οὐρανῷ,* τοῖς ἄνω γηθόμενος χορείαις τῶν Ἁγίων,* μεθ’ ὧν πρεσβεύει ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Εἶτα οἱ Κανόνες· τῆς Θεοτόκου (ὁ τῆς Μικρᾶς Παρακλήσεως ἤ ἐκ τοῦ Θεοτοκαρίου) καὶ τοῦ Ἁγίου, δοξαστικός καί ἐν ταυτῷ ἱκετευτικός, οὗ ἡ ἀκροστιχίς:  ΧΑΙΡΕ  Ω ΣΑΒΒΑ ΣΤΑΥΡΟΥ ΤΟ ΚΛΕΟΣ. Ἐν δέ τοῖς Θεοτοκίοις ΑΝΤΩΝΙΟΥ.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Χάρισαί μοι λόγον, Τριάς σεπτή,* λιταῖς τοῦ ἁγίου* Λειτουργοῦ Σου καί  φωτισμόν,* ὅπως δυνηθῶ τοῦ ἀνυμνῆσαι,* τὰ κατ’ ἐχθροῦ αὐτοῦ ἔνδοξα τρόπαια.

γάπης τόν ἔμπλεον, ἀδελφοί,* ὑμνήσωμεν ὕμνοις* θεαρέστοις καί τήν αὐτοῦ* τιμήσωμεν μνήμην θεαρέστως*, ὡς θεαρέστως ἐν κόσμῳ βιώσαντος.

ον εὐωδέστατον τοῦ Σταυροῦ,* κρῖνον ἐκβλαστήσαν* ἐν τῆς Κύπρου ἁγίᾳ γῇ,* ῥόδον εὐωδέστατον, Πάτερ,*  τῇ Ἐκκλησίᾳ ἐδείχθης, πανόλβιε.

Θεοτοκίον.
νασσα Κόρη, ὑπερφυῶς,* τεκοῦσα τόν Λόγον* ὁμοούσιον τῷ Πατρί* καὶ Πνεύματι ἅμα, διὸ πάντες,* ὡς Θεοτόκον ἀεὶ μακαρίζομεν.

Καταβασία· Ἀνοίξω τὸ στόμα μου… ἢ τῆς ἑορτῆς.

Ὠδή γ’. Οὐρανίας ἁψίδος.
ίψας πάντα διά φόβον* τόν  τοῦ Θεοῦ Ὅσιε,* πάσας τῆς σαρκὸς τὰς ὀρέξεις καταπεπάτηκας* καὶ βίον ἔνθεον* ἐπὶ τῆς γῆς διανύσας,* τῆς τρυφῆς ἠξίωσαι τῆς ὑπὲρ ἔννοιαν.

μπαθείας νικήσας* τούς λογισμούς, Ἅγιε,* πράος καὶ ἀκέραιος ὤφθης* καὶ πλήρης χάριτος,* παιδεύων τέκνα σου* πρὸς ἐπιδόσεις ἁγίας* καί παραμυθῶν αὐτά, ὦ Σάββα, πάντοτε.

ραΐσας ἀγῶσι* τῶν ἀρετῶν ἄρουραν,* Πάτερ, τῆς καρδίας σου στάχυν* πολύχουν ἤνεγκας,* Σάββα πανόλβιε,* δι’ οὗ ἡμῶν διατρέφεις* τὰς ψυχὰς, ἐν χάριτι* τοῦ θείου Πνεύματος.

Θεοτοκίον.
Νεκρωθέντα με, Μῆτερ,* ταῖς τοῦ Βελίαρ προσκρούσεσι,* ζώωσον δεινῶς νεκρωθεῖσαν τοῖς παραπτώμασι,* Παρθένε Ἄχραντε,* τὴν παναθλίαν ψυχήν μου* καὶ ταύτην συνέτισον* φόβῳ τοῦ Κτίσαντος.

Καταβασία· Τοὺς Σοὺς ὑμνολόγους… (ἢ τῆς ἑορτῆς).

Κάθισμα. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Πατήρ κατὰ χάριν πνευματικήν* ἀνεδείχθης, ἐν πίστει τῇ εὐσεβεῖ,* ὑπάρχων, μακάριε,* ῥυθμίσας τόν βίον σου* προσευχαῖς καί νηστείαις,* ἀγάπῃ φλεγόμενος,* τοὺς λαοὺς εἵλκυσας πρὸς θείαν ἐπίγνωσιν·* ὅθεν ὡς γενναῖος* στρατιώτης τὴν πλάνην,* ἀνδρείως ἐπόρθησας* καὶ νομίμως ἐνήθλησας* καί  στεφάνων ἀπείληφας·* πρεσβεύων νῦν Χριστῷ τῷ Θεῷ,* τῶν πταισμάτων ἄφεσιν δεδώρησαι,* τοῖς ἑορτάζουσι πόθῳ* τὴν ἁγίαν μνήμην σου.

Δόξα. Καὶ νῦν. Θεοτοκίον, ὅμοιον.
Τὴν οὐράνιον πύλην καὶ κιβωτόν,* τὸ πανάγιον ὄρος, τὴν φωταυγῆ* νεφέλην ὑμνήσωμεν,* τὴν οὐράνιον κλίμακα,* τὸν λογικὸν Παράδεισον,* τῆς Εὔας τὴν λύτρωσιν,* τῆς οἰκουμένης πάσης τὸ μέγα κειμήλιον·* ὅτι σωτηρία* ἐν Αὐτῇ διεπράχθη* τῷ κόσμῳ καὶ ἄφεσις* τῶν ἀρχαίων ἐγκλημάτων* Διὰ τοῦτο βοῶμεν Αὐτῇ,* πρέσβευε τῷ Σῷ Υἱῷ καὶ Θεῷ* τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι,* τοῖς εὐσεβῶς προσκυνοῦσι* τὸν πανάγιον Τόκον Σου.

Ὠδή δ’. Εἰσακήκοα Κύριε.
Σάββα θεῖε ἐπάκουσον,* λύτρωσαι κινδύνων τοὺς σὲ γεραίροντας* καὶ τιμῶντάς σου τὰ λείψανα,* ὅπως σε ἀπαύστως μακαρίζομεν.

νυμνοῦμεν σε, ἔνδοξε,* τὴν νενεκρωμένην ψυχὴν ἡμῶν ζώωσον* καὶ ἀνάστησον πρεσβείαις σου,* ἐραστά Κυρίου, πανσεβάσμιε.

Βαρυνθέντας τοῖς πάθεσι,* ὡς ἔχων παρρησίαν καθικέτευε,* τοῖς ὑμνοῦσί σε δωρήσασθαι,* τῶν πλημμελημάτων τὴν συγχώρησιν.

Θεοτοκίον.
Τῆς Μητρός Σου δεήσεσι,* Σάββα τε Ὁσίου Κύριε δώρησαι,* τοῖς ἱκέταις Σου τὴν ἄφεσιν,* τῶν πλημμελημάτων, Ὑπεράγαθε.

Καταβασία· Τὴν ἀνεξιχνίαστον… (ἢ τῆς ἑορτῆς).

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Βοήθησον ἡμᾶς,* ταῖς πρεσβείαις σου, πανεύφημε,* ὡς τοῦ Τάφου τοῦ Κυρίου ἐραστής* καί Σταυροῦ τοῦ κοινοβίου ἴον εὔοσμον.

ρον ἀφ’ἡμῶν* ἁμαρτίας τῇ πρεσβείᾳ σου* τόν βαρύτατον ζυγόν  καί τῆς φθορᾶς* τούς ἱκέτας σου ἀπάλλαξον, θεσπέσιε.

Σῶσον τούς πιστῶς* τοῖς λειψάνοις σου προστρέχοντας,* Σάββα πάτερ, καί αἰτουμένους παρά σοῦ* ἀσθενείας ἐξ ἁπάσης νῦν τήν ἴασιν.

Θεοτοκίον.
ράϊσόν με, Ἁγνή,* ταῖς ἀκτῖσι τοῦ προσώπου Σου,* τὸ καθαρὸν Χριστοῦ παλάτιον* καὶ καθορᾶν με τῆς μορφῆς Αὐτοῦ ἀξίωσον.

Καταβασία· Ἐξέστη τὰ σύμπαντα… (ἢ τῆς ἑορτῆς).

Ὠδή στ’. Τήν δέησιν.
Τόν ἄραντα* τήν ἁμαρτίαν τοῦ κόσμου* καί ἐν Κρανίῳ καταργήσαντα ταύτην,* ἀπό παιδός ἀγαπήσας, ὦ Σάββα,* Σταυροβουνίου τήν Μάνδραν κατῲκησας,* ἐν ᾗ καθήρας σήν ψυχήν,* εἰς τήν ἀγάπην Αὐτοῦ ἐστερεώσω. 

«νάστηθι»* ἀνεβόας, ὦ Πάτερ,* πρός τούς εἰς σέ προσερχομένους καί ἔργοις* τῆς μετανοίας, Χριστῷ τῷ Κυρίῳ,* εὐαρεστῆσαι σπεύσατε λέγοντες·* ἱλάσθητι ἡμῖν, Σωτήρ,* ὁ ἐκ Παρθένου τεχθείς, Ὑπεράγαθε.

πέρ ἡμῶν* τῶν τιμώντων σήν μνήμην,* μή ἐπιλάθου τῷ Κυρίῳ πρεσβεύειν,* ὡς παρρησίαν κεκτημένος, ὦ Σάββα,* νῦν ἐν τῷ πόλῳ χορεύων καί ἔλεος* δυνάμενος ταῖς σαῖς λιταῖς* ἐπομβρίσαι ἡμῖν τοῖς ἱκέταις σου.

Θεοτοκίον. 
Νενίκημαι,* ὑπό παθῶν τῶν τοῦ βίου* τῶν ἀκαθάρτων, ἅ  μολύνουσι, Μῆτερ,*  τήν  ἐν  ἐμοί  τοῦ  Κυρίου  εἰκόνα·* παρηγορίας πηγή παρηγόρησον,* τόν δάκρυσι καί στεναγμοῖς* κατατρυχόμενον,  Κόρη Πανύμνητε.

Κοντάκιον. Ἦχος πλ. δ’. Τῇ Ὑπερμάχῳ.
Τόν ἀστέρα Ἐκκλησίας τόν νεόφωτον,* τόν ἐν Κύπρῳ ἀναδειχθέντα καί φωτίσαντα* οἰκουμένης τό στερέωμα ταῖς ἀκτῖσι* τῆς ἀσκήσεως ὁμοῦ καί ἁγιότητος,* δεῦτε ἅπαντες πιστοί ἀνευφημήσωμεν,* χαίροις κράζοντες* Σάββα Πάτερ ἡμῶν ἐνθεώτατε.

Ὁ Οἶκος.
στήρ ἀνεφάνης ἐκ τῆς  Κύπρου, θεόφρον, ἐν  ἀσκήσει  ἀγωνισάμενος·  ἐκεῖθεν  δέ  ἀνατείλας  τῷ  κόσμῳ,  αὐγάζεις  ἡμᾶς ταῖς σαῖς διδαχαῖς καί  τῇ  πίστει  στηρίζεις  ἅπαντας·  ὅθεν  τιμῶντες  σε  βοῶμεν σοι  ταῦτα·
Χαῖρε,  Πάτερ, ὁ  Βελίαρ  τῷ  Σῷ  ἀγῶνι  πατάξας·
χαῖρε,   Μάκαρ, ὁ  ἀρετήν  καί  ἀγνοίαν  διδάξας.
Χαῖρε,    ὑποστάς  τούς  τῆς  ἀσκήσεως  πόνους·
χαῖρε,     φανείς  ὑπέρ  τούς  τῆς  φύσεως  νόμους.
Χαῖρε,  ἀπάνθισμα  ὡραιότατον  Σταυροβουνίου τῆς Μάνδρας·
χαῖρε,   ἀγλάϊσμα  τερπνότατον  Ἰορδάνου τῆς Λαύρας.  
Χαῖρε,  Ἄθωνος καί Πάρου    οὐρανοφθόγγος  ἐρωδιός·
χαῖρε,   Ὀρθοδόξων    προστάτης καί  οὐρανοδρόμος ὁδηγός.
Χαῖρε,    ὑπάρχων  τῶν πιστῶν ἡ  λαμπρότης·
χαῖρε,     ἐντυγχάνων  τῆς Ἐκκλησίας  φαιδρότης.
Χαῖρε,  ἥλιε  ὁλόφωτε  τῆς Ἐκκλησίας  τοῦ  Χριστοῦ·
χαῖρε,   βάσις  ἀρραγεστάτη  τοῦ  ποιμνίου  τοῦ  Θεοῦ.
     Χαῖρε Σάββα, Πάτερ ἡμῶν ἐνθεώτατε.

Συναξάριον.
Τῇ 8η τοῦ αὐτοῦ μηνός Μαρτίου, μνήμη τοῦ  Ὁσίου Πατρός ἡμῶν Σάββα τοῦ Σταυροβουνιώτου, τοῦ Κυπρίου, ἐν εἰρήνῃ τελειωθέντος ἐν ἔτει  1985.

Στίχοι·
Σταυροῦ τῷ βουνῷ οἰκήσας, Πάτερ,
ὡς κλίμακα Αὐτόν πρός οὐρανόν ἔσχες.
Τῇ ὀγδόῃ Σάββας πρός οὐρανούς ἀνῆλθε,
ἡμῖν καταλειπών αὐτοῦ τό θεῖον σκῆνος.
Αὐτοῦ ἁγίαις πρεσβείαις, Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἡμᾶς, Ἀμήν.

Ὠδή ζ’. Οἱ ἐκ τῆς Ἰουδαίας.
ῦσαι ἀπό κινδύνων* τῶν νῦν ἐπερχομένων,* ἐφ’ ἡμᾶς τούς ἀνιάτως νοσήσαντας·* Σταυροβουνίου κλέος,* τῆς Πάρου πολιοῦχε,* πάντων ἡμῶν πρός Χριστόν ὁ θερμότατος* ἐν παρρησίᾳ πρεσβευτής,* ὁ φιλαδέλφως δεόμενος πάντοτε.

λως ἡγιασμένος,* ὅλως κεκαθαρμένος,* ὅλως οὐράνιος ὤφθης, κἄν ἄνθρωπος,* Ἀγγέλων οὐρανίων* τήν βιοτήν ζηλώσας* καί ἀσκήσει βίου ταύτης τετύχηκας* καί γέγονας τοῖς ἐν τῇ γῇ* θείων Ἀγγέλων εἰκών τε καί πρότυπον.

πό Σταυροῦ τήν σκέπην* τήρησον σούς ἱκέτας,* τούς προσιόντας ἐν πίστει σά λείψανα·* τήν δύναμιν γάρ ἔχεις,* ὡς ἔχων παρρησίαν* πρός τόν Δεσπότην τῶν ὅλων καί Κύριον,* τόν ἐν Κρανίῳ  καί Σταυρῷ* τήν ἁμαρτίαν ἡμῶν καταργήσαντα.

Θεοτοκίον.
ασιν δώρησαί μοι,* ὡς καί παρηγορίαν,* τῶν προστρεχόντων Σοι πίστει  ἡ πρόμαχος·* Σοί  γάρ  προσπίπτω, Κόρη,* τῇ  Σῇ  ἐπιστασίᾳ*  καί  γηθοσύνως  κραυγάζω Σοι Δέσποινα·* μή ἐπιλάθου Σοῦ λαοῦ*, ὅς ἀνακράζει ἐμπόνως, Σύ πρόφθασον .

Καταβασία· Τὴν θείαν ταύτην… (ἢ τῆς ἑορτῆς).

Ὠδή η’. Τόν Βασιλέα.
Τείχισον, Πάτερ,* ταῖς πρός Θεόν σαῖς πρεσβείαις,* ἡμῶν τόν βίον, τῶν σοῦ ἐπιδεομένων,* ὁδηγῶν πρός ἄνω* τάς τοῦ νοός κινήσεις.

σοι  ἐν  πίστει*  εἰλικρινεῖ  προσιοῦσι,* τῇ  θήκῃ   τῶν  σεπτῶν σου Λειψάνων,* ψυχῶν  τε  καί  σωμάτων*  λαμβάνουσι  τήν  ῥῶσιν.

Κυπρίων  νέον*  ἄνθος ἀνεδείχθης,* ἀγῶσι  ἱεροῖς  καί  βίῳ  τῷ  μονήρει,* διό  ἡμῶν  προστάτης*  καί  βοηθός  νῦν  πέλεις.

Θεοτοκίον. 
ρμησον πάντας,* Παρηγορήτισσα Κόρη,* παρηγορίᾳ τῇ Σῇ, ἐν ὅρμῳ* θείας γαλήνης,* πρεσβείαις πρός Υἱόν Σου.

Καταβασία· Παῖδας εὐαγεῖς… (ἢ τῆς ἑορτῆς).

Ὠδή θ’. Κυρίως Θεοτόκον.
Λῦσον μου τήν  πτωχείαν* τοῦ  ταῦτα  στιχουργοῦντος*  καί  σαῖς  πρεσβείαις  πρός  Κύριον, Ὅσιε,* πλούτισον  τήν  ἐμήν  ψυχήν,*  τῶν  δωρεῶν  καί  χαρίτων  τοῦ  Πνεύματος.

Εὐχαῖς  σου  τάς  σειράς  μου*  τῶν  πταισμάτων  λῦσον* καί  τό  χειρόγραφον, Πάτερ, διάρρηξον* τῆς  ἁμαρτίας, τοῦ  τήν  σήν* ἁγίαν  μνήμην  τοῖς  πᾶσι  κηρύττοντος.

δόν  τῆς  μετανοίας* ἀξίωσον  βαδῖσαι,* τοῦ Ἀσώτου ἑπόμενος ἴχνεσι,* ὡς καί τῆς Πόρνης καί δακρύων ταῖς ῥοαῖς* ψυχήν καθᾶραι πρεσβείαις σου δώρησαι.

Σωθῆναι τῶν Βελίαρ,* δοκάνων  καί παγίδων,* τῇ  Σῇ  πρεσβείᾳ  αἰτούμεθα, Πάντιμε,* τούς σπεύδοντας ἐπί  τήν  Σήν* σκέπην  τήν  θείαν, Ὁσίων  ὁμόσκηνε.

Θεοτοκίον.

πέρ τῶν Σέ ὑμνούντων* μή παύῃ, Θεοτόκε,* τοῦ ἱκετεύειν ἐλέους τόν Πρύτανην,* τοῦ ἐλεῆσαι καί σῶσαι τούς δούλους Σου.

Καταβασία· Ἅπας γηγενής… (ἢ τῆς ἑορτῆς).

Ἐξαποστειλάριον. Ἦχος β΄. Γυναῖκες ἀκουτίσθητε.
Τῆς Κύπρου σεμνολόγημα* Ὁσίων τε τὸ καύχημα,* ἡμῶν δὲ θεῖον προστάτην* καὶ ἀντιλήπτορα μέγαν,* τὸν Σάββαν ἀνυμνήσωμεν* καί ὕμνοις ἱκετεύσωμεν,* ὑπὲρ ἑκάστου ἕκαστος,* οἱ ἁμαρτίαις παντοίαις* ἐν γῇ κρατούμενοι ὅλως.
Δόξα. Ἕτερον. Ἦχος γ΄. Ὁ οὐρανὸν τοῖς ἄστροις.
Εἰς οὐρανούς σοῦ τὸ πνεῦμα* ἀνέδραμε τὸ ἱερόν,* Σάββα θειότατε Πάτερ,* εἰς Παραδείσου τὴν τρυφήν,* τὸ δὲ θειότατον σῶμα*  ἡμῖν κατέλειπες, Μάκαρ.
Καί νῦν. Θεοτοκίον. Ὄμοιον.
Τὸν Σὸν Ὑιὸν μὴ ἐλλείπῃς,* Χριστιανῶν καταφυγή,* σὺν τῷ κλεινῷ πατρί Σάββα,* ἐκδυσωπεῖν ὑπὲρ ἡμῶν,* τῶν ἀναξίων Σου δούλων,* τυχεῖν χαρᾶς τῆς ἀλήκτου. 

Εἰς τούς Αἴνους, ἱστῶμεν στίχους δ΄ καί ψάλλομεν Στιχηρά Προσόμοια. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Τῆς Ἀραδίππου τόν γόνον,* Πάρου ἀπάνθισμα,* Σταυροβουνίου δόξαν,* Ἄθωνος τόν ἱκέτην,* Κύπρον τε καί Ἑλλάδα τόν ἐν εὐχαῖς* ὑποστηρίζοντα, Ὅσιον* Σάββαν τόν θεῖον ὑμνήσωμεν οἱ πιστοί,*  Παραδείσου τόν οἰκήτορα.

Τῶν ἐπιγείων τὸν ὕμνον* δέχου, Πανεύφημε,* καὶ τὰς αἰτήσεις πάσας* πρὸς Θεὸν μεταφέρων,* ἐνίσχυσον ἱκέτας σου, Ἱερέ,* ταῖς ἁγίαις πρεσβείαις σου* καὶ τὰς ᾠδὰς τῶν ὑμνούντων σε ἱερῶς* μὴ παρίδῃς, ὡς Φιλάδελφος.

Χαίροις Ὁσίων ἡ δόξα,* τῆς Κύπρου καύχημα,* Σταυροβουνίου κλέος* καὶ ἐλπὶς ὑμνητῶν σου·* χαῖρε Κυρίου ὁ δοῦλος ὁ ἀγαθὸς,* ὁ μὴ κρύψας τὸ τάλαντον·* χαίροις τρισόλβιε Σάββα πατήρ ἡμῶν,*  Ἐκκλησίας το θησαύρισμα.

Τὸν ἐν Σταυροῦ θείῳ Ὄρει* σεμνῶς ἀσκήσαντα,* τῶν βοηθείας χρηζόντων* ὁδηγὸν καὶ πατέρα·* τὸν μέγαν ἐν ἀσκήσει, τὸν τούς   ἐχθροὺς* ἐμφανῶς καταισχύναντα,* Σάββαν τόν θεῖον ὑμνήσωμεν οἱ πιστοί* καὶ θερμῶς καθικετεύσομεν.

Δόξα. Ἦχος πλ. δ’.
ς κρίνον νεόδρεπτον,* ἐν Παραδείσῳ φυτευθέν,* τὴν ψυχήν σου καθορῶντες* εὐφραινόμεθα, Ἅγιε·* καὶ τὴν ὁσιακήν σου πολιτείαν* θεωροῦντες ἐκπληττόμεθα.*  Ἐν Σταυροβουνίῳ γάρ τῷ Ὄρει ἐνασκήσας,* ὡς ῥύαξ ἐκεῖθεν ἐπήγασας* δρόσον οὐράνιον ταῖς ψυχαῖς* τῶν πάθεσι καταφλεγομένων.* Μετά λῆξιν δέ,* τῇ τῶν λειψάνων σου χάριτι,* ἄνεσιν ἐπομβρίζεις τοῖς δεομένοις* καί εὐλογοῦσι Χριστόν* τόν σέ δοξάσαντα.

Καί νῦν. Θεοτοκίον.
Δέσποινα πρόσδεξαι* τάς δεήσεις τῶν δούλων Σου* καί λύρωσαι ἡμᾶς* ἀπό πάσης ἀνάγκης καί θλίψεως.

Δοξολογία Μεγάλη καί Ἀπόλυσις.

Εἰ τύχοι ἀπὸ Δευτέρας ἔως καὶ Παρασκευῆς τῆς Μεγάλης Τεσσαρακοστῆς, εὐθὺς ψάλλομεν τὴν πρώτην Ὥραν, καὶ τὰς λοιπὰς ἑφεξῆς ἐν αἶς λέγομεν Ἀπολυτίκιον καὶ Κοντάκιον τοῦ Ἁγίου, ποιοῦντες καὶ τὰς τρεῖς μεγάλας Μετανοίας, καὶ Ἀπόλυσις.

ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ
Εἰ τύχοι ἐν Σαββάτῳ·
Τά Τυπικά, οἱ Μακαρισμοί καί ἐκ τοῦ Κανόνος τοῦ Ὁσίου ἡ γ’ καί  στ’ ὠδή.
Ἀπόστολος καὶ Εὐαγγέλιον Ὁσιακά (ζήτει τῇ 17η Ἰανουαρίου).
Κοινωνικόν: Εἰς μνημόσυνον αἰώνιον ἔσται δίκαιος. Ἀλληλούϊα.

ΕΙΣ ΤΗΝ ΠΡΟΗΓΙΑΣΜΕΝΗΝ
Εἰ τύχοι ἀπὸ Δευτέρας ἔως καὶ Παρασκευῆς τῆς Μεγάλης Τεσσαρακοστῆς.
Μετὰ τὴν συνήθη Στιχολογίαν, ἤτοι τὰ Πρὸς Κύριον…, εἰς τὸ Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ι΄ καὶ ψάλλομεν τὸ Ἰδιόμελον τῆς ἡμέρας δίς, τὸ Μαρτυρικόν, τὰ γ΄ Προσόμοια τοῦ Τριῳδίου, καὶ τῶν Ἁγίων δ΄, δευτεροῦντες τὸ α΄.
Ἦχος α΄ Τῶν οὐρανίων ταγμάτων.
Τῶν Ὀρθοδόξων οἱ δῆμοι…
ν προσευχῇ ἀεννάῳ…
Δεῦτε προσπτύξασθε πάντες…
(ζήτει αὐτὰ τῇ χθὲς εἰς τὸν Μεγάλον Ἑσπερινόν.)
Δόξα. Ἦχος πλ. δ´.
Τῶν πρό σοῦ Ὁσίων…
Καὶ νῦν. Θεοτοκίον.
Δέσποινα πρόσδεξαι…
Εἴσοδος μετὰ τοῦ Εὐαγγελίου.
Τὸ Φῶς ἱλαρόν, τὸ Προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα.
Μετὰ δὲ τὴν συμπλήρωσιν τῶν Ἀναγνωσμάτων, τὸ Κατευθυνθήτω.
Ἀπόστολος καὶ Εὐαγγέλιον Ὁσιακά (ζήτει τῇ 17η Ἰανουαρίου).
Καὶ ἡ Θεία Λειτουργία τῶν Προηγιασμένων.
Κοινωνικά· Γεύσασθε… καὶ Εἰς μνημόσυνον…
Καὶ τὰ λοιπὰ ὡς σύνηθες καὶ Ἀπόλυσις.

Εἰς δὲ τὴν Τράπεζαν ἐσθίομεν ἔλαιον καὶ οἶνον. Εἰ δὲ ἐν τῇ Α΄ Ἐβδομάδι τύχῃ, οἶνον μόνον.

Μεγαλυνάρια.
Χαίροις, πενομένων ὁ φροντιστής,* ὁ τοῦ Παρακλήτου* διαλάμψας θείῳ φωτί*· χαίροις, ὁ τῆς Κύπρου* γόνος καί Ἀραδίππου,* οὓς περισκέπεις, Πάτερ,* τῇ μεσιτεία σου. 
Χαίροις, ὁ δεξάμενος σῇ ψυχῇ,* φῶς τοῦ Παρακλήτου* τό φωτίζον καί ὁδηγοῦν·* χαίροις, ὁ διδάσκων*  καί μετά λῆξιν, Σάββα,* ἀλήθειαν Κυρίου* τοῖς θείοις λόγοις Σου. 

Στίχοι·
Ἁγίαις σου εὐχαῖς τείχισον τόν ὑμνοῦντα,
τήν σήν βιοτήν, Σταυροβουνίου κλέος.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου